2015-07-12_kyr_st_mat8aiou-a-5

  • Upload
    sakis87

  • View
    212

  • Download
    0

Embed Size (px)

Citation preview

  • 8/20/2019 2015-07-12_kyr_st_mat8aiou-a-5

    1/15

    1

    12 ΙΟΥΛΙΟΥ 2015 Κυριακὴ Ϛ´ Ματθαίου

    Πρόκλου καὶ Ἱλαρίου Μαρτύρων

    Ἦχος πλ . α´ . Ἑωθινὸν Ϛ´ . * * * * *

    ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

    Μετὰ τὸν Ἑξάψαλμον , Συναπτὴ μεγάλη , μεθ᾿ ἣν ἐκφώνησις·

    ὍὍὍτ τ τ ιιι πππ ρ ρ ρ έέέ πππ εεε ιιι σ σ σ οοο ιιι πππ ᾶᾶᾶσ σ σ ααα δδδ όόό ξ ξ ξ ααα ... ... ...

    Ἦχος πλ . α´ . Θεὸς Κύριος , καὶ ἐπέφανεν ἡμῖν· εὐλογημέ‐ νος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου .

    Στίχ . α´ . Ἐξομολογεῖσθε τῷ Κυρίῳ , ὅτι ἀγα‐θός , ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ .

    Θεὸς Κύριος , καὶ ἐπέφανεν ἡμῖν ... Στίχ . β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με , καὶ τῷ

    ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς . Θεὸς Κύριος , καὶ ἐπέφανεν ἡμῖν ...

    Στίχ . γ´ . Παρὰ Κυρίου ἐγένετο αὕτη , καί ἐστιθαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν .

    Θεὸς Κύριος , καὶ ἐπέφανεν ἡμῖν ...

    ΑΠΟΛΥΤΙΚΙΑ

    Τὸ Ἀναστάσιμον . Ἦχος πλ . α´ . Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι , τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡ‐μῶν , ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσω‐μεν· ὅτι ηὐδόκησε σαρκί , ἀνελθεῖν ἐν τῷΣταυρῷ , καὶ θάνατον ὑπομεῖναι , καὶ ἐγεῖραιτοὺς τεθνεῶτας , ἐν τῇ ἐνδόξῳ ἀναστάσει αὐ‐τοῦ.

    Δόξα . Καὶ νῦν . Θεοτοκίον . Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος· Χαῖρε τεῖχοςκαὶ σκέπη τῶν προστρεχόντων εἰς σέ· Χαῖρεἀχείμαστε λιμήν , καὶ ἀπειρόγαμε· ἡ τεκοῦσαἐν σαρκὶ τὸν ποιητήν σου καὶ Θεόν , πρεσβεύ‐ουσα μὴ ἐλλείπῃς , ὑπὲρ τῶν ἀνυμνούντων , καὶ προσκυνούντων τὸν τόκον σου .

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι σ σ σ ὸὸὸννν τ τ τ ὸὸὸ κκκ ρ ρ ρ άάά τ τ τ οοο ςςς ... ... ...

    * * *

    ΚΑΘΙΣΜΑΤΑΜετὰ τὴν α´ Στιχολογίαν .

    Ἀναστάσιμον Ἦχος πλ . α´ . Τὸν συνάναρχον Λόγον .

    Τὸν Σταυρὸν τοῦ Κυρίου ἐγκωμιάσωμεν , τὴνταφὴν τὴν ἁγίαν ὕμνοις τιμήσωμεν , καὶ τὴνἀνάστασιν αὐτοῦ ὑπερδοξάσωμεν· ὅτι συνή‐

    γειρε νεκρούς , ἐκ τῶν μνημάτων ὡς Θεός , σκυλεύσας κράτος θανάτου , καὶ ἰσχὺν διαβό‐λου , καὶ τοῖς ἐν ᾅδῃ φῶς ἀνέτειλε .

    Δόξα . Κύριε νεκρὸς προσηγορεύθης , ὁ νεκρώσαςτὸν θάνατον· ἐν μνήματι ἐτέθης , ὁ κενώσαςτὰ μνήματα· ἄνω στρατιῶται τὸν τάφον ἐφύ‐λαττον , κάτω τοὺς ἀπ᾿ αἰῶνος νεκροὺς ἐξα‐ νέστησας . Παντοδύναμε καὶ ἀκατάληπτε ,

    Κύριε δόξα σοι . Καὶ νῦν . Θεοτοκίον .

    Χαῖρε ἅγιον ὄρος καὶ θεοβάδιστον· χαῖρε ἔμ‐ψυχε βάτε καὶ ἀκατάφλεκτε· χαῖρε ἡ μόνηπρὸς Θεὸν κόσμου γέφυρα , ἡ μετάγουσαθνητούς , πρὸς τὴν αἰώνιον ζωήν· χαῖρε ἀκή‐ρατε Κόρη , ἡ ἀπειράνδρως τεκοῦσα , τὴν σω‐τηρίαν τῶν ψυχῶν ἡμῶν .

    Μετὰ τὴν β´ Στιχολογίαν .

    Ἦχος πλ . α´ . Κύριε , μετὰ τὴν τριήμερόν σου ἀνάστασιν , καὶ τὴν τῶν Ἀποστόλων προσκύνησιν , ὁ Πέ‐τρος ἐβόα σοι· Γυναῖκες ἀπετόλμησαν , κἀγὼἐδειλίασα· Λῃστὴς ἐθεολόγησε , κἀγὼ ἠρνη‐σάμην σε· ἆρα καλέσεις με τοῦ λοιποῦ μαθη‐τήν ; ἢ πάλιν δείξεις με ἁλιέα βυθοῦ ; ἀλλὰ με‐τανοοῦντά με δέξαι , ὁ Θεὸς καὶ σῶσόν με .

    Δόξα .

    Κύριε , ἐν μέσῳ σε προσήλωσαν , οἱ παράνο‐μοι τῶν καταδίκων , καὶ λόγχῃ τὴν πλευράνσου ἐξεκέντησαν , ὦ Ἐλεῆμον· ταφὴν δὲ κατε‐δέξω , ὁ λύσας ᾅδου τὰς πύλας , καὶ ἀνέστηςτριήμερος· ἔδραμον γυναῖκες ἰδεῖν σε , καὶ ἀ‐πήγγειλαν Ἀποστόλοις τὴν ἔγερσιν· Ὑπερυ‐ψούμενε Σωτήρ , ὃν ὑμνοῦσιν Ἄγγελοι , εὐλο‐ γημένε Κύριε δόξα σοι .

    Καὶ νῦν . Θεοτοκίον . Ἀπειρόγαμε νύμφη θεογεννήτρια , ἡ τῆς Εὔαςτὴν λύπην χαροποιήσασα , ἀνυμνοῦμεν οἱ πι‐

  • 8/20/2019 2015-07-12_kyr_st_mat8aiou-a-5

    2/15

    2

    στοὶ καὶ προσκυνοῦμέν σε , ὅτι ἀνήγαγες ἡ‐μᾶς , ἐκ τῆς ἀρχαίας ἀρᾶς· καὶ νῦν δυσώπει ἀ‐παύστως , πανύμνητε Παναγία , εἰς τὸ σωθῆ‐ ναι ἡμᾶς .

    * * *

    ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ

    Ἦχος πλ . α´ . Εὐλογητὸς εἶ , Κύριε· δίδαξόν με τὰ δικαιώματά σου . Τῶν ἀγγέλων ὁ δῆμος κατεπλάγη ὁρῶν σε ἐν νεκροῖς λογισθέντα , τοῦ θανάτου δέ , Σωτήρ , τὴν ἰσχὺν καθελόντα καὶ σὺν ἑαυτῷ τὸν Ἀ‐δὰμ ἐγείραντα καὶ ἐξ ᾅδου πάντας ἐλευθερώ‐σαντα .

    Εὐλογητὸς εἶ , Κύριε· δίδαξόν με τὰ δικαιώματά σου . Τί τὰ μύρα συμπαθῶς τοῖς δάκρυσιν , ὦ μαθή‐

    τριαι , κιρνᾶτε ; ὁ ἀστράπτων ἐν τῷ τάφῳ ἄγ‐ γελος προσεφθέγγετο ταῖς μυροφόροις· Ἴδετεὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐ‐ξανέστη τοῦ μνήματος .

    Εὐλογητὸς εἶ , Κύριε· δίδαξόν με τὰ δικαιώματά σου . Λίαν πρωῒ μυροφόροι ἔδραμον πρὸς τὸ μνῆ‐μά σου θρηνολογοῦσαι· ἀλλ᾿ ἐπέστη πρὸς αὐ‐τὰς ὁ ἄγγελος καὶ εἶπε· Θρήνου ὁ καιρὸς πέ‐παυται· μὴ κλαίετε· τὴν ἀνάστασιν δὲ ἀπο‐

    στόλοις εἴπατε . Εὐλογητὸς εἶ , Κύριε· δίδαξόν με τὰ δικαιώματά σου . Μυροφόροι γυναῖκες μετὰ μύρων ἐλθοῦσαιπρὸς τὸ μνῆμά σου , Σῶτερ , ἐνηχοῦντο ἀγγέ‐λου πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νε‐κρῶν τὸν ζῶντα λογίζεσθε ; ὡς Θεὸς γὰρ ἐξα‐ νέστη τοῦ μνήματος .

    Δόξα . Προσκυνοῦμεν Πατέρα καὶ τὸν τούτου Υἱόντε καὶ τὸ ἅγιον Πνεῦμα , τὴν ἁγίαν Τριάδα ἐνμιᾷ τῇ οὐσίᾳ , σὺν τοῖς Σεραφεὶμ κράζοντες τὸἍγιος , Ἅγιος , Ἅγιος εἶ , Κύριε .

    Καὶ νῦν . Ζωοδότην τεκοῦσα , ἐλυτρώσω , Παρθένε , τὸνἈδὰμ ἁμαρτίας· χαρμονὴν δὲ τῇ Εὔᾳ ἀντὶ λύ‐πης παρέσχες· ῥεύσαντα ζωῆς , ἴθυνε πρὸςταύτην δὲ ὁ ἐκ σοῦ σαρκωθεὶς Θεὸς καὶ ἄν‐θρωπος . Ἀλληλούϊα , ἀλληλούϊα , ἀλληλούϊα· δόξα σοι

    ὁ Θεός . ( γ´ )

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι ηηηὐὐὐλλλ όόό γγγ ηηητ τ τ ααα ί ί ί ΣΣΣ οοο υυυ ... ... ...

    * * *

    ΥΠΑΚΟΗ , ΑΝΑΒΑΘΜΟΙ , ΠΡΟΚΕΙΜΕΝΟΝἩ Ὑπακοή . Ἦχος πλ . α´ .

    Ἀ γγελικῇ ὁράσει τὸν νοῦν ἐκθαμβούμεναι , καὶ θεϊκῇ ἐγέρσει τὴν ψυχὴν φωτιζόμεναι , αἱΜυροφόροι τοῖς Ἀποστόλοις εὐηγγελίζοντο·Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι , τὴν ἀνάστασιντοῦ Κυρίου , συνεργοῦντος τοῖς θαύμασι , καὶπαρέχοντος ἡμῖν τὸ μέγα ἔλεος .

    οἱ Ἀναβαθμοί . Ἦχος πλ . α´ . Ἀντίφωνον Α´ .

    Ἐ ν τῷ θλίβεσθαί με δαυϊτικῶς , ᾄδω σοι Σω‐τήρ μου· Ῥῦσαί μου τὴν ψυχὴν ἐκ γλώσσηςδολίας .

    Τοῖς ἐρημικοῖς , ζωὴ μακαρία ἐστί , θεϊκῷ ἔρω‐τι πτερουμένοις .

    Δόξα . Καὶ νῦν . Ἁ γίῳ Πνεύματι , περικρατεῖται πάντα τὰ ὁρα‐τά τε , σὺν τοῖς ἀοράτοις· αὐτοκρατὲς γὰρ ὄν , τῆς Τριάδος ἕν ἐστιν ἀψεύστως .

    Ἀντίφωνον Β´ .

    Εἰς τὰ ὄρη ψυχὴ ἀρθῶμεν· δεῦρο ἐκεῖσε , ὅθενβοήθεια ἥκει .

    Δεξιά σου χεὶρ κἀμέ , Χριστὲ ἱπταμένη , σκαιω‐ρίας πάσης περιφυλαξάτω .

    Δόξα . Καὶ νῦν . Ἁ γίῳ Πνεύματι , θεολογοῦντες φῶμεν· Σὺ εἶΘεός , ζωή , ἔρως , φῶς , νοῦς , σὺ χρηστότης , σὺβασιλεύεις εἰς τοὺς αἰῶνας .

    Ἀντίφωνον Γ´ .

    Ἐπὶ τοῖς εἰρηκόσι μοι· Εἰς τὰς αὐλὰς προσβῶ‐μεν Κυρίου· χαρᾶς πολλῆς πλησθείς , εὐχὰςἀναπέμπω .

    Ἐπὶ οἶκον Δαυΐδ , τὰ φοβερὰ τελεσιουργεῖται·πῦρ γὰρ ἐκεῖ φλέγον , ἅπαντα αἰσχρὸν νοῦν .

    Δόξα . Καὶ νῦν . Ἁ γίῳ Πνεύματι , ζωαρχικὴ ἀξία , ἐξ οὗ πᾶνζῶον ἐμψυχοῦται , ὡς ἐν Πατρί , ἅμα τε καὶΛόγῳ.

    Προκείμενον .

    Ἀ νάστηθι Κύριε ὁ Θεός μου , ὅτι σὺ βασιλεύ‐εις εἰς τοὺς αἰῶνας . (δίς )

  • 8/20/2019 2015-07-12_kyr_st_mat8aiou-a-5

    3/15

    3

    Στίχ . Ἐξομολογήσομαί σοι , Κύριε , ἐν ὅλῃ καρ‐δίᾳ μου , διηγήσομαι πάντα τὰ θαυμάσιά σου . Ἀ νάστηθι Κύριε ὁ Θεός μου ...

    * * *

    ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥὁ διάκονος· Τ Τ Τ οοοῦῦῦ Κ Κ Κ υυυ ρ ρ ρ ί ί ί οοο υυυ δδδ εεε ηηηθθθῶῶῶ μ μ μεεεννν ...

    Κύριε , ἐλέησον . ὁ ἱερεύς· ὍὍὍτ τ τ ιιι ἅἅἅγγγ ιιιοοο ςςς εεε ἶ ἶ ἶ , , , ὁὁὁ ΘΘΘ εεεὸὸὸςςς ἡἡἡ μ μ μῶῶῶννν , , , ... ... ... Ἀμήν . Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον . Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον . Αἰνεσάτω πνοὴ … πᾶσα τὸν Κύριον . ὁ διάκονος· Κ Κ Κ ααα ὶὶὶ ὑὑὑπππ ὲὲὲ ρ ρ ρ τ τ τ οοοῦῦῦ κκκααα τ τ τ ααα ξ ξ ξ ιιιωωω θθθ ῆῆῆννν ααα ιιι ἡἡἡ μ μ μᾶᾶᾶςςς τ τ τ ῆῆῆςςς ἀἀἀκκκ ρ ρ ρ οοο άάά σ σ σ εεεωωω ςςς τ τ τ οοοῦῦῦ ἁἁἁγγγ ί ί ί οοο υυυ ΕΕΕὐὐὐααα γγγ γγγ εεελλλ ί ί ί οοο υυυ Κ Κ Κ ύύύ ρ ρ ρ ιιιοοο ννν τ τ τ ὸὸὸννν ΘΘΘ εεεὸὸὸννν ἡἡἡ μ μ μῶῶῶννν ἱ ἱ ἱ κκκεεε τ τ τ εεε ύύύ σ σ σ ωωω μ μ μεεε ννν ... Κύριε , ἐλέησον . ( γ´ ) ὁ διάκονος· ΣΣΣ οοο φφφ ί ί ί ααα ··· ὀὀὀ ρ ρ ρ θθθ οοο ί ί ί ··· ἀἀἀκκκοοο ύύύ σ σ σ ωωω μ μ μεεε ννν τ τ τ οοοῦῦῦ ἁἁἁγγγ ί ί ί οοο υυυ

    ΕΕΕὐὐὐααα γγγ γγγ εεελλλ ί ί ί οοο υυυ ... ὁ ἱερεύς· ΕΕΕἰ ἰ ἰ ρ ρ ρ ήήήννν ηηη πππ ᾶᾶᾶσ σ σ ιιι ... Καὶ τῷ Πνεύματί σου . ὁ ἱερεύς· Ἐ Ἐ Ἐκκκ τ τ τ οοοῦῦῦ κκκααα τ τ τ ὰὰὰ Λ Λ Λοοο υυυ κκκᾶᾶᾶννν ἁἁἁγγγ ί ί ί οοο υυυ ΕΕΕὐὐὐααα γγγ γγγ εεελλλ ί ί ί οοο υυυ τ τ τ ὸὸὸ ἀἀἀννν άάά γγγ ννν ωωω σ σ σ μ μ μααα ... ὁ διάκονος· Π Π Π ρ ρ ρ όόό σ σ σ χ χ χ ωωω μ μ μεεε ννν ... Δόξα σοι , Κύριε , δόξα σοι . ὁ ἱερεὺς ἀναγινώσκει τὸ ἐνδιάτακτον Ἑωθινὸν Εὐαγγέλιον .

    Ἑωθινὸν Ϛ´Ἐκ τοῦ κατὰ Λουκᾶν

    (κδ´ 36‐53) Τῷ καιρῷ ἐκείνῳ , ἀναστὰς ὁ Ἰησοῦς ἐκ νεκρῶν ἔστη ἐν μέσῳτῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν . Πτοηθέν‐τες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν . Καὶεἶπεν αὐτοῖς· Τί τεταραγμένοι ἐστέ , καὶ διατί διαλογισμοὶ ἀ‐ ναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν ; ἴδετε τὰς χεῖράς μου καὶτοὺς πόδας μου , ὅτι αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με καὶ ἴδε‐τε , ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτεἔχοντα . Καὶ τοῦτο εἰπὼν ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶτοὺς πόδας . Ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶθαυμαζόντων εἶπεν αὐτοῖς· Ἔχετέ τι βρώσιμον ἐνθάδε ; Οἱ δὲἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος καὶ ἀπὸ μελισσίου κηρί‐ου· καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν . Εἶπε δὲ αὐτοῖς· Οὗτοιοἱ λόγοι οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν , ὅτι δεῖ πλη‐ρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως καὶπροφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ . Τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς , καὶ εἶπεν αὐτοῖς· Ὅτι οὕτω γέγραπται καὶ οὕτως ἔδει παθεῖν τὸν Χριστὸν καὶ ἀναστῆναιἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ , καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματιαὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη , ἀρξάμενον ἀπὸ Ἱερουσαλήμ . Ὑμεῖς δέ ἐστε μάρτυρες τού‐των . Καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρόςμου ἐφ᾿ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἱερουσαλὴμ ἕωςοὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους . Ἐξήγαγε δὲ αὐτοὺς ἔξω ἕως

    εἰς Βηθανίαν , καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐ‐τούς . Καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπ᾿αὐτῶν καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν . Καὶ αὐτοὶ προσκυνή‐

    σαντες αὐτὸν ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ μετὰ χαρᾶς μεγά‐λης , καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ αἰνοῦντες καὶ εὐλο‐ γοῦντες τὸν Θεόν . Ἀμήν .

    Δόξα σοι , Κύριε , δόξα σοι .

    ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης·Ἀ νάστασιν Χριστοῦ θεασάμενοι , προσκυνή‐σωμεν ἅγιον Κύριον Ἰησοῦν , τὸν μόνον ἀνα‐μάρτητον . Τὸν σταυρόν σου , Χριστέ , προσκυ‐ νοῦμεν καὶ τὴν ἁγίαν σου ἀνάστασιν ὑμνοῦ‐μεν καὶ δοξάζομεν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν , ἐ‐κτός σου ἄλλον οὐκ οἴδαμεν , τὸ ὄνομά σου ὀ‐ νομάζομεν . Δεῦτε πάντες οἱ πιστοὶ προσκυ‐ νήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν· ἰ‐δοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ χαρὰ ἐν ὅλῳτῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύρι‐ον , ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ . Σταυρὸν

    γὰρ ὑπομείνας δι᾿ ἡμᾶς , θανάτῳ θάνατον ὤ‐λεσεν .

    οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον Ἦχος β´ .

    Ἐλεῆμον , Ἐλέησόν με , ὁ Θεός , κατὰ τὸ μέγαἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶνσου ἐξάλειψον τὸ ἀνόμημά μου .

    Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου

    καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.

    Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω , καὶ ἡ ἁ‐μαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός .

    Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόνσου ἐποίησα , ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λό‐ γοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε .

    Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην , καὶ ἐν ἁ‐μαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου .

    Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας , τὰ ἄδηλα καὶτὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι .

    Ῥαντιεῖς με ὑσσώπῳ , καὶ καθαρισθήσομαι·πλυνεῖς με , καὶ ὑπὲρ χιόνα λευκανθήσομαι .

    Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀ‐ γαλλιάσονται ὀστέα τεταπεινωμένα .

    Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁ‐μαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξά‐

    λειψον .

  • 8/20/2019 2015-07-12_kyr_st_mat8aiou-a-5

    4/15

    4

    Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί , ὁ Θεός , καὶπνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοιςμου .

    Μ ὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου , καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃςἀπ᾿ ἐμοῦ.

    Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίουσου , καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με .

    Διδάξω ἀνόμους τὰς ὁδούς σου , καὶ ἀσεβεῖςἐπὶ σὲ ἐπιστρέψουσι .

    Ῥῦσαί με ἐξ αἱμάτων , ὁ Θεός , ὁ Θεὸς τῆς σω‐τηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴνδικαιοσύνην σου .

    Κύριε , τὰ χείλη μου ἀνοίξεις , καὶ τὸ στόμα

    μου ἀναγγελεῖ τὴν αἴνεσίν σου . Ὅτι , εἰ ἠθέλησας θυσίαν , ἔδωκα ἄν· ὁλοκαυ‐τώματα οὐκ εὐδοκήσεις .

    Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρ‐δίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁΘεὸς οὐκ ἐξουδενώσει .

    Ἀ γάθυνον , Κύριε , ἐν τῇ εὐδοκίᾳ σου τὴν Σι‐ών , καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ .

    Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης , ἀναφο‐ρὰν καὶ ὁλοκαυτώματα .

    Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μό‐σχους . Καὶ ἐλέησόν με , ὁ Θεός.

    Δόξα . Ταῖς τῶν Ἀποστόλων πρεσβείαις , ἐλεῆμον , ἐ‐ξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων .

    Καὶ νῦν .

    Ταῖς τῆς Θεοτόκου πρεσβείαις , ἐλεῆμον , ἐξά‐λειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων .

    Καὶ τὸ πεντηκοστάριον . Ἦχος ὁ αὐτός . Στίχ . Ἐλέησόν με , ὁ Θεός , κατὰ τὸ μέγα ἔλεόςσου , καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σουἐξάλειψον τὸ ἀνόμημά μου . Ἀ ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου , καθὼςπροεῖπεν , ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶμέγα ἔλεος .

    ΣΣΣῶῶῶσ σ σ οοο ννν , , , ὁὁὁ ΘΘΘ εεε όόό ςςς , , , τ τ τ ὸὸὸννν λλλ ααα όόό ννν ΣΣΣ οοο υυυ ... ... ... Κύριε , ἐλέησον . (ιβ´) Ἐ Ἐ Ἐλλλ έέέεεε ιιι κκκααα ὶὶὶ οοο ἰ ἰ ἰ κκκτ τ τ ιιι ρ ρ ρ μ μ μοοο ῖ ῖ ῖ ςςς ... ... ... Ἀμήν .

    * * *

    ΟΙ ΚΑΝΟΝΕΣὁ Ἀναστάσιμος μετὰ τῶν εἱρμῶν καὶ ὁ τοῦ Μηναίου .

    ᾨδὴ α´ . ὁ Ἀναστάσιμος εἰς δ´

    (ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ )

    Ἦχος πλ . α´ . Ὁ Εἱρμός.

    Ἵππον καὶ ἀναβάτην , εἰς θάλασσαν Ἐρυ‐θράν , ὁ συντρίβων πολέμους , ἐν ὑψηλῷ βρα‐χίονι , Χριστὸς ἐξετίναξεν , Ἰσραὴλ δὲ ἔσωσεν , ἐπινίκιον ὕμνον ᾄδοντα .

    Στίχ . Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου , Κύριε . Σὲ ἡ ἀκανθηφόρος , Ἑβραίων συναγωγή , οὐστοργὴν Εὐεργέτα , πρὸς σὲ φυλάξασα μητρι‐κήν , Χριστὲ ἐστεφάνωσε , τὸν γενάρχην λύον‐τα , τῆς ἀκάνθης τὸ ἐπιτίμιον .

    Στίχ . Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου , Κύριε . Ἤ γειράς με πεσόντα , τῷ βόθρῳ ἐπικλυσθείς , Ζωοδότα ἀπτώτως· καὶ τῆς ἐμῆς δυσώδουςφθορᾶς , Χριστὲ ἀνασχόμενος , ἀπειράστωςθείας οὐσίας , μύρῳ με εὐωδίασας .

    Θεοτοκίον .

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. Λέλυται ἡ κατάρα , ἡ λύπη πέπαυται· ἡ γὰρεὐλογημένη , καὶ Κεχαριτωμένη πιστοῖς , χα‐ρὰν ἐξανέτειλεν , εὐλογίαν πᾶσιν , ἀνθηφο‐ροῦσα Χριστὸν τοῖς πέρασι .

    καὶ τῶν Ἁγίων ὁ παρών , οὗ ἡ Ἀκροστιχίς· Σεπτοῖς Ἀθληταῖς σεπτὸν εἰσφέρω μέλος . Ἰωσήφ .

    Ἦχος δ´ . Τριστάτας κραταιούς . Στίχ . Ἅ γιοι τοῦ Θεοῦ , πρεσβεύσατε ὑπὲρ ἡμῶν .

    Συνόντες τῷ Θεῷ , καὶ ταῖς θείαις ἀκτῖσι , πυρ‐σευόμενοι ἀεί , γενναῖοι Ἀθληταί , τὴν ψυχήνμου φωτίσατε , μέλποντος τὴν φωτοφόρον ,

    καὶ σεπτὴν ὑμῶν ἄθλησιν , κατανύξει καρδί‐ας μακάριοι .

    Στίχ . Ἅ γιοι τοῦ Θεοῦ , πρεσβεύσατε ὑπὲρ ἡμῶν . Ἐπτέρωσεν ἡμᾶς , ὁ οὐράνιος πόθος· ὅθενπάντα τὰ τερπνά , τοῦ βίου ἀθληταί , ἐλογίσα‐σθε σκύβαλα , νεύσεσι ταῖς πρὸς τὸ θεῖον , θε‐ωθέντες καὶ ἅπασαν , τῶν ἀθέων ἰσχὺν ταπει‐ νώσαντες .

    Στίχ . Ἅ γιοι τοῦ Θεοῦ , πρεσβεύσατε ὑπὲρ ἡμῶν . Πυρὶ θεαρχικῆς , ἀναφθέντες Τριάδος , δυσσε‐βείας τὴν πυράν , ἐσβέσατε σοφοί , τῶν αἱμά‐

  • 8/20/2019 2015-07-12_kyr_st_mat8aiou-a-5

    5/15

    5

    των τοῖς ῥεύμασιν· ὅθεν ταῖς τῶν ἰαμάτων , καθαραῖς ἐπομβρήσεσι , τῶν παθῶν ἡμῶνῥύπον ἐκπλύνατε .

    Στίχ . Ἅ γιοι τοῦ Θεοῦ , πρεσβεύσατε ὑπὲρ ἡμῶν . Τ ὴν ἄλυπον ζωήν , τὴν οὐράνιον δόξαν , Πα‐ραδείσου τὴν τρυφήν , τὸ φῶς τὸ νοητόν , τὴντερπνὴν ἀγαλλίασιν , Μάρτυρες ἐπιζητοῦν‐τες , τῶν δεινῶν ὑπηνέγκατε , τρικυμίαν γεν‐ ναίῳ φρονήματι .

    Δόξα . Οὐράνιοι χοροί , τὴν ὑμῶν καρτερίαν , κατε‐πλάγησαν σοφοί· αἰκίσεις γὰρ σαρκός , καὶπολύπλοκα βάσανα , Μάρτυρες γενναιοφρό‐ νως , ὑπηνέγκατε χαίροντες , καὶ ἐχθροῦ τὴνκακίαν συντρίβοντες .

    Καὶ νῦν . Θεοτοκίον

    Ἰὸν τῶν ἀκοῶν , τῆς προμήτορος Εὔας , Γαβρι‐ ήλ σοι προσφωνῶν , τὸ Χαῖρε ἀληθῶς , ἐξετί‐ ναξε Δέσποινα· μόνη γὰρ τὸν ἀναιρέτην , τῆςκακίας τοῦ ὄφεως , ὑπὲρ νοῦν τε καὶ λόγον ἐ‐κύησας .

    ᾨδὴ γ´ . ὁ Ἀναστάσιμος

    Ἦχος πλ . α´ . Ὁ Εἱρμός. Ὁ πήξας ἐπ᾿ οὐδενὸς τὴν γῆν τῇ προστάξεισου , καὶ μετεωρίσας ἀσχέτως βρίθουσαν , ἐπὶτὴν ἀσάλευτον Χριστέ , πέτραν τῶν ἐντολῶνσου , τὴν Ἐκκλησίαν σου στερέωσον , μόνε ἀ‐ γαθὲ καὶ φιλάνθρωπε .

    Στίχ . Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου , Κύριε . Χολὴν μὲν οἱ ἐκ πέτρας τὸ μέλι θηλάσαντες , τῷ ἐν τῇ ἐρήμῳ τερατουργήσαντι , σοὶ προσε‐ νηνόχασι Χριστέ , ὄξος δ᾿ ἀντὶ τοῦ μάννα , εὐ‐εργεσίαν σοι ἠμείψαντο , παῖδες Ἰσραὴλ οἱ ἀ‐ γνώμονες .

    Στίχ . Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου , Κύριε . Οἱ πάλαι φωτοειδεῖ νεφέλῃ σκεπόμενοι , τὴνζωὴν ἐν τάφῳ Χριστὸν κατέθεντο· ἀλλ᾿ αὐτε‐ξουσίως ἀναστάς , πᾶσι πιστοῖς παρέσχε , τὴνμυστικῶς ἐπισκιάζουσαν , ἄνωθεν τοῦ Πνεύ‐ματος ἔλλαμψιν .

    Θεοτοκίον .

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς.

    Σὺ Μήτηρ Θεοῦ ἀσυνδυάστως γεγένησαι , τοῦἐξ ἀκηράτου Πατρὸς ἐκλάμψαντος , ἄνευθενὠδίνων μητρικῶν· ὅθεν σε Θεοτόκον , σεσαρ‐κωμένον γὰρ ἐκύησας , Λόγον ὀρθοδόξως κη‐ρύττομεν .

    καὶ τῶν ἉγίωνἮχος δ´ . Οὐκ ἐν σοφίᾳ , καὶ δυνάμει .

    Στίχ . Ἅ γιοι τοῦ Θεοῦ , πρεσβεύσατε ὑπὲρ ἡμῶν . Σοφίᾳ λόγων , θεϊκῶν τοὺς ἀσόφους διήλεγ‐ξας , καὶ στρεβλώσεις τῆς σαρκός , ἰσχύϊ Πνεύ‐ματος ἤνεγκας , Πρόκλε παμμακάριστε , Μάρ‐τυς θεόπνευστε .

    Στίχ . Ἅ γιοι τοῦ Θεοῦ , πρεσβεύσατε ὑπὲρ ἡμῶν . Ἀ ναρτηθέντα , ὠμοτάτους κελεύει σε ξέεσθαι , ὁ παράφρων πρὸς Θεόν , ψυχῆς τὰ ὄμματατείνοντα , καὶ τῇ καρτερίᾳ σου , καλλωπιζόμε‐

    νον . Δόξα .

    Θλάσιν ἀνδρείως , τῶν μελῶν καθυπέμειναςπάνσοφε , αἵματι δὲ τὴν πυράν , τῆς ἀσεβείαςἀπέσβεσας , Πρόκλε δυναμούμενος , τῇ θείᾳχάριτι .

    Καὶ νῦν . Θεοτοκίον

    Λῦσον Παρθένε , τὸν δεσμὸν τῶν κακῶν μουσυνδέουσα , τῇ στοργῇ με τοῦ ἐκ σοῦ , τεχθέν‐τος Λόγου πανάμωμε , καὶ σῶσον με Δέσποι‐ να , ταῖς ἱκεσίαις σου .

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι σ σ σ ὺὺὺ εεε ἶ ἶ ἶ ὁὁὁ ΘΘΘ εεεὸὸὸςςς ἡἡἡ μ μ μῶῶῶννν ... ... ...

    * * *

    ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑΜεσῴδιον Κάθισμα ἐκ τοῦ Μηναίου

    Ἦχος α´ . Τὸν τάφον σου Σωτήρ .

    Ἱλάριον πιστοί , καὶ τὸν ἔνδοξον Πρόκλον , ἀ‐θλήσαντας στεῤῥῶς , καὶ ἐχθρὸν καθελόντας , συμφώνως τιμήσωμεν , τὸν Χριστὸν μεγαλύ‐ νοντες· οὗτοι θαύμασι , τῶν παθημάτων τὸσκότος ἐκδιώκουσι , φωταγωγοῦντες τοὺς πί‐στει , αὐτοῖς προσπελάζοντας .

    Δόξα . Καὶ νῦν . Θεοτοκίον

    Ἐλπὶς Χριστιανῶν , Παναγία Παρθένε , ὃν ἔτε‐

    κες Θεόν , ὑπὲρ νοῦν τε καὶ λόγον , ἀπαύστωςἱκέτευε , σὺν ταῖς ἄνω Δυνάμεσι , δοῦναι ἄφε‐

  • 8/20/2019 2015-07-12_kyr_st_mat8aiou-a-5

    6/15

    6

    σιν ἁμαρτιῶν ἡμῖν πᾶσι , καὶ διόρθωσιν , βίουτοῖς πίστει καὶ πόθῳ , ἀεί σε δοξάζουσιν .

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ΣΣΣ ὺὺὺ γγγ ὰὰὰ ρ ρ ρ εεε ἶ ἶ ἶ ὁὁὁ ΒΒΒααα σ σ σ ιιιλλλ εεε ύύύ ςςς ... ... ...

    * * *

    ΚΟΝΤΑΚΙΟΝ , ΟΙΚΟΣ , ΣΥΝΑΞΑΡΙΟΝτὰ Ἀναστάσιμα

    Κοντάκιον . Ἦχος πλ . α´ . Μιμητὴς ὑπάρχων .

    Πρὸς τὸν ᾅδην Σωτήρ μου συγκαταβέβηκας , καὶ τὰς πύλας συντρίψας ὡς παντοδύναμος , τοὺς θανόντας ὡς κτίστης συνεξανέστησας , καὶ θανάτου τὸ κέντρον Χριστὲ συνέτριψας , καὶ Ἀδὰμ τῆς κατάρας ἐῤῥύσω Φιλάνθρωπε·διὸ πάντες σοι κράζομεν· Σῶσον ἡμᾶς Κύριε .

    ὁ ΟἶκοςἈκούσασαι αἱ γυναῖκες τοῦ Ἀγγέλου τὰ ῥή‐ματα , ἀπεβάλοντο τὸν θρῆνον , προσχαρεῖς γενόμεναι , καὶ σύντρομοι τὴν ἀνάστασιν ἔ‐βλεπον· καὶ ἰδοὺ Χριστὸς προσήγγισεν αὐ‐ταῖς , λέγων τό , Χαίρετε· θαρσεῖτε , ἐγὼ τὸν κό‐σμον νενίκηκα , καὶ τοὺς δεσμίους ἐῤῥυσά‐μην· σπουδάσατε οὖν πρὸς τοὺς Μαθητάς , ἀ‐παγγέλλουσαι αὐτοῖς , ὅτι προάγω ὑμᾶς , ἐντῇ χώρᾳ Γαλιλαίᾳ τοῦ κηρῦξαι· διὸ πάντεςσοι κράζομεν· Σῶσον ἡμᾶς Κύριε .

    ΣυναξάριονΤ ῇ ΙΒ´ τοῦ αὐτοῦ μηνός , Μνήμη τῶν ἉγίωνἘνδόξων τοῦ Χριστοῦ Μαρτύρων Πρόκλουκαὶ τοῦ ἀνεψιοῦ αὐτοῦ Ἱλαρίου .

    ΣτίχοιἬνεγκε γυμνὸς πυκνὰ ὁ Πρόκλος βέλη ,

    Ξίφει δὲ Ἱλάριος ἐτμήθη κάραν . Δωδεκάτῃ βέλος εἷλε Πρόκλον , ξίφος Ἱλάριόν τε .

    Τ ῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡ‐μῶν Μιχαὴλ τοῦ Μαλεΐνου , ὃς ἐχρημάτισεπατὴρ πνευματικὸς τοῦ Ἁγίου Ἀθανασίουτοῦ ἐν τῷ Ἄθῳ , ἐν ἔτει ἐννεακοσιοστῷ ἑξηκο‐στῷ καὶ δευτέρῳ (962) κοιμηθέντος .

    ΣτίχοιὉ Μιχαὴλ τὴν κλῆσιν αὐχῶν Ἀγγέλου , Καὶ βίον ἐσπούδασεν ἕξειν Ἀγγέλων . Ζήσας , Μιχαήλ , ὡς ἄσαρκος ἐν βίῳ , Ὁμωνύμῳ νῦν συμπαρίστασαι Νόῳ .

    Τ ῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ Ἁγίου ἘνδόξουΜάρτυρος Σεραπίωνος τοῦ ἐν Μακεδονίᾳ καὶ

    τῶν Ἁγίων Μαρτύρων Ἀνδρέου τοῦ στρατη‐

    λάτου , Ἡρακλείου , Φαύστου , Μηνᾶ , καὶ τῆςσυνοδείας αὐτῶν .

    ΣτίχοιΠῖόν τι Χριστῷ θῦμα καὶ Σεραπίων ,

    Χριστοῦ παρ᾿ ἐχθρῶν εἰς τὸ πῦρ βεβλημένος . Ὡς ἅρμα αἷμα τετράϊππον εἰς πόλον

    Εὑροῦσα , ἐξώρμησε τετρὰς Μαρτύρων .

    Τ ῇ αὐτῇ ἡμέρᾳ , ἡ Ἁγία Ἐνδοξος ΜυροφόροςΒερονίκη ἡ αἱμοῤῥοοῦσα , ἣν ἰάσατο ὁ Χρι‐στός , ἥτις καὶ κατὰ τὸ Φρικτὸν Ἐκείνου Πᾶ‐θος προσέφερεν Αὐτῷ Μανδήλιον , ἐφ᾿οὗ ἀ‐πεικονίσθη θαυμαστῶς ἡ ἀχειροποίητος Εἰ‐κών τῆς θείας μορφῆς , ἐν εἰρήνῃ τελειοῦται . Σημειωτέον ὅτι ἐν ταῖς Σλαυϊκαῖς Ἐκκλησίαις ἡ Ἁγία Βερονίκη συνεορτάζεται μὲ τὰς λοι‐πὰς Μυροφόρους κατὰ τὴν δευτέραν Κυρια‐κὴν μετὰ τὸ Πάσχα .

    ΣτίχοιὍλου νοητῶς δράττεταί σου νῦν , Λόγε , Ἡ κρασπέδου σου πρὶν μόνον δραξαμένη .

    Τ ῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν Γερασίμου τοῦ Βυζαντίου καὶ Ἀκακίου , τῆς Ἐπισήμου καὶ Βασιλικῆς Μονῆς τῆς Ἁγί‐ας Τριάδος Χανίων , τῆς ἐπονομαζομένης τῶνΤζαγκαρόλων . Τελεῖται δὲ καὶ κεχωρισμένως ἡ Μνήμη τοῦ Ὁσίου Γερασίμου , τοῦ χρηματί‐σαντος Σχολάρχου τῆς κατὰ Πάτμον ἱερᾶςΣχολῆς , καὶ κατὰ τὴν ἑβδόμην τοῦ μηνὸς Ἀ‐πριλίου .

    ΣτίχοιΓέρας εὕρατο Γεράσιμος ὁ θεῖος , Ἐχθροῦ δὲ εἷλεν Ἀκάκιος κακίαν .

    Τ ῇ αὐτῇ ἡμέρᾳ , Σύναξις τελεῖται καὶ τοῦ Ἁ‐ γίου Μάρτυρος Μάμαντος , πέραν ἐν τῷ Σίγ‐ματι , ἐν Κωνσταντινουπόλει , ἐπὶ τῷ Ἐγκαινι‐

    σμῷ τοῦ αὐτόσε Ἱεροῦ αὐτοῦ Μαρτυρίου . ΣτίχοιΜάμαντα ἂν δὲ ἀγέραστον παρίδω ,

    Πῶς ἂν φανείην φίλος εἶναι Μαρτύρων ;

    Τ ῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῶν ἁγίων ἐνδόξωντοῦ Χριστοῦ Μαρτύρων Θεοδώρου τοῦ ἐν Κιέ‐βῳ καὶ τοῦ υἱοῦ αὐτοῦ Ἰωάννου .

    ΣτίχοιΠρωτομάρτυρες ὄντες Ῥωσίας τὰ τέκνα , Θεῷ πρεσβεύετε Θεόδωρε σὺν Ἰωάννῃ .

    Τ ῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Σεραπίωνος , Ἐπισκόπου τοῦ Βλαδιμίρ .

  • 8/20/2019 2015-07-12_kyr_st_mat8aiou-a-5

    7/15

    7

    ΣτίχοιΣειρᾷ συνήφθη Ποιμένων Σεραπίων ,

    Οἳ ἐποιμενάρχησαν Θεοῦ σοφίᾳ .

    Τ ῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ ὁσίου Ἀρσενίου , τοῦ διὰ Χριστὸν σαλοῦ , τοῦ ἐν Νόβγκοροντ .

    ΣτίχοιἌρσιν ποιοῦσιν ψυχοπομποὶ Κυρίου ,

    Ψυχὴν αἴροντες Κυρίῳ Ἀρσενίου .

    Τ ῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Σίμωνος , ἡγουμένου τῆς Μονῆς Βο‐λόμσκ .

    ΣτίχοιΣίμωνος ἔχων τὸν ζῆλον ἀποστόλου ,

    Σίμων τῷ Θεῷ εὐαρεστεῖ ὁσίως .

    Τ ῇ αὐτῇ ἡμέρᾳ , καὶ Μνήμη τῆς κοιμήσεωςτοῦ Ὁσίου Παϊσίου , τοῦ νεωστὶ διαλάμψα‐ ντος , Ἁγιορείτου , ἐκ κώμης Φαράσων τῆςΚαππαδοκίας καταγομένου , τοὐπίκλην Ἐσ‐ νεπίδης .

    ΣτίχοιΕἴσελθε , φίλε , μετ᾿ ἐμοῦ εἰς τοὺς γάμουςΧριστὸς προσαυδᾶ φαιδρῶς τῷ Παϊσίῳ . Ἀμφὶ δωδεκάτην Παΐσιος τὸν πόλον ναίει .

    Τ ῇ αὐτῇ ἡμέρᾳ , Σύναξιν ἐπιτελοῦμεν εἰς τι‐μὴν τῆς σεβασμίας Εἰκόνος τῆς Παρθενομή‐τορος , τῆς ἐπικαλουμένης Τριχερούσης , ἐπὶ

    τῇ ἀναμνήσει τοῦ θαύματος συγκολλήσεωςτῆς ἀποκοπείσης χειρὸς Ἰωάννου τοῦ Δαμα‐σκηνοῦ , ἥτις περίπυστος καὶ θαυματουργὸςΕἰκὼν ἀποτεθησαύρισται καὶ διαφυλάσσεταιεὐλαβῶς ἐν τῇ Μονῇ Χιλιανδαρίου ἐν Ἄθωνι .

    ΣτίχοιΕἰκών σου , Ἁγνή , ὡς θεία μυροθήκηΔέδοται ἡμῖν ἐκ Παλαιστίνης πάλαι .

    Τριχερούσης δυωκαιδεκάτη ἧξιν ᾧδε ἀείδω .

    Ἔτι δὲ Πανήγυρις ἱερὰ ἐν τῇ Ῥουμανικῇ Σκή‐τῃ ἐν Ἄθω τελεῖται , εἰς τιμὴν ἑτέρας θαυμα‐τουργοῦ , ἰαματικῆς , φωταυγοῦς καὶ παντί‐μου Εἰκόνος τῆς Θεομήτορος , τῆς Προδρομι‐τίσσης , παραδόξως καὶ θείῳ θαύματι ζωγρα‐φηθείσης .

    ΣτίχοιΕἰκὼν θαυματόβρυτε Μητρὸς Κυρίου , Ὡς θαυματούργητος Νύμφης Πανάγνου ,

    Τοὺς προσκαλουμένους σε φύλαττε , σκέπε ,

    Πάσης ἀνάγκης δυσμενῶν ἐπηρείας , Χάριν πλουτοῦσα τοῦ ἰᾶσθαι τὰς νόσους

    Καὶ τὰ αἰτήματα πληροῦν τῶν σὲ λιτευόντων .

    Ἔτι δὲ καὶ Σύναξιν ἐπιτελοῦμεν , εἰς τιμὴν καὶπροσκύνησιν τῆς ἑτέρας θαυματουργοῦ Εἰκό‐ νος τῆς Ὑπεραγίας Θεοτόκου , τῆς ἐπικαλου‐μένης «Φοβερὰ Προστασία » καὶ ἐν τῇ ΜονῇΚουτλουμουσίου φυλαττομένης . Τιμᾶται δὲ ἡσεβασμία Θεομητορικὴ Εἰκὼν τῆς ΦοβερᾶςΠροστασίας καὶ ἐν τῷ ὁμωνύμῳ Ἡσυχαστη‐ρίῳ Μοναζουσῶν παρὰ τὴν Μεγάλην Πανα‐ γιὰν Ἱερισσοῦ , ἔτι δὲ καὶ ἐν τῷ ΚαθεδρικῷΝαῷ τῆς Ὑπαπαντῆς Καλαμάτας , ὡς καὶ ἐντῷ Καθεδρικῷ Ναῷ τῆς Ἐπισκοπῆς Παληα‐χώρας Αἰγίνης .

    ΣτίχοιΟὐ φόβον ἡμῖν ἡ κλῆσίς σου Παρθένε φέρει , Ἀλλ᾿ ἐλπίδα πολλὴν καὶ στοργὴν καὶ ἀγάπην . Δυωκαιδεκάτῃ Ἰουλίου παρθενικὴν πανήγυριν

    τιμῶμεν .

    Τ ῇ αὐτῇ ἡμέρᾳ , Κυριακῇ μετὰ τὴν δεκάτην Ἰ‐ουλίου , μνήμην τελοῦμεν καὶ των ἐν ΛειψοῖςὉσίων Μοναχῶν καὶ Ἡσυχαστῶν Νεοφύτουτοῦ Ἀμοργίνου , Ἰωνᾶ τοῦ Λερίου , Νεοφύτουτοῦ Φαζοῦ , Ἰωνᾶ τοῦ Γαρμπῆ καὶ Παρθενίουτοῦ Φιλιππουπολίτου . Στίχ . Ψυχὴν ὄπισθεν τοῦ Θεοῦ κολλῶντες πάλαι , Ἔμπροσθεν αὐτοῦ νῦν παρίστανται Ὅσιοι .

    Ταῖς τῆς Ἀχράντου σου Μητρὸς θείαις μεσι‐τείαις , ὡς καὶ τῶν Ἁγίων σου ἱεραῖς πρεσβεί‐αις , Χριστὲ ὁ Θεὸς ἡμῶν , ἐλέησον ἡμᾶς . Ἀ‐μήν .

    * * *

    ΚΑΤΑΒΑΣΙΑΙτῆς Θεοτόκου

    ᾨδὴ α´ . Ἦχος δ´ . Ἀ νοίξω τὸ στόμα μου καὶ πληρωθήσεταιΠνεύματος καὶ λόγον ἐρεύξομαι τῇ βασιλίδιΜητρί· καὶ ὀφθήσομαι φαιδρῶς πανηγυρί‐ζων καὶ ᾄσω γηθόμενος ταύτης τὰ θαύματα .

    ᾨδὴ γ´ . Τοὺς σοὺς ὑμνολόγους , Θεοτόκε , ἡ ζῶσα καὶἄφθονος πηγή , θίασον συγκροτήσανταςπνευματικόν , στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃσου ...

    …στεφάνων δόξης ἀξίωσον .

    ᾨδὴ δ´ . Τ ὴν ἀνεξιχνίαστον θείαν βουλὴν τῆς ἐκ τῆςΠαρθένου σαρκώσεως σοῦ τοῦ ὑψίστου ὁ

  • 8/20/2019 2015-07-12_kyr_st_mat8aiou-a-5

    8/15

    8

    προφήτης Ἀββακοὺμ κατανοῶν ἐκραύγαζε·Δόξα τῇ δυνάμει σου , Κύριε .

    ᾨδὴ ε´ . Ἐξέστη τὰ σύμπαντα ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γάρ , ἀπειρόγαμε Παρθένε , ἔσχες ἐν μήτρᾳτὸν ἐπὶ πάντων Θεὸν καὶ τέτοκας ἄχρονονΥἱόν , πᾶσι τοῖς ὑμνοῦσί σε σωτηρίαν βραβεύ‐οντα .

    ᾨδὴ ς´ . Τ ὴν θείαν ταύτην καὶ πάντιμον τελοῦντες ἑ‐ορτὴν οἱ θεόφρονες τῆς Θεομήτορος δεῦτετὰς χεῖρας κροτήσωμεν , τὸν ἐξ αὐτῆς τεχθέν‐τα Θεὸν δοξάζοντες .

    ᾨδὴ ζ´ . Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες παρὰ

    τὸν Κτίσαντα· ἀλλὰ πυρὸς ἀπειλὴν ἀνδρείωςπατήσαντες χαίροντες ἔψαλλον· Ὑπερύμνη‐τε , ὁ τῶν πατέρων Κύριος καὶ Θεός , εὐλογη‐τὸς εἶ .

    ᾨδὴ η´ . Αἰνοῦμεν , εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον . Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ ὁ τόκος τῆς Θε‐οτόκου διεσώσατο , τότε μὲν τυπούμενος· νῦνδὲ ἐνεργούμενος τὴν οἰκουμένην ἅπασαν ἀ‐

    γείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔρ‐ γα καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας . ὁ διάκονος· Τ Τ Τ ὴὴὴννν ΘΘΘ εεε οοο τ τ τ όόό κκκοοο ννν κκκααα ὶὶὶ μ μ μηηητ τ τ έέέ ρ ρ ρ ααα τ τ τ οοοῦῦῦ φφφ ωωω τ τ τ όόό ςςς , , ,

    ἐἐἐννν ὕὕὕ μ μ μννν οοο ιιιςςς τ τ τ ιιι μ μ μῶῶῶννν τ τ τ εεε ςςς μ μ μεεε γγγ ααα λλλ ύύύ ννν οοο μ μ μεεε ννν ...

    Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥἮχος δ´ .

    Στίχ . α´. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον , καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷσωτῆρί μου . Τ ὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέ‐ραν ἀσυγκρίτως τῶν Σεραφίμ , τὴν ἀδιαφθό‐ρως Θεὸν Λόγον τεκοῦσαν , τὴν ὄντως Θεοτό‐κον , σὲ μεγαλύνομεν .

    Στίχ . β´. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιντῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μα‐καριοῦσί με πᾶσαι αἱ γενεαί . Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ ...

    Στίχ . γ´ . Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός , καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ

    εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐ‐τόν . Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ ...

    Στίχ . δ´. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ , διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίαςαὐτῶν . Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ ...

    Στίχ . ε.´ Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕ‐ψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγα‐θῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς . Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ ...

    Στίχ . Ϛ .́ Ἀ ντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦμνησθῆναι ἐλέους , καθὼς ἐλάλησε πρὸς τοὺςπατέρας ἡμῶν , τῷ Ἀβραὰμ καὶ τῷ σπέρματιαὐτοῦ ἕως αἰῶνος .

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ ... Καταβασία . ᾨδὴ θ´ .

    Ἅπας γηγενὴς σκιρτάτω τῷ πνεύματι λαμπα‐δουχούμενος· πανηγυριζέτω δὲ ἀΰλων νόωνφύσις , γεραίρουσα τὴν ἱερὰν πανήγυριν τῆςΘεομήτορος , καὶ βοάτω· Χαίροις , παμμακάρι‐στε Θεοτόκε ἁγνή , ἀειπάρθενε .

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι σ σ σ ὲὲὲ ααα ἰ ἰ ἰ ννν οοοῦῦῦσ σ σ ιιι πππᾶᾶᾶσ σ σ ααα ιιι ααα ἱ ἱ ἱ δδδ υυυ ννν άάά μ μ μεεε ιιιςςς ... ... ...

    * * *

    ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑἮχος β´ .

    Ἅ γιος Κύριος ὁ Θεὸς ἡμῶν . Ἅ γιος Κύριος ὁ Θεὸς ἡμῶν . Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυ‐ νεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ ,

    … ὅτι ἅγιός ἐστιν .

    Ἀναστάσιμον Ἐξαποστειλάριον Ϛ´ . Δεικνύων ὅτι ἄνθρωπος , Σῶτερ εἶ κατ᾿ οὐσί‐αν , ἀναστὰς ἐκ τοῦ μνήματος , βρώσεως συμ‐μετέσχες , καὶ μέσον στὰς ἐδίδασκες , μετάνοι‐αν κηρύσσειν· εὐθὺς δὲ πρὸς οὐράνιον , ἀνε‐λήφθης Πατέρα , καὶ Μαθηταῖς , πέμπειν τὸνΠαράκλητον ἐπηγγείλω . Ὑπέρθεε , Θεάνθρω‐πε , δόξα τῇ σῇ ἐγέρσει .

    Θεοτοκίον , ὅμοιον . Ὁ Ποιητὴς τῆς κτίσεως καὶ Θεὸς τῶν ἁπάν‐των , σάρκα βροτείαν ἔλαβεν , ἐξ ἀχράντων

  • 8/20/2019 2015-07-12_kyr_st_mat8aiou-a-5

    9/15

    9

    αἱμάτων , σου Παναγία Παρθένε καὶ γὰρφθαρεῖσαν πᾶσαν , τὴν φύσιν ἐκαινούργησε , πάλιν ὡς πρὸ τοῦ τόκου , καταλιπών , μετὰ τό‐κον , ὅθεν πιστῶς σε πάντες , ἀνευφημοῦμενκράζοντες , Χαῖρε Δέσποινα κόσμου .

    * * *

    ΑΙΝΟΙἮχος πλ . α´ .

    Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον . Αἰνεῖτε τὸνΚύριον ἐκ τῶν οὐρανῶν , αἰνεῖτε αὐτὸν ἐν τοῖςὑψίστοις . Σοὶ πρέπει ὕμνος τῷ Θεῷ .

    Αἰνεῖτε αὐτόν , πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰ‐ νεῖτε αὐτόν , πᾶσαι αἱ δυνάμεις αὐτοῦ . Σοὶπρέπει ὕμνος τῷ Θεῷ .

    Στιχηρὰ Ἀναστάσιμα . Ἦχος πλ . α´ . Στίχ . α´. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγρα‐πτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ . Κύριε , ἐσφραγισμένου τοῦ τάφου ὑπὸ τῶνπαρανόμων , προῆλθες ἐκ τοῦ μνήματος , κα‐θὼς ἐτέχθης ἐκ τῆς Θεοτόκου· οὐκ ἔγνωσανπῶς ἐσαρκώθης , οἱ ἀσώματοί σου Ἄγγελοι·οὐκ ᾔσθοντο πότε ἀνέστης , οἱ φυλάσσοντέςσε στρατιῶται· ἀμφότερα γὰρ ἐσφράγισται

    τοῖς ἐρευνῶσι· πεφανέρωται δὲ τὰ θαύματα , τοῖς προσκυνοῦσιν ἐν πίστει τὸ μυστήριον· ὃἀνυμνοῦσιν , ἀπόδος ἡμῖν ἀγαλλίασιν , καὶ τὸμέγα ἔλεος .

    Στίχ . β´. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ·αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεωςαὐτοῦ . Κύριε , τοὺς μοχλοὺς τοὺς αἰωνίους συντρί‐ψας , καὶ δεσμὰ διαῤῥήξας , τοῦ μνήματος ἀνέ‐

    στης , καταλιπών σου τὰ ἐντάφια , εἰς μαρτύ‐ριον τῆς ἀληθοῦς , τριημέρου ταφῆς σου· καὶπροῆγες ἐν τῇ Γαλιλαίᾳ , ὁ ἐν σπηλαίῳ τηρού‐μενος . Μέγα σου τὸ ἔλεος , ἀκατάληπτε Σω‐τήρ ! Ἐλέησον ἡμᾶς .

    Στίχ . γ´ . Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαιςαὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς με‐ γαλωσύνης αὐτοῦ . Κύριε , αἱ γυναῖκες ἔδραμον ἐπὶ τὸ μνῆμα , τοῦ

    ἰδεῖν σε τὸν Χριστόν , τὸν δι᾿ ἡμᾶς παθόντα·καὶ προσελθοῦσαι , εὗρον Ἄγγελον ἐπὶ τὸν λί‐θον καθήμενον , τῷ φόβῳ κυλισθέντα , καὶ

    πρὸς αὐτὰς ἐβόησε λέγων· Ἀνέστη ὁ Κύριος·εἴπατε τοῖς Μαθηταῖς , ὅτι ἀνέστη ἐκ νεκρῶν , ὁ σῴζων τὰς ψυχὰς ἡμῶν .

    Στίχ . δ´. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰ‐ νεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ . Κύριε , ὥσπερ ἐξῆλθες ἐσφραγισμένου τοῦτάφου , οὕτως εἰσῆλθες καὶ τῶν θυρῶν κε‐κλεισμένων , πρὸς τοὺς Μαθητάς σου , δεικνύ‐ων αὐτοῖς τὰ τοῦ σώματος πάθη , ἅπερ κατε‐δέξω Σωτὴρ μακροθυμήσας . Ὡς ἐκ σπέρμα‐τος Δαυΐδ , μώλωπας ὑπήνεγκας , ὡς Υἱὸς δὲτοῦ Θεοῦ , κόσμον ἠλευθέρωσας . Μέγα σου τὸἔλεος , ἀκατάληπτε Σωτήρ ! Ἐλέησον ἡμᾶς . Ἕτερα Στιχηρά , Ἀνατολικά , ἢ τοῦ Ὁσίου Παϊσίου ,

    ἅτινα ζήτει ἐν τῷ τέλει τῆς Φυλλάδος . Στίχ . ε´. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ·αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ . Κύριε , ὁ βασιλεὺς τῶν αἰώνων , καὶ ποιητὴςτῶν ἁπάντων , ὁ δι᾿ ἡμᾶς σταύρωσιν , καὶ τα‐φὴν σαρκὶ καταδεξάμενος , ἵνα ἡμᾶς τοῦ ᾅδουἐλευθερώσῃς πάντας , σὺ εἶ ὁ Θεὸς ἡμῶν· ἐ‐κτός σου ἄλλον οὐκ οἴδαμεν .

    Στίχ . Ϛ .́ Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις·αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ . Πᾶ‐σα πνοὴ αἰνεσάτω τὸν Κύριον . Κύριε , τὰ ὑπερλάμποντά σου θαύματα τίς δι‐ ηγήσεται ; ἢ τίς ἀναγγελεῖ τὰ φρικτά σου μυ‐στήρια ; ἐνανθρωπήσας γὰρ δι᾿ ἡμᾶς , ὡς αὐ‐τὸς ἠθέλησας , τὸ κράτος ἐφανέρωσας τῆς δυ‐ νάμεώς σου· ἐν γὰρ τῷ Σταυρῷ σου τῷ λῃστῇΠαράδεισον ἤνοιξας , καὶ ἐν τῇ ταφῇ σου , τοὺς μοχλοὺς τοῦ ᾅδου συνέτριψας , καὶ ἐν τῇἀναστάσει σου , τὰ σύμπαντα ἐπλούτισας . Εὔ‐σπλαγχνε δόξα σοι .

    Στίχ . ζ´. Ἀ νάστηθι , Κύριε ὁ Θεός μου , ὑψωθή‐τω ἡ χείρ σου , μὴ ἐπιλάθῃ τῶν πενήτων σουεἰς τέλος . Μυροφόροι γυναῖκες , τὸν τάφον σου καταλα‐βοῦσαι , λίαν πρωί , ἐπεζήτουν σε μυρίσαι τὸνἀθάνατον Λόγον καὶ Θεόν· καὶ τοῦ Ἀγγέλουτοῖς ῥήμασιν ἐνηχηθεῖσαι , ὑπέστρεφον ἐν χα‐ρᾷ , τοῖς Ἀποστόλοις μηνῦσαι ἐμφανῶς· ὅτι ἀ‐ νέστης ἡ ζωὴ τῶν ἁπάντων , καὶ παρέχεις τῷκόσμῳ ἱλασμόν , καὶ τὸ μέγα ἔλεος .

  • 8/20/2019 2015-07-12_kyr_st_mat8aiou-a-5

    10/15

    10

    Στίχ . η´. Ἐξομολογήσομαί σοι , Κύριε , ἐν ὅλῃκαρδίᾳ μου , διηγήσομαι πάντα τὰ θαυμάσιάσου . Τοῦ θεοδέγμονος τάφου , πρὸς τοὺς Ἰουδαίουςοἱ φύλακες ἔλεγον· Ὤ , τῆς ὑμῶν ματαιόφρο‐ νος συμβουλῆς ! φυλάττειν τὸν ἀπερίγραπτονδοκιμάσαντες , μάτην ἐκοπιάσατε· κρῦψαι τὴνἀνάστασιν τοῦ σταυρωθέντος βουλόμενοι , τρανῶς ἐφανερώσατε . Ὤ , τοῦ ὑμῶν ματαιό‐φρονος συνεδρίου ! Τί πάλιν κρῦψαι συμβου‐λεύεσθε , ὃ οὐ κρύπτεται ; Μᾶλλον δὲ παρ᾿ ἡ‐μῶν ἀκούσατε , καὶ πιστεῦσαι θελήσατε , τῶν γενομένων τὴν ἀλήθειαν . Ἄγγελος ἀστραπη‐φόρος , οὐρανόθεν κατελθών , τὸν λίθον ἀπε‐κύλισεν , οὗ τῷ φόβῳ νεκρώσει συνεσχέθη‐μεν· καὶ φωνήσας ταῖς κραταιόφροσι Μυρο‐

    φόροις , ἔλεγε γυναιξί· Οὐχ ὁρᾶτε τῶν φυλά‐κων τὴν νέκρωσιν , καὶ τῶν σφραγίδων τὴν δι‐άλυσιν , τοῦ ᾅδου τε τὴν κένωσιν ; Τί τὸν τὸ νῖ‐κος τοῦ ᾅδου καταργήσαντα , καὶ τοῦ θανά‐του τὸ κέντρον συντρίψαντα , ὡς θνητὸν ἐπι‐ζητεῖτε ; Εὐαγγελίσασθε δὲ ταχὺ πορευθεῖσαι , τοῖς Ἀποστόλοις τὴν Ἀνάστασιν , ἀφόβωςκραυγάζουσαι· Ὄντως ἀνέστη ὁ Κύριος , ὁ ἔ‐χων τὸ μέγα ἔλεος .

    Δόξα . Ἑωθινὸν Ϛ´ . Ἦχος πλ . β´. Ἡ ὄντως εἰρήνη σὺ Χριστέ , πρὸς ἀνθρώπουςΘεοῦ , εἰρήνην τὴν σὴν διδούς , μετὰ τὴν ἔγερ‐σιν Μαθηταῖς , ἐμφόβους ἔδειξας αὐτούς , δό‐ξαντας πνεῦμα ὁρᾶν· ἀλλὰ κατέστειλας τὸντάραχον αὐτῶν τῆς ψυχῆς , δείξας τὰς χεῖραςκαὶ τοὺς πόδας σου· πλὴν ἀπιστούντων ἔτι , τῇ τῆς τροφῆς μεταλήψει , καὶ διδαχῶν ἀνα‐μνήσει , διήνοιξας αὐτῶν τὸν νοῦν , τοῦ συνιέ‐

    ναι τὰς Γραφάς· οἷς καὶ τὴν πατρικὴν ἐπαγ‐ γελίαν καθυποσχόμενος , καὶ εὐλογήσας αὐ‐τούς , διέστης πρὸς οὐρανόν . Διὸ σὺν αὐτοῖςπροσκυνοῦμέν σε , Κύριε δόξα σοι .

    Καὶ νῦν . Θεοτοκίον . Ὑπερευλογημένη ὑπάρχεις , Θεοτόκε Παρθέ‐ νε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος , ὁ ᾍδης ᾐχμαλώτισται , ὁ Ἀδὰμ ἀνακέκληται , ἡ κατά‐ρα νενέκρωται , ἡ Εὔα ἠλευθέρωται , ὁ θάνα‐τος τεθανάτωται , καὶ ἡμεῖς ἐζωοποιήθημεν·

    διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸςὁ Θεὸς ἡμῶν , ὁ οὕτως εὐδοκήσας , δόξα σοι .

    * * *

    Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑΔόξα σοι τῷ δείξαντι τὸ φῶς . Δόξα ἐν ὑψί‐στοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη , ἐν ἀνθρώποις

    εὐδοκία . Ὑμνοῦμέν σε , εὐλογοῦμέν σε , προσκυνοῦμένσε , δοξολογοῦμέν σε , εὐχαριστοῦμέν σοι διὰτὴν μεγάλην σου δόξαν .

    Κύριε βασιλεῦ , ἐπουράνιε Θεέ , Πάτερ παντο‐κράτορ· Κύριε Υἱὲ μονογενές , Ἰησοῦ Χριστέ , καὶ ἅγιον Πνεῦμα .

    Κύριε ὁ Θεός , ὁ ἀμνὸς τοῦ Θεοῦ , ὁ Υἱὸς τοῦ

    Πατρός , ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου , ἐ‐λέησον ἡμᾶς , ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κό‐σμου .

    Πρόσδεξαι τὴν δέησιν ἡμῶν , ὁ καθήμενος ἐνδεξιᾷ τοῦ Πατρός , καὶ ἐλέησον ἡμᾶς .

    Ὅτι σὺ εἶ μόνος ἅγιος , σὺ εἶ μόνος Κύριος , Ἰη‐σοῦς Χριστός , εἰς δόξαν Θεοῦ Πατρός . Ἀμήν .

    Καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέ‐

    σω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰ‐ῶνα τοῦ αἰῶνος .

    Καταξίωσον , Κύριε , ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀνα‐μαρτήτους φυλαχθῆναι ἡμᾶς .

    Εὐλογητὸς εἶ , Κύριε , ὁ Θεὸς τῶν πατέρων ἡ‐μῶν , καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομάσου εἰς τοὺς αἰῶνας . Ἀμήν .

    Γένοιτο , Κύριε , τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς , καθά‐περ ἠλπίσαμεν ἐπὶ σέ .

    Εὐλογητὸς εἶ , Κύριε· δίδαξόν με τὰ δικαιώμα‐τά σου . ( γ´ )

    Κύριε , καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ . Ἐγὼ εἶπα· Κύριε , ἐλέησόν με· ἴασαιτὴν ψυχήν μου , ὅτι ἥμαρτόν σοι .

    Κύριε , πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦποιεῖν τὸ θέλημά σου , ὅτι σὺ εἶ ὁ Θεός μου.

    Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀ‐ψόμεθα φῶς .

  • 8/20/2019 2015-07-12_kyr_st_mat8aiou-a-5

    11/15

    11

    Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε .

    Ἅ γιος ὁ Θεός , ἅγιος ἰσχυρός , ἅγιος ἀθάνατος·ἐλέησον ἡμᾶς . (ἐκ γ´)

    Δόξα . Καὶ νῦν . Ἅ γιος ἀθάνατος· ἐλέησον ἡμᾶς .

    καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ·Ἅ γιος ὁ Θεός , ἅ γιος ἰσχυρός , ἅ γιος ἀθάνατος·

    ἐλέησον ἡμᾶς .

    Καὶ τὸ ἀναστάσιμον τροπάριον . Ἦχος β´ . Ἀ ναστὰς ἐκ τοῦ μνήματος καὶ τὰ δεσμὰ δι‐αῤῥήξας τοῦ ᾅδου , ἔλυσας τὸ κατάκριμα τοῦθανάτου , Κύριε , πάντας ἐκ τῶν παγίδων τοῦἐχθροῦ ῥυσάμενος· ἐμφανίσας σεαυτὸν τοῖςἀποστόλοις σου ἐξαπέστειλας αὐτοὺς ἐπὶ τὸκήρυγμα καὶ δι᾿ αὐτῶν τὴν εἰρήνην παρέσχεςτῇ οἰκουμένῃ , μόνε πολυέλεε .

    ἢτὸ ἕτερον ἀναστάσιμον τροπάριον . Ἦχος δ´ .

    Σ ήμερον σωτηρία τῷ κόσμῳ γέγονεν· ᾄσω‐μεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆςζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θά‐ νατον τὸ νῖκος ἔδωκεν ἡμῖν καὶ τὸ μέγα ἔλε‐ος .

    * * * * *

    ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝἈντίφωνα τῶν Κυριακῶν

    Ἀντίφωνον Α´ . Ἦχος β´ . (Ψαλμὸς ρβ´ ) Στίχ . α´. Εὐλόγει ἡ ψυχή μου , τὸν Κύριον , καὶπάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ . Ταῖς πρεσβείαις τῆς Θεοτόκου , Σῶτερ , σῶσον ἡμᾶς.

    Στίχ . β´. Εὐλόγει , ἡ ψυχή μου , τὸν Κύριον , καὶ

    μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσειςαὐτοῦ . Ταῖς πρεσβείαις τῆς Θεοτόκου ...

    Στίχ . γ´ . Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸνθρόνον αὐτοῦ , καὶ ἡ βασιλεία αὐτοῦ πάντωνδεσπόζει . Ταῖς πρεσβείαις τῆς Θεοτόκου ...

    Στίχ . δ´. Εὐλογεῖτε τὸν Κύριον , πάντα τὰ ἔργααὐτοῦ , ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ . Ταῖς πρεσβείαις τῆς Θεοτόκου ...

    Δόξα . Καὶ νῦν . Ταῖς πρεσβείαις τῆς Θεοτόκου ...

    Ἀντίφωνον Β´ . Ἦχος β´ . (Ψαλμὸς ρμε´ ) Στίχ . α´. Αἴνει , ἡ ψυχή μου , τὸν Κύριον· αἰνέσωΚύριον ἐν τῇ ζωῇ μου· ψαλῷ τῷ Θεῷ μου ἕωςὑπάρχω . Σῶσον ἡμᾶς , Υἱὲ Θεοῦ , ὁ ἀναστὰς ἐκ νεκρῶν , ψάλλοντάς σοι , Ἀλληλούϊα .

    Στίχ . β´. Μακάριος , οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς

    αὐτοῦ , ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐ‐τοῦ . Σῶσον ἡμᾶς , Υἱὲ Θεοῦ , ὁ ἀναστάς ...

    Στίχ . γ´ . Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν , τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς . Σῶσον ἡμᾶς , Υἱὲ Θεοῦ , ὁ ἀναστάς ...

    Στίχ . δ´. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα , ὁΘεός σου , Σιών , εἰς γενεὰν καὶ γενεάν . Σῶσον ἡμᾶς , Υἱὲ Θεοῦ , ὁ ἀναστάς ...

    Δόξα . Καὶ νῦν . Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ , ἀθά‐ νατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίαςΘεοτόκου καὶ ἀειπαρθένου Μαρίας , ἀτρέ‐πτως ἐνανθρωπήσας , σταυρωθείς τε , Χριστὲὁ Θεός , θανάτῳ θάνατον πατήσας , εἷς ὢν τῆςἁγίας Τριάδος , συνδοξαζόμενος τῷ Πατρὶ καὶτῷ ἁγίῳ Πνεύματι , σῶσον ἡμᾶς .

    Ἀντίφωνον Γ´ . Ἦχος πλ . α´ . (Ψαλμὸς ριζ´ ) Στίχ . α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ , ὅτι ἀγα‐θός , ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ . Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον . Ἦχος πλ . α´ .

    Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι , τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡ‐μῶν , ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσω‐μεν· ὅτι ηὐδόκησε σαρκί , ἀνελθεῖν ἐν τῷΣταυρῷ , καὶ θάνατον ὑπομεῖναι , καὶ ἐγεῖραιτοὺς τεθνεῶτας , ἐν τῇ ἐνδόξῳ ἀναστάσει αὐ‐τοῦ .

    Στίχ . β´. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοιτὸν Κύριον , ὅτι ἀγαθός , ὅτι εἰς τὸν αἰῶνα τὸἔλεος αὐτοῦ .

    Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον .

    Στίχ . γ´ . Αὕτη ἡ ἡμέρα , ἣν ἐποίησεν ὁ Κύριος·ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ .

    Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον . * * *

  • 8/20/2019 2015-07-12_kyr_st_mat8aiou-a-5

    12/15

    12

    ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ

    Εἰσοδικόν . Ἦχος β´ . (ὲὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς , ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν )

    Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμενΧριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ , ὁ ἀναστὰς ἐκ νεκρῶν … … ψάλλοντάς σοι , Ἀλληλούϊα .

    * * *

    Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον . Ἦχος πλ . α´ . (ψάλλεται ὑπὸ τῶν ἱερέων , ἐὰν τελῆται συλλείτουργον )

    Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι , τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡ‐μῶν , ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσω‐μεν· ὅτι ηὐδόκησε σαρκί , ἀνελθεῖν ἐν τῷΣταυρῷ , καὶ θάνατον ὑπομεῖναι , καὶ ἐγεῖραιτοὺς τεθνεῶτας , ἐν τῇ ἐνδόξῳ ἀναστάσει αὐ‐τοῦ.

    Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ .

    Κοντάκιον τῆς Θεοτόκου . Ἦχος β´ . (ψάλλεται ὑπὸ τῶν ἱερέων , ἐὰν τελῆται συλλείτουργον )

    Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε , μεσιτεία πρὸς τὸν ποιητὴν ἀμετάθετε , μὴ πα‐ρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς , ἀλλὰ πρό‐φθασον ὡς ἀγαθὴ εἰς τὴν βοήθειαν ἡμῶν , τῶν πιστῶς κραυγαζόντων σοι· Τάχυνον εἰς

    πρεσβείαν καὶ σπεῦσον εἰς ἱκεσίαν , ἡ προ‐στατεύουσα ἀεί , Θεοτόκε , τῶν τιμώντων σε . * * *

    ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ* * *

    ΑΠΟΣΤΟΛΟΣ(Κυριακῆς τῆς Ϛ´ Ἑβδομάδος )

    Προκείμενον . Ἦχος πλ . α´ . (Ψαλμὸς ια´ ).

    Σύ , Κύριε , φυλάξαις ἡμᾶς καὶ διατηρήσαις ἡ‐μᾶς . Στίχ . Σῶσόν με , Κύριε , ὅτι ἐκλέλοιπεν ὅσιος .

    Πρὸς Ῥωμαίους Ἐπιστολῆς Παύλου τὸ Ἀνά‐ γνωσμα .

    (ιβ´ 6‐14)

    Ἀδελφοί , ἔχοντες χαρίσματα κατὰ τὴν χάριντὴν δοθεῖσαν ἡμῖν διάφορα , εἴτε προφητείαν , κατὰ τὴν ἀναλογίαν τῆς πίστεως , εἴτε διακο‐

    νίαν , ἐν τῇ διακονίᾳ , εἴτε ὁ διδάσκων , ἐν τῇδιδασκαλίᾳ , εἴτε ὁ παρακαλῶν , ἐν τῇ παρα‐κλήσει , ὁ μεταδιδούς , ἐν ἁπλότητι , ὁ προϊστά‐

    μενος , ἐν σπουδῇ , ὁ ἐλεῶν , ἐν ἱλαρότητι . Ἡ ἀ‐ γάπη ἀνυπόκριτος . Ἀποστυγοῦντες τὸ πονη‐ρόν , κολλώμενοι τῷ ἀγαθῷ , τῇ φιλαδελφίᾳεἰς ἀλλήλους φιλόστοργοι , τῇ τιμῇ ἀλλήλουςπροηγούμενοι , τῇ σπουδῇ μὴ ὀκνηροί , τῷπνεύματι ζέοντες , τῷ Κυρίῳ δουλεύοντες , τῇἐλπίδι χαίροντες , τῇ θλίψει ὑπομένοντες , τῇπροσευχῇ προσκαρτεροῦντες , ταῖς χρείαιςτῶν ἁγίων κοινωνοῦντες , τὴν φιλοξενίαν δι‐ώκοντες . Εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς , εὐ‐λογεῖτε καὶ μὴ καταρᾶσθε .

    Ἀλληλούϊα ( γ´ ). Ἦχος πλ . α´. (Ψαλμὸς πη´ ).

    Στίχ . Τὰ ἐλέη σου , Κύριε , εἰς τὸν αἰῶνα ᾄσομαι . Ὅτι εἶπας· Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται .

    * * *

    ΕΥΑΓΓΕΛΙΟΝΚυριακῆς Ϛ´ Ματθαίου

    Ἐκ τοῦ κατὰ Ματθαῖον(θ´ 1‐8)

    Τῷ καιρῷ ἐκείνῳ ἐμβὰς ὁ Ἰησοῦς εἰς πλοῖον διεπέρασεν καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν . Καὶ ἰδοὺ προσέφερον αὐτῷ παρα‐λυτικὸν ἐπὶ κλίνης βεβλημένον . Καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πί‐στιν αὐτῶν εἶπεν τῷ παραλυτικῷ· Θάρσει , τέκνον· ἀφέωνταίσοι αἱ ἁμαρτίαι σου . Καὶ ἰδού τινες τῶν γραμματέων εἶπονἐν ἑαυτοῖς· Οὗτος βλασφημεῖ . Καὶ εἰδὼς ὁ Ἰησοῦς τὰς ἐνθυ‐μήσεις αὐτῶν εἶπεν· Ἵνα τί ὑμεῖς ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖςκαρδίαις ὑμῶν ; Τί γάρ ἐστιν εὐκοπώτερον , εἰπεῖν , ἀφέωνταίσου αἱ ἁμαρτίαι , ἢ εἰπεῖν , ἔγειρε καὶ περιπάτει ; ἵνα δὲ εἰδῆτεὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναιἁμαρτίας ‐τότε λέγει τῷ παραλυτικῷ· Ἐγερθεὶς ἆρόν σου τὴνκλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου . Καὶ ἐγερθεὶς ἀπῆλθενεἰς τὸν οἶκον αὐτοῦ . Ἰδόντες δὲ οἱ ὄχλοι ἐθαύμασαν καὶ ἐδό‐ξασαν τὸν Θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώ‐ποις .

    Δόξα σοι , Κύριε , δόξα σοι . * * *

    Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱ . Χρυσοστόμου

    * * * Εἰς τό· Ἐξαιρέτως …

    Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴνΘεοτόκον , τὴν ἀειμακάριστον καὶ παναμώ‐μητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν . Τὴν τιμιω‐τέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγ‐κρίτως τῶν Σεραφίμ , τὴν ἀδιαφθόρως ΘεὸνΛόγον τεκοῦσαν , τὴν ὄντως Θεοτόκον , σὲ με‐ γαλύνομεν .

    * * *

  • 8/20/2019 2015-07-12_kyr_st_mat8aiou-a-5

    13/15

    13

    Κοινωνικόν . Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν . Ἀλλη‐λούϊα .

    Μετὰ τὴν μετάδοσιν . Ἦχος β´ . Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν , ἐλάβομεν Πνεῦ‐μα ἐπουράνιον , εὕρομεν πίστιν ἀληθῆ , ἀδιαί‐ρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶςἔσωσεν .

    Εἰς τό· Π Π Π άάά ννν τ τ τ οοο τ τ τ εεε , , , ννν ῦῦῦννν κκκααα ὶὶὶ ἀἀἀεεε ί ί ί ……… Ἦχος β´ .

    Ἀμήν , Ἀμήν , Ἀμήν . Πληρωθήτω τὸ στόμα ἡ‐μῶν αἰνέσεώς σου , Κύριε , ὅπως ὑμνήσωμεντὴν δόξαν σου , ὅτι ἠξίωσας ἡμᾶς μετασχεῖντῶν ἁγίων καὶ φρικτῶν σου μυστηρίων· τήρη‐σον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ , ὅλην τὴν ἡμέ‐

    ραν μελετᾶν τὴν δικαιοσύνην σου . Ἀλληλούϊ‐α , ἀλληλούϊα , ἀλληλούϊα .

    Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν . Ἦχος β´ . Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος . (ἐκ γ´)

    Ἀπόλυσις· ὉὉὉ ἀἀἀννν ααα σ σ σ τ τ τ ὰὰὰςςς ἐἐἐκκκ ννν εεε κκκ ρ ρ ρῶῶῶννν ... ... ...

    Δι᾿ εὐχῶν... Ἀμήν .

    * * * * *

    Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε

    καὶ διανέμεται δωρεὰν

    ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο

    http://akolouthies.wordpress.com

    Προσφέρεται γιὰ ἰδιωτικὴ χρῆσι .

    Δὲν ἐπιτρέπεται ἡ ἐμπόρευσί της .

    Ἀπολυτίκια τῶν συνεορταζομένων Ἁγίων

    Ἀπολυτίκια Πρόκλου καὶ Ἱλαρίου . Ἦχος α´ . Τῆς ἐρήμου πολίτης .

    Σταυροῦ τὴν πανοπλίαν ἱερῶς ἐνδυσαμένοι , Ἱλάριε καὶ Πρόκλε , ὑπὲρ φύσιν ἠθλήσατε , καὶδόξης οὐρανίου κοινωνοί , ἐδείχθητε ὡς μέτο‐χοι Χριστοῦ· διὰ τοῦτο χαρισμάτων ταῖς δωρε‐

    αῖς , πυρσεύετε τοὺς κράζοντας· δόξα τῷ ἐνι‐σχύσαντι ὑμᾶς , δόξα τῷ στεφανώσαντι , δόξατῷ ἐνεργοῦντι δι᾿ ὑμῶν , πᾶσιν ἰάματα .

    Ἀπολυτίκιον τῆς Ἁγίας Βερονίκης . (Γερασίμου Μικραγιαννανίτου )

    Ἦχος δ´ . Ταχὺ προκατάλαβε . Εὑροῦσα τὴν ἴασιν παρὰ Χριστοῦ τοῦ Θεοῦ , αὐτὸν ἐθεράπευσας δι᾿ ἐναρέτου ζωῆς καὶ βί‐ου σεμνότητος· ὅθεν τῆς οὐρανίου μετασχοῦ‐σα εὐκλείας πρέσβευε τῷ Κυρίῳ Βερονίκη Ἁ‐

    γία , ὑπὲρ τῶν εὐφημούντων τὰ σὰ προτερή‐ματα .

    Ἕτερον Ἀπολυτίκιον τῆς Ἁγίας Βερονίκης . (Εἰρήνης Μοναχῆς )

    Ἦχος γ´ . Θείας πίστεως . Σκεῦος ἔνθεον τῆς ἐγκρατείας , πλοῦτος ἄσυ‐λος , τῆς εὐσεβείας , ἀνεδείχθης Βερονίκη πα‐ νεύφημε , ἐν ἀπαθείᾳ φαιδρύνας τὸν βίονσου , καὶ δεομένοις ἀντλήσας τὸ ἔλεος , Νύμ‐

    φη πάνσεμνε , Χριστὸν τὸν Θεὸν ἱκέτευε , δω‐ρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος .

    Ἀπολυτίκιον Ὁσίου Μιχαὴλ Μαλεΐνου . Ἦχος πλ . α´ . Τὸν Συνάναρχον Λόγον .

    Τ ὴν τοῦ κόσμου ἡδύτητα ἀπειπάμενος , εἰς ὁ‐δὸν σωτηρίας πόθῳ προσέδραμες , βίον ἰσάγ‐ γελον βιώσας ἄριστα . Ὅθεν ἀλείπτης μονα‐στῶν , καὶ κυβερνήτης τῶν ψυχῶν , πανάρι‐στος ἀνεδείχθης , Μιχαὴλ ἀοίδιμε Πάτερ , ἡ‐

    μᾶς λιταῖς σου καὶ νῦν περίσῳζε . Ἀπολυτίκιον Ὁσίων Γερασίμου καὶ Ἀκακίου .

    (Γερασίμου Μικραγιαννανίτου )

    Ἦχος α´ . Τῆς ἐρήμου πολίτης . Τριάδος τῆς Ἁγίας Θεοφόροι θεράποντες , δυ‐ὰς ἡ τῶν Ὁσίων δι᾿ ἀσκήσεως ὤφθητε , Γερά‐σιμε Ἁγίων κοινωνέ , ὁμοῦ σὺν Ἀκακίῳ τῷ σε‐πτῷ· διὰ τοῦτο τὴν ἁγίαν μνήμην ὑμῶν , γε‐ραίρομεν κραυγάζοντες· δόξα τῷ ἐνισχύσαντι

    ὑμᾶς , δόξα τῷ ἁγιάσαντι , δόξα τῷ ἐνεργοῦντιδι᾿ ὑμῶν , πᾶσιν ἰάματα .

    Ἕτερον τῶν Ὁσίων . (Γερασίμου Μικραγιαννανίτου )

    Ἦχος δ´ . Ταχὺ προκατάλαβε . Γεράσιμον ἅπαντες , τὸν Βυζαντίου βλαστόν , καὶ θεῖον Ἀκάκιον , τῆς ἀκακίας φυτόν , συμ‐φώνως τιμήσωμεν οὗτοι γὰρ ἐν τῇ Κρήτῃ , δι᾿ἀσκήσεως θείας , ἔλαμψαν ὡς ἀστέρες , τοὺς

    πιστοὺς φωταυγοῦντες· Καὶ νῦν καθικετεύ‐ουσιν , ὑπὲρ τῶν ψυχῶν ἡμῶν .

  • 8/20/2019 2015-07-12_kyr_st_mat8aiou-a-5

    14/15

    14

    Ἀπολυτίκιον Παναγίας Τριχερούσης . (Γερασίμου Μικραγιαννανίτου )

    Ἦχος δ´ . Ταχὺ προκατάλαβε . Τ ὴν θείαν Εἰκόνα σου , ἐκ Παλαιστίνης ἡμῖν , ὁ Σάββας ὁ ἔνθεος , ἣν Τριχεροῦσαν Ἁγνή , καλοῦμεν μετήνεγκεν· ἥν περ Χιλανδαρίου , ἡΜονὴ κεκτημένη , ὕμνον σοι Θεοτόκε , ἀνα‐

    μέλπει βοῶσα· Χαῖρε Κεχαριτωμένη , ὁ Κύριοςμετὰ σοῦ .

    ἕτερον Παναγίας Τριχερούσης . (Ἀθανασίου Σιμωνοπετρίτου )

    Ἦχος α΄ . Τῆς ἐρήμου πολίτης . Τριχεροῦσα Παρθένε , Φοινικοῦντα εὐλόγη‐σον , καὶ τοὺς τὴν σεπτήν σου εἰκόνα , προσκυ‐ νοῦντας ἁγίασον· ἐν πᾶσι γινομένη βοηθός , καὶ σκέπη ἀσφαλὴς ἐν πειρασμοῖς , ὅπως ὕ‐

    μνοις καὶ ᾠδαῖς σε χρεωστικῶς , τιμῶμεν οὕ‐τω κράζοντες· Δόξα τῷ ἐνοικήσαντι ἐν σοί , δόξα τῷ μεγαλύναντι , δόξα τῷ σὲ προστάτινκραταιάν , ἡμῖν διδόντι Ἄχραντε .

    ἕτερον Παναγίας Τριχερούσης . (Ἀθανασίου Σιμωνοπετρίτου )

    Ἦχος γ΄ . Τὴν ὡραιότητα . Τ ὴν πανσεβάσμιον , μορφήν σου Δέσποινα , ἔ‐χει θησαύρισμα πολυτιμότατον , ἡ Φοινικοῦν‐

    τα καὶ ἀεί , ἐν πίστει ἀσπαζομένη , ταύτην ἀ‐ νακράζει σοι· Τριχεροῦσα διάσωσον , τοὺς σὲμεγαλύνοντας , καὶ αἰτήματα πλήρωσον , πα‐ρέχουσα τοῖς πᾶσι βεβαίαν , τὴν σωτηρίανταῖς πρεσβείαις σου .

    Ἀπολυτίκιον Φοβερᾶς Προστασίας . (Ἀθανασίου Σιμωνοπετρίτου )

    Ἦχος α´ . Τῆς ἐρήμου πολίτης . Φοβερὰ Προστασία , Θεοτόκε Πανάμωμε , ταῖς

    σαῖς παναγίαις πρεσβείαις , τὸν Χριστὸν ἐξι‐λέωσαι , ὑπὲρ ἀσπαζομένων εὐλαβῶς , τὴνθείαν σου καὶ πάνσεπτον μορφήν· περιφύ‐λαττε δὲ ἅπαντας ἀσινεῖς , ἐκ βίου περιστά‐σεων , ὅπως δοξάζωμεν θερμῶς , Ἄχραντε , θείαν δόξαν σου , καὶ κληρονόμοι οὐρανῶν , γενώμεθα οἱ δοῦλοί σου .

    Ἀπολυτίκιον ὁσίου Παϊσίου Ἁγιορείτου . (Ἀδαμαντίας Καβάγια‐Πιπεράκη )

    Ἦχος πλ . α´ . Τὸν συνάναρχον Λόγον . Τὸν Παΐσιον πάντες πιστοὶ ὑμνήσωμεν , τῶνἐν ἀσκήσει τὸν τύπον καὶ μοναστῶν ὑπο‐

    γραμμόν , τὸν κτησάμενον ἀγάπην καὶ τα‐πείνωσιν· ὅθεν τὸ Πνεῦμα ἐκχυθὲν ἐπ᾿ αὐτὸνὡς ὑετὸς ἐνέπλησε χαρισμάτων καὶ ἀνέδειξετοῖς ἀνθρώποις θερμὸν ἱκέτην καὶ προστάτηνταχύν .

    Τοῦ Ὁσίου ΠαϊσίουἘξαποστειλάριον .

    Ἦχος β´ . Γυναῖκες ἀκουτίσθητε . Τὸν ἀσκητὴν Παΐσιον , τὸν σῶμα καινουργή‐σαντα καὶ σκεῦος ἀναδειχθέντα τῆς Παναγί‐ας Τριάδος , ᾄσμασιν ἀνυμνήσωμεν πιστῶς δὲἐκβοήσωμεν , Ὅσιε , σπεῦσον βοήθει τοὺς ἐνἀνάγκαις ποικίλαις σὲ θείῳ πόθῳ τιμῶντας .

    ΘεοτοκίονΜαρίαν τὴν Πανάμωμον τοῦ Παντουργοῦ γεννήτριαν , τὴν φιλανθρώπως ὀφθεῖσαν τῷμοναχῷ Παϊσίῳ ἐνθέως μακαρίσωμεν καὶψαλμικῶς ὑμνήσωμεν· Κυρία χαῖρε τοῦ κό‐σμου , ἐξ ἧς προῆλθεν ἡ Χάρις καὶ σῷζε �