2015-07-26_kyr_h_mat8aiou-b-7

  • Upload
    sakis87

  • View
    213

  • Download
    0

Embed Size (px)

Citation preview

  • 8/20/2019 2015-07-26_kyr_h_mat8aiou-b-7

    1/17

      1

    26 ΙΟΥΛΙΟΥ 2015 

    Κυριακὴ H´ ΜατθαίουΠαρασκευῆς Ὁσιοπαρθενομάρτυρος , Ἑρμολάου Ἱερομάρτυρος

    Ἦχος βαρύς. Ἑωθινὸν Η .́ 

    * * * * * 

    ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

    Μετὰ τὸν Ἑξάψαλμον , Συναπτὴ μεγάλη , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  πππ ρ ρ ρέέέπππεεειιι  σ σ σ οοοιιι  πππᾶᾶᾶσ σ σ ααα δδδόόόξ ξ ξ ααα ... ... ... 

    Ἦχος βαρύς. 

    Θεὸς Κύριος , καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. 

    Στίχ . α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ , ὅτι ἀγαθός , ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 

    Θεὸς Κύριος , καὶ ἐπέφανεν ἡμῖν... 

    Στίχ . β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με , καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. 

    Θεὸς Κύριος , καὶ ἐπέφανεν ἡμῖν... Στίχ . γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη , καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 

    Θεὸς Κύριος , καὶ ἐπέφανεν ἡμῖν... 

    ΑΠΟΛΥΤΙΚΙΑ

    Τὸ Ἀναστάσιμον. Ἦχος βαρύς. 

    Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον· ἠνέῳξας τῷ λῃστῇ τὸν Παράδεισον· τῶν Μυροφόρων

    τὸν θρῆνον μετέβαλες , καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας , ὅτι ἀνέστης Χριστὲ ὁ Θεός , 

    παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. 

    Δόξα. 

    Τὸ Ἀπολυτίκιον τῆς Ἁγίας. Ἦχος α .́ Τ ὴν σπουδήν σου τῇ κλήσει κατάλληλον , ἐργασαμένη φερώνυμε ,  τὴν ὁμώνυμόν σου πίστιν εἰς

    κατοικίαν κεκλήρωσαι  , Παρασκευὴ ἀθληφόρε· ὅθεν προχέεις ἰάματα ,  καὶ πρεσβεύεις ὑπὲρ τῶν

    ψυχῶν ἡμῶν. 

    Καὶ νῦν. Θεοτοκίον. 

    Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε ,  σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπό‐

    της , ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ , ὡς ἔφη ὁ δίκαιος Δαυΐδ , ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν , βαστάσα‐

    σα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί  , δόξα τῷ προελθόντι ἐκ σοῦ , δόξα τῷ ἐλευθερώ‐

    σαντι ἡμᾶς διὰ τοῦ τόκου σου. 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  σ σ σ ὸὸὸννν τ τ τ ὸὸὸ κκκ ρ ρ ράάάτ τ τ οοοςςς ... ... ... 

    * * * 

    ΚΑΘΙΣΜΑΤΑΜετὰ τὴν α´ Στιχολογίαν

    Ἀναστάσιμον. Ἦχος βαρύς. 

    Ἡ ζωὴ ἐν τῷ τάφῳ ἀνέκειτο , καὶ σφραγὶς ἐν τῷ λίθῳ ἐπέκειτο· ὡς βασιλέα ὑπνοῦντα , στρατιῶ‐

    ται ἐφύλαττον Χριστόν , καὶ Ἄγγελοι ἐδόξαζον , ὡς Θεὸν ἀθάνατον· γυναῖκες δὲ ἐκραύγαζον· Ἀ‐

     νέστη ὁ Κύριος ,

     παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. Δόξα. 

  • 8/20/2019 2015-07-26_kyr_h_mat8aiou-b-7

    2/17

      2

    Τ ῇ τριημέρῳ ταφῇ σου σκυλεύσας τὸν θάνατον , καὶ φθαρέντα τὸν ἄνθρωπον , τῇ ζωηφόρῳ ἐγέρ‐

    σει σου , ἀναστήσας Χριστὲ ὁ Θεός , ὡς φιλάνθρωπος· δόξα σοι . 

    Καὶ νῦν. Θεοτοκίον. 

    Ὡς τῆς ἡμῶν ἀναστάσεως θησαύρισμα , τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμνητε , ἐκ λάκκου καὶ βυ‐

    θοῦ πταισμάτων ἀνάγαγε· σὺ γὰρ τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ , ἔσωσας τεκοῦσα τὴν σωτηρίαν , 

     ἡ πρὸ τόκου παρθένος , καὶ ἐν τόκῳ παρθένος , καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος. Μετὰ τὴν β´ Στιχολογίαν

    Ἦχος βαρύς. Ἐσφραγισμένου τοῦ μνήματος , ἡ ζωὴ ἐκ τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός· καὶ τῶν θυρῶν κεκλει‐

    σμένων ,  τοῖς Μαθηταῖς ἐπέστης ,  ἡ πάντων ἀνάστασις· Πνεῦμα εὐθὲς δι᾿ αὐτῶν ἐγκαινίζων ἡ‐

    μῖν , κατὰ τὸ μέγα σου ἔλεος. 

    Δόξα. 

    Ἐπὶ τὸ μνῆμα ἔδραμον γυναῖκες , μετὰ δακρύων μύρα φέρουσαι  , καὶ στρατιωτῶν φυλασσόντων

    σε , τὸν τῶν ὅλων Βασιλέα , ἔλεγον πρὸς ἑαυτάς· Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον; καὶ φωνῆς Ἀσω‐

    μάτων ἤκουον λεγούσης. Ἀνέστη ὁ μεγάλης βουλῆς Ἄγγελος ,  πατήσας τὸν θάνατον. Παντοδύ‐

     ναμε Κύριε , δόξα σοι . 

    Καὶ νῦν. Θεοτοκίον. Χαῖρε Κεχαριτωμένη Θεοτόκε Παρθένε , λιμὴν καὶ προστασία τοῦ γένους τῶν ἀνθρώπων· ἐκ σοῦ

     γὰρ ἐσαρκώθη ὁ Λυτρωτὴς τοῦ κόσμου· μόνη γὰρ ὑπάρχεις Μήτηρ καὶ Παρθένος· ἀεὶ εὐλογημέ‐

     νη , καὶ δεδοξασμένη , πρέσβευε Χριστῷ τῷ Θεῷ , εἰρήνην δωρήσασθαι  , πάσῃ τῇ οἰκουμένῃ. 

    * * * 

    ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ

    Ἦχος πλ. α´. Εὐλογητὸς εἶ  , Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 

    Τῶν ἀγγέλων ὁ δῆμος κατεπλάγη ὁρῶν σε ἐν νεκροῖς λογισθέντα , τοῦ θανάτου δέ , Σωτήρ , τὴν ἰ‐

    σχὺν καθελόντα καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα καὶ ἐξ ᾅδου πάντας ἐλευθερώσαντα. 

    Εὐλογητὸς εἶ  , Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 

    Τί τὰ μύρα συμπαθῶς τοῖς δάκρυσιν ,  ὦ μαθήτριαι  ,  κιρνᾶτε;  ὁ ἀστράπτων ἐν τῷ τάφῳ ἄγγελος

    προσεφθέγγετο ταῖς μυροφόροις· Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ

    μνήματος. 

    Εὐλογητὸς εἶ  , Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 

    Λίαν πρωῒ μυροφόροι ἔδραμον πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλ᾿ ἐπέστη πρὸς αὐτὰς ὁ

    ἄγγελος καὶ εἶπε· Θρήνου ὁ καιρὸς πέπαυται· μὴ κλαίετε· τὴν ἀνάστασιν δὲ ἀποστόλοις εἴπατε. 

    Εὐλογητὸς εἶ  , Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Μυροφόροι γυναῖκες μετὰ μύρων ἐλθοῦσαι πρὸς τὸ μνῆμά σου , Σῶτερ , ἐνηχοῦντο ἀγγέλου πρὸς

    αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν τὸν ζῶντα λογίζεσθε;  ὡς Θεὸς γὰρ ἐξανέστη τοῦ μνήμα‐

    τος. 

    Δόξα. 

    Προσκυνοῦμεν Πατέρα καὶ τὸν τούτου Υἱόν τε καὶ τὸ ἅγιον Πνεῦμα , τὴν ἁγίαν Τριάδα ἐν μιᾷ τῇ

    οὐσίᾳ , σὺν τοῖς Σεραφεὶμ κράζοντες τὸ Ἅγιος , Ἅγιος , Ἅγιος εἶ  , Κύριε. 

    Καὶ νῦν. 

    Ζωοδότην τεκοῦσα ,  ἐλυτρώσω ,  Παρθένε ,  τὸν Ἀδὰμ ἁμαρτίας· χαρμονὴν δὲ τῇ Εὔᾳ ἀντὶ λύπης

    παρέσχες· ῥεύσαντα ζωῆς , ἴθυνε πρὸς ταύτην δὲ ὁ ἐκ σοῦ σαρκωθεὶς Θεὸς καὶ ἄνθρωπος. Ἀλληλούϊα , ἀλληλούϊα , ἀλληλούϊα· δόξα σοι ὁ Θεός. ( γ´) 

  • 8/20/2019 2015-07-26_kyr_h_mat8aiou-b-7

    3/17

      3

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  ηηηὐὐὐλλλόόόγγγηηητ τ τ αααί ί ί  ΣΣΣοοουυυ ... ... ...  

    * * * 

    ΥΠΑΚΟΗ , ΑΝΑΒΑΘΜΟΙ , ΠΡΟΚΕΙΜΕΝΟΝἩ Ὑπακοή. Ἦχος βαρύς. 

    Ὁ  ἡμετέραν μορφὴν ἀναλαβών ,  καὶ ὑπομείνας Σταυρὸν σωματικῶς ,  σῶσόν με τῇ ἀναστάσει

    σου , Χριστὲ ὁ Θεός , ὡς φιλάνθρωπος. 

    οἱ Ἀναβαθμοί . Ἦχος βαρύς. Ἀντίφωνον Α´. 

    Τ ὴν αἰχμαλωσίαν Σιών , ἐκ πλάνης ἐπιστρέψας , κἀμὲ Σωτὴρ ζώωσον , ἐξαίρων δουλοπαθείας. 

    Ἐ ν τῷ νότῳ ὁ σπείρων θλίψεις , νηστείας μετὰ δακρύων , οὗτος χαρᾶς δρέψεται  , δράγματα ἀειζω‐

    οτροφίας. 

    Δόξα. Καὶ νῦν. 

    Ἁ γίῳ Πνεύματι  , πηγὴ τῶν θείων θησαυρισμάτων , ἐξ οὗ σοφία , σύνεσις , φόβος· αὐτῷ αἴνεσις , δό‐

    ξα , τιμή , καὶ κράτος. 

    Ἀντίφωνον Β´. Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον τὸν τῆς ψυχῆς ,  μάτην κοπιῶμεν· πλὴν γὰρ αὐτοῦ ,  οὐ πρᾶξις , 

    οὐ λόγος τελεῖται . 

    Τοῦ καρποῦ τῆς γαστρός ,  οἱ Ἅγιοι πνευματοκινήτως ,  ἀναβλαστοῦσι  ,  πατρῷα δόγματα υἱοθεσί‐

    ας. 

    Δόξα. Καὶ νῦν. 

    Ἁ γίῳ Πνεύματι  ,  τὰ σύμπαντα τὸ εἶναι ἔχει· πρὸ πάντων γὰρ Θεός ,  τῶν ὅλων κυριότης ,  φῶς ἀ‐

    πρόσιτον , ζωὴ τῶν πάντων. Ἀντίφωνον Γ´. 

    Οἱ φοβούμενοι τὸν Κύριον , ὁδοὺς ζωῆς εὑρόντες , νῦν καὶ ἀεὶ μακαριοῦνται  , δόξῃ ἀκηράτῳ. Κύκλῳ τῆς τραπέζης σου , ὡς στελέχη βλέπων τὰ ἔκγονά σου , χαῖρε εὐφραίνου , προσάγων ταῦ‐

    τα , τῷ Χριστῷ ποιμενάρχα. 

    Δόξα. Καὶ νῦν. 

    Ἁ γίῳ Πνεύματι  , βυθὸς χαρισμάτων , πλοῦτος δόξης , κριμάτων βάθος μέγα· ὁμόδοξον Πατρὶ καὶ

    Υἱῷ , λατρευτὸν γάρ. 

    Προκείμενον. 

    Ἀ νάστηθι  , Κύριε ὁ Θεός μου , ὑψωθήτω ἡ χείρ σου , μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος. (δίς) 

    Στίχ . Ἐξομολογήσομαί σοι  , Κύριε , ἐν ὅλῃ καρδίᾳ μου , διηγήσομαι πάντα τὰ θαυμάσιά σου. 

    Ἀ νάστηθι  , Κύριε ὁ Θεός μου... 

    * * * 

    ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥὁ διάκονος· Τ Τ Τ οοοῦῦῦ Κ Κ Κ υυυ ρ ρ ρί ί ί οοουυυ δδδεεεηηηθθθῶῶῶ μ μ μεεεννν ... 

    Κύριε , ἐλέησον. ὁ ἱερεύς· ὍὍὍτ τ τ ιιι  ἅἅἅγγγιιιοοοςςς εεεἶ ἶ ἶ  , , ,  ὁὁὁ ΘΘΘεεεὸὸὸςςς ἡἡἡ μ μ μῶῶῶννν  , , ,  ... ... ... 

    Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. 

    Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. 

    Αἰνεσάτω πνοή…

     πᾶσα τὸν Κύριον. ὁ διάκονος· Κ Κ Κ αααὶὶὶ  ὑὑὑπππὲὲὲ ρ ρ ρ τ τ τ οοοῦῦῦ κκκααατ τ τ αααξ ξ ξ ιιιωωωθθθῆῆῆννναααιιι  ἡἡἡ μ μ μᾶᾶᾶςςς τ τ τ ῆῆῆςςς ἀἀἀκκκ ρ ρ ροοοάάάσ σ σ εεεωωωςςς τ τ τ οοοῦῦῦ ἁἁἁγγγί ί ί οοουυυ ΕΕΕὐὐὐαααγγγγγγεεελλλί ί ί οοουυυ Κ Κ Κ ύύύ ρ ρ ριιιοοοννν τ τ τ ὸὸὸννν ΘΘΘεεεὸὸὸννν ἡἡἡ‐‐‐

     μ μ μῶῶῶννν ἱ ἱ ἱ κκκεεετ τ τ εεεύύύσ σ σ ωωω μ μ μεεεννν ... 

  • 8/20/2019 2015-07-26_kyr_h_mat8aiou-b-7

    4/17

      4

    Κύριε , ἐλέησον. ( γ´) ὁ διάκονος· ΣΣΣοοοφφφί ί ί ααα···  ὀὀὀ ρ ρ ρθθθοοοί ί ί ···  ἀἀἀκκκοοούύύσ σ σ ωωω μ μ μεεεννν τ τ τ οοοῦῦῦ ἁἁἁγγγί ί ί οοουυυ ΕΕΕὐὐὐαααγγγγγγεεελλλί ί ί οοουυυ ... ὁ ἱερεύς· ΕΕΕἰ ἰ ἰ  ρ ρ ρήήήνννηηη πππᾶᾶᾶσ σ σ ιιι ... 

    Καὶ τῷ Πνεύματί σου. ὁ ἱερεύς· Ἐ Ἐ Ἐκκκ τ τ τ οοοῦῦῦ κκκααατ τ τ ὰὰὰ Ἰ  Ἰ  Ἰ ωωωάάάννννννηηηννν ἁἁἁγγγί ί ί οοουυυ ΕΕΕὐὐὐαααγγγγγγεεελλλί ί ί οοουυυ τ τ τ ὸὸὸ ἀἀἀνννάάάγγγνννωωωσ σ σ  μ μ μααα ...  ὁ διάκονος· Π  Π  Π  ρ ρ ρόόόσ σ σ  χ  χ  χ ωωω μ μ μεεεννν ...  

    Δόξα σοι  , Κύριε , δόξα σοι . 

    ὁ ἱερεὺς ἀναγινώσκει τὸ ἐνδιάτακτον Ἑῳθινὸν ΕὐαγγέλιονἙωθινὸν Η´

    Ἐκ τοῦ κατὰ Ἰωάννην(κ´ 11‐18) 

    Τῷ καιρῷ ἐκείνῳ , Μαρία εἱστήκει πρὸς τὸ μνημεῖον κλαίουσα ἔξω. Ὡς οὖν ἔκλαιε , παρέκυψεν εἰς τὸ μνημεῖον καὶ θεωρεῖ δύο ἀγ‐

     γέλους ἐν λευκοῖς καθεζομένους , ἕνα πρὸς τῇ κεφαλῇ καὶ ἕνα πρὸς τοῖς ποσίν , ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ. Καὶ λέγουσιν αὐ‐

    τῇ ἐκεῖνοι· Γύναι  , τί κλαίεις; Λέγει αὐτοῖς· Ὅτι ἦραν τὸν Κύριόν μου , καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν. Καὶ ταῦτα εἰποῦσα ἐστράφη

    εἰς τὰ ὀπίσω , καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα , καὶ οὐκ ᾔδει ὅτι ὁ Ἰησοῦς ἐστι . Λέγει αὐτῇ ὁ Ἰησοῦς· Γύναι  , τί κλαίεις; Τίνα ζητεῖς; Ἐ‐

    κείνη δοκοῦσα ὅτι ὁ κηπουρός ἐστι  , λέγει αὐτῷ· Κύριε , εἰ σὺ ἐβάστασας αὐτόν , εἰπέ μοι ποῦ ἔθηκας αὐτόν , κἀγὼ αὐτὸν ἀρῶ. Λέ‐

     γει αὐτῇ ὁ Ἰησοῦς· Μαρία. Στραφεῖσα ἐκείνη λέγει αὐτῷ· Ῥαββουνί  , ὃ λέγεται  , διδάσκαλε. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Μή μου ἅπτου·

    οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου· πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς· ἀναβαίνω πρὸς τὸν πατέρα

    μου καὶ πατέρα ὑμῶν , καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. Ἔρχεται Μαρία ἡ Μαγδαληνὴ ἀπαγγέλλουσα τοῖς μαθηταῖς ὅτι ἑώρακε τὸν

    Κύριον , καὶ ταῦτα εἶπεν αὐτῇ. Δόξα σοι  , Κύριε , δόξα σοι . 

    ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης·

    Ἀ νάστασιν Χριστοῦ θεασάμενοι  ,  προσκυνήσωμεν ἅγιον Κύριον Ἰησοῦν ,  τὸν μόνον ἀναμάρτη‐

    τον. Τὸν σταυρόν σου , Χριστέ , προσκυνοῦμεν καὶ τὴν ἁγίαν σου ἀνάστασιν ὑμνοῦμεν καὶ δοξά‐

    ζομεν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν , ἐκτός σου ἄλλον οὐκ οἴδαμεν , τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πά‐

     ντες οἱ πιστοὶ προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν· ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυ‐

    ροῦ χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον , ὑμνοῦμεν τὴν ἀνάστασιν αὐ‐

    τοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι᾿ ἡμᾶς , θανάτῳ θάνατον ὤλεσεν. 

    οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον 

    Ἦχος β´. 

    Ἐλεῆμον , Ἐλέησόν με , ὁ Θεός , κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐ‐

    ξάλειψον τὸ ἀνόμημά μου. 

    Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. 

    Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω , καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. 

    Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα , ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου

    καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην , καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. 

    Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας , τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι . 

     Ῥαντιεῖς με ὑσσώπῳ , καὶ καθαρισθήσομαι· πλυνεῖς με , καὶ ὑπὲρ χιόνα λευκανθήσομαι . 

    Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. 

    Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. 

    Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί  , ὁ Θεός , καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. 

    Μ ὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου , καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. 

    Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου , καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. 

  • 8/20/2019 2015-07-26_kyr_h_mat8aiou-b-7

    5/17

      5

    Διδάξω ἀνόμους τὰς ὁδούς σου , καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι . 

     Ῥῦσαί με ἐξ αἱμάτων , ὁ Θεός , ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιο‐

    σύνην σου. 

    Κύριε , τὰ χείλη μου ἀνοίξεις , καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. 

    Ὅτι  , εἰ ἠθέλησας θυσίαν , ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. 

    Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸςοὐκ ἐξουδενώσει . 

    Ἀ γάθυνον , Κύριε , ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών , καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. 

    Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης , ἀναφορὰν καὶ ὁλοκαυτώματα. 

    Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Καὶ ἐλέησόν με , ὁ Θεός. 

    Δόξα. 

    Ταῖς τῶν Ἀποστόλων πρεσβείαις , ἐλεῆμον , ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. 

    Καὶ νῦν. 

    Ταῖς τῆς Θεοτόκου πρεσβείαις , ἐλεῆμον , ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. 

    Καὶ τὸ πεντηκοστάριον. Ἦχος ὁ αὐτός. 

    Στίχ . Ἐλέησόν με , ὁ Θεός , κατὰ τὸ μέγα ἔλεός σου , καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξά‐

    λειψον τὸ ἀνόμημά μου. 

    Ἀ ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου , καθὼς προεῖπεν , ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλε‐

    ος. 

    ΣΣΣῶῶῶσ σ σ οοοννν  , , ,  ὁὁὁ ΘΘΘεεεόόόςςς  , , ,  τ τ τ ὸὸὸννν λλλαααόόόννν ΣΣΣοοουυυ ... ... ...  Κύριε , ἐλέησον. (ιβ´)  Ἐ Ἐ Ἐλλλέέέεεειιι  κκκαααὶὶὶ  οοοἰ ἰ ἰ κκκτ τ τ ιιι ρ ρ ρ μ μ μοοοῖ ῖ ῖ ςςς ... ... ...  Ἀμήν. 

    ΟΙ ΚΑΝΟΝΕΣ

    ὁ Ἀναστάσιμος μετὰ τῶν εἱρμῶν καὶ ὁ τῆς Ἁγίαςᾨδὴ α´. 

    ὁ Ἀναστάσιμος εἰς δ´(ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ) 

    Ἦχος βαρύς. Ὁ Εἱρμός. 

    Νεύσει σου πρὸς γεώδη ,  ἀντιτυπίαν μετήχθη ,  ἡ πρὶν εὐδιάχυτος ,  ὑδάτων φύσις Κύριε· ὅθεν ἀ‐

    βρόχως πεζεύσας , ᾄδει Ἰσραήλ σοι  , ᾠδὴν ἐπινίκιον. 

    Στίχ . Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου , Κύριε. 

    Κέκριται τοῦ θανάτου ,  ἡ τυραννὶς διὰ ξύλου ,  ἀδίκῳ θανάτῳ σου ,  κατακριθέντος Κύριε· ὅθεν ὁ

    ἄρχων τοῦ σκότους , σοῦ μὴ κατισχύσας , δικαίως ἐκβέβληται . 

    Στίχ . Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου , Κύριε. 

    ᾍ δης σοι προσπελάσας ,  καὶ τοῖς ὀδοῦσι μὴ σθένων ,  συντρῖψαι τὸ σῶμά σου ,  τὰς σιαγόνας τέ‐

    θλασται· ὅθεν Σωτὴρ τὰς ὀδύνας , λύσας τοῦ θανάτου , ἀνέστης τριήμερος. Θεοτοκίον

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Λέλυνται αἱ ὀδύναι  , αἱ τῆς προμήτορος Εὔας· ὠδῖνας λαθοῦσα γάρ , ἀπειρογάμως τέτοκας· ὅθεν

    σαφῶς Θεοτόκον , Πάναγνε εἰδότες , σὲ πάντες δοξάζομεν. 

    καὶ τῆς Ἁγίας ὁ παρών , οὗ ἡ Ἀκροστιχίς (ἄνευ τῶν Θεοτοκίων)· Ὕμνοις γεραίρω τὴν πανεύφημον Κόρην. Θεοφάνους. 

    Ἦχος δ´. Θαλάσσης τὸ ἐρυθραῖον. Στίχ . Ἁ γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 

  • 8/20/2019 2015-07-26_kyr_h_mat8aiou-b-7

    6/17

      6

    Ὑμνοῦσι  ,  τὴν φωτοφόρον μνήμην σου ,  Μάρτυς πανεύφημε ,  χάριν δοθῆναι αἴτησαι ἡμῖν ,  καὶ

    πταισμάτων τὴν ἄφεσιν , Παρασκευὴ ἀοίδιμε , ταῖς πρὸς τὸν Κύριον δεήσεσι . 

    Στίχ . Ἁ γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 

    Μαρτύρων , ἡ καλλονὴ σὺ πέφηνας , τὰς τοῦ ἐχθροῦ μηχανάς , καταβαλοῦσα ὅπλῳ τοῦ Σταυροῦ , 

    καὶ τυράννων ὠμότητα , ἀθλητικῶς παλαίσασα , θεοσεβῆ πίστιν ἐκήρυξας. 

    Δόξα. 

    Νομίσας ,  τῆς καρτερίας λύειν σου ,  Μάρτυς τὸ εὔτονον ,  ὁ τοῖς ξοάνοις τύραννος δεινῶς , 

    ἀπονέμων προσκύνησιν , ἀλλὰ σοφοῖς σου ῥήμασι  , τούτου τὸ θράσος ἅπαν λέλυται . Καὶ νῦν. Θεοτοκίον

    Ὁ  Λόγος ,  ἐκ σῶν ἀχράντων Δέσποινα ,  αἱμάτων τίκτεται  ,  ἐμψυχωμένην σάρκα εἰληφώς ,  καὶ

     ἡμᾶς ὀλισθήσαντας , ἀπατεῶνος δήγματι  , τῷ θείῳ κράτει ἀνεπλάσατο. 

    ᾨδὴ γ´. ὁ Ἀναστάσιμος 

    Ἦχος βαρύς. Ὁ Εἱρμός. 

    Ὁ  κατ᾿ ἀρχὰς τοὺς οὐρανούς ,  παντοδυνάμῳ σου Λόγῳ ,  στερεώσας Κύριε Σωτήρ ,  καὶ τῷ παν‐

    τουργῷ καὶ θείῳ Πνεύματι  ,  πᾶσαν τὴν δύναμιν αὐτῶν ,  ἐν ἀσαλεύτῳ με πέτρᾳ ,  τῆς ὁμολογίαςσου στερέωσον. 

    Στίχ . Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου , Κύριε. 

    Σὺ ἀνελθὼν ἐπὶ ξύλου ,  ὑπὲρ ἡμῶν ὀδυνᾶσαι  , ἑκουσίως εὔσπλαγχνε Σωτήρ ,  καὶ φέρεις πληγὴν

    εἰρήνης πρόξενον , καὶ σωτηρίας τοῖς πιστοῖς , δι᾿ ἧς τῷ σῷ Ἐλεῆμον , πάντες κατηλλάγημεν Γεν‐

     νήτορι . 

    Στίχ . Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου , Κύριε. 

    Σύ με καθῇρας τῆς πληγῆς ,  τὸν τῇ ψυχῇ τετρωμένον ,  δρακοντίῳ δήγματι Χριστέ ,  καὶ ἔδειξας

    φῶς ἐν σκότει πάλαι μοι  ,  κατῳκισμένῳ καὶ φθορᾷ· διὰ Σταυροῦ γὰρ εἰς ᾅδην ,  καταβεβηκώς με

    συνανέστησας.  ΘεοτοκίονΣτίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Τ ῆς ἀπειράνδρου σου Μητρός ,  ταῖς ἱκεσίαις τῷ κόσμῳ ,  τὴν εἰρήνην βράβευσον Σωτήρ ,  καὶ τῷ

    βασιλεῖ τὴν νίκην δώρησαι  , κατὰ βαρβάρων δυσμενῶν , καὶ τῆς ἀφράστου σου δόξης , τοὺς δοξο‐

    λογοῦντάς σε ἀξίωσον. 

    καὶ τῆς Ἁγίας

    Ἦχος δ´. Εὐφραίνεται ἐπὶ σοί. 

    Στίχ . Ἁ γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 

    Ἐ νεύρου τὸ ἀσθενές ,  τὸ θεῖον Πνεῦμα καὶ φαιδρὸν δέδειχεν ,  ἐξεικονίζον ἄριστα ,  τῆς σῆς

    ἀκραιφνοῦς ψυχῆς ἔλλαμψιν. 

    Στίχ . Ἁ γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 

     Ῥωσθεῖσα σθένει Χριστοῦ ,  τὰς τῶν βουνεύρων ἀφειδῶς μάστιγας ,  Μάρτυς Χριστοῦ ὑπέφερες , 

    οἷά τις ἀδάμας στεῤῥότατος. 

    Δόξα. 

    Ἀ γάπῃ τῇ πρὸς Θεόν ,  ἐν τῷ σταδίῳ καρτερῶς ἤνεγκας ,  τὸν σκορπισμὸν τοῦ σώματος ,  καὶ τοὺς

    ἀνυποίστους πικροὺς αἰκισμούς. 

    Καὶ νῦν. Θεοτοκίον

    Σύ μόνη τοῖς ἐπὶ γῆς ,  τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος ,  Μήτηρ Θεοῦ γέγονας ,  ὅθεν σοι τὸΧαῖρε κραυγάζομεν. 

  • 8/20/2019 2015-07-26_kyr_h_mat8aiou-b-7

    7/17

      7

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  σ σ σ ὺὺὺ εεεἶ ἶ ἶ  ὁὁὁ ΘΘΘεεεὸὸὸςςς ἡἡἡ μ μ μῶῶῶννν ... ... ... 

    * * * 

    ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑΜεσῴδιον Κάθισμα τῆς Ἁγίας

    Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον. 

    Ἐκ σπαργάνων μητρῴων σὺ τῷ Χριστῷ , σεαυτὴν ἀναθεῖσα διηνεκῶς , αὐτῷ εὐηρέστησας τῷ Σω‐

    τῆρι τῶν ὅλων , καὶ τυράννων θράση , στεῤῥῶς κατεπάτησας , καὶ βασάνους ὄντως , ἀνδρείως ὑπέ‐

    μεινας· ὅθεν ὁ Χριστός σοι  , τοῖς στεφάνοις κοσμήσας , ἐνδόξως εἰσήγαγεν , εἰς νυμφῶνα οὐράνι‐

    ον , Παρασκευὴ ἀξιάγαστε· πρέσβευε Χριστῷ τῶ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι  , τοῖς

    ἑορτάζουσι πόθῳ , τὴν ἁγίαν μνήμην σου. 

    Δόξα. Καὶ νῦν. Θεοτοκίον

    Ὡς παρθένον καὶ μόνην ἐν γυναιξί  , σὲ ἀσπόρως τεκοῦσαν Θεὸν σαρκί  ,  πᾶσαι μακαρίζομεν γε‐

     νεαὶ τῶν ἀνθρώπων , τὸ γὰρ πῦρ ἐσκήνωσεν ,  ἐν σοί τῆς Θεότητος , καὶ ὡς βρέφος θηλάζεις ,  τὸν

    Κτίστην καὶ Κύριον· ὅθεν τῶν Ἀγγέλων , καὶ ἀνθρώπων τὸ γένος , ἀξίως δοξάζομεν , τὸν πανάγι‐

    ον τόκον σου , καὶ συμφώνως βοῶμέν σοι· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ ,  τῶν πταισμάτων ἄφε‐σιν δωρήσασθαι  , τοῖς προσκυνοῦσιν ἐν πίστει  , τὸν ἄσπορον τόκον σου. 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ΣΣΣὺὺὺ γγγὰὰὰ ρ ρ ρ εεεἶ ἶ ἶ  ὁὁὁ ΒΒΒααασ σ σ ιιιλλλεεεύύύςςς ... ... ...  

    * * * 

    ΚΟΝΤΑΚΙΟΝ , ΟΙΚΟΣ , ΣΥΝΑΞΑΡΙΟΝτὸ Ἀναστάσιμον Κοντάκιον μετὰ τοῦ Οἴκου

    Ἦχος βαρύς. Οὐκέτι φλογίνη ῥομφαία. 

    Οὐκέτι τὸ κράτος τοῦ θανάτου , ἰσχύσει κατέχειν τοὺς βροτούς· Χριστὸς γὰρ κατῆλθε συντρίβων , 

    καὶ λύων τὰς δυνάμεις αὐτοῦ· δεσμεῖται ὁ ᾅδης , Προφῆται συμφώνως ἀγάλλονται· Ἐπέστη ,  λέ‐

     γοντες , Σωτὴρ τοῖς ἐν σκότει· ἐξέρχεσθε οἱ πιστοὶ εἰς τὴν ἀνάστασιν. ὁ Οἶκος

    Ἔτρεμε κάτωθεν τὰ καταχθόνια σήμερον , ὁ ᾅδης καὶ ὁ θάνατος τὸν Ἕνα τῆς Τριάδος· ἡ γῆ ἐκλο‐

     νεῖτο , πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν· ἡ κτίσις δὲ πᾶσα σὺν τοῖς Προφήταις χαίρουσα ψάλ‐

    λει σοι  , ἐπινίκιον ᾠδὴν τῷ λυτρωτῇ ἡμῶν Θεῷ , τῷ καταλύσαντι νῦν θανάτου τὴν δύναμιν. Ἀλα‐

    λάξωμεν καὶ βοήσωμεν τῷ Ἀδάμ ,  καὶ τοῖς ἐξ Ἀδάμ· Ξύλον τοῦτον εἰσήγαγεν· ἐξέρχεσθε οἱ πι‐

    στοὶ εἰς τὴν ἀνάστασιν. 

    Συναξάριον. 

    Τῇ ΚΣΤ´ τοῦ αὐτοῦ μηνός , Μνήμη τῶν Ἁγίων Ἐνδόξων Ἱερομαρτύρων Ἑρμολάου , Ἑρμίππου καὶ

    Ἑρμοκράτους , Πρεσβυτέρων ἐν Νικομηδείᾳ , μετὰ τοῦ ἁγίου Παντελεήμονος ἀθλησάντων. Στίχοι

    Ἕρμιππος , Ἑρμόλαος ἠδ᾿ Ἑρμοκράτης

    Ἑρμῆν σέβοντας ᾔσχυναν παῤῥησίᾳ. 

    Ἑρμόλεως ἕκτῃ τε καὶ εἰκάδι δειροτομήθη. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  Μνήμη τῆς Ἁγίας Ἐνδόξου Ὁσιοπαρθενομάρτυρος Παρασκευῆς ,  τῆς θαυμα‐

    τουργοῦ καὶ ἰατείρας τῶν ὀφθαλμῶν ,  τῆς ἐν Ῥώμῃ ,  τὴν κεφαλὴν τμηθείσης καὶ τελειωθείσης. 

    Περιώδευσε δὲ πολλοὺς τόπους ἐν ζήλῳ Θεοῦ ἡ ἀοίδιμος , ἐξαιρέτως δὲ ἐν Ἑλλάδι . Δεικνύεται δὲ

    προσκύνημα μέγα αὐτῆς ἐν τῇ στενωπῷ τῶν Τεμπῶν ἐν Κισσάβῳ. Ὡσαύτως καὶ ἐν Χίῳ γεραίρε‐ται εὐγνωμόνως ἡ Προστασία αὐτῆς ,  ὅτε ἐν ἔτει χιλιοστῷ τετρακοσιοστῷ τεσσαρακοστῷ καὶ

  • 8/20/2019 2015-07-26_kyr_h_mat8aiou-b-7

    8/17

      8

    δευτέρῳ (1442)  ἔσωσε τὴν Νῆσον ἀπὸ κατακλυσμοῦ τῆς θαλάσσης ,  χαλινώσασα ταύτην ἐν τῇ

    περιοχῇ τοῦ Παλαιοκάστρου εἰς τὸ Βόρειον ἄκρον τῆς πόλεως. Στίχοι

    Θεῷ παρεσκεύασας ἁγνὸν ὡς δόμον , 

    Σαὐτὴν ἀγῶσι  , Σεμνή , εἰς κατοικίαν. 

    Παρασκευὴν ἔκτανεν εἰκάδι χαλκὸς ἐν ἕκτῃ. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  μνήμῃ τῆς Ἁγίας Ἐνδόξου Μάρτυρος Ὡραιοζήλης ,  τῆς ἐν Βυζαντίῳ ,  μαθητρίας

     γενομένης αὐτοῦ τοῦ Πρωτοκλήτου Ἀποστόλου Ἀνδρέου ,  καὶ Ἱερουσαλὴμ τῆς συνήθους καὶ ὁ‐μοτρόπου καὶ συνοίκου αὑτῆς Μάρτυρος. 

    Στίχοι

    Εἰς τὴν Ἁγίαν Ὡραιοζήλην. 

    Eἰς πῦρ βληθεῖσα Ὡραιοζήλη Λόγε , 

    Ἅπασι βρύει τοὺς κρουνοὺς τῶν θαυμάτων. 

    Εἰς τὴν Ἁγίαν Ἱερουσαλήμ. 

    Tομὴν κεφαλῆς Ἱερουσαλὴμ φέρει  , 

    Kαὶ τὴν ἄνω νῦν Ἱερουσαλὴμ βλέπει . 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰγνατίου τοῦ Στειρωνίτου. 

    ΣτίχοιΠρὶν γῆς ἀπελθεῖν ἀρετῶν καρποὺς φύσας , 

    Tὸ στεῖρον ἐκπέφευγεν ὁ Στειρωνίτης. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , Μνήμη του Ἁγίου Ἐνδόξου Μάρτυρος Ἀππίωνος , ξίφει τελειωθέντος. Στίχοι

    Tὸν σὸν ξίφει τράχηλον ἀτρέπτως κλίνας , 

    Tὸ τῆς τελευτῆς Ἀππίων πίνεις πόμα. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γεροντίου τοῦ Ἀθωνίτου ,  πρώτου οἰκιστοῦ τῆς

    Σκήτης Ἁγίας Ἄννης εἰς τὴν θέσιν τῶν Βουλευτηρίων ,  κατὰ τὸν ΙΔ´ αἰῶνα ἀκμάσαντος ,  ἔτι δὲ

    καὶ Σύναξις πάντων τῶν Ἁγιαναννιτῶν Πατέρων ,  τῷ Θεῷ διὰ τῆς ἀσκητικῆς αὐτῶν πολιτείας

    εὐαρεστησάντων. Τελεῖται δὲ ἡ Σύναξις αὕτη , οὐ τυχαίως κατὰ τὴν ἡμέραν ταύτην , ὡς ἑπομένη

    τοῦ ἑορτασμοῦ τῆς Κοιμήσεως τῆς Θεοπρομήτορος , ὅτε πανηγυρίζει λαμπρῶς ἡ Σκήτη αὐτῆς. Στίχοι

    Γέρας ἀρετῶν Γερόντιος πλουτήσας , 

    Γέρας ὤφθη ἔνθεον τοῖς ἐν Ἄθῳ. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἑρμολάου τοῦ Ἀναργύρου , τοῦ ἐν Κύπρῳ. Στίχοι

    Ὁ Ἑρμόλαος τὸν τρόπον Ἀναργύρων , 

    Κύπρῳ διελθὼν θείαν νῦν ἔχει δόξαν. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Σάββα Ἀρχιεπισκόπου Σερβίας τοῦ Τρίτου , Ἡγουμένου τῆς Μονῆς Χιλανδαρίου χρηματίσαντος τὸ πρῴην , ἐν ἔτει χιλιοστῷ τριακοσιοστῷ

    δεκάτῳ καὶ ἕκτῳ (1316) εἰρηνικῶς κοιμηθέντος. Στίχοι

    Σάββας τὸν Σάββαν τὸν πρῶτον ἐμιμήθη , 

    Ὡς δειχθεὶς ποιμὴν ἅγιος τῆς Σερβίας. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῶν Ἁγίων Ἐνδόξων τοῦ Χριστοῦ Μαρτύρων Ἀττάλου , τοῦ ἐκ Περγάμου , 

    Προστάτου καὶ Πολιούχου τῆς Πόλεως ταύτης , Σάγκτου διακόνου , Βλανδίνας , Ἀλεξάνδρου τοῦ

    Φρυγός , Ματούρου καὶ τῶν σὺν αὐτοῖς , ἀθλησάντων ἐν ἔτει ἑκατοστῷ ἑβδομηκοστῷ καὶ ἑβδόμῳ

    (177) ἐν Λουγδούνῳ μαρτυρησάντων.  *  ΣτίχοιΚλεινοῦ Ἀττάλου σιδηρὰν τιμῶ στρωμνήν , 

  • 8/20/2019 2015-07-26_kyr_h_mat8aiou-b-7

    9/17

      9

    Ἐν ᾗ ἐτύθη ὡς λαμπὰς καιόμενος. 

    Τὸν Σάγκτον πάντες εὐλαβῶς τιμήσωμεν

    Τὸ θεῖον πάθος τοῦ Χριστοῦ τιμήσαντος. 

    Διὰ παντοίων διελθὼν κολάσεων

    Καὶ Φρὺξ μετέσχε τῆς τομῆς Ἀλέξανδρος. 

    Ἐνίκα πόθος τοῦ Χριστοῦ καὶ Μάτουρον

    Πολλὰς βασάνους ὑπομένοντα στεῤῥῶς. 

    Πάντων ἐσχάτη καθάπερ βασίλισσα

    Βλανδίνα ἔστη γυργαθῷ ἀκλόνητος. Τ ῇ αὐτῇ ἡμέρᾳ ,  Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰακώβου τοῦ Νέτσβετωφ ,  φωτιστοῦ τῆς Ἀλά‐

    σκα ,  ἐν ἔτει χιλιοστῷ ὀκτακοσιοστῷ ἑξηκοστῷ καὶ τετάρτῳ (1864)  κοιμηθέντος ,  ἐν ἡλικίᾳ ἑξή‐

    κοντα (60) ἐτῶν. Στίχοι

    Ἐν χώρᾳ παγετοῦ καὶ σκιᾶς καὶ σκότους , 

    Ἀστὴρ σὺ ὤφθης φέρων θείαν Ἀνατολήν. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , Μνήμη του Ὁσίου Πατρὸς ἡμῶν Μωϋσέως τοῦ Οὔγγρου , τοῦ πολυάθλου , ἐν τῇ

    Λαύρᾳ τῶν Σπηλαίων τοῦ Κιέβου ἀποκειμένου , ἐν ἔτει χιλιοστῷ καὶ τεσσαρακοστῷ τρίτῳ (1043) 

    κοιμηθέντος.  ΣτίχοιἈθλεῖ Μωϋσῆς διὰ τὴν παρθενίαν , 

    Ἣν ἐδίδαξεν ὁ τεχθεὶς ἐκ Παρθένου. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , τὰ Ἐγκαίνια τοῦ Ναοῦ Ἀρχαγγέλου Γαβριήλ , πέραν ἐν Χάλδαις. Στίχοι

    Τοῦ Ἀρχαγγέλου Γαβριὴλ θεῖον δόμον , 

    Καινίζοντες ὑμνοῦμεν Νόων Δεσπότην. 

    Καὶ Σύναξις τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου πέραν ἐν τῷ Παγιδίῳ , πλησίον τοῦ νέου

    Ἐμβόλου. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , ἐπισυνέβη , Χάριτι καὶ Ἐλέει τοῦ Παντάνακτος καὶ Μεσιτείᾳ καὶ Εὐνοίᾳ καὶ Νεύ‐

    σει τῆς Ἀειπαρθένου , ἡ Ἀνάκτησις τῆς Βασιλίδος τῶν Πόλεων ἐκ τῶν μιαρῶν Λατινικῶν χειρῶν

    ὑπὸ Ἀλεξίου Μελισσηνοῦ‐Στρατηγοπούλου , ἐν ἔτει χιλιοστῷ διακοσιοστῷ ἑξηκοστῷ καὶ πρώτῳ. 

    (1261) Ἡ ἐπίσημος ἐν τούτοις Εἴσοδος τοῦ Αὐτοκράτορος καὶ τοῦ λαοῦ ἐγένετο μετὰ εἰκοσαήμε‐

    ρον , κατὰ τὴν δεκάτην πέμπτην Αὐγούστου , εἰς ἐκδήλωσιν τιμῆς καὶ εὐγνωμοσύνης πρὸς τὴν Ὑ‐

    πέρμαχον Στρατηγὸν τοῦ Γένους ,  ἐν συνδυασμῷ μὲ τὸν πανηγυρισμὸν τῆς Ἱερᾶς Κοιμήσεως

    Αὑτῆς. Στίχοι

    Ἡ Βασιλὶς τῶν πόλεων νῦν καινουργεῖται  , 

    Τῇ Βασιλίδι καὶ Μητρὶ Θεοῦ εὐγνωμονοῦσα. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , τὴν ἀνακομιδὴν τῶν Ἱερῶν Λειψάνων ἑορτάζομεν τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θε‐

    οδώρου τοῦ Οὐσακώφ , εὐσεβεστάτου Ναυάρχου Ρώσου , ἐν Σαράνσκ κοιμηθέντος , ἐν ἔτει χιλιο‐

    στῷ ὀκτακοσιοστῷ δεκάτῳ καὶ ἑβδόμῳ. (1817) 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Συμεών , τοῦ Ἀρχιμανδρίτου καὶ Στυλίτου ,  ἐπέ‐

    κεινα τοῦ Ἀνάπλου. 

    Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις , Χριστὲ ὁ Θεός , ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. * * * 

  • 8/20/2019 2015-07-26_kyr_h_mat8aiou-b-7

    10/17

      10

    ΚΑΤΑΒΑΣΙΑΙτῆς Θεοτόκου

    ᾨδὴ α´. Ἦχος δ .́ 

    Ἀ νοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος καὶ λόγον ἐρεύξομαι τῇ βασιλίδι Μητρί· καὶ

    ὀφθήσομαι φαιδρῶς πανηγυρίζων καὶ ᾄσω γηθόμενος ταύτης τὰ θαύματα. 

    ᾨδὴ γ´. 

    Τοὺς σοὺς ὑμνολόγους , Θεοτόκε , ἡ ζῶσα καὶ ἄφθονος πηγή , θίασον συγκροτήσαντας πνευματι‐

    κόν , στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου ... 

    …στεφάνων δόξης ἀξίωσον. 

    ᾨδὴ δ´. 

    Τ ὴν ἀνεξιχνίαστον θείαν βουλὴν τῆς ἐκ τῆς Παρθένου σαρκώσεως σοῦ τοῦ ὑψίστου ὁ προφήτης

    Ἀββακοὺμ κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου , Κύριε. 

    ᾨδὴ ε´. 

    Ἐξέστη τὰ σύμπαντα ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γάρ , ἀπειρόγαμε Παρθένε , ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ

    πάντων Θεὸν καὶ τέτοκας ἄχρονον Υἱόν , πᾶσι τοῖς ὑμνοῦσί σε σωτηρίαν βραβεύοντα. 

    ᾨδὴ ς´. Τ ὴν θείαν ταύτην καὶ πάντιμον τελοῦντες ἑορτὴν οἱ θεόφρονες τῆς Θεομήτορος δεῦτε τὰς χεῖ‐

    ρας κροτήσωμεν , τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες. 

    ᾨδὴ ζ´. 

    Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες παρὰ τὸν Κτίσαντα· ἀλλὰ πυρὸς ἀπειλὴν ἀνδρείως πα‐

    τήσαντες χαίροντες ἔψαλλον· Ὑπερύμνητε , ὁ τῶν πατέρων Κύριος καὶ Θεός , εὐλογητὸς εἶ . 

    ᾨδὴ η´. Αἰνοῦμεν , εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. 

    Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ ὁ τόκος τῆς Θεοτόκου διεσώσατο ,  τότε μὲν τυπούμενος· νῦν δὲ ἐ‐ νεργούμενος τὴν οἰκουμένην ἅπασαν ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα καὶ ὑπε‐

    ρυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. 

    ὁ διάκονος· Τ Τ Τ ὴὴὴννν ΘΘΘεεεοοοτ τ τ όόόκκκοοοννν κκκαααὶὶὶ  μ μ μηηητ τ τ έέέ ρ ρ ρααα τ τ τ οοοῦῦῦ φφφωωωτ τ τ όόόςςς  , , ,  ἐἐἐννν ὕὕὕ μ μ μνννοοοιιιςςς τ τ τ ιιι μ μ μῶῶῶννντ τ τ εεεςςς μ μ μεεεγγγαααλλλύύύνννοοο μ μ μεεεννν ...  

    Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ

    Ἦχος δ´. 

    Στίχ . α .́ Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον , καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί

    μου. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ , τὴν ἀδιαφθόρως Θεὸν

    Λόγον τεκοῦσαν , τὴν ὄντως Θεοτόκον , σὲ μεγαλύνομεν. 

    Στίχ . β .́ Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί

    με πᾶσαι αἱ γενεαί . 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... 

    Στίχ .  γ .́  Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός ,  καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ εἰς

     γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... 

    Στίχ . δ´. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ , διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... 

  • 8/20/2019 2015-07-26_kyr_h_mat8aiou-b-7

    11/17

      11

    Στίχ . ε.´ Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ

    πλουτοῦντας ἐξαπέστειλε κενούς. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... 

    Στίχ .  Ϛ .́  Ἀ ντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους ,  καθὼς ἐλάλησε πρὸς τοὺς πατέ‐

    ρας ἡμῶν , τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... 

    Καταβασία. ᾨδὴ θ .́ Ἅπας  γηγενὴς σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος· πανηγυριζέτω δὲ ἀΰλων νόων φύσις , 

     γεραίρουσα τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος ,  καὶ βοάτω· Χαίροις ,  παμμακάριστε Θεοτόκε

    ἁγνή , ἀειπάρθενε. 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  σ σ σ ὲὲὲ αααἰ ἰ ἰ νννοοοῦῦῦσ σ σ ιιι  πππᾶᾶᾶσ σ σ αααιιι  αααἱ ἱ ἱ  δδδυυυνννάάά μ μ μεεειιιςςς ... ... ... 

    * * * 

    ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

    Ἦχος β´. 

    Ἅ γιος Κύριος ὁ Θεὸς ἡμῶν. Ἅ γιος Κύριος ὁ Θεὸς ἡμῶν. 

    Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ , 

    … ὅτι ἅγιός ἐστιν. 

    Ἀναστάσιμον Ἐξαποστειλάριον Η´. 

    Δύο Ἀγγέλους βλέψασα , ἔνδοθεν τοῦ μνημείου , Μαρία ἐξεπλήττετο , καὶ Χριστὸν ἀγνοοῦσα ,  ὡς

    κηπουρὸν ἐπηρώτα· Κύριε ποῦ τὸ σῶμα , τοῦ Ἰησοῦ μου τέθεικας; κλήσει δὲ τοῦτον γνοῦσα , εἶναι

    αὐτόν , τὸν Σωτῆρα ἤκουσε· Μή μου ἅπτου , πρὸς τὸν Πατέρα ἄπειμι  , εἰπὲ τοῖς ἀδελφοῖς μου. 

    Τῆς Ἁγίας. Ἦχος β .́ Γυναῖκες ἀκουτίσθητε.  Ῥωσθεῖσα καλλιπάρθενε , Σταυρῷ τῷ τοῦ Κυρίου σου , τυράννων ἔλυσας θράσος , ἀθλοῦσα

    Μάρτυς γενναίως , καὶ πρὸς Χριστοῦ ἀπείληφας , βραβεῖα νίκης πάνσοφε , Παρασκευὴ

    πανθαύμαστε , ὑπὲρ ἡμῶν δυσωποῦσα , τῶν σὲ τιμώντων ἐκ πόθου. Θεοτοκίον

    Μαρία καθαρώτατον , χρυσοῦν θυμιατήριον , τῆς ἀχωρήτου Τριάδος , δοχεῖον γεγενημένη , ἐν ᾧ

    Πατὴρ ηὐδόκησεν , ὁ δὲ Υἱὸς ἐσκήνωσε , καὶ Πνεῦμα τὸ πανάγιον , ἐπισκιάσαν σοι Κόρη... 

    ...ἀ νέδειξε Θεοτόκον. * * * 

    ΑΙΝΟΙἮχος βαρύς. 

    Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν , αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψί‐

    στοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. 

    Αἰνεῖτε αὐτόν ,  πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν ,  πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕ‐

    μνος τῷ Θεῷ. 

    Στιχηρὰ Ἀναστάσιμα. Ἦχος βαρύς. 

    Στίχ . α´. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. 

    Ἀ νέστη Χριστὸς ἐκ νεκρῶν ,  λύσας θανάτου τὰ δεσμά· εὐαγγελίζου γῆ χαρὰν μεγάλην· αἰνεῖτε

    οὐρανοὶ Θεοῦ τὴν δόξαν. 

    Στίχ . β´. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. 

  • 8/20/2019 2015-07-26_kyr_h_mat8aiou-b-7

    12/17

      12

    Ἀ νάστασιν Χριστοῦ θεασάμενοι  ,  προσκυνήσωμεν ἅγιον Κύριον ,  Ἰησοῦν τὸν μόνον ἀναμάρτη‐

    τον. 

    Στίχ . γ .́ Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύ‐

     νης αὐτοῦ. 

    Χριστοῦ τὴν ἀνάστασιν , προσκυνοῦντες οὐ παυόμεθα· αὐτὸς γὰρ ἡμᾶς ἔσωσεν , ἐκ τῶν ἀνομιῶν

     ἡμῶν· ἅγιος Κύριος Ἰησοῦς , ὁ δείξας τὴν ἀνάστασιν. 

    Στίχ . δ´. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ , περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν; δι᾿ ἡμᾶς Θεὸς ἐν ἀνθρώποις·

    διὰ τὴν καταφθαρεῖσαν φύσιν , ὁ Λόγος σὰρξ ἐγένετο , καὶ ἐσκήνωσεν ἐν ἡμῖν· πρὸς τοὺς ἀχαρί‐

    στους ὁ εὐεργέτης· πρὸς τοὺς αἰχμαλώτους ὁ ἐλευθερωτής· πρὸς τοὺς ἐν σκότει καθημένους ,  ὁ

    Ἥλιος τῆς δικαιοσύνης· ἐπὶ τὸν Σταυρὸν ὁ ἀπαθής· ἐπὶ τὸν ᾅδην τὸ φῶς· ἐπὶ τὸν θάνατον ἡ ζωή·

     ἡ ἀνάστασις διὰ τοὺς πεσόντας· πρὸς ὃν βοήσωμεν· Ὁ Θεὸς ἡμῶν δόξα σοι . καὶ τῆς Ἁγίας

    Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων. 

    Στίχ . ε´. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. 

    Ἐ ν ταῖς αὐλαῖς τοῦ Κυρίου ,  χοροβατοῦσα σεμνή ,  ἅμα Παρθένοις Μάρτυς ,  ταῖς φρονίμοις

    ἐκείναις , ἐκεῖθεν ἐκομίσω χάριν σοφή ,  τοῦ ἰᾶσθαι νοσήματα , ἀποδιώκειν τε πνεύματα μυσαρά , 

    ἐκ τῶν πίστει προσιόντων σοι . 

    Στίχ .  Ϛ .́  Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ.  Πᾶσα

    πνοὴ αἰνεσάτω τὸν Κύριον. 

    Ἐ ν ταῖς αὐλαῖς τοῦ Κυρίου... 

    Στίχ . ζ´ . Ὑπομένων ὑπέμεινα τὸν Κύριον , καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου. 

     Ῥ ήξασα κράτος τυράννων ,  ἀθεωτάτων σεμνή ,  καὶ πρὸς Θεὸν τὰς βάσεις ,  ἀναθεῖσα Παρθένε , 

    οὐδόλως ἐπτοήθης ,  οὔτε κρουσμόν ,  μολυβδίνων σφυρῶν οὔτε πῦρ ,  οὔτε ξεσμοὺς τῶν σαρκῶν

    σου , οὔτε βρασμόν , τῶν λεβήτων , οὔτε ξίφους σφαγήν. 

    Στίχ . η´. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου. 

    Ἀσκήσει πρῴην τὸ σῶμα ,  τήξασα ἔνδοξε ,  τὸ δεύτερον ἀθλήσει  ,  στομωθεῖσα τὴν φρένα ,  τοῖς

    πᾶσιν ἀνεδείχθης ,  Μάρτυς Χριστοῦ ,  οὐρανοχάλκευτον φάσγανον ,  ὥσπερ χρυσὸς ἐν χωνείᾳ

    δοκιμασθέν , ταῖς αἰκίαις καλλιπάρθενε. 

    Δόξα. Ἑωθινὸν Η .́ Ἦχος πλ. δ´. 

    Τὰ τῆς Μαρίας δάκρυα , οὐ μάτην χεῖνται θερμῶς· ἰδοὺ γὰρ κατηξίωται  , καὶ διδασκόντων Ἀγγέ‐

    λων , καὶ τῆς ὄψεως τῆς σῆς , ὦ Ἰησοῦ· ἀλλ᾿ ἔτι πρόσγεια φρονεῖ  , οἷα γυνὴ ἀσθενής· διὸ καὶ ἀπο‐

    πέμπεται  , μὴ προσψαῦσαί σοι Χριστέ. Ἀλλ᾿ ὅμως κῆρυξ πέμπεται  , τοῖς σοῖς Μαθηταῖς , οἷς εὐαγ‐ γέλια ἔφησε , τὴν πρὸς τὸν πατρῷον κλῆρον ἄνοδον ἀπαγγέλλουσα. Μεθ᾿ ἧς ἀξίωσον καὶ ἡμᾶς , 

    τῆς ἐμφανείας σου , Δέσποτα Κύριε. 

    Καὶ νῦν. Θεοτοκίον. 

    Ὑπερευλογημένη ὑπάρχεις , Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος , ὁ ᾍδης ᾐχμα‐

    λώτισται  , ὁ Ἀδὰμ ἀνακέκληται  , ἡ κατάρα νενέκρωται  , ἡ Εὔα ἠλευθέρωται  , ὁ θάνατος τεθανάτω‐

    ται  , καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν , ὁ οὕ‐

    τως εὐδοκήσας , δόξα σοι . 

    * * * 

    Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑΔόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη , ἐν ἀνθρώποις εὐδοκία. 

  • 8/20/2019 2015-07-26_kyr_h_mat8aiou-b-7

    13/17

      13

    Ὑμνοῦμέν σε ,  εὐλογοῦμέν σε ,  προσκυνοῦμέν σε ,  δοξολογοῦμέν σε ,  εὐχαριστοῦμέν σοι διὰ τὴν

    μεγάλην σου δόξαν. 

    Κύριε βασιλεῦ , ἐπουράνιε Θεέ , Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές , Ἰησοῦ Χριστέ , καὶ ἅγι‐

    ον Πνεῦμα. 

    Κύριε ὁ Θεός , ὁ ἀμνὸς τοῦ Θεοῦ , ὁ Υἱὸς τοῦ Πατρός , ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου , ἐλέησον

     ἡμᾶς , ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. 

    Πρόσδεξαι τὴν δέησιν ἡμῶν , ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός , καὶ ἐλέησον ἡμᾶς. 

    Ὅτι σὺ εἶ μόνος ἅγιος , σὺ εἶ μόνος Κύριος , Ἰησοῦς Χριστός , εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. 

    Καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα

    τοῦ αἰῶνος. 

    Καταξίωσον , Κύριε , ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. 

    Εὐλογητὸς εἶ  , Κύριε , ὁ Θεὸς τῶν πατέρων ἡμῶν , καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς

    τοὺς αἰῶνας. Ἀμήν. 

    Γένοιτο , Κύριε , τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς , καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. 

    Εὐλογητὸς εἶ  , Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. ( γ´) 

    Κύριε , καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε , ἐλέησόν με· ἴασαι τὴν ψυ‐

    χήν μου , ὅτι ἥμαρτόν σοι . 

    Κύριε , πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου , ὅτι σὺ εἶ ὁ Θεός μου. 

    Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. 

    Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. 

    Ἅ γιος ὁ Θεός , ἅγιος ἰσχυρός , ἅγιος ἀθάνατος· ἐλέησον ἡμᾶς. (ἐκ γ´) 

    Δόξα. Καὶ νῦν. 

    Ἅ γιος ἀθάνατος· ἐλέησον ἡμᾶς. 

    καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ·

    Ἅ γιος ὁ Θεός , ἅ γιος ἰσχυρός , ἅ γιος ἀθάνατος· ἐλέησον ἡμᾶς. 

    Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος β .́ 

    Ἀ ναστὰς ἐκ τοῦ μνήματος καὶ τὰ δεσμὰ διαῤῥήξας τοῦ ᾅδου , ἔλυσας τὸ κατάκριμα τοῦ θανάτου , 

    Κύριε , πάντας ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ ῥυσάμενος· ἐμφανίσας σεαυτὸν τοῖς ἀποστόλοις σου

    ἐξαπέστειλας αὐτοὺς ἐπὶ τὸ κήρυγμα καὶ δι᾿ αὐτῶν τὴν εἰρήνην παρέσχες τῇ οἰκουμένῃ ,  μόνεπολυέλεε. 

     ἢ

    τὸ ἕτερον ἀναστάσιμον τροπάριον. Ἦχος δ´. 

    Σ ήμερον σωτηρία τῷ κόσμῳ γέγονεν· ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡ‐

    μῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον τὸ νῖκος ἔδωκεν ἡμῖν καὶ τὸ μέγα ἔλεος. 

    * * * * * 

    ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝἈντίφωνα τῶν Κυριακῶν

    Ἀντίφωνον Α .́ Ἦχος β´. (Ψαλμὸς ρβ´) Στίχ . α´. Εὐλόγει ἡ ψυχή μου , τὸν Κύριον , καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου , Σῶτερ , σῶσον ἡμᾶς. 

  • 8/20/2019 2015-07-26_kyr_h_mat8aiou-b-7

    14/17

      14

    Στίχ . β´. Εὐλόγει  , ἡ ψυχή μου , τὸν Κύριον , καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 

    Στίχ . γ .́ Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ , καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπό‐ζει . Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 

    Στίχ . δ´. Εὐλογεῖτε τὸν Κύριον , πάντα τὰ ἔργα αὐτοῦ , ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 

    Δόξα. Καὶ νῦν. 

    Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 

    Ἀντίφωνον Β´. Ἦχος β .́ (Ψαλμὸς ρμε´) Στίχ .  α .́ Αἴνει  , ἡ ψυχή μου , τὸν Κύριον· αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου· ψαλῷ τῷ Θεῷ μου ἕως ὑ‐πάρχω. Σῶσον ἡμᾶς , Υἱὲ Θεοῦ , ὁ ἀναστὰς ἐκ νεκρῶν , ψάλλοντάς σοι  , Ἀλληλούϊα. 

    Στίχ . β´. Μακάριος , οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ , ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ. 

    Σῶσον ἡμᾶς , Υἱὲ Θεοῦ , ὁ ἀναστάς ... 

    Στίχ . γ´. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν , τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς. Σῶσον ἡμᾶς , Υἱὲ Θεοῦ , ὁ ἀναστάς ... 

    Στίχ . δ´. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα , ὁ Θεός σου , Σιών , εἰς γενεὰν καὶ γενεάν. Σῶσον ἡμᾶς , Υἱὲ Θεοῦ , ὁ ἀναστάς ... 

    Δόξα. Καὶ νῦν. 

    Ὁ  μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ ,  ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέ‐

    ραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας ,  ἀτρέπτως ἐναν‐

    θρωπήσας , σταυρωθείς τε , Χριστὲ ὁ Θεός , θανάτῳ θάνατον πατήσας , εἷς ὢν τῆς ἁγίας Τριάδος , 

    συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι  , σῶσον ἡμᾶς. 

    Ἀντίφωνον Γ .́ Ἦχος βαρύς.  (Ψαλμὸς ριζ´) Στίχ . α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ , ὅτι ἀγαθός , ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 

    Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος βαρύς. 

    Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον· ἠνέῳξας τῷ λῃστῇ τὸν Παράδεισον· τῶν Μυροφόρων

    τὸν θρῆνον μετέβαλες , καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας , ὅτι ἀνέστης Χριστὲ ὁ Θεός , 

    παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. 

    Στίχ . β .́ Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον , ὅτι ἀγαθός , ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος

    αὐτοῦ. 

    Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. 

    Στίχ . γ´. Αὕτη ἡ ἡμέρα , ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. 

    Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. 

    * * * 

    ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ

    Εἰσοδικόν. Ἦχος β .́ (ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς , ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν) 

    Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ , ὁ ἀναστὰς ἐκ νεκρῶν… 

    … ψάλλοντάς σοι  , Ἀλληλούϊα. 

    * * * 

  • 8/20/2019 2015-07-26_kyr_h_mat8aiou-b-7

    15/17

      15

    Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος βαρύς. (ψάλλεται ὑπὸ τῶν ἱερέων , ἐὰν τελῆται συλλείτουργον) 

    Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον· ἠνέῳξας τῷ λῃστῇ τὸν Παράδεισον· τῶν Μυροφόρων

    τὸν θρῆνον μετέβαλες , καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας , ὅτι ἀνέστης Χριστὲ ὁ Θεός , 

    παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. 

    Τὸ Ἀπολυτίκιον τῆς Ἁγίας. Ἦχος α .́ 

    Τ ὴν σπουδήν σου τῇ κλήσει κατάλληλον , ἐργασαμένη φερώνυμε ,  τὴν ὁμώνυμόν σου πίστιν εἰς

    κατοικίαν κεκλήρωσαι  , Παρασκευὴ ἀθληφόρε· ὅθεν προχέεις ἰάματα ,  καὶ πρεσβεύεις ὑπὲρ τῶνψυχῶν ἡμῶν. 

    Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. 

    Κοντάκιον τῆς Θεοτόκου. Ἦχος β .́ (ψάλλεται ὑπὸ τῶν ἱερέων , ἐὰν τελῆται συλλείτουργον) 

    Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε , μεσιτεία πρὸς τὸν ποιητὴν ἀμετάθετε , μὴ παρίδῃς ἁ‐

    μαρτωλῶν δεήσεων φωνάς ,  ἀλλὰ πρόφθασον ὡς ἀγαθὴ εἰς τὴν βοήθειαν ἡμῶν ,  τῶν πιστῶς

    κραυγαζόντων σοι· Τάχυνον εἰς πρεσβείαν καὶ σπεῦσον εἰς ἱκεσίαν , ἡ προστατεύουσα ἀεί  , Θεο‐

    τόκε , τῶν τιμώντων σε. 

    * * * 

    ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ

    * * * 

    ΑΠΟΣΤΟΛΟΣτῆς Ἁγίας

    (ζήτει τῇ Πέμπτῃ ιε´ ἑβδομάδος) 

    Προκείμενον ἦχος δ´. (Ψαλμὸς ξζ´) 

    Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ. 

    Στίχ . Ἐ ν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν. Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. 

    (Γαλ. γ´ 23 – δ´ 5) 

    Ἀδελφοί  , πρὸ τοῦ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκεκλεισμένοι εἰς τὴν μέλλου‐

    σαν πίστιν ἀποκαλυφθῆναι . Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν , ἵνα ἐκ πίστε‐

    ως δικαιωθῶμεν· ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. Πάντες γὰρ υἱοὶ Θεοῦ

    ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ· ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε , Χριστὸν ἐνεδύσασθε. 

    Οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην ,  οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος ,  οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες

     γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ. Εἰ δὲ ὑμεῖς Χριστοῦ , ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστὲ καὶ κατ᾿

    ἐπαγγελίαν κληρονόμοι .  Λέγω δέ ,  ἐφ᾿ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν , οὐδὲν διαφέρειδούλου , κύριος πάντων ὤν , ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ

    πατρός. Οὕτω καὶ ἡμεῖς , ὅτε ἦμεν νήπιοι  , ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι· ὅτε δὲ

     ἦλθε τὸ πλήρωμα τοῦ χρόνου , ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ , γενόμενον ἐκ γυναικός , γε‐

     νόμενον ὑπὸ νόμον , ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ , ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν. 

    Ἀλληλούϊα ( γ´). 

    Ἦχος α´. (Ψαλμὸς λθ´) 

    Στίχ . Ὑπομένων ὑπέμεινα τὸν Κύριον , καὶ προσέσχε μοι . 

    Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου. 

    * * * 

  • 8/20/2019 2015-07-26_kyr_h_mat8aiou-b-7

    16/17

      16

    ΕΥΑΓΓΕΛΙΟΝ(Κυριακῆς Η´ Ματθαίου) 

    Ἐκ τοῦ κατὰ Ματθαῖον(ιδ´ 14‐22) 

    Τῷ καιρῷ ἐκείνῳ ,  εἶδεν ὁ Ἰησοῦς πολὺν ὄχλον , καὶ ἐσπλαγχνίσθη ἐπ᾿ αὐτοῖς καὶ ἐθεράπευσε τοὺς ἀῤῥώστους αὐτῶν. Ὀψίας δὲ

     γενομένης προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· Ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους , 

    ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐ‐

    τοῖς ὑμεῖς φαγεῖν. Οἱ δὲ λέγουσιν αὐτῷ· Οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας. Ὁ δὲ εἶπε· Φέρετέ μοι αὐτούς ὧδε. 

    Καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοὺς χόρτους , λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας , ἀναβλέψας εἰς τὸν οὐ‐ρανὸν εὐλόγησε , καὶ κλάσας ἔδωκε τοῖς μαθηταῖς τοὺς ἄρτους οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. Καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν , 

    καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις. Οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυ‐

     ναικῶν καὶ παιδίων. Καὶ εὐθέως ἠνάγκασεν ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέ‐

    ραν , ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. 

    Δόξα σοι  , Κύριε , δόξα σοι . 

    * * * Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱ. Χρυσοστόμου

    * * * 

    Εἰς τό· Ἐξαιρέτως… 

    Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον , τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶμητέρα τοῦ Θεοῦ ἡμῶν.  Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σερα‐

    φίμ , τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν , τὴν ὄντως Θεοτόκον , σὲ μεγαλύνομεν. 

    * * * 

    Κοινωνικόν. 

    Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα. 

    Μετὰ τὴν μετάδοσιν. Ἦχος β .́ 

    Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν , ἐλάβομεν Πνεῦμα ἐπουράνιον , εὕρομεν πίστιν ἀληθῆ ,  ἀδιαίρετον

    Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς ἔσωσεν. 

    Εἰς τό· Π  Π  Π άάάννντ τ τ οοοτ τ τ εεε  , , ,  νννῦῦῦννν κκκαααὶὶὶ  ἀἀἀεεεί ί ί ……… 

    Ἦχος β´. 

    Ἀμήν , Ἀμήν ,  Ἀμήν.  Πληρωθήτω τὸ στόμα ἡμῶν αἰνέσεώς σου , Κύριε , ὅπως ὑμνήσωμεν τὴν δό‐

    ξαν σου , ὅτι ἠξίωσας ἡμᾶς μετασχεῖν τῶν ἁγίων καὶ φρικτῶν σου μυστηρίων· τήρησον ἡμᾶς ἐν

    τῷ σῷ ἁγιασμῷ , ὅλην τὴν ἡμέραν μελετᾶν τὴν δικαιοσύνην σου. Ἀλληλούϊα , ἀλληλούϊα , ἀλλη‐

    λούϊα. 

    Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β .́ 

    Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ´) 

    Ἀπόλυσις· ὉὉὉ ἀἀἀνννααασ σ σ τ τ τ ὰὰὰςςς ἐἐἐκκκ νννεεεκκκ ρ ρ ρῶῶῶννν ... ... ... 

    Δι᾿ εὐχῶν... Ἀμήν. 

    * * * * * 

    Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε

    καὶ διανέμεται δωρεὰν

    ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο

    http://akolouthies.wordpress.com 

    Προσφέρεται γιὰ ἰδιωτικὴ χρῆσι. 

  • 8/20/2019 2015-07-26_kyr_h_mat8aiou-b-7

    17/17

      17

    Δὲν ἐπιτρέπεται ἡ ἐμπόρευσί της. 

    Ἀπολυτίκια τῶν συνεορταζομένων Ἁγίων

    Ἀπολυτίκιον τῶν Ἱερομαρτύρων. 

    Ἦχος γ´. Τὴν ὡραιότητα. 

    Ἱερατεύσαντες ,  γνησίως Ἅγιοι  ,  τῷ πρυτανεύσαντι  ,  ὑμῖν τὰ κρείττονα ,  τοῦ μαρτυρίου τὴν ὁδόν ,  ἠνύσατε γηθοσύνως , ἱερὲ Ἑρμόλαε , σὺν Ἑρμίππῳ Ἑρμόκρατες , τρίστυλον ἑδραίωμα , Ἐκκλησίας

     γενόμενοι· διὸ ἐκδυσωπεῖτε ἀπαύστως , σῴζεσθαι πάντας πάσης βλάβης. 

    Ἀπολυτίκιον τοῦ Ὁσίου Γεροντίου. 

    Ἦχος γ´. Θείας πίστεως. 

    Γέρας πέφηνας τῆς ἐγκρατείας ,  γέρας εἴληφας ,  τῆς ἀφθαρσίας ,  φερωνύμως θεοφόρε Γερόντιε·

    ἀσκητικαῖς ἀρεταῖς γὰρ κοσμούμενος , Βουλευτηρίων Μονῆς ὤφθης πρότυπον. Πάτερ Ὅσιε , Χρι‐

    στὸν τὸν Θεὸν ἱκέτευε , δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. 

    Ἕτερον Ἀπολυτίκιον τοῦ Ὁσίου Γεροντίου. 

    Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον. 

    Τ ῆς προμήτορος Ἄννης Χριστοῦ τῆς Σκήτεως ,  θεόπνουν κτίτορα ὕμνοις καὶ μελιῤῥύτοις ᾠδαῖς , 

    ἐπαινέσωμεν πιστοὶ σεπτὸν Γερόντιον , τὸν δι᾿ ἐνθέρμου προσευχῆς ,  ὕδωρ ἄφθονον ἐκ γῆς ἀνί‐

    κμου ἐξαγαγόντα βοῶντες· ῥείθροις εὐχῶν σου ἡμῶν ξηρὰς καρδίας πίανον. 

    Ἀπολυτίκιον τῶν Ὁσίων Ἁγιαναννιτῶν. 

    Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον. 

    Ἀ νωνύμων Ἁγίων πληθὺν τῆς Σκήτεως Ἁγίας Ἄννης τὴν οὖσαν γνωστὴν Χριστῷ τῷ Θεῷ καὶ ἀ‐

    παύστως εὐωδίαν πᾶσι βλύζουσαν , ἣν καὶ ἠσθάνθη ὁ σεπτὸς σὺν τοῖς ἄλλοις ἀσκηταῖς Ἀκάκιος

    ὁλοψύχως ἀνευφημήσωμεν θείοις αὐτῆς λιτὰς ἀπεκδεχόμενοι . 

    Ἀπολυτίκιον Ἁγίου Ἀττάλου. 

    Ἦχος δ´. Ταχὺ προκατάλαβε. 

    Χορείαν ὑπέρλαμπρον τῶν ἀθλητῶν ,  ἀδελφοί  ,  ἐνδόξως τιμήσωμεν ἐπὶ τῇ μνήμῃ αὐτῶν ἑόρτια

    μέλποντες· Ἄτταλε ἀθλοφόρε ,  σὺν Ματούρῳ καὶ Σάγκτῳ ,  ἅμα τε Ἀλεξάνδρῳ καὶ Βλανδίνῃ ,  ἀ‐

    παύστως , Χριστὸν ἐκδυσωπεῖτε ὑπὲρ τῶν ψυχῶν ἡμῶν. 

    Τὰ συνήθη Ἑορτολόγια τοποθετοῦν τὴν Μνήμην τῶν Ἁγίων τούτων κατὰ τὴν 25 ην τοῦ παρόντος Μηνός , πλὴν ὅμως ὁ ἀοίδιμοςΜητροπολίτης Μηθύμνης Ἰάκωβος ὁ Μαλλιαρός , ἐκδώσας ἐν ἔτει 1969 (ὢν Μητροπολίτης) τὴν Ἀκολουθίαν τῶν Ἁγίων , πρὸς

    χάριν τῶν ἐκ Περγάμου καταγομένων καὶ ἐν Ἀθήναις διαβιούντων προσφύγων τῆς Μικρασιατικῆς Καταστροφῆς , οἵτινες κέκτη‐

     νται τὸν Μάρτυρα Ἄτταλον Πολιοῦχον τῆς γενετείρας αὐτῶν , προτιμᾷ τὸν ἑορτασμὸν τῶν Ἁγίων κατὰ τὴν ὡς ἄνω

     ἡμερομηνίαν , ἤτοι 26 ην Ἰουλίου.