2015-08-02_kyr_8_mat8aiou-a-8

  • Upload
    sakis87

  • View
    212

  • Download
    0

Embed Size (px)

Citation preview

  • 8/20/2019 2015-08-02_kyr_8_mat8aiou-a-8

    1/13

      1

    02 ΑΥΓΟΥΣΤΟΥ 2015 

    Κυριακὴ Θ´ ΜατθαίουἈνακομιδή Πρωτομ.Στεφάνου

    Ἦχος πλ. δ´. Ἑωθινὸν Θ .́ 

    * * * * * 

    ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

    Μετὰ τὸν Ἑξάψαλμον , 

    Συναπτὴ μεγάλη , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  πππ ρ ρ ρέέέπππεεειιι  σ σ σ οοοιιι  πππᾶᾶᾶσ σ σ ααα δδδόόόξ ξ ξ ααα ... ... ...  

    Ἦχος πλ. δ´. 

    Θεὸς Κύριος ,  καὶ ἐπέφανεν ἡμῖν· εὐλογημέ‐

     νος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. 

    Στίχ . α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ , ὅτι ἀγα‐

    θός , ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 

    Θεὸς Κύριος , καὶ ἐπέφανεν ἡμῖν... 

    Στίχ . β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με , καὶ τῷ

    ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. 

    Θεὸς Κύριος , καὶ ἐπέφανεν ἡμῖν... 

    Στίχ . γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη , καί ἐστι

    θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 

    Θεὸς Κύριος , καὶ ἐπέφανεν ἡμῖν... 

    ΑΠΟΛΥΤΙΚΙΑ

    Τὸ Ἀναστάσιμον. Ἦχος πλ. δ´. Ἐξ ὕψους κατῆλθες ὁ Εὔσπλαγχνος ,  ταφὴν

    κατεδέξω τριήμερον ,  ἵνα ἡμᾶς ἐλευθερώσῃς

    τῶν παθῶν.  Ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν , 

    Κύριε , δόξα σοι . 

    Δόξα. 

    Ἀπολυτίκιον τοῦ Πρωτομάρτυρος. 

    Ἦχος δ´. Ταχὺ προκατάλαβε. 

    Βασίλειον διάδημα , ἐστέφθη σὴ κορυφή , ἐξ ᾄ‐

    θλων ὧν ὑπέμεινας ,  ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ , μαρτύρων πρωτόαθλε Στέφανε· σύ γὰρ τὴν Ἰ‐

    ουδαίων ἀπελέγξας μανίαν ,  εἶδές σου τὸν

    Σωτῆρα , τοῦ Πατρὸς δεξιόθεν. Αὐτὸν οὖν ἐκ‐

    δυσώπει ἀεί  , ὑπὲρ τῶν ψυχῶν ἡμῶν. 

    Καὶ νῦν. Θεοτοκίον. 

    Τὸ ἀπ᾿ αἰῶνος ἀπόκρυφον ,  καὶ Ἀγγέλοις ἄ‐

     γνωστον μυστήριον , διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ

     γῆς πεφανέρωται  ,  Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει

    σαρκούμενος ,  καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡ‐μῶν καταδεξάμενος· δι᾿ οὗ ἀναστήσας τὸν

    πρωτόπλαστον ,  ἔσωσεν ἐκ θανάτου τὰς ψυ‐

    χὰς ἡμῶν. 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  σ σ σ ὸὸὸννν τ τ τ ὸὸὸ κκκ ρ ρ ράάάτ τ τ οοοςςς ... ... ... 

    * * * 

    ΚΑΘΙΣΜΑΤΑ

    Μετὰ τὴν α´ ΣτιχολογίανἈναστάσιμα. Ἦχος πλ. δ´. 

    Ἀ νέστης ἐκ νεκρῶν , ἡ ζωὴ τῶν ἁπάντων ,  καὶ

    Ἄγγελος φωτός ,  ταῖς γυναιξὶν ἐβόα· Παύσα‐

    σθε τῶν δακρύων , τοῖς Ἀποστόλοις εὐαγγελί‐

    σασθε· κράξατε ἀνυμνοῦσαι· Ὅτι ἀνέστη Χρι‐

    στὸς ὁ Κύριος ,  ὁ εὐδοκήσας σῶσαι ὡς Θεός , 

    τὸ γένος τῶν ἀνθρώπων. 

    Δόξα. Τὴν Σοφίαν καὶ Λόγον. 

    Ἀ ναστὰς ἐκ τοῦ τάφου ὡς ἀληθῶς ,  ταῖς ὁσί‐αις προσέταξας γυναιξί  ,  κηρῦξαι τὴν ἔγερ‐

    σιν ,  Ἀποστόλοις ὡς γέγραπται· καὶ δρομαῖος

    ὁ Πέτρος ,  ἐπέστη τῷ μνήματι  ,  καὶ τὸ φῶς ἐν

    τῷ τάφῳ , ὁρῶν κατεπλήττετο· ὅθεν καὶ κατεῖ‐

    δε , τὰ ὀθόνια μόνα , χωρὶς τοῦ θείου σώματος , 

    ἐν αὐτῷ κατακείμενα· καὶ πιστεύσας ἐβόησε·

    Δόξα σοι Χριστὲ ὁ Θεός ,  ὅτι σώζεις ἅπαντας

    Σωτὴρ ἡμῶν· τοῦ Πατρὸς γὰρ ὑπάρχεις ἀ‐

    παύγασμα. 

    Καὶ νῦν. Θεοτοκίον. 

    Ὁ δι᾿ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου , καὶ σταύ‐

    ρωσιν ὑπομείνας Ἀγαθέ , ὁ θανάτῳ τὸν θάνα‐

    τον σκυλεύσας ,  καὶ ἔγερσιν δείξας ὡς Θεός , 

    μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου· δεῖξον

    τὴν φιλανθρωπίαν σου Ἐλεῆμον· δέξαι τὴν

    τεκοῦσάν σε Θεοτόκον ,  πρεσβεύουσαν ὑπὲρ

     ἡμῶν , καὶ σῶσον Σωτὴρ ἡμῶν , λαὸν ἀπεγνω‐

    σμένον. Μετὰ τὴν β´ Στιχολογίαν

    Ἦχος πλ. δ´. 

    Ἄ νθρωποι τὸ μνῆμά σου , Σωτὴρ ἐσφραγίσαν‐

    το , Ἄγγελος τὸν λίθον , ἐκ τῆς θύρας ἀπεκύλι‐

    σε.  Γυναῖκες ἐθεάσαντο ,  ἐγηγερμένον ἐκ νε‐

    κρῶν ,  καὶ αὗται εὐηγγελίσαντο ,  τοῖς Μαθη‐

    ταῖς σου ἐν Σιών· Ὅτι ἀνέστης ἡ ζωὴ τῶν ἁ‐

    πάντων ,  καὶ διελύθη τὰ δεσμὰ τοῦ θανάτου. 

    Κύριε δόξα σοι . 

    Δόξα. Τὰ μύρα τῆς ταφῆς ,  αἱ γυναῖκες κομίσασαι  , 

    φωνῆς ἀγγελικῆς , ἐκ τοῦ τάφου ἤκουον· Παύ‐

  • 8/20/2019 2015-08-02_kyr_8_mat8aiou-a-8

    2/13

      2

    σασθε τῶν δακρύων ,  καὶ ἀντὶ λύπης χαρὰν

    κομίσασθε· κράξατε ἀνυμνοῦσαι  ,  ὅτι ἀνέστη

    Χριστὸς ὁ Κύριος ,  ὁ εὐδοκήσας σῶσαι ὡς Θε‐

    ός , τὸ γένος τῶν ἀνθρώπων. 

    Καὶ νῦν. Θεοτοκίον. 

    Ἐπὶ σοὶ χαίρει  , Κεχαριτωμένη , πᾶσα ἡ κτίσις , 

    Ἀγγέλων τὸ σύστημα ,  καὶ ἀνθρώπων τὸ γέ‐

     νος ,  ἡγιασμένε ναέ ,  καὶ Παράδεισε λογικέ , παρθενικὸν καύχημα· ἐξ ἧς Θεὸς ἐσαρκώθη , 

    καὶ παιδίον γέγονεν , ὁ πρὸ αἰώνων ὑπάρχων

    Θεὸς ἡμῶν.  Τὴν γὰρ σὴν μήτραν ,  θρόνον ἐ‐

    ποίησε , καὶ τὴν σὴν γαστέρα , πλατυτέραν οὐ‐

    ρανῶν ἀπειργάσατο.  Ἐπὶ σοὶ χαίρει  ,  Κεχαρι‐

    τωμένη , πᾶσα ἡ κτίσις· δόξα σοι . 

    * * * 

    ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ

    Ἦχος πλ. α´. Εὐλογητὸς εἶ  , Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 

    Τῶν ἀγγέλων ὁ δῆμος κατεπλάγη ὁρῶν σε ἐν

     νεκροῖς λογισθέντα ,  τοῦ θανάτου δέ ,  Σωτήρ , 

    τὴν ἰσχὺν καθελόντα καὶ σὺν ἑαυτῷ τὸν Ἀ‐

    δὰμ ἐγείραντα καὶ ἐξ ᾅδου πάντας ἐλευθερώ‐

    σαντα. 

    Εὐλογητὸς εἶ  , Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 

    Τί τὰ μύρα συμπαθῶς τοῖς δάκρυσιν , ὦ μαθή‐

    τριαι  ,  κιρνᾶτε;  ὁ ἀστράπτων ἐν τῷ τάφῳ ἄγ‐

     γελος προσεφθέγγετο ταῖς μυροφόροις· Ἴδετε

    ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐ‐

    ξανέστη τοῦ μνήματος. 

    Εὐλογητὸς εἶ  , Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 

    Λίαν πρωῒ μυροφόροι ἔδραμον πρὸς τὸ μνῆ‐

    μά σου θρηνολογοῦσαι· ἀλλ᾿ ἐπέστη πρὸς αὐ‐

    τὰς ὁ ἄγγελος καὶ εἶπε· Θρήνου ὁ καιρὸς πέ‐

    παυται· μὴ κλαίετε· τὴν ἀνάστασιν δὲ ἀπο‐

    στόλοις εἴπατε. 

    Εὐλογητὸς εἶ  , Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 

    Μυροφόροι γυναῖκες μετὰ μύρων ἐλθοῦσαι

    πρὸς τὸ μνῆμά σου ,  Σῶτερ ,  ἐνηχοῦντο ἀγγέ‐

    λου πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νε‐

    κρῶν τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γὰρ ἐξα‐

     νέστη τοῦ μνήματος. 

    Δόξα. 

    Προσκυνοῦμεν Πατέρα καὶ τὸν τούτου Υἱόντε καὶ τὸ ἅγιον Πνεῦμα , τὴν ἁγίαν Τριάδα ἐν

    μιᾷ τῇ οὐσίᾳ , σὺν τοῖς Σεραφεὶμ κράζοντες τὸ

    Ἅγιος , Ἅγιος , Ἅγιος εἶ  , Κύριε. 

    Καὶ νῦν. 

    Ζωοδότην τεκοῦσα ,  ἐλυτρώσω ,  Παρθένε ,  τὸν

    Ἀδὰμ ἁμαρτίας· χαρμονὴν δὲ τῇ Εὔᾳ ἀντὶ λύ‐

    πης παρέσχες· ῥεύσαντα ζωῆς ,  ἴθυνε πρὸς

    ταύτην δὲ ὁ ἐκ σοῦ σαρκωθεὶς Θεὸς καὶ ἄν‐

    θρωπος. 

    Ἀλληλούϊα , ἀλληλούϊα , ἀλληλούϊα· δόξα σοι

    ὁ Θεός. ( γ´) 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  ηηηὐὐὐλλλόόόγγγηηητ τ τ αααί ί ί  ΣΣΣοοουυυ ... ... ...  

    * * * 

    ΥΠΑΚΟΗ , ΑΝΑΒΑΘΜΟΙ , ΠΡΟΚΕΙΜΕΝΟΝἩ Ὑπακοή. Ἦχος πλ. δ´. 

    Αἱ Μυροφόροι τοῦ ζωοδότου ,  ἐπιστᾶσαι τῷμνήματι  ,  τὸν Δεσπότην ἐζήτουν ,  ἐν νεκροῖς

    τὸν ἀθάνατον· καὶ χαρᾶς εὐαγγέλια ,  ἐκ τοῦ

    Ἀγγέλου δεξάμεναι  ,  τοῖς Ἀποστόλοις ἐμήνυ‐

    ον· Ὅτι ἀνέστη ὁ Κύριος , παρέχων τῷ κόσμῳ

    τὸ μέγα ἔλεος. 

    οἱ Ἀναβαθμοί . Ἦχος πλ. δ´. Ἀντίφωνον Α´. 

    Ἐκ νεότητός μου ,  ὁ ἐχθρός με πειράζει  ,  ταῖς

     ἡδοναῖς φλέγει με· ἐγὼ δὲ πεποιθώς ,  ἐν σοὶΚύριε , τροποῦμαι τοῦτον. 

    Οἱ μισοῦντες Σιών , γενηθήτωσαν δή , πρὶν ἐκ‐

    σπασθῆναι ὡς χόρτος· συγκόψει γὰρ Χριστός , 

    αὐχένας αὐτῶν , τομῇ βασάνων. 

    Δόξα. Καὶ νῦν. 

    Ἁ γίῳ Πνεύματι  , τὸ ζῆν τὰ πάντα , φῶς ἐκ φω‐

    τός ,  Θεὸς μέγας· σὺν Πατρὶ ὑμνοῦμεν αὐτὸ

    καὶ τῷ Λόγῳ. 

    Ἀντίφωνον Β´. Ἡ  καρδία μου ,  τῷ φόβῳ σου σκεπέσθω ,  τα‐

    πεινοφρονοῦσα· μὴ ὑψωθεῖσα ἀποπέσῃ ,  ἐκ

    σοῦ Πανοικτίρμον. 

    Ἐπὶ τὸν Κύριον ,  ὁ ἐσχηκὼς ἐλπίδα ,  οὐ δείσει

    τότε , ὅτε πυρὶ τὰ πάντα , κρινεῖ καὶ κολάσει . 

    Δόξα. Καὶ νῦν. 

    Ἁ γίῳ Πνεύματι  , πᾶς τις θεῖος βλέπει καὶ προ‐

    λέγει  ,  τερατουργεῖ ὕψιστα ,  ἐν τρισὶν ἕνα Θε‐

    ὸν μέλπων· εἰ γὰρ καὶ τριλαμπεῖ  , μοναρχεῖ τὸθεῖον. 

    Ἀντίφωνον Γ´. 

  • 8/20/2019 2015-08-02_kyr_8_mat8aiou-a-8

    3/13

      3

    Ἐκέκραξά σοι Κύριε ,  πρόσχες ,  κλῖνόν μοι τὸ

    οὖς σου βοῶντι  , καὶ κάθαρον πρὶν ἄρῃς με , ἀ‐

    πὸ τῶν ἐνθένδε. 

    Ἐπὶ τὴν μητέρα αὐτοῦ γῆν ,  δύνων πᾶς αὖθις

    ἀναλύσει  ,  τοῦ λαβεῖν βασάνους ,  ἢ γέρα τῶν

    βεβιωμένων. 

    Δόξα. Καὶ νῦν. 

    Ἁ γίῳ Πνεύματι  ,  θεολογία μονὰς τρισαγία· ὁ

    Πατὴρ γὰρ ἄναρχος ,  ἐξ οὗ ἔφυ ὁ Υἱὸς ἀχρό‐

     νως ,  καὶ τὸ Πνεῦμα σύμμορφον ,  σύνθρονον , 

    ἐκ Πατρὸς συνεκλάμψαν. Ἀντίφωνον Δ´. 

    Ἰδοὺ δὴ τί καλόν ,  ἢ τί τερπνόν ,  ἀλλ᾿ ἢ τὸ κα‐

    τοικεῖν ἀδελφοὺς ἅμα;  ἐν τούτῳ γὰρ Κύριος , 

    ἐπηγγείλατο ζωὴν αἰωνίαν. 

    Τοῦ ἐνδύματος αὐτοῦ ,  ὁ τὰ κρίνα τοῦ ἀγροῦ

    κοσμῶν , κελεύει μὴ δεῖν φροντίζειν. 

    Δόξα. Καὶ νῦν. 

    Ἁ γίῳ Πνεύματι  ,  ἑνοειδεῖ αἰτίᾳ ,  πάντα ἔχεται

    εἰρηνοβραβεύτως· Θεὸς τοῦτο γάρ ἐστι  , Πατρί

    τε καὶ Υἱῷ , ὁμοούσιον κυρίως. 

    Προκείμενον. Ψαλμὸς ρβ´ (102). 

    Bασιλεύσει Κύριος εἰς τὸν αἰῶνα ,  ὁ Θεός σου

    Σιών , εἰς γενεὰν καὶ γενεάν. (δίς) 

    Στίχ .  Αἴνει ἡ ψυχή μου ,  τὸν Κύριον· αἰνέσωΚύριον ἐν τῇ ζωῇ μου , ψαλῶ τῷ Θεῷ μου ἕως

    ὑπάρχω. 

    Bασιλεύσει Κύριος εἰς τὸν αἰῶνα... * * * 

    ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥὁ διάκονος· Τ Τ Τ οοοῦῦῦ Κ Κ Κ υυυ ρ ρ ρί ί ί οοουυυ δδδεεεηηηθθθῶῶῶ μ μ μεεεννν ... 

    Κύριε , ἐλέησον. ὁ ἱερεύς· ὍὍὍτ τ τ ιιι  ἅἅἅγγγιιιοοοςςς εεεἶ ἶ ἶ  , , ,  ὁὁὁ ΘΘΘεεεὸὸὸςςς ἡἡἡ μ μ μῶῶῶννν  , , ,  ... ... ... 

    Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. 

    Αἰνεσάτω πνοή… πᾶσα τὸν Κύριον. ὁ διάκονος· Κ Κ Κ αααὶὶὶ   ὑὑὑπππὲὲὲ ρ ρ ρ  τ τ τ οοοῦῦῦ  κκκααατ τ τ αααξ ξ ξ ιιιωωωθθθῆῆῆννναααιιι   ἡἡἡ μ μ μᾶᾶᾶςςς  τ τ τ ῆῆῆςςς 

    ἀἀἀκκκ ρ ρ ροοοάάάσ σ σ εεεωωωςςς  τ τ τ οοοῦῦῦ  ἁἁἁγγγί ί ί οοουυυ  ΕΕΕὐὐὐαααγγγγγγεεελλλί ί ί οοουυυ  Κ Κ Κ ύύύ ρ ρ ριιιοοοννν  τ τ τ ὸὸὸννν 

    ΘΘΘεεεὸὸὸννν ἡἡἡ μ μ μῶῶῶννν ἱ ἱ ἱ κκκεεετ τ τ εεεύύύσ σ σ ωωω μ μ μεεεννν ... 

    Κύριε , ἐλέησον. ( γ´) ὁ διάκονος·  ΣΣΣοοοφφφί ί ί ααα···   ὀὀὀ ρ ρ ρθθθοοοί ί ί ···   ἀἀἀκκκοοούύύσ σ σ ωωω μ μ μεεεννν  τ τ τ οοοῦῦῦ  ἁἁἁγγγί ί ί οοουυυ ΕΕΕὐὐὐαααγγγγγγεεελλλί ί ί οοουυυ ...  ὁ ἱερεύς· ΕΕΕἰ ἰ ἰ  ρ ρ ρήήήνννηηη πππᾶᾶᾶσ σ σ ιιι ... 

    Καὶ τῷ Πνεύματί σου. ὁ ἱερεύς· Ἐ Ἐ Ἐκκκ τ τ τ οοοῦῦῦ κκκααατ τ τ ὰὰὰ Ἰ  Ἰ  Ἰ ωωωάάάννννννηηηννν ἁἁἁγγγί ί ί οοουυυ ΕΕΕὐὐὐαααγγγγγγεεελλλί ί ί οοουυυ 

    τ τ τ ὸὸὸ ἀἀἀνννάάάγγγνννωωωσ σ σ  μ μ μααα ... 

    ὁ διάκονος· Π  Π  Π  ρ ρ ρόόόσ σ σ  χ  χ  χ ωωω μ μ μεεεννν ...  

    Δόξα σοι  , Κύριε , δόξα σοι . 

    ὁ ἱερεὺς ἀναγινώσκει τὸ ἐνδιάτακτον Ἑῳθινὸν Εὐαγγέλιον

    Ἑωθινὸν Θ´

    Ἐκ τοῦ κατὰ Ἰωάννην(κ´ 19‐31) 

    Οὔσης ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν σαββάτων , καὶ τῶν

    θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι διὰ

    τὸν φόβον τῶν Ἰουδαίων , ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέ‐σον ,  καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν.  Καὶ τοῦτο εἰπὼν ἔδειξεν

    αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ.  Ἐχάρησαν οὖν οἱ

    μαθηταὶ ἰδόντες τὸν Κύριον.  Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πά‐

    λιν· Εἰρήνη ὑμῖν.  Καθὼς ἀπέσταλκέ με ὁ πατήρ ,  κἀγὼ πέμ‐

    πω ὑμᾶς.  Καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς· Λά‐

    βετε Πνεῦμα Ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας , ἀφίενται

    αὐτοῖς , ἄν τινων κρατῆτε , κεκράτηνται . Θωμᾶς δὲ εἷς ἐκ τῶν

    δώδεκα ,  ὁ λεγόμενος Δίδυμος , οὐκ ἦν μετ᾿ αὐτῶν ὅτε ἦλθεν

    ὁ Ἰησοῦς.  Ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· Ἑωράκαμεν

    τὸν Κύριον. Ὁ δὲ εἶπεν αὐτοῖς· Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐ‐

    τοῦ τὸν τύπον τῶν ἥλων , καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν

    τύπον τῶν ἥλων ,  καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰναὐτοῦ , οὐ μὴ πιστεύσω. Καὶ μεθ᾿ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔ‐

    σω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ᾿ αὐτῶν.  Ἔρχεται ὁ Ἰη‐

    σοῦς τῶν θυρῶν κεκλεισμένων , καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶ‐

    πεν· Εἰρήνη ὑμῖν.  Εἶτα λέγει τῷ Θωμᾷ· Φέρε τὸν δάκτυλόν

    σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου ,  καὶ φέρε τὴν χεῖρά σου καὶ

    βάλε εἰς τὴν πλευράν μου ,  καὶ μὴ γίνου ἄπιστος ,  ἀλλὰ πι‐

    στός. Καὶ ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ· Ὁ Κύριός μου καὶ

    ὁ Θεός μου. Λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὅτι ἑώρακάς με , πεπίστευ‐

    κας· μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες.  Πολλὰ μὲν

    οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθη‐

    τῶν αὐτοῦ , ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ· ταῦ‐

    τα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι ὁ Ἰησοῦς ἐστιν ὁ Χριστὸς

    ὁ υἱὸς τοῦ Θεοῦ , καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνό‐

    ματι αὐτοῦ. 

    Δόξα σοι  , Κύριε , δόξα σοι . 

    ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης·

    Ἀ νάστασιν Χριστοῦ θεασάμενοι  ,  προσκυνή‐

    σωμεν ἅγιον Κύριον Ἰησοῦν ,  τὸν μόνον ἀνα‐

    μάρτητον.  Τὸν σταυρόν σου ,  Χριστέ ,  προσκυ‐

     νοῦμεν καὶ τὴν ἁγίαν σου ἀνάστασιν ὑμνοῦ‐

    μεν καὶ δοξάζομεν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν ,  ἐ‐

    κτός σου ἄλλον οὐκ οἴδαμεν , τὸ ὄνομά σου ὀ‐

     νομάζομεν.  Δεῦτε πάντες οἱ πιστοὶ προσκυ‐

     νήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν· ἰ‐

    δοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ χαρὰ ἐν ὅλῳ

    τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύρι‐

    ον , ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ. Σταυρὸν

     γὰρ ὑπομείνας δι᾿ ἡμᾶς ,  θανάτῳ θάνατον ὤ‐

    λεσεν. 

    οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον 

  • 8/20/2019 2015-08-02_kyr_8_mat8aiou-a-8

    4/13

      4

    Ἦχος β´. 

    Ἐλεῆμον ,  Ἐλέησόν με ,  ὁ Θεός ,  κατὰ τὸ μέγα

    ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν

    σου ἐξάλειψον τὸ ἀνόμημά μου. 

    Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου

    καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. 

    Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω ,  καὶ ἡ ἁ‐μαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. 

    Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν

    σου ἐποίησα ,  ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λό‐

     γοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. 

    Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην ,  καὶ ἐν ἁ‐

    μαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. 

    Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας ,  τὰ ἄδηλα καὶ

    τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι .  Ῥαντιεῖς με ὑσσώπῳ ,  καὶ καθαρισθήσομαι·

    πλυνεῖς με , καὶ ὑπὲρ χιόνα λευκανθήσομαι . 

    Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀ‐

     γαλλιάσονται ὀστέα τεταπεινωμένα. 

    Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁ‐

    μαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξά‐

    λειψον. 

    Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί  , ὁ Θεός , καὶπνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις

    μου. 

    Μ ὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου , 

    καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς

    ἀπ᾿ ἐμοῦ. 

    Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου

    σου , καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. 

    Διδάξω ἀνόμους τὰς ὁδούς σου ,  καὶ ἀσεβεῖςἐπὶ σὲ ἐπιστρέψουσι . 

     Ῥῦσαί με ἐξ αἱμάτων , ὁ Θεός , ὁ Θεὸς τῆς σω‐

    τηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν

    δικαιοσύνην σου. 

    Κύριε ,  τὰ χείλη μου ἀνοίξεις ,  καὶ τὸ στόμα

    μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. 

    Ὅτι  ,  εἰ ἠθέλησας θυσίαν ,  ἔδωκα ἄν· ὁλοκαυ‐

    τώματα οὐκ εὐδοκήσεις. 

    Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρ‐

    δίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ

    Θεὸς οὐκ ἐξουδενώσει . 

    Ἀ γάθυνον ,  Κύριε ,  ἐν τῇ εὐδοκίᾳ σου τὴν Σι‐

    ών , καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. 

    Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ,  ἀναφο‐

    ρὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μό‐

    σχους. Καὶ ἐλέησόν με , ὁ Θεός. 

    Δόξα. 

    Ταῖς τῶν Ἀποστόλων πρεσβείαις , ἐλεῆμον ,  ἐ‐

    ξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. 

    Καὶ νῦν. 

    Ταῖς τῆς Θεοτόκου πρεσβείαις ,  ἐλεῆμον ,  ἐξά‐

    λειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. 

    Καὶ τὸ πεντηκοστάριον. Ἦχος ὁ αὐτός. 

    Στίχ . Ἐλέησόν με , ὁ Θεός , κατὰ τὸ μέγα ἔλεός

    σου ,  καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου

    ἐξάλειψον τὸ ἀνόμημά μου. 

    Ἀ ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου ,  καθὼς

    προεῖπεν ,  ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ

    μέγα ἔλεος. 

    ΣΣΣῶῶῶσ σ σ οοοννν  , , ,  ὁὁὁ ΘΘΘεεεόόόςςς  , , ,  τ τ τ ὸὸὸννν λλλαααόόόννν ΣΣΣοοουυυ ... ... ...  Κύριε , ἐλέησον. 

    (ιβ´)  Ἐ Ἐ Ἐλλλέέέεεειιι  κκκαααὶὶὶ  οοοἰ ἰ ἰ κκκτ τ τ ιιι ρ ρ ρ μ μ μοοοῖ ῖ ῖ ςςς ... ... ...

     Ἀμήν. 

    ΟΙ ΚΑΝΟΝΕΣὁ Ἀναστάσιμος μετὰ τῶν εἱρμῶν καὶ ὁ τοῦ Ἁγίου

    ᾨδὴ α´. ὁ Ἀναστάσιμος εἰς δ´

    (ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ) 

    Ἦχος πλ. δ´. Ὁ Εἱρμός. 

    Ἁρματηλάτην Φαραὼ ἐβύθισε ,  τερατουργοῦ‐

    σα ποτέ ,  Μωσαϊκὴ ῥάβδος ,  σταυροτύπως

    πλήξασα ,

     καὶ διελοῦσα θάλασσαν· Ἰσραὴλ δὲφυγάδα , πεζὸν ὁδίτην διέσωσεν , ᾆσμα τῷ Θε‐

    ῷ ἀναμέλποντα. 

    Στίχ . Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου , Κύριε. 

    Τ ὴν παντοδύναμον Χριστοῦ θεότητα , πῶς μὴ

    θαυμάσωμεν!  ἐκ μὲν παθῶν πᾶσι  ,  τοῖς πι‐

    στοῖς ἀπάθειαν ,  καὶ ἀφθαρσίαν βλύζουσαν·

    ἐκ πλευρᾶς δὲ ἁγίας ,  πηγὴν ἀθάνατον στά‐

    ζουσαν , καὶ ζωὴν ἐκ τάφου ἀΐδιον. 

    Στίχ . Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου , Κύριε. 

  • 8/20/2019 2015-08-02_kyr_8_mat8aiou-a-8

    5/13

      5

    Ὡς εὐπρεπὴς ταῖς γυναιξὶν ὁ Ἄγγελος ,  νῦν

    ἐμπεφάνισται  , καὶ τηλαυγῆ φέρων , τῆς ἐμφύ‐

    του σύμβολα ,  ἀΰλου καθαρότητος ,  τῇ μορφῇ

    δὲ μηνύων ,  τὸ φέγγος τῆς ἀναστάσεως ,  κρά‐

    ζει· Ἐξηγέρθη ὁ Κύριος. Θεοτοκίον

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Δεδοξασμένα περὶ σοῦ λελάληνται  ,  ἐν γενε‐αῖς γενεῶν , ἡ τὸν Θεὸν Λόγον , ἐν γαστρὶ χω‐

    ρήσασα ,  ἁγνὴ δὲ διαμείνασα ,  Θεοτόκε Παρ‐

    θένε· διό σε πάντες γεραίρομεν , τὴν μετὰ Θε‐

    ὸν προστασίαν ἡμῶν. 

    καὶ τοῦ Ἁγίου , ὁ παρών , οὗ ἡ ἀκροστιχίς·

    Ἄσματι τὸν πρῶτον τῶν μαρτύρων εὖ στεφανώσω. Θεοφάνους. 

    Ἦχος πλ. δ´. Ἁρματηλάτην Φαραώ. 

    Στίχ . Ἅ γιε τοῦ Θεοῦ , πρέσβευε ὑπὲρ ἡμῶν. 

    Ἀκτινοβόλοις ἀστραπαῖς τοῦ Πνεύματος κα‐ταλαμπόμενος ,  ὑπερφυῶν ᾄθλων ,  καὶ στεῤ‐

    ῥᾶς ἀθλήσεως τοὺς σὲ ὑμνοῦντας φώτισον , 

    παρεστὼς τῷ Δεσπότῃ στεφανηφόρος παν‐

    όλβιε , Στέφανε Μαρτύρων στεφάνωμα. 

    Στίχ . Ἅ γιε τοῦ Θεοῦ , πρέσβευε ὑπὲρ ἡμῶν. 

    Σταδιοδρόμων ἀπαρχὴ γενόμενος ,  καὶ ἀκρο‐

    θίνιον ,  μαρτυρικοῦ στέφους ,  καθορᾶν ἠξίω‐

    σαι  ,  τὸν ἀθλοθέτην ἔνδοξε ,  δεξιᾷ ζωηφόρῳ , 

    θεόπλοκόν σοι προτείνοντα ,  στέφανον θε‐

    σπέσιε Στέφανε. 

    Στίχ . Ἅ γιε τοῦ Θεοῦ , πρέσβευε ὑπὲρ ἡμῶν. 

    Μόνος ὑπάρχων θησαυρὸς χρηστότητος ,  Σῶ‐

    τερ ἀνέδειξας ,  ἐκ τῶν τῆς γῆς κόλπων ,  θη‐

    σαυρὸν πολύτιμον ,  πλοῦτον μὴ δαπανώμε‐

     νον ,  ἀναφαίρετον ὄλβον ,  περιουσίαν ἀνώλε‐

    θρον , Στέφανον τὸν σὸν Πρωτομάρτυρα. 

    Δόξα. Ἀ γγελομόρφῳ προφανῶς λαμπρότητι  ,  κα‐

    ταυγαζόμενος ,  Ἀγγελικοῖς ὕμνοις ,  Πρωτο‐

    μάρτυς Στέφανε ,  καὶ Διακόνων πρόκριτε ,  κε‐

    κρυμμένος ὡς ὤφθης , ἀξίως ὄντως τετίμησαι  , 

    ἔνδοξε Μαρτύρων ἀγλάϊσμα. 

    Καὶ νῦν. Θεοτοκίον

    Σωματωθέντα δι᾿ ἡμᾶς Πανάμωμε ,  τὸν πρὶν

    ἀσώματον , θεαρχικὸν Λόγον , τοῦ Πατρὸς γε‐

     γέννηκας , ὡς παρθενίας σκήνωμα , καὶ δοχεῖ‐

    ον ἁγνείας , καὶ τέμενος καθαρότητος ,.. 

    ...Δέσποινα τοῦ κόσμου Θεόνυμφε. 

    ᾨδὴ γ´. ὁ Ἀναστάσιμος

    Ἦχος πλ. δ´. Ὁ Εἱρμός. 

    Ὁ  στερεώσας κατ᾿ ἀρχάς ,  τοὺς οὐρανοὺς ἐν

    συνέσει  ,  καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας ,  ἐν

    τῇ πέτρᾳ με Χριστέ , τῆς Ἐκκλησίας στήριξον , 

    ὅτι οὐκ ἔστι πλήν σου , ἅγιος μόνε Φιλάνθρω‐

    πε. 

    Στίχ . Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου , Κύριε. 

    Κατακριθέντα τὸν Ἀδάμ , τῇ γεύσει τῆς ἁμαρ‐

    τίας , τῆς σαρκός σου τὸ σωτήριον πάθος , ἐδι‐

    καίωσε Χριστέ· αὐτὸς γὰρ οὐχ ὑπεύθυνος ,  τῇ

    τοῦ θανάτου πείρᾳ , πέφηνας ὁ ἀναμάρτητος. 

    Στίχ . Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου , Κύριε. 

    Τ ῆς ἀναστάσεως τὸ φῶς ,  ἐξέλαμψε τοῖς ἐνσκότει  ,  τοῦ θανάτου καὶ σκιᾷ καθημένοις ,  ὁ

    Θεός μου Ἰησοῦς , καὶ τῇ αὑτοῦ θεότητι  , τὸν ἰ‐

    σχυρὸν δεσμεύσας ,  τούτου τὰ σκεύη διήρπα‐

    σε. Θεοτοκίον

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Τῶν Χερουβὶμ καὶ Σεραφίμ ,  ἐδείχθης ὑψηλο‐

    τέρα ,  Θεοτόκε· σὺ γὰρ μόνη ἐδέξω ,  τὸν ἀχώ‐

    ρητον Θεόν ,  ἐν σῇ γαστρὶ Ἀμόλυντε· διὸ πι‐

    στοί σε πάντες , ὕμνοις ἀεὶ μακαρίζομεν. καὶ τοῦ Ἁγίου 

    Ἦχος πλ. δ´. Ὁ στερεώσας κατ᾿ ἀρχάς. 

    Στίχ . Ἅ γιε τοῦ Θεοῦ , πρέσβευε ὑπὲρ ἡμῶν. 

    Ἱερολόγος ἱερός ,  καὶ θεολόγος ἐδείχθης ,  συ‐

    μπλεκόμενος Ἑβραίων τοῖς δήμοις ,  διελέγ‐

    χων ἀσφαλῶς ,  τὴν τούτων ἀθεότητα ,  καὶ θε‐

    ομάχον γνώμην , Στέφανε μάρτυς πανάριστε. 

    Στίχ . Ἅ γιε τοῦ Θεοῦ , πρέσβευε ὑπὲρ ἡμῶν. 

    Τὸν Πρωτομάρτυρα Χριστοῦ ,  καὶ Διακόνων

    τὸν πρῶτον , τὸν τοῖς Μάρτυσι τοῦ δρόμου τὴν

     νύσσαν ,  ὑποδείξαντα λαμπρῶς ,  Ἀγγέλων

    τὸν συνόμιλον ,  δεῦτε συμφώνως πάντες ὕ‐

    μνοις , ἐνθέως τιμήσωμεν. 

    Στίχ . Ἅ γιε τοῦ Θεοῦ , πρέσβευε ὑπὲρ ἡμῶν. 

    Ὁ κεκρυμμένος θησαυρός , ὑπὸ τὴν γῆν φανε‐

    ροῦται  ,  καὶ τὸν κόσμον εὐωδίας ἐνθέου ,  καὶ

    πλουσίων δωρεῶν ,  τὴν οἰκουμένην ἔπλησεν , ὁ τῶν Μαρτύρων πρῶτος ,  καὶ Διακόνων ὁ

    πρόκριτος. 

  • 8/20/2019 2015-08-02_kyr_8_mat8aiou-a-8

    6/13

      6

    Δόξα. 

    Νενεκρωμένον μου τὸν νοῦν , τῇ τῆς ζωῆς ἐν‐

    εργείᾳ ,  διὰ σοῦ τῆς κηρυχθείσης ἐμφρόνως , 

    ἐξανάστησον ὑμνεῖν ,  τὴν σὴν σεπτὴν πανή‐

     γυριν ,  καὶ σοῦ κατ᾿ ἴχνος βαίνειν ,  Στέφανε

    μάκαρ ἀξίωσον. 

    Καὶ νῦν. Θεοτοκίον

    Πύλη ἐδείχθης νοητή ,  ἀνατολῆς τῆς ἐξ ὕ‐

    ψους ,  τῆς ἐν γῇ φανερωθείσης Παρθένε· διὰ

    σοῦ γὰρ πρὸς ἡμᾶς , ὁ Λόγος εἰσελήλυθεν , ἐπὶ

    τὸ σῶσαι πάντας , .. 

    ..τ ῆς ἀλογίας Πανάχραντε. 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  σ σ σ ὺὺὺ εεεἶ ἶ ἶ  ὁὁὁ ΘΘΘεεεὸὸὸςςς ἡἡἡ μ μ μῶῶῶννν ... ... ... 

    * * * 

    ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑΚοντάκιον τοῦ Ἁγίου.  Ἦχος πλ. δ´. 

    Πρῶτος ἐσπάρης ἐπὶ γῆς ὑπὸ τοῦ οὐρανίου

    Γεωργοῦ πανεύφημε· πρῶτος τὸ αἷμα ἐπὶ γῆς

    διὰ Χριστὸν ἐξέχεας μακάριε· πρῶτος ὑπ᾿ αὐ‐

    τοῦ τὸν τῆς νίκης στέφανον ἀνεδήσω ἐν οὐ‐

    ρανῷ , ὡς Ἀθλητῶν προοίμιον , στεφανῖτα τῶν

    Μαρτύρων ὁ Πρώταθλος. 

    Μεσῴδιον Κάθισμα τοῦ ἉγίουἮχος πλ. α´. Τὸν συνάναρχον Λόγον. 

    Τ ῇ τοῦ Πνεύματος αἴγλῃ καταλαμπόμενος , 

    καὶ τῇ ὄντως σοφίᾳ συνανυψούμενος ,  τῶν

    Ἰουδαίων τὴν ἀχλὺν ἀπημαύρωσας ,  καὶ ἐν

    σταδίῳ τὸν ἐχθρόν ,  ἀθλητικῶς καταβαλών , 

    Μαρτύρων στέφανος ὤφθης. Ἀλλὰ πρέσβευε

    τῷ Κυρίῳ , ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. 

    Δόξα. Καὶ νῦν. Θεοτοκίον

    Ἡ  θερμὴ προστασία καὶ ἀπροσμάχητος ,  ἡ

    ἐλπὶς ἡ βεβαία ,  καὶ ἀκαταίσχυντος ,  τεῖχος

    καὶ σκέπη καὶ λιμὴν τῶν προστρεχόντων σοι  , 

    ἀειπάρθενε Ἁγνή ,  τὸν Υἱόν σου καὶ Θεὸν

    ἱκέτευε σὺν Ἀγγέλοις ,  εἰρήνην δοῦναι τῷ

    κόσμῳ καὶ σωτηρίαν καὶ μέγα ἔλεος. 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ΣΣΣὺὺὺ γγγὰὰὰ ρ ρ ρ εεεἶ ἶ ἶ  ὁὁὁ ΒΒΒααασ σ σ ιιιλλλεεεύύύςςς ... ... ... 

    * * * 

    ΚΟΝΤΑΚΙΟΝ , ΟΙΚΟΣ , ΣΥΝΑΞΑΡΙΟΝΤὸ Ἀναστάσιμον Κοντάκιον μετὰ τοῦ Οἴκου. 

    Κοντάκιον. Ἦχος πλ. δ´. Ὡς ἀπαρχὰς τῆς φύσεως. 

    Ἐξαναστὰς τοῦ μνήματος , τοὺς τεθνεῶτας ἤ‐

     γειρας ,  καὶ τὸν Ἀδὰμ ἀνέστησας· καὶ ἡ Εὔα

    χορεύει  ,  ἐν τῇ σῇ ἀναστάσει  ,  καὶ κόσμου τὰ

    πέρατα πανηγυρίζουσι  , τῇ ἐκ νεκρῶν ἐγέρσει

    σου Πολυέλεε.  ὁ Οἶκος

    Τὰ τοῦ ᾅδου σκυλεύσας βασίλεια ,  καὶ νε‐

    κροὺς ἀναστήσας Μακρόθυμε , γυναιξὶ Μυρο‐

    φόροις συνήντησας ,  ἀντὶ λύπης χαρὰν κομι‐

    σάμενος· καὶ Ἀποστόλοις σου ἐμήνυσας ,  τὰ

    τῆς νίκης σύμβολα ,  Σωτήρ μου ζωοδότα ,  καὶ

    τὴν κτίσιν ἐφώτισας Φιλάνθρωπε· διὰ τοῦτο

    καὶ κόσμος συγχαίρει  ,  τῇ ἐκ νεκρῶν ἐγέρσει

    σου Πολυέλεε. 

    Συναξάριον

    Τῇ Β´  τοῦ αὐτοῦ μηνός ,  Μνήμη τῆς Ἀνακομι‐

    δῆς τοῦ ἱεροῦ Λειψάνου τοῦ Ἁγίου Πρωτο‐

    μάρτυρος καὶ Ἀρχιδιακόνου Στεφάνου ,  ἐν ἔ‐

    τει τετρακοσιοστῷ δεκάτῳ καὶ πέμπτῳ (415) 

    τελεσθείσης. 

    Στίχοι

    Ἔχεις Σιὼν πάμπολλα θεῖα καὶ ξένα. 

    Νεκρὸν Στεφάνους δὸς πόλει Κωνσταντίνου. 

    Δευτερίῃ νέκυος Στεφάνου γένετ᾿ Ἀνακομιδή. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , μνήμη τῆς εὑρέσεως τῶν λει‐

    ψάνων τῶν Ἁγίων Ἐνδοξων τοῦ Χριστοῦ

    Μαρτύρων Μαξίμου ,  Δάδα καὶ Κυντιλιανοῦ

    των εν Δοροστόλω μαρτυρησάντων.  Μετηνέ‐

    χθησαν δὲ ταῦτα εἰς τὸν οἶκον τῆς Ὑπεραγί‐

    ας Θεοτόκου ,  εἰς τόπον λεγόμενον τοῦ Bιγ‐

    λεντίου , ὅπου καὶ ἡ τούτων τελεῖται Σύναξις. Στίχοι

    Τρεῖς ἐκφέρουσα γῆ νεκροὺς ζωηφόρους , 

    Πόλῳ λέγειν ἔοικε· Σὺ κρύψας ἔχε. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  μνήμη τῶν Ἐγκαινίων τοῦ

    θείου Ναοῦ τοῦ Ἁγίου Ἐνδόξου Ἀποστόλου

    καὶ Εὐαγγελιστοῦ ,  Ἰωάννου τοῦ Θεολόγου , 

    πλησίον τῆς ἁγιωτάτης μεγάλης Ἐκκλησίας. Στίχοι

    Σὸν Ναὸν σῇ χάριτι καθιεροῦμεν , 

    Ἰωάννη πάνσοφε ἠγαπημένε. 

  • 8/20/2019 2015-08-02_kyr_8_mat8aiou-a-8

    7/13

      7

    Τ ῇ αὐτῇ ἡμέρᾳ , μνήμη τοῦ Ἁγίου Ἐνδόξου

    Μάρτυρος Φωκᾶ. Στίχοι

    Φωκᾶς ὁ μάρτυς ἐκλιπὼν γῆς χωρίον , 

    Νῦν εγκατοικεῖ τῆς τρυφῆς τῷ χωρίῳ. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , μνήμη τοῦ ἐν εὐσεβεῖ τῇ μνή‐

    μῃ γενομένου Βασιλέως Ἰουστινιανοῦ ἐν τοῖς

    ἁγίοις Ἀποστόλοις. (+565) Στίχοι

    Οὐκ ἐκποδών σοι σκῆπτρον ὤφθη ὦ ἄναξ , 

    Σὺ γὰρ κατοικεῖς Βασιλείαν τὴν ἄνω. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ Μνήμη τῆς Ὁσίας Μητρὸς ἡ‐

    μῶν Φωτεινῆς τῆς Καρπασίτιδος ,  τῆς ἐπιλε‐

     γομένης ἁγίας Φωτοῦς ,  τῆς θαυματουργοῦ

    Κυπρίας ,  τῆς ἐκ Ριζοκαρπάσου μὲν καταγο‐

    μένης ,  ἐν σπηλαίῳ δὲ παρὰ τὸ χωρίον Ἅγιος

    Ἀνδρόνικος Κανακαρίας ἀσκησάσης ,  ὅπουκαὶ προσκύνημα αὐτῆς μετὰ ἁγιάσματος , θε‐

    ραπεύοντος ὀφθαλμικὰς παθήσεις. Στίχοι

    Ἡ Φωτεινὴ φαίνουσα ἐν γῇ αὐγάζει  , 

    Οὐρανοῖς ἐνδημοῦσα καθισταμένη. 

    Ἐκφωτίζουσα τοὺς πίστει προσελθόντας , 

    Θυμὸν ἀποπνέει Φωτεινὴ δευτέρῃ ἠοῖ . 

    Ἀσκήσεως φάει Φωτεινὴ ἀόκνῳ , 

    Σκοτεινῷ ἐν ἄντρῳ ἐφώτισας Κύπρον. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ Μνήμη τοῦ Ἁγίου ἘνδόξουΝεομάρτυρος Θεοδώρου ,  τοῦ ἐν Δαρδανελί‐

    οις (Τσανὰκ Καλέ),  τοῦ Σαμολαδᾶ ,  ἐν ἔτει

    χιλιοστῷ ἑξακοσιοστῷ καὶ ἐννενηκοστῷ

    (1690)  τὴν κεφαλὴν τμηθέντος καὶ τελειωθέ‐

     ντος.  Ἡ δὲ τιμία αὐτοῦ Κάρα διαφυλάσσεται

    εὐλαβῶς ἐν τῷ Ναῷ τῆς Ὁσίας Ξένης ἐν Νι‐

    καίᾳ Πειραιῶς. Στίχοι

    Θεῷ δωρεῖσαι νεότητα καὶ κάλλος , 

    Ἀθλήσας , Θεόδωρε , ἐλέγχῳ πλάνης. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ Μνήμη τοῦ Ὁσίου καὶ Περιδό‐

    ξου Πατρὸς ἡμῶν Βασιλείου τοῦ διὰ Χριστὸν

    Σαλοῦ ἐν Μόσχᾳ Ρώσου τοῦ Θαυματουργοῦ , 

    ἐν ἔτει χιλιοστῷ πεντακοσιοστῷ πεντηκοστῷ

    καὶ ἑβδόμῳ (1557)  τελειωθέντος ,  εἰς ἡλικίαν

    ὀγδοήκοντα καὶ ὀκτὼ ἐτῶν ἐν ἐκστάσει πνεύ‐

    ματος καὶ ἐν αἴγλῃ ἀκτίστου φωτός. Ὁ δὲ Κα‐

    θεδρικὸς Ναὸς τοῦ Κρεμλίνου εἰς τοῦτον τὸν

    Ἅγιον Βασίλειον ἐστὶν ἀφιερωμένος. Στίχοι

    Ὁ Βασίλειος σαλότητι βιώσας , 

    Βασιλικὴν προφύραν ἐπενεδύθη. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  πρώτῃ Κυριακῇ τοῦ Αὐγού‐

    στου , Σύναξιν ἐπιτελοῦμεν πάντων τῶν προ‐

    στατῶν ,  ἐφόρων καὶ φρυκτωρῶν Ἁγίων τῆς

    Θεοφρουρήτου Ἀκριτικῆς καὶ Ἀποστολικῆς

    Ἐκκλησίας τῆς Νήσου Σάμου. Στίχοι

    Τοὺς ὀκτὼ εὐκλεεῖς προστάτας ΣάμουΚαὶ ᾧδ᾿ ὁμοῦ σύμπαντας εὐφημεῖν θέμις. 

    Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις , Χριστὲ ὁ Θεός , 

    ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. * * * 

    ΚΑΤΑΒΑΣΙΑΙτῆς Μεταμορφώσεως

    ᾨδὴ α´. Ἦχος δ .́ 

    Χοροὶ Ἰσραὴλ ἀνίκμοις ποσὶ πόντον Ἐρυθρὸν

    καὶ ὑγρὸν βυθὸν διελάσαντες ,  ἀναβάτας τρι‐στάτας δυσμενεῖς ὁρῶντες ἐν αὐτῷ ὑποβρυχί‐

    ους , ἐν ἀγαλλιάσει ἔμελπον· ᾌσωμεν τῷ Θε‐

    ῷ ἡμῶν , ὅτι δεδόξασται . 

    ᾨδὴ γ´. 

    Τόξον δυνατῶν ἠσθένησε καὶ οἱ ἀσθενοῦντες

    περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη.. 

    ... ἐ ν Κυρίῳ ἡ καρδία μου. 

    ᾨδὴ δ´. Εἰσακήκοα τὴν ἔνδοξον οἰκονομίαν σου ,  Χρι‐

    στὲ ὁ Θεός· ὅτι ἐτέχθης ἐκ τῆς Παρθένου ,  ἵνα

    ἐκ πλάνης ῥύσῃ τοὺς κραυγάζοντας· Δόξα τῇ

    δυνάμει σου , Κύριε. 

    ᾨδὴ ε´. 

    Ὁ τοῦ φωτὸς διατμήξας τὸ πρωτόγονον χάος , 

    ὡς ἐν φωτὶ τὰ ἔργα ὑμνεῖ σε ,  Χριστέ ,  τὸν δη‐

    μιουργόν , ἐν τῷ φωτί σου τὰς ὁδοὺς ἡμῶν εὔ‐

    θυνον. ᾨδὴ στ´. 

    Ἐ ν τῷ θλίβεσθαί με ἐβόησα πρὸς Κύριον , καὶ

    ἐπήκουσέ μου ὁ Θεὸς τῆς σωτηρίας μου. 

    ᾨδὴ ζ´. 

    Ἀβραμιαῖοί ποτε ἐν Βαβυλῶνι παῖδες καμί‐

     νου φλόγα κατεπάτησαν ἐν ὕμνοις κραυγά‐

    ζοντες· Ὁ τῶν πατέρων Θεός , εὐλογητὸς εἶ . 

    ᾨδὴ η´. Αἰνοῦμεν , εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. 

  • 8/20/2019 2015-08-02_kyr_8_mat8aiou-a-8

    8/13

      8

    Οἱ ἐν Βαβυλῶνι παῖδες τῷ θείῳ πυρπολούμε‐

     νοι ζήλῳ ,  τυράννου καὶ φλογὸς ἀπειλὴν ἀν‐

    δρείως κατεπάτησαν· καὶ μέσον πυρὸς ἐμ‐

    βληθέντες , δροσιζόμενοι ἔψαλλον· Εὐλογεῖτε , 

    πάντα τὰ ἔργα Κυρίου , τὸν Κύριον. 

    ὁ διάκονος· Τ Τ Τ ὴὴὴννν ΘΘΘεεεοοοτ τ τ όόόκκκοοοννν κκκαααὶὶὶ  μ μ μηηητ τ τ έέέ ρ ρ ρααα τ τ τ οοοῦῦῦ φφφωωωτ τ τ όόόςςς  , , ,  ἐἐἐννν ὕὕὕ μ μ μνννοοοιιιςςς τ τ τ ιιι μ μ μῶῶῶννντ τ τ εεεςςς μ μ μεεεγγγαααλλλύύύνννοοο μ μ μεεεννν ...  

    Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ

    Ἦχος δ´. 

    Στίχ .  α .́  Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον , 

    καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ

    σωτῆρί μου. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέ‐

    ραν ἀσυγκρίτως τῶν Σεραφίμ , τὴν ἀδιαφθό‐

    ρως Θεὸν Λόγον τεκοῦσαν , τὴν ὄντως Θεοτό‐

    κον , σὲ μεγαλύνομεν. 

    Στίχ .  β .́  Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν

    τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μα‐

    καριοῦσί με πᾶσαι αἱ γενεαί . 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... 

    Στίχ .  γ .́  Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός , 

    καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ

    εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐ‐

    τόν. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... 

    Στίχ .  δ .́  Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ , 

    διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας

    αὐτῶν. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... 

    Στίχ . ε.´ Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕ‐

    ψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγα‐

    θῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ .  Ϛ .́  Ἀ ντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ

    μνησθῆναι ἐλέους , καθὼς ἐλάλησε πρὸς τοὺς

    πατέρας ἡμῶν ,  τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι

    αὐτοῦ ἕως αἰῶνος. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... 

    Καταβασία. ᾨδὴ θ´. 

    Ὁ τόκος σου ἄφθορος ἐδείχθη· Θεὸς ἐκ λαγό‐

     νων σου προῆλθε σαρκοφόρος ,  ὃς ὤφθη ἐπὶ

     γῆς καὶ τοῖς ἀνθρώποις συνανεστράφη· σέ , Θεοτόκε , διὸ πάντες μεγαλύνομεν. 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  σ σ σ ὲὲὲ αααἰ ἰ ἰ νννοοοῦῦῦσ σ σ ιιι  πππᾶᾶᾶσ σ σ αααιιι  αααἱ ἱ ἱ  δδδυυυνννάάά μ μ μεεειιιςςς ... ... ...  

    * * * 

    ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

    Ἦχος β´. 

    Ἅ γιος Κύριος ὁ Θεὸς ἡμῶν. 

    Ἅ γιος Κύριος ὁ Θεὸς ἡμῶν. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυ‐

     νεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ , 

    … ὅτι ἅγιός ἐστιν. 

    Ἀναστάσιμον Ἐξαποστειλάριον Θ´. 

    Συγκεκλεισμένων Δέσποτα , τῶν θυρῶν ὡς εἰ‐

    σῆλθες ,  τοὺς Ἀποστόλους ἔπλησας ,  Πνεύμα‐

    τος παναγίου ,  εἰρηνικῶς ἐμφυσήσας ,  οἷς δε‐

    σμεῖν τε καὶ λύειν , τὰς ἁμαρτίας εἴρηκας· καὶ

    ὀκτὼ μεθ᾿ ἡμέρας ,  τὴν σὴν πλευράν ,  τῷ Θω‐μᾷ ὑπέδειξας καὶ τὰς χεῖρας , μεθ᾿ οὗ βοῶμεν·

    Κύριος , καὶ Θεὸς σὺ ὑπάρχεις. καὶ τοῦ Μηναίου

    Ἦχος β´. Τῶν Μαθητῶν ὁρώντων. 

    Ὁ  πρῶτος τῶν Μαρτύρων τρίβους ἀνύσας , 

    καὶ Διακόνων πρόκριτος χρηματίσας ,  Στέφα‐

     νος , ὁ χάριτος πεπλησμένος ,  ἰδοὺ ἀνακομίζε‐

    ται  ,  πρὸς τὴν Βασίλειον πόλιν ,  θαυμάτων

    βρύων τὴν χάριν. 

    Θεοτοκίον

    Ὅ ν περ αἱ ἄνω τάξεις πολλῷ σὺν τρόμῳ , πα‐

    ρίστανται μὴ φέρουσαι κατοπτεῦσαι  ,  αἴγλην

    τῆς ἀῤῥήτου αὐτοῦ οὐσίας , Χριστὸν γαστρὶ ἐ‐

    χώρησας ,  λαβόντα σάρκα Παρθένε ,  ἐκ σῶν

    τιμίων αἱμάτων. 

    * * * 

    ΑΙΝΟΙ

    Ἦχος πλ. δ´. 

    Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν

    Κύριον ἐκ τῶν οὐρανῶν , αἰνεῖτε αὐτὸν ἐν τοῖς

    ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. 

    Αἰνεῖτε αὐτόν ,  πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰ‐

     νεῖτε αὐτόν ,  πᾶσαι αἱ δυνάμεις αὐτοῦ.  Σοὶ

    πρέπει ὕμνος τῷ Θεῷ. 

    Στιχηρὰ Ἀναστάσιμα. Ἦχος πλ. δ´. 

    Στίχ .  α .́  Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγρα‐πτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. 

  • 8/20/2019 2015-08-02_kyr_8_mat8aiou-a-8

    9/13

      9

    Κύριε , εἰ καὶ κριτηρίῳ παρέστης , ὑπὸ Πιλάτου

    κρινόμενος ,  ἀλλ᾿ οὐκ ἀπελείφθης τοῦ θρό‐

     νου ,  τῷ Πατρὶ συγκαθεζόμενος· καὶ ἀναστὰς

    ἐκ νεκρῶν ,  τὸν κόσμον ἠλευθέρωσας ,  ἐκ τῆς

    δουλείας τοῦ ἀλλοτρίου , ὡς οἰκτίρμων καὶ φι‐

    λάνθρωπος. 

    Στίχ . β´. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ·

    αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως

    αὐτοῦ. 

    Κύριε ,  εἰ καὶ ὡς θνητὸν ἐν μνημείῳ ,  Ἰουδαῖοί

    σε κατέθεντο ,  ἀλλ᾿ ὡς βασιλέα ὑπνοῦντα

    στρατιῶταί σε ἐφύλαττον ,  καὶ ὡς ζωῆς θη‐

    σαυρόν ,  σφραγίδι ἐσφραγίσαντο· ἀλλὰ ἀνέ‐

    στης καὶ παρέσχες , ἀφθαρσίαν ταῖς ψυχαῖς ἡ‐

    μῶν. 

    Στίχ .  γ .́  Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαιςαὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς με‐

     γαλωσύνης αὐτοῦ. 

    Κύριε ,  ὅπλον κατὰ τοῦ διαβόλου ,  τὸν Σταυ‐

    ρόν σου ἡμῖν δέδωκας· φρίττει γὰρ καὶ τρέμει  , 

    μὴ φέρων καθορᾶν αὐτοῦ τὴν δύναμιν ,  ὅτι

     νεκροὺς ἀνιστᾷ ,  καὶ θάνατον κατήργησε· διὰ

    τοῦτο προσκυνοῦμεν ,  τὴν ταφήν σου καὶ τὴν

    ἔγερσιν. 

    Στίχ .  δ .́  Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰ‐ νεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. 

    Ὁ Ἄγγελός σου Κύριε , ὁ τὴν ἀνάστασιν κηρύ‐

    ξας , τοὺς μὲν φύλακας ἐφόβησε , τὰ δὲ γύναι‐

    α ἐφώνησε λέγων· Τί ζητεῖτε τὸν ζῶντα μετὰ

    τῶν νεκρῶν; ἀνέστη Θεὸς ὤν , καὶ τῇ οἰκουμέ‐

     νῃ ζωὴν ἐδωρήσατο. 

    καὶ τοῦ Ἁγίου , γ´ εἰς δ´. 

    Ἦχος δ´. Ἔδωκας σημείωσιν. 

    Στίχ .  ε .́  Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ·αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. 

    Ἄ γγελος ἐπίγειος , ὁ πρωτομάρτυς γενόμενος , 

    πρὸς οὐρανοὺς ἀνερχόμενος ,  ἐπήρθη μετάρ‐

    σιος ,  καὶ τὴν θείαν εἶδεν ,  ὡς ἐχώρει δόξαν , 

    τῆς ἀπροσίτου μυηθείς ,  καὶ ὑπὲρ νοῦν Τριά‐

    δος μυστήρια· διὸ τὴν ἀκατάληπτον ,  ἀνακη‐

    ρύττει σου δύναμιν ,  Ἰησοῦ παντοδύναμε ,  ὁ

    Σωτὴρ τῶν ψυχῶν ἡμῶν. 

    Στίχ .  Ϛ .́ Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις·αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ.  Πᾶ‐

    σα πνοὴ αἰνεσάτω τὸν Κύριον. 

    Ἄ γγελος ἐπίγειος , .. 

    Στίχ .  ζ .́  Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ

    κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται . 

    Ὡραῖος ἐπέφανας ,  τῇ ἐπανόδῳ σου Στέφανε , 

    Πρωτομάρτυς πανένδοξε ,  ἀκτῖσι κοσμούμε‐

     νος , χαρισμάτων θείων , καὶ τῶν ἰαμάτων· διὸ

    καὶ πάντας τοὺς πιστούς ,  καταφαιδρύνεις , 

    τοῖς θαυμασίοις σου ,  ἐν πίστει τὸν Φιλάν‐

    θρωπον , ὑμνολογοῦντας καὶ λέγοντας· Ἰησοῦ

    παντοδύναμε , ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. 

    Στίχ .  η .́ Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου ,  ἐν

    αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει . 

    Κάλαμος ὑπέρτιμος , ὀξυγραφῶν τὴν εὐσέβει‐

    αν ,  ἀνεδείχθη ἡ γλῶσσά σου ,  δι᾿ ἧς κατεφώ‐

    τισας ,  Πρωτομάρτυς πάντας ,  ταῖς διδασκαλί‐

    αις , καὶ ἐπανήγαγες ἡμᾶς , ἐξ ἀγνωσίας πρὸςτὴν εὐσέβειαν· διό σου τὴν ἐτήσιον ,  ἐπιτε‐

    λοῦντες πανήγυριν ,  ἀνυμνοῦμεν γεραίρον‐

    τες , τοὺς ἀγῶνάς σου Στέφανε. 

    Δόξα. Ἑωθινὸν Θ .́ Ἦχος πλ. α´. 

    Ὡς ἐπ᾿ ἐσχάτων τῶν χρόνων ,  οὔσης ὀψίας

    Σαββάτων ,  ἐφίστασαι τοῖς φίλοις Χριστέ ,  καὶ

    θαύματι θαῦμα βεβαιοῖς ,  τῇ κεκλεισμένῃ εἰ‐

    σόδῳ τῶν θυρῶν , τὴν ἐκ νεκρῶν σου ἀνάστα‐

    σιν· ἀλλ᾿ ἔπλησας χαρᾶς τοὺς Μαθητάς ,  καὶΠνεύματος ἁγίου μετέδωκας αὐτοῖς ,  καὶ ἐ‐

    ξουσίαν ἔνειμας ἀφέσεως ἁμαρτιῶν ,  καὶ τὸν

    Θωμᾶν οὐ κατέλιπες ,  τῷ τῆς ἀπιστίας κατα‐

    βαπτίζεσθαι κλύδωνι .  Διὸ παράσχου καὶ ἡ‐

    μῖν ,  γνῶσιν ἀληθῆ ,  καὶ ἄφεσιν πταισμάτων , 

    εὔσπλαγχνε Κύριε. 

    Καὶ νῦν. Θεοτοκίον. 

    Ὑπερευλογημένη ὑπάρχεις ,  Θεοτόκε Παρθέ‐

     νε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος ,  ὁ ᾍδης ᾐχμαλώτισται  ,  ὁ Ἀδὰμ ἀνακέκληται  ,  ἡ κατά‐

    ρα νενέκρωται  ,  ἡ Εὔα ἠλευθέρωται  ,  ὁ θάνα‐

    τος τεθανάτωται  ,  καὶ ἡμεῖς ἐζωοποιήθημεν·

    διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς

    ὁ Θεὸς ἡμῶν , ὁ οὕτως εὐδοκήσας , δόξα σοι . 

    * * * 

    Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

    Δόξα σοι τῷ δείξαντι τὸ φῶς.  Δόξα ἐν ὑψί‐

    στοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ,  ἐν ἀνθρώποιςεὐδοκία. 

  • 8/20/2019 2015-08-02_kyr_8_mat8aiou-a-8

    10/13

      10

    Ὑμνοῦμέν σε , εὐλογοῦμέν σε , προσκυνοῦμέν

    σε ,  δοξολογοῦμέν σε ,  εὐχαριστοῦμέν σοι διὰ

    τὴν μεγάλην σου δόξαν. 

    Κύριε βασιλεῦ , ἐπουράνιε Θεέ ,  Πάτερ παντο‐

    κράτορ· Κύριε Υἱὲ μονογενές ,  Ἰησοῦ Χριστέ , 

    καὶ ἅγιον Πνεῦμα. 

    Κύριε ὁ Θεός ,  ὁ ἀμνὸς τοῦ Θεοῦ ,  ὁ Υἱὸς τοῦΠατρός , ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου , ἐ‐

    λέησον ἡμᾶς ,  ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κό‐

    σμου. 

    Πρόσδεξαι τὴν δέησιν ἡμῶν ,  ὁ καθήμενος ἐν

    δεξιᾷ τοῦ Πατρός , καὶ ἐλέησον ἡμᾶς. 

    Ὅτι σὺ εἶ μόνος ἅγιος , σὺ εἶ μόνος Κύριος , Ἰη‐

    σοῦς Χριστός , εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. 

    Καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέ‐σω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰ‐

    ῶνα τοῦ αἰῶνος. 

    Καταξίωσον ,  Κύριε ,  ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀνα‐

    μαρτήτους φυλαχθῆναι ἡμᾶς. 

    Εὐλογητὸς εἶ  ,  Κύριε ,  ὁ Θεὸς τῶν πατέρων ἡ‐

    μῶν , καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά

    σου εἰς τοὺς αἰῶνας. Ἀμήν. 

    Γένοιτο ,  Κύριε ,  τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς ,  καθά‐περ ἠλπίσαμεν ἐπὶ σέ. 

    Εὐλογητὸς εἶ  , Κύριε· δίδαξόν με τὰ δικαιώμα‐

    τά σου. ( γ´) 

    Κύριε , καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ

     γενεᾷ.  Ἐγὼ εἶπα· Κύριε ,  ἐλέησόν με· ἴασαι

    τὴν ψυχήν μου , ὅτι ἥμαρτόν σοι . 

    Κύριε ,  πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ

    ποιεῖν τὸ θέλημά σου , ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀ‐

    ψόμεθα φῶς. 

    Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. 

    Ἅ γιος ὁ Θεός , ἅγιος ἰσχυρός , ἅγιος ἀθάνατος·

    ἐλέησον ἡμᾶς. (ἐκ γ´) 

    Δόξα. Καὶ νῦν. 

    Ἅ γιος ἀθάνατος· ἐλέησον ἡμᾶς. 

    καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ·

    Ἅ γιος ὁ Θεός , ἅ γιος ἰσχυρός , ἅ γιος ἀθάνατος·

    ἐλέησον ἡμᾶς. 

    Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος β .́ 

    Ἀ ναστὰς ἐκ τοῦ μνήματος καὶ τὰ δεσμὰ δι‐

    αῤῥήξας τοῦ ᾅδου ,  ἔλυσας τὸ κατάκριμα τοῦ

    θανάτου ,  Κύριε ,  πάντας ἐκ τῶν παγίδων τοῦ

    ἐχθροῦ ῥυσάμενος· ἐμφανίσας σεαυτὸν τοῖς

    ἀποστόλοις σου ἐξαπέστειλας αὐτοὺς ἐπὶ τὸ

    κήρυγμα καὶ δι᾿ αὐτῶν τὴν εἰρήνην παρέσχες

    τῇ οἰκουμένῃ , μόνε πολυέλεε. 

     ἢ

    τὸ ἕτερον ἀναστάσιμον τροπάριον. Ἦχος δ´. 

    Σ ήμερον σωτηρία τῷ κόσμῳ γέγονεν· ᾄσω‐

    μεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς

    ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θά‐

     νατον τὸ νῖκος ἔδωκεν ἡμῖν καὶ τὸ μέγα ἔλε‐

    ος. 

    * * * * * 

    ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝἈντίφωνα τῶν Κυριακῶν

    Ἀντίφωνον Α .́ Ἦχος β´. (Ψαλμὸς ρβ´) Στίχ .  α .́ Εὐλόγει ἡ ψυχή μου ,  τὸν Κύριον ,  καὶπάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου , Σῶτερ , σῶσον

     ἡμᾶς. 

    Στίχ .  β .́ Εὐλόγει  ,  ἡ ψυχή μου , τὸν Κύριον ,  καὶμὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσειςαὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 

    Στίχ .  γ .́  Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸνθρόνον αὐτοῦ ,  καὶ ἡ βασιλεία αὐτοῦ πάντωνδεσπόζει . Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 

    Στίχ . δ .́ Εὐλογεῖτε τὸν Κύριον , πάντα τὰ ἔργααὐτοῦ , ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 

    Δόξα. Καὶ νῦν. 

    Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 

    Ἀντίφωνον Β .́ Ἦχος β .́ (Ψαλμὸς ρμε´) Στίχ . α´. Αἴνει  , ἡ ψυχή μου , τὸν Κύριον· αἰνέσωΚύριον ἐν τῇ ζωῇ μου· ψαλῷ τῷ Θεῷ μου ἕωςὑπάρχω. 

    Σῶσον ἡμᾶς , Υἱὲ Θεοῦ , ὁ ἀναστὰς ἐκ νεκρῶν , ψάλλοντάς σοι  , Ἀλληλούϊα. 

  • 8/20/2019 2015-08-02_kyr_8_mat8aiou-a-8

    11/13

      11

    Στίχ .  β .́  Μακάριος ,  οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸςαὐτοῦ , ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐ‐τοῦ. Σῶσον ἡμᾶς , Υἱὲ Θεοῦ , ὁ ἀναστάς ... 

    Στίχ .  γ .́  Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν , τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς. Σῶσον ἡμᾶς , Υἱὲ Θεοῦ , ὁ ἀναστάς ... 

    Στίχ .  δ .́  Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα ,  ὁΘεός σου , Σιών , εἰς γενεὰν καὶ γενεάν. Σῶσον ἡμᾶς , Υἱὲ Θεοῦ , ὁ ἀναστάς ... 

    Δόξα. Καὶ νῦν. 

    Ὁ  μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ ,  ἀθά‐

     νατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν

     ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας

    Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας ,  ἀτρέ‐

    πτως ἐνανθρωπήσας ,  σταυρωθείς τε ,  Χριστὲ

    ὁ Θεός , θανάτῳ θάνατον πατήσας , εἷς ὢν τῆςἁγίας Τριάδος , συνδοξαζόμενος τῷ Πατρὶ καὶ

    τῷ ἁγίῳ Πνεύματι  , σῶσον ἡμᾶς. 

    Ἀντίφωνον Γ .́ Ἦχος πλ. δ´.  (Ψαλμὸς ριζ´) Στίχ .  α .́  Ἐξομολογεῖσθε τῷ Κυρίῳ ,  ὅτι ἀγα‐θός , ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 

    Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος πλ. δ´. 

    Ἐξ ὕψους κατῆλθες ὁ Εὔσπλαγχνος ,  ταφὴν

    κατεδέξω τριήμερον ,  ἵνα ἡμᾶς ἐλευθερώσῃς

    τῶν παθῶν.  Ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν , Κύριε , δόξα σοι . 

    Στίχ .  β .́ Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι

    τὸν Κύριον ,  ὅτι ἀγαθός ,  ὅτι εἰς τὸν αἰῶνα τὸ

    ἔλεος αὐτοῦ. 

    Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. 

    Στίχ .  γ .́ Αὕτη ἡ ἡμέρα ,  ἣν ἐποίησεν ὁ Κύριος·

    ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. 

    Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. 

    * * * 

    ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ

    Εἰσοδικόν. Ἦχος β´. (ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς , ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν) 

    Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν

    Χριστῷ.  Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ,  ὁ ἀναστὰς ἐκ

     νεκρῶν… 

    … ψάλλοντάς σοι  , Ἀλληλούϊα. 

    * * * 

    Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος πλ. δ´. (ψάλλεται ὑπὸ τῶν ἱερέων , ἐὰν τελῆται συλλείτουργον) 

    Ἐξ ὕψους κατῆλθες ὁ Εὔσπλαγχνος ,  ταφὴν

    κατεδέξω τριήμερον ,  ἵνα ἡμᾶς ἐλευθερώσῃς

    τῶν παθῶν.  Ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν , 

    Κύριε , δόξα σοι . 

    Ἀπολυτίκιον τοῦ Πρωτομάρτυρος. 

    Ἦχος δ´. Ταχὺ προκατάλαβε. Βασίλειον διάδημα , ἐστέφθη σὴ κορυφή , ἐξ ᾄ‐

    θλων ὧν ὑπέμεινας ,  ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ , 

    μαρτύρων πρωτόαθλε Στέφανε· σύ γὰρ τὴν Ἰ‐

    ουδαίων ἀπελέγξας μανίαν ,  εἶδές σου τὸν

    Σωτῆρα , τοῦ Πατρὸς δεξιόθεν. Αὐτὸν οὖν ἐκ‐

    δυσώπει ἀεί  , ὑπὲρ τῶν ψυχῶν ἡμῶν. 

    Ἀπολυτίκιον τῆς Ἀνακομιδῆς. (Γερασίμου Μικραγιαννανίτου) 

    Ἦχος δ´. Ταχὺ προκατάλαβε. Ὡς πλοῦτος ἀκένωτος ,  τῆς ἀθανάτου ζωῆς , 

    τὸ θεῖον σου Λείψανον ,  ἐκ τῶν λαγόνων τῆς

     γῆς ,  τῇ κτίσει ἀνέτειλεν· ὅθεν ἡ Ἐκκλησία , 

    θείαν χάριν τρυγῶσα ,  Στέφανε Πρωτομάρ‐

    τυς , κατὰ χρέος τιμᾷ σε· ἣν φύλαττε πρεσβεί‐

    αις σου , ἐκ πάσης αἱρέσεως. 

    Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. 

    Κοντάκιον τῆς Μεταμορφώσεως. (ψάλλεται ὑπὸ τῶν ἱερέων , ἐὰν τελῆται συλλείτουργον) 

    Ἦχος βαρύς. Αὐτόμελον. 

    Ἐπὶ τοῦ ὄρους μετεμορφώθης ,  καί  ,  ὡς ἐχώ‐

    ρουν , οἱ μαθηταί σου τὴν δόξαν σου , Χριστὲ ὁ

    Θεός , ἐθεάσαντο· ἵνα , ὅταν σε ἴδωσι σταυρού‐

    μενον ,  τὸ μὲν πάθος νοήσωσιν ἑκούσιον ,  τῷ

    δὲ κόσμῳ κηρύξωσιν ,  ὅτι σὺ ὑπάρχεις ἀλη‐

    θῶς τοῦ Πατρὸς τὸ ἀπαύγασμα. 

    * * * 

    ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ

    * * * 

    ΑΠΟΣΤΟΛΟΣΚυριακῆς τῆς Θ´ Ἑβδομάδος

    Προκείμενον. Ἦχος πλ. δ´. (Ψαλμὸς οε´) 

    Εὔξασθε καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ ἡμῶν. 

    Στίχ . Γ νωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός , ἐν τῷ Ἰσ‐

    ραὴλ μέγα τὸ ὄνομα αὐτοῦ. Πρὸς Κορινθίους Α´ Ἐπιστολῆς Παύλου τὸ Ἀ‐

     νάγνωσμα. 

  • 8/20/2019 2015-08-02_kyr_8_mat8aiou-a-8

    12/13

      12

    ( γ´ 9‐17) 

    Ἀδελφοί  , Θεοῦ ἐσμεν συνεργοί· Θεοῦ γεώργι‐

    ον ,  Θεοῦ οἰκοδομή ἐστε.  Κατὰ τὴν χάριν τοῦ

    Θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων

    θεμέλιον τέθεικα , ἄλλος δὲ ἐποικοδομεῖ· ἕκα‐

    στος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ· θεμέλιον

     γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν

    κείμενον , ὅς ἐστιν Ἰησοῦς Χριστός. Εἰ δέ τις ἐ‐ποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσόν , 

    ἄργυρον , λίθους τιμίους , ξύλα , χόρτον , καλά‐

    μην ,  ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται· ἡ

     γὰρ ἡμέρα δηλώσει· ὅτι ἐν πυρὶ ἀποκαλύπτε‐

    ται· καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ

    δοκιμάσει . Εἴ τινος τὸ ἔργον μενεῖ ὃ ἐπῳκοδό‐

    μησε , μισθὸν λήψεται· εἴ τινος τὸ ἔργον κατα‐

    καήσεται  ,  ζημιωθήσεται  ,  αὐτὸς δὲ σωθήσε‐

    ται  ,  οὕτως δὲ ὡς διὰ πυρός.  Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ

    ἐν ὑμῖν;  Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει  , 

    φθερεῖ τοῦτον ὁ Θεός· ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅ‐

     γιός ἐστιν , οἵτινές ἐστε ὑμεῖς. 

    Ἀλληλούϊα. ( γ´) 

    Ἦχος πλ. δ´. (Ψαλμὸς δ´) 

    Στίχ . Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ , ἀλαλάξωμεν τῷ Θεῷ τῷ σω‐

    τῆρι ἡμῶν. 

    Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει . 

    * * * 

    ΕΥΑΓΓΕΛΙΟΝΚυριακῆς Θ´ Ματθαίου

    Ἐκ τοῦ κατὰ Ματθαῖον(ιδ´ 22‐34) 

    Τῷ καιρῷ ἐκείνῳ ἠνάγκασεν ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ

    ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν , ἕως

    οὗ ἀπολύσῃ τοὺς ὄχλους. Καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη

    εἰς τὸ ὄρος κατ᾿ ἰδίαν προσεύξασθαι . ὀψίας δὲ γενομένης μό‐

     νος ἦν ἐκεῖ . Τὸ δὲ πλοῖον ἤδη μέσον τῆς θαλάσσης ἦν , βασα‐

     νιζόμενον ὑπὸ τῶν κυμάτων· ἦν γὰρ ἐναντίος ὁ ἄνεμος.  Τε‐

    τάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἀπῆλθε πρὸς αὐτοὺς ὁ Ἰησοῦςπεριπατῶν ἐπὶ τῆς θαλάσσης. Καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ

    ἐπὶ τὴν θάλασσαν περιπατοῦντα ἐταράχθησαν λέγοντες ὅτι

    φάντασμά ἐστι  , καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. Εὐθέως δὲ ἐλά‐

    λησεν αὐτοῖς ὁ Ἰησοῦς λέγων· Θαρσεῖτε ,  ἐγώ εἰμι· μὴ φοβεῖ‐

    σθε.  Ἀποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος εἶπε· Κύριε ,  εἰ σὺ εἶ  ,  κέ‐

    λευσόν με πρὸς σὲ ἐλθεῖν ἐπὶ τὰ ὕδατα· Ὁ δὲ εἶπεν· Ἐλθέ. 

    Καὶ καταβὰς ἀπὸ τοῦ πλοίου ὁ Πέτρος περιεπάτησεν ἐπὶ τὰ

    ὕδατα ἐλθεῖν πρὸς τὸν Ἰησοῦν.  Βλέπων δὲ τὸν ἄνεμον ἰσχυ‐

    ρὸν ἐφοβήθη ,  καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξε λέ‐

     γων· Κύριε ,  σῶσόν με. Εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖ‐

    ρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ· Ὀλιγόπιστε!  εἰς τί ἐδί‐

    στασας; Καὶ ἐμβάντων αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ὁ ἄνε‐

    μος. Οἱ δὲ ἐν τῷ πλοίῳ ἐλθόντες προσεκύνησαν αὐτῷ λέγον‐

    τες· Ἀληθῶς Θεοῦ υἱὸς εἶ . Καὶ διαπεράσαντες ἦλθον εἰς τὴν

     γῆν Γεννησαρέτ. 

    Δόξα σοι  , Κύριε , δόξα σοι . 

    * * * Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱ. Χρυσοστόμου

    * * * 

    Εἰς τό· Ἐξαιρέτως… 

    Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν

    Θεοτόκον ,  τὴν ἀειμακάριστον καὶ παναμώ‐

    μητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιω‐

    τέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγ‐

    κρίτως τῶν Σεραφίμ ,  τὴν ἀδιαφθόρως Θεὸν

    Λόγον τεκοῦσαν , τὴν ὄντως Θεοτόκον , σὲ με‐

     γαλύνομεν. 

    * * * 

    Κοινωνικόν. 

    Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν.  Ἀλλη‐

    λούϊα. Μετὰ τὴν μετάδοσιν. Ἦχος β .́ 

    Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν , ἐλάβομεν Πνεῦ‐

    μα ἐπουράνιον , εὕρομεν πίστιν ἀληθῆ , ἀδιαί‐

    ρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς

    ἔσωσεν. 

    Εἰς τό· Π  Π  Π άάάννντ τ τ οοοτ τ τ εεε  , , ,  νννῦῦῦννν κκκαααὶὶὶ  ἀἀἀεεεί ί ί ……… 

    Ἦχος β´. 

    Ἀμήν ,  Ἀμήν ,  Ἀμήν.  Πληρωθήτω τὸ στόμα ἡ‐

    μῶν αἰνέσεώς σου ,  Κύριε ,  ὅπως ὑμνήσωμεντὴν δόξαν σου ,  ὅτι ἠξίωσας ἡμᾶς μετασχεῖν

    τῶν ἁγίων καὶ φρικτῶν σου μυστηρίων· τήρη‐

    σον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ ,  ὅλην τὴν ἡμέ‐

    ραν μελετᾶν τὴν δικαιοσύνην σου. Ἀλληλούϊ‐

    α , ἀλληλούϊα , ἀλληλούϊα. 

    Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β .́ 

    Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ

     νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ´) 

    Ἀπόλυσις· ὉὉὉ ἀἀἀνννααασ σ σ τ τ τ ὰὰὰςςς ἐἐἐκκκ νννεεεκκκ ρ ρ ρῶῶῶννν ... ... ... 

    Δι᾿ εὐχῶν... Ἀμήν. 

    * * * * * 

    Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε

    καὶ διανέμεται δωρεὰν

    ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο

    http://akolouthies.wordpress.com 

    Προσφέρεται γιὰ ἰδιωτικὴ χρῆσι. 

  • 8/20/2019 2015-08-02_kyr_8_mat8aiou-a-8

    13/13

      13

    Δὲν ἐπιτρέπεται ἡ ἐμπόρευσί της. 

    Ἀπολυτίκια τῶν συνεορταζομένων Ἁγίων

    Ἀπολυτίκιον τῆς Ἀνακομιδῆς. (Γερασίμου Μικραγιαννανίτου) 

    Ἦχος δ´. Ταχὺ προκατάλαβε. 

    Ὡς πλοῦτος ἀκένωτος ,  τῆς ἀθανάτου ζωῆς , 

    τὸ θεῖον σου Λείψανον ,  ἐκ τῶν λαγόνων τῆς

     γῆς ,  τῇ κτίσει ἀνέτειλεν· ὅθεν ἡ Ἐκκλησία , 

    θείαν χάριν τρυγῶσα ,  Στέφανε Πρωτομάρ‐

    τυς ,  κατὰ χρέος τιμᾷ σε· ἣν φύλαττε πρε‐

    σβείαις σου , ἐκ πάσης αἱρέσεως. 

    Ἀπολυτίκιον τῆς Ὁσίας Φωτεινῆς. (παλαιόν) 

    Ἦχος α´. Τῆς Συνόδου τῆς πρώτης. 

    Καρπασέων τὸ κλέος καὶ Κυπρίων ἀγλάϊσμα , 

    καὶ τῶν ἀσθενούντων ἡ ῥῶσις ,  τῶν πεπηρω‐

    μένων ἀνάβλεψις ,  τῶν πρὸς σὲ πιστῶς προ‐

    στρεχόντων ἐν τῷ θείῳ ναῷ σου ,  πανένδοξε , 

    τὰς ἰάσεις παράσχου τοῖς δούλοις σου πάντο‐

    τε ,  ἵνα εὐχαρίστως κράζωμεν , Φωτεινὴ Ὁσία , 

     νύμφη Χριστοῦ καλλιπάρθενε· Δόξα τῷ σὲ

    δοξάσαντι  ,  δόξα τῷ σὲ στεφανώσαντι  ,  δόξα

    τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα. Ἕτερον Ἀπολυτίκιον τῆς Ὁσίας Φωτεινῆς. 

    (βελτιωμένον ἐν τοῖς Κυπρίοις Μηναίοις) 

    Ἦχος α´. Τῆς ἐρήμου πολίτης. 

    Καρπασέων τὸ κλέος καὶ Κυπρίων ἀγλάϊσμα , 

    καὶ τῶν ἀσθενούντων ἡ ῥῶσις ,  τῶν πεπηρω‐

    μένων ἀνάβλεψις , τῶν πίστει προστρεχόντων

    σοι θερμῇ ,  θ