2015-08-02_kyr_8_mat8aiou-b-8

  • Upload
    sakis87

  • View
    217

  • Download
    0

Embed Size (px)

Citation preview

  • 8/20/2019 2015-08-02_kyr_8_mat8aiou-b-8

    1/18

      1

    02 ΑΥΓΟΥΣΤΟΥ 2015 

    Κυριακὴ Θ´ ΜατθαίουἈνακομιδή Πρωτομ.Στεφάνου , Φωτοῦς Καρπασίτιδος , Θεοδώρου Νεομ. ἐν Δαρδανελλίοις , Βασιλείου Μόσχας

    Ἦχος πλ. δ´. Ἑωθινὸν Θ .́ 

    * * * * * 

    ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

    Μετὰ τὸν Ἑξάψαλμον , Συναπτὴ μεγάλη , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  πππ ρ ρ ρέέέπππεεειιι  σ σ σ οοοιιι  πππᾶᾶᾶσ σ σ ααα δδδόόόξ ξ ξ ααα ... ... ... 

    Ἦχος πλ. δ´. 

    Θεὸς Κύριος , καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. 

    Στίχ . α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ , ὅτι ἀγαθός , ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 

    Θεὸς Κύριος , καὶ ἐπέφανεν ἡμῖν... 

    Στίχ . β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με , καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. 

    Θεὸς Κύριος , καὶ ἐπέφανεν ἡμῖν... Στίχ . γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη , καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 

    Θεὸς Κύριος , καὶ ἐπέφανεν ἡμῖν... 

    ΑΠΟΛΥΤΙΚΙΑ

    Τὸ Ἀναστάσιμον. Ἦχος πλ. δ´. 

    Ἐξ ὕψους κατῆλθες ὁ Εὔσπλαγχνος , ταφὴν κατεδέξω τριήμερον , ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν πα‐

    θῶν. Ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν , Κύριε , δόξα σοι . 

    Δόξα. 

    Ἀπολυτίκιον τοῦ Πρωτομάρτυρος. 

    Ἦχος δ´. Ταχὺ προκατάλαβε. Βασίλειον διάδημα , ἐστέφθη σὴ κορυφή ,  ἐξ ᾄθλων ὧν ὑπέμεινας , ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ ,  μαρ‐

    τύρων πρωτόαθλε Στέφανε· σύ γὰρ τὴν Ἰουδαίων ἀπελέγξας μανίαν , εἶδές σου τὸν Σωτῆρα , τοῦ

    Πατρὸς δεξιόθεν. Αὐτὸν οὖν ἐκδυσώπει ἀεί  , ὑπὲρ τῶν ψυχῶν ἡμῶν. 

    Καὶ νῦν. Θεοτοκίον. 

    Τὸ ἀπ᾿ αἰῶνος ἀπόκρυφον , καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον , διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πε‐

    φανέρωται  , Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος , καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδε‐

    ξάμενος· δι᾿ οὗ ἀναστήσας τὸν πρωτόπλαστον , ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν. 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  σ σ σ ὸὸὸννν τ τ τ ὸὸὸ κκκ ρ ρ ράάάτ τ τ οοοςςς ... ... ... 

    * * * 

    ΚΑΘΙΣΜΑΤΑΜετὰ τὴν α´ Στιχολογίαν

    Ἀναστάσιμα. Ἦχος πλ. δ´. 

    Ἀ νέστης ἐκ νεκρῶν ,  ἡ ζωὴ τῶν ἁπάντων ,  καὶ Ἄγγελος φωτός ,  ταῖς γυναιξὶν ἐβόα· Παύσασθε

    τῶν δακρύων , τοῖς Ἀποστόλοις εὐαγγελίσασθε· κράξατε ἀνυμνοῦσαι· Ὅτι ἀνέστη Χριστὸς ὁ Κύ‐

    ριος , ὁ εὐδοκήσας σῶσαι ὡς Θεός , τὸ γένος τῶν ἀνθρώπων. 

    Δόξα. Τὴν Σοφίαν καὶ Λόγον

    . Ἀ ναστὰς ἐκ τοῦ τάφου ὡς ἀληθῶς ,  ταῖς ὁσίαις προσέταξας γυναιξί  ,  κηρῦξαι τὴν ἔγερσιν ,  Ἀπο‐

    στόλοις ὡς γέγραπται· καὶ δρομαῖος ὁ Πέτρος , ἐπέστη τῷ μνήματι  , καὶ τὸ φῶς ἐν τῷ τάφῳ , ὁρῶν

  • 8/20/2019 2015-08-02_kyr_8_mat8aiou-b-8

    2/18

      2

    κατεπλήττετο· ὅθεν καὶ κατεῖδε , τὰ ὀθόνια μόνα , χωρὶς τοῦ θείου σώματος , ἐν αὐτῷ κατακείμε‐

     να· καὶ πιστεύσας ἐβόησε· Δόξα σοι Χριστὲ ὁ Θεός , ὅτι σώζεις ἅπαντας Σωτὴρ ἡμῶν· τοῦ Πατρὸς

     γὰρ ὑπάρχεις ἀπαύγασμα. 

    Καὶ νῦν. Θεοτοκίον. 

    Ὁ  δι᾿ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου ,  καὶ σταύρωσιν ὑπομείνας Ἀγαθέ ,  ὁ θανάτῳ τὸν θάνατον

    σκυλεύσας , καὶ ἔγερσιν δείξας ὡς Θεός , μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου· δεῖξον τὴν φιλαν‐

    θρωπίαν σου Ἐλεῆμον· δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον , πρεσβεύουσαν ὑπὲρ ἡμῶν , καὶ σῶσον

    Σωτὴρ ἡμῶν , λαὸν ἀπεγνωσμένον. Μετὰ τὴν β´ Στιχολογίαν

    Ἦχος πλ. δ´. 

    Ἄ νθρωποι τὸ μνῆμά σου , Σωτὴρ ἐσφραγίσαντο , Ἄγγελος τὸν λίθον , ἐκ τῆς θύρας ἀπεκύλισε. Γυ‐

     ναῖκες ἐθεάσαντο , ἐγηγερμένον ἐκ νεκρῶν , καὶ αὗται εὐηγγελίσαντο , τοῖς Μαθηταῖς σου ἐν Σι‐

    ών· Ὅτι ἀνέστης ἡ ζωὴ τῶν ἁπάντων , καὶ διελύθη τὰ δεσμὰ τοῦ θανάτου. Κύριε δόξα σοι . 

    Δόξα. 

    Τὰ μύρα τῆς ταφῆς , αἱ γυναῖκες κομίσασαι  , φωνῆς ἀγγελικῆς , ἐκ τοῦ τάφου ἤκουον· Παύσασθε

    τῶν δακρύων , καὶ ἀντὶ λύπης χαρὰν κομίσασθε· κράξατε ἀνυμνοῦσαι  , ὅτι ἀνέστη Χριστὸς ὁ Κύ‐

    ριος , ὁ εὐδοκήσας σῶσαι ὡς Θεός , τὸ γένος τῶν ἀνθρώπων. Καὶ νῦν. Θεοτοκίον. 

    Ἐπὶ σοὶ χαίρει  , Κεχαριτωμένη , πᾶσα ἡ κτίσις , Ἀγγέλων τὸ σύστημα , καὶ ἀνθρώπων τὸ γένος , ἡ‐

     γιασμένε ναέ ,  καὶ Παράδεισε λογικέ ,  παρθενικὸν καύχημα· ἐξ ἧς Θεὸς ἐσαρκώθη ,  καὶ παιδίον

     γέγονεν , ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἡμῶν. Τὴν γὰρ σὴν μήτραν , θρόνον ἐποίησε , καὶ τὴν σὴν

     γαστέρα , πλατυτέραν οὐρανῶν ἀπειργάσατο. Ἐπὶ σοὶ χαίρει  , Κεχαριτωμένη , πᾶσα ἡ κτίσις· δόξα

    σοι . * * * 

    ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ

    Ἦχος πλ. α´. Εὐλογητὸς εἶ  , Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 

    Τῶν ἀγγέλων ὁ δῆμος κατεπλάγη ὁρῶν σε ἐν νεκροῖς λογισθέντα , τοῦ θανάτου δέ , Σωτήρ , τὴν ἰ‐

    σχὺν καθελόντα καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα καὶ ἐξ ᾅδου πάντας ἐλευθερώσαντα. 

    Εὐλογητὸς εἶ  , Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 

    Τί τὰ μύρα συμπαθῶς τοῖς δάκρυσιν ,  ὦ μαθήτριαι  ,  κιρνᾶτε;  ὁ ἀστράπτων ἐν τῷ τάφῳ ἄγγελος

    προσεφθέγγετο ταῖς μυροφόροις· Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ

    μνήματος. 

    Εὐλογητὸς εἶ  , Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 

    Λίαν πρωῒ μυροφόροι ἔδραμον πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλ᾿ ἐπέστη πρὸς αὐτὰς ὁἄγγελος καὶ εἶπε· Θρήνου ὁ καιρὸς πέπαυται· μὴ κλαίετε· τὴν ἀνάστασιν δὲ ἀποστόλοις εἴπατε. 

    Εὐλογητὸς εἶ  , Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 

    Μυροφόροι γυναῖκες μετὰ μύρων ἐλθοῦσαι πρὸς τὸ μνῆμά σου , Σῶτερ , ἐνηχοῦντο ἀγγέλου πρὸς

    αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν τὸν ζῶντα λογίζεσθε;  ὡς Θεὸς γὰρ ἐξανέστη τοῦ μνήμα‐

    τος. 

    Δόξα. 

    Προσκυνοῦμεν Πατέρα καὶ τὸν τούτου Υἱόν τε καὶ τὸ ἅγιον Πνεῦμα , τὴν ἁγίαν Τριάδα ἐν μιᾷ τῇ

    οὐσίᾳ , σὺν τοῖς Σεραφεὶμ κράζοντες τὸ Ἅγιος , Ἅγιος , Ἅγιος εἶ  , Κύριε. 

  • 8/20/2019 2015-08-02_kyr_8_mat8aiou-b-8

    3/18

      3

    Καὶ νῦν. 

    Ζωοδότην τεκοῦσα ,  ἐλυτρώσω ,  Παρθένε ,  τὸν Ἀδὰμ ἁμαρτίας· χαρμονὴν δὲ τῇ Εὔᾳ ἀντὶ λύπης

    παρέσχες· ῥεύσαντα ζωῆς , ἴθυνε πρὸς ταύτην δὲ ὁ ἐκ σοῦ σαρκωθεὶς Θεὸς καὶ ἄνθρωπος. 

    Ἀλληλούϊα , ἀλληλούϊα , ἀλληλούϊα· δόξα σοι ὁ Θεός. ( γ´) 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  ηηηὐὐὐλλλόόόγγγηηητ τ τ αααί ί ί  ΣΣΣοοουυυ ... ... ...  

    * * * 

    ΥΠΑΚΟΗ , ΑΝΑΒΑΘΜΟΙ , ΠΡΟΚΕΙΜΕΝΟΝἩ Ὑπακοή. Ἦχος πλ. δ´. 

    Αἱ Μυροφόροι τοῦ ζωοδότου , ἐπιστᾶσαι τῷ μνήματι  , τὸν Δεσπότην ἐζήτουν , ἐν νεκροῖς τὸν ἀθά‐

     νατον· καὶ χαρᾶς εὐαγγέλια , ἐκ τοῦ Ἀγγέλου δεξάμεναι  , τοῖς Ἀποστόλοις ἐμήνυον· Ὅτι ἀνέστη ὁ

    Κύριος , παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. 

    οἱ Ἀναβαθμοί . Ἦχος πλ. δ´. Ἀντίφωνον Α´. 

    Ἐκ νεότητός μου , ὁ ἐχθρός με πειράζει  ,  ταῖς ἡδοναῖς φλέγει με· ἐγὼ δὲ πεποιθώς ,  ἐν σοὶ Κύριε , 

    τροποῦμαι τοῦτον. 

    Οἱ μισοῦντες Σιών , γενηθήτωσαν δή , πρὶν ἐκσπασθῆναι ὡς χόρτος· συγκόψει γὰρ Χριστός , αὐχέ‐

     νας αὐτῶν , τομῇ βασάνων. 

    Δόξα. Καὶ νῦν. 

    Ἁ γίῳ Πνεύματι  , τὸ ζῆν τὰ πάντα , φῶς ἐκ φωτός , Θεὸς μέγας· σὺν Πατρὶ ὑμνοῦμεν αὐτὸ καὶ τῷ

    Λόγῳ. Ἀντίφωνον Β´. 

    Ἡ  καρδία μου ,  τῷ φόβῳ σου σκεπέσθω ,  ταπεινοφρονοῦσα· μὴ ὑψωθεῖσα ἀποπέσῃ ,  ἐκ σοῦ Πα‐

     νοικτίρμον. 

    Ἐπὶ τὸν Κύριον , ὁ ἐσχηκὼς ἐλπίδα , οὐ δείσει τότε , ὅτε πυρὶ τὰ πάντα , κρινεῖ καὶ κολάσει . Δόξα. Καὶ νῦν. 

    Ἁ γίῳ Πνεύματι  , πᾶς τις θεῖος βλέπει καὶ προλέγει  , τερατουργεῖ ὕψιστα , ἐν τρισὶν ἕνα Θεὸν μέλ‐

    πων· εἰ γὰρ καὶ τριλαμπεῖ  , μοναρχεῖ τὸ θεῖον. Ἀντίφωνον Γ´. 

    Ἐκέκραξά σοι Κύριε , πρόσχες , κλῖνόν μοι τὸ οὖς σου βοῶντι  , καὶ κάθαρον πρὶν ἄρῃς με , ἀπὸ τῶν

    ἐνθένδε. 

    Ἐπὶ τὴν μητέρα αὐτοῦ γῆν , δύνων πᾶς αὖθις ἀναλύσει  , τοῦ λαβεῖν βασάνους , ἢ γέρα τῶν βεβιω‐

    μένων. 

    Δόξα. Καὶ νῦν. Ἁ γίῳ Πνεύματι  , θεολογία μονὰς τρισαγία· ὁ Πατὴρ γὰρ ἄναρχος , ἐξ οὗ ἔφυ ὁ Υἱὸς ἀχρόνως , καὶ

    τὸ Πνεῦμα σύμμορφον , σύνθρονον , ἐκ Πατρὸς συνεκλάμψαν. Ἀντίφωνον Δ´. 

    Ἰδοὺ δὴ τί καλόν ,  ἢ τί τερπνόν ,  ἀλλ᾿ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἅμα;  ἐν τούτῳ γὰρ Κύριος ,  ἐπηγ‐

     γείλατο ζωὴν αἰωνίαν. 

    Τοῦ ἐνδύματος αὐτοῦ , ὁ τὰ κρίνα τοῦ ἀγροῦ κοσμῶν , κελεύει μὴ δεῖν φροντίζειν. 

    Δόξα. Καὶ νῦν. 

    Ἁ γίῳ Πνεύματι  ,  ἑνοειδεῖ αἰτίᾳ ,  πάντα ἔχεται εἰρηνοβραβεύτως· Θεὸς τοῦτο γάρ ἐστι  ,  Πατρί τε

    καὶ Υἱῷ , ὁμοούσιον κυρίως. 

    Προκείμενον. Ψαλμὸς ρβ´ (102). 

  • 8/20/2019 2015-08-02_kyr_8_mat8aiou-b-8

    4/18

      4

    Bασιλεύσει Κύριος εἰς τὸν αἰῶνα , ὁ Θεός σου Σιών , εἰς γενεὰν καὶ γενεάν. (δίς) 

    Στίχ . Αἴνει ἡ ψυχή μου , τὸν Κύριον· αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου , ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρ‐

    χω. 

    Bασιλεύσει Κύριος εἰς τὸν αἰῶνα... * * * 

    ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ

    ὁ διάκονος· Τ Τ Τ οοοῦῦῦ Κ Κ Κ υυυ ρ ρ ρί ί ί οοουυυ δδδεεεηηηθθθῶῶῶ μ μ μεεεννν ...

      Κύριε , ἐλέησον. ὁ ἱερεύς· ὍὍὍτ τ τ ιιι  ἅἅἅγγγιιιοοοςςς εεεἶ ἶ ἶ  , , ,  ὁὁὁ ΘΘΘεεεὸὸὸςςς ἡἡἡ μ μ μῶῶῶννν  , , ,  ... ... ... 

    Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. 

    Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. 

    Αἰνεσάτω πνοή… πᾶσα τὸν Κύριον. ὁ διάκονος· Κ Κ Κ αααὶὶὶ  ὑὑὑπππὲὲὲ ρ ρ ρ τ τ τ οοοῦῦῦ κκκααατ τ τ αααξ ξ ξ ιιιωωωθθθῆῆῆννναααιιι  ἡἡἡ μ μ μᾶᾶᾶςςς τ τ τ ῆῆῆςςς ἀἀἀκκκ ρ ρ ροοοάάάσ σ σ εεεωωωςςς τ τ τ οοοῦῦῦ ἁἁἁγγγί ί ί οοουυυ ΕΕΕὐὐὐαααγγγγγγεεελλλί ί ί οοουυυ Κ Κ Κ ύύύ ρ ρ ριιιοοοννν τ τ τ ὸὸὸννν ΘΘΘεεεὸὸὸννν ἡἡἡ‐‐‐

     μ μ μῶῶῶννν ἱ ἱ ἱ κκκεεετ τ τ εεεύύύσ σ σ ωωω μ μ μεεεννν ... 

    Κύριε , ἐλέησον. ( γ´) ὁ διάκονος· ΣΣΣοοοφφφί ί ί ααα···  ὀὀὀ ρ ρ ρθθθοοοί ί ί ···  ἀἀἀκκκοοούύύσ σ σ ωωω μ μ μεεεννν τ τ τ οοοῦῦῦ ἁἁἁγγγί ί ί οοουυυ ΕΕΕὐὐὐαααγγγγγγεεελλλί ί ί οοουυυ ... 

    ὁ ἱερεύς· ΕΕΕἰ ἰ ἰ  ρ ρ ρήήήνννηηη πππᾶᾶᾶσ σ σ ιιι ... 

    Καὶ τῷ Πνεύματί σου. ὁ ἱερεύς· Ἐ Ἐ Ἐκκκ τ τ τ οοοῦῦῦ κκκααατ τ τ ὰὰὰ Ἰ  Ἰ  Ἰ ωωωάάάννννννηηηννν ἁἁἁγγγί ί ί οοουυυ ΕΕΕὐὐὐαααγγγγγγεεελλλί ί ί οοουυυ τ τ τ ὸὸὸ ἀἀἀνννάάάγγγνννωωωσ σ σ  μ μ μααα ...  ὁ διάκονος· Π  Π  Π  ρ ρ ρόόόσ σ σ  χ  χ  χ ωωω μ μ μεεεννν ...  

    Δόξα σοι  , Κύριε , δόξα σοι . 

    ὁ ἱερεὺς ἀναγινώσκει τὸ ἐνδιάτακτον Ἑῳθινὸν Εὐαγγέλιον

    Ἑωθινὸν Θ´

    Ἐκ τοῦ κατὰ Ἰωάννην(κ´ 19‐31) 

    Οὔσης ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν σαββάτων , καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι διὰ τὸν φό‐

    βον τῶν Ἰουδαίων , ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον , καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. Καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖ‐ρας καὶ τὴν πλευρὰν αὐτοῦ. Ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον. Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν· Εἰρήνη ὑμῖν. Καθὼς

    ἀπέσταλκέ με ὁ πατήρ , κἀγὼ πέμπω ὑμᾶς. Καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς· Λάβετε Πνεῦμα Ἅγιον· ἄν τινων ἀφῆτε

    τὰς ἁμαρτίας , ἀφίενται αὐτοῖς , ἄν τινων κρατῆτε , κεκράτηνται . Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα ,  ὁ λεγόμενος Δίδυμος , οὐκ ἦν μετ᾿

    αὐτῶν ὅτε ἦλθεν ὁ Ἰησοῦς. Ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· Ἑωράκαμεν τὸν Κύριον. Ὁ δὲ εἶπεν αὐτοῖς· Ἐὰν μὴ ἴδω ἐν ταῖς

    χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων , καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων , καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν

    αὐτοῦ , οὐ μὴ πιστεύσω. Καὶ μεθ᾿ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ᾿ αὐτῶν. Ἔρχεται ὁ Ἰησοῦς τῶν

    θυρῶν κεκλεισμένων , καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν· Εἰρήνη ὑμῖν. Εἶτα λέγει τῷ Θωμᾷ· Φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς

    χεῖράς μου , καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου , καὶ μὴ γίνου ἄπιστος ,  ἀλλὰ πιστός.  Καὶ ἀπεκρίθη Θωμᾶς καὶ

    εἶπεν αὐτῷ· Ὁ Κύριός μου καὶ ὁ Θεός μου. Λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὅτι ἑώρακάς με , πεπίστευκας· μακάριοι οἱ μὴ ἰδόντες καὶ πι‐

    στεύσαντες.  Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ , ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βι‐

    βλίῳ τούτῳ· ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι ὁ Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ , καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν

    τῷ ὀνόματι αὐτοῦ. Δόξα σοι  , Κύριε , δόξα σοι . 

    ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης·

    Ἀ νάστασιν Χριστοῦ θεασάμενοι  ,  προσκυνήσωμεν ἅγιον Κύριον Ἰησοῦν ,  τὸν μόνον ἀναμάρτη‐

    τον. Τὸν σταυρόν σου , Χριστέ , προσκυνοῦμεν καὶ τὴν ἁγίαν σου ἀνάστασιν ὑμνοῦμεν καὶ δοξά‐

    ζομεν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν , ἐκτός σου ἄλλον οὐκ οἴδαμεν , τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πά‐

     ντες οἱ πιστοὶ προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν· ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυ‐

    ροῦ χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον , ὑμνοῦμεν τὴν ἀνάστασιν αὐ‐

    τοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι᾿ ἡμᾶς , θανάτῳ θάνατον ὤλεσεν. 

    οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον 

  • 8/20/2019 2015-08-02_kyr_8_mat8aiou-b-8

    5/18

      5

    Ἦχος β´. 

    Ἐλεῆμον , Ἐλέησόν με , ὁ Θεός , κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐ‐

    ξάλειψον τὸ ἀνόμημά μου. 

    Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. 

    Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω , καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. 

    Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα , ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου

    καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. 

    Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην , καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. 

    Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας , τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι . 

     Ῥαντιεῖς με ὑσσώπῳ , καὶ καθαρισθήσομαι· πλυνεῖς με , καὶ ὑπὲρ χιόνα λευκανθήσομαι . 

    Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. 

    Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. 

    Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί  , ὁ Θεός , καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. 

    Μ ὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου , καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. 

    Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου , καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. 

    Διδάξω ἀνόμους τὰς ὁδούς σου , καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι . 

     Ῥῦσαί με ἐξ αἱμάτων , ὁ Θεός , ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιο‐

    σύνην σου. 

    Κύριε , τὰ χείλη μου ἀνοίξεις , καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. 

    Ὅτι  , εἰ ἠθέλησας θυσίαν , ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. 

    Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς

    οὐκ ἐξουδενώσει . 

    Ἀ γάθυνον , Κύριε , ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών , καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. 

    Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης , ἀναφορὰν καὶ ὁλοκαυτώματα. 

    Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Καὶ ἐλέησόν με , ὁ Θεός. 

    Δόξα. 

    Ταῖς τῶν Ἀποστόλων πρεσβείαις , ἐλεῆμον , ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. 

    Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις , ἐλεῆμον , ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. 

    Καὶ τὸ πεντηκοστάριον. Ἦχος ὁ αὐτός. 

    Στίχ . Ἐλέησόν με , ὁ Θεός , κατὰ τὸ μέγα ἔλεός σου , καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξά‐

    λειψον τὸ ἀνόμημά μου. 

    Ἀ ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου , καθὼς προεῖπεν , ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλε‐

    ος. 

  • 8/20/2019 2015-08-02_kyr_8_mat8aiou-b-8

    6/18

      6

    ΣΣΣῶῶῶσ σ σ οοοννν  , , ,  ὁὁὁ ΘΘΘεεεόόόςςς  , , ,  τ τ τ ὸὸὸννν λλλαααόόόννν ΣΣΣοοουυυ ... ... ...  Κύριε , ἐλέησον. (ιβ´)  Ἐ Ἐ Ἐλλλέέέεεειιι  κκκαααὶὶὶ  οοοἰ ἰ ἰ κκκτ τ τ ιιι ρ ρ ρ μ μ μοοοῖ ῖ ῖ ςςς ... ... ...  Ἀμήν. 

    ΟΙ ΚΑΝΟΝΕΣὁ Ἀναστάσιμος μετὰ τῶν εἱρμῶν καὶ ὁ τοῦ Ἁγίου

    ᾨδὴ α´. ὁ Ἀναστάσιμος εἰς δ´

    (ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ) 

    Ἦχος πλ. δ´. Ὁ Εἱρμός. 

    Ἁρματηλάτην Φαραὼ ἐβύθισε , τερατουργοῦσα ποτέ ,  Μωσαϊκὴ ῥάβδος , σταυροτύπως πλήξασα , καὶ διελοῦσα θάλασσαν· Ἰσραὴλ δὲ φυγάδα , πεζὸν ὁδίτην διέσωσεν , ᾆσμα τῷ Θεῷ ἀναμέλπον‐

    τα. 

    Στίχ . Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου , Κύριε. 

    Τ ὴν παντοδύναμον Χριστοῦ θεότητα , πῶς μὴ θαυμάσωμεν! ἐκ μὲν παθῶν πᾶσι  , τοῖς πιστοῖς ἀ‐

    πάθειαν , καὶ ἀφθαρσίαν βλύζουσαν· ἐκ πλευρᾶς δὲ ἁγίας , πηγὴν ἀθάνατον στάζουσαν , καὶ ζω‐

     ὴν ἐκ τάφου ἀΐδιον. 

    Στίχ . Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου , Κύριε. 

    Ὡς εὐπρεπὴς ταῖς γυναιξὶν ὁ Ἄγγελος ,  νῦν ἐμπεφάνισται  ,  καὶ τηλαυγῆ φέρων ,  τῆς ἐμφύτου

    σύμβολα ,  ἀΰλου καθαρότητος ,  τῇ μορφῇ δὲ μηνύων ,  τὸ φέγγος τῆς ἀναστάσεως ,  κράζει· Ἐξη‐

     γέρθη ὁ Κύριος. Θεοτοκίον

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Δεδοξασμένα περὶ σοῦ λελάληνται  , ἐν γενεαῖς γενεῶν , ἡ τὸν Θεὸν Λόγον , ἐν γαστρὶ χωρήσασα , 

    ἁγνὴ δὲ διαμείνασα , Θεοτόκε Παρθένε· διό σε πάντες γεραίρομεν , τὴν μετὰ Θεὸν προστασίαν ἡ‐

    μῶν. καὶ τοῦ Ἁγίου , 

    ὁ παρών , οὗ ἡ ἀκροστιχίς· Ἄσματι τὸν πρῶτον τῶν μαρτύρων εὖ στεφανώσω. Θεοφάνους. 

    Ἦχος πλ. δ´. Ἁρματηλάτην Φαραώ. 

    Στίχ . Ἅ γιε τοῦ Θεοῦ , πρέσβευε ὑπὲρ ἡμῶν. 

    Ἀκτινοβόλοις ἀστραπαῖς τοῦ Πνεύματος καταλαμπόμενος ,  ὑπερφυῶν ᾄθλων ,  καὶ στεῤῥᾶς

    ἀθλήσεως τοὺς σὲ ὑμνοῦντας φώτισον , παρεστὼς τῷ Δεσπότῃ στεφανηφόρος πανόλβιε , Στέφα‐

     νε Μαρτύρων στεφάνωμα. 

    Στίχ . Ἅ γιε τοῦ Θεοῦ , πρέσβευε ὑπὲρ ἡμῶν. 

    Σταδιοδρόμων ἀπαρχὴ γενόμενος ,  καὶ ἀκροθίνιον ,  μαρτυρικοῦ στέφους ,  καθορᾶν ἠξίωσαι  ,  τὸν

    ἀθλοθέτην ἔνδοξε , δεξιᾷ ζωηφόρῳ , θεόπλοκόν σοι προτείνοντα , στέφανον θεσπέσιε Στέφανε. 

    Στίχ . Ἅ γιε τοῦ Θεοῦ , πρέσβευε ὑπὲρ ἡμῶν. 

    Μόνος ὑπάρχων θησαυρὸς χρηστότητος ,  Σῶτερ ἀνέδειξας ,  ἐκ τῶν τῆς γῆς κόλπων ,  θησαυρὸνπολύτιμον ,  πλοῦτον μὴ δαπανώμενον ,  ἀναφαίρετον ὄλβον ,  περιουσίαν ἀνώλεθρον ,  Στέφανον

    τὸν σὸν Πρωτομάρτυρα. 

    Δόξα. 

    Ἀ γγελομόρφῳ προφανῶς λαμπρότητι  , καταυγαζόμενος , Ἀγγελικοῖς ὕμνοις , Πρωτομάρτυς Στέ‐

    φανε ,  καὶ Διακόνων πρόκριτε ,  κεκρυμμένος ὡς ὤφθης ,  ἀξίως ὄντως τετίμησαι  ,  ἔνδοξε Μαρτύ‐

    ρων ἀγλάϊσμα. 

    Καὶ νῦν. Θεοτοκίον

    Σωματωθέντα δι᾿ ἡμᾶς Πανάμωμε , τὸν πρὶν ἀσώματον , θεαρχικὸν Λόγον , τοῦ Πατρὸς γεγέννη‐κας , ὡς παρθενίας σκήνωμα , καὶ δοχεῖον ἁγνείας , καὶ τέμενος καθαρότητος ,.. 

    ...Δέσποινα τοῦ κόσμου Θεόνυμφε. 

  • 8/20/2019 2015-08-02_kyr_8_mat8aiou-b-8

    7/18

      7

    ᾨδὴ γ´. ὁ Ἀναστάσιμος

    Ἦχος πλ. δ´. Ὁ Εἱρμός. 

    Ὁ στερεώσας κατ᾿ ἀρχάς , τοὺς οὐρανοὺς ἐν συνέσει  , καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας , ἐν τῇ πέ‐

    τρᾳ με Χριστέ , τῆς Ἐκκλησίας στήριξον , ὅτι οὐκ ἔστι πλήν σου , ἅγιος μόνε Φιλάνθρωπε. 

    Στίχ . Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου , Κύριε. 

    Κατακριθέντα τὸν Ἀδάμ , τῇ γεύσει τῆς ἁμαρτίας , τῆς σαρκός σου τὸ σωτήριον πάθος , ἐδικαίωσε

    Χριστέ· αὐτὸς γὰρ οὐχ ὑπεύθυνος , τῇ τοῦ θανάτου πείρᾳ , πέφηνας ὁ ἀναμάρτητος. 

    Στίχ . Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου , Κύριε. 

    Τ ῆς ἀναστάσεως τὸ φῶς , ἐξέλαμψε τοῖς ἐν σκότει  , τοῦ θανάτου καὶ σκιᾷ καθημένοις , ὁ Θεός μου

    Ἰησοῦς , καὶ τῇ αὑτοῦ θεότητι  , τὸν ἰσχυρὸν δεσμεύσας , τούτου τὰ σκεύη διήρπασε. Θεοτοκίον

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Τῶν Χερουβὶμ καὶ Σεραφίμ ,  ἐδείχθης ὑψηλοτέρα ,  Θεοτόκε· σὺ γὰρ μόνη ἐδέξω ,  τὸν ἀχώρητον

    Θεόν , ἐν σῇ γαστρὶ Ἀμόλυντε· διὸ πιστοί σε πάντες , ὕμνοις ἀεὶ μακαρίζομεν. καὶ τοῦ Ἁγίου 

    Ἦχος πλ. δ´. Ὁ στερεώσας κατ᾿ ἀρχάς. Στίχ . Ἅ γιε τοῦ Θεοῦ , πρέσβευε ὑπὲρ ἡμῶν. 

    Ἱερολόγος ἱερός ,  καὶ θεολόγος ἐδείχθης ,  συμπλεκόμενος Ἑβραίων τοῖς δήμοις ,  διελέγχων

    ἀσφαλῶς , τὴν τούτων ἀθεότητα , καὶ θεομάχον γνώμην , Στέφανε μάρτυς πανάριστε. 

    Στίχ . Ἅ γιε τοῦ Θεοῦ , πρέσβευε ὑπὲρ ἡμῶν. 

    Τὸν Πρωτομάρτυρα Χριστοῦ ,  καὶ Διακόνων τὸν πρῶτον ,  τὸν τοῖς Μάρτυσι τοῦ δρόμου τὴν νύσ‐

    σαν ,  ὑποδείξαντα λαμπρῶς ,  Ἀγγέλων τὸν συνόμιλον ,  δεῦτε συμφώνως πάντες ὕμνοις ,  ἐνθέως

    τιμήσωμεν. 

    Στίχ . Ἅ γιε τοῦ Θεοῦ , πρέσβευε ὑπὲρ ἡμῶν. Ὁ κεκρυμμένος θησαυρός , ὑπὸ τὴν γῆν φανεροῦται  , καὶ τὸν κόσμον εὐωδίας ἐνθέου , καὶ πλου‐

    σίων δωρεῶν , τὴν οἰκουμένην ἔπλησεν , ὁ τῶν Μαρτύρων πρῶτος , καὶ Διακόνων ὁ πρόκριτος. 

    Δόξα. 

    Νενεκρωμένον μου τὸν νοῦν ,  τῇ τῆς ζωῆς ἐνεργείᾳ ,  διὰ σοῦ τῆς κηρυχθείσης ἐμφρόνως , 

    ἐξανάστησον ὑμνεῖν ,  τὴν σὴν σεπτὴν πανήγυριν ,  καὶ σοῦ κατ᾿ ἴχνος βαίνειν ,  Στέφανε μάκαρ

    ἀξίωσον. 

    Καὶ νῦν. Θεοτοκίον

    Πύλη ἐδείχθης νοητή ,

      ἀνατολῆς τῆς ἐξ ὕψους ,

      τῆς ἐν γῇ φανερωθείσης Παρθένε· διὰ σοῦ γὰρπρὸς ἡμᾶς , ὁ Λόγος εἰσελήλυθεν , ἐπὶ τὸ σῶσαι πάντας , .. 

    ..τ ῆς ἀλογίας Πανάχραντε. 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  σ σ σ ὺὺὺ εεεἶ ἶ ἶ  ὁὁὁ ΘΘΘεεεὸὸὸςςς ἡἡἡ μ μ μῶῶῶννν ... ... ... 

    * * * 

    ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑΚοντάκιον τοῦ Ἁγίου.  Ἦχος πλ. δ´. 

    Πρῶτος ἐσπάρης ἐπὶ γῆς ὑπὸ τοῦ οὐρανίου Γεωργοῦ πανεύφημε· πρῶτος τὸ αἷμα ἐπὶ γῆς διὰ

    Χριστὸν ἐξέχεας μακάριε· πρῶτος ὑπ᾿ αὐτοῦ τὸν τῆς νίκης στέφανον ἀνεδήσω ἐν οὐρανῷ ,  ὡςἈθλητῶν προοίμιον , στεφανῖτα τῶν Μαρτύρων ὁ Πρώταθλος. 

  • 8/20/2019 2015-08-02_kyr_8_mat8aiou-b-8

    8/18

      8

    Μεσῴδιον Κάθισμα τοῦ Ἁγίου

    Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον. 

    Τ ῇ τοῦ Πνεύματος αἴγλῃ καταλαμπόμενος , καὶ τῇ ὄντως σοφίᾳ συνανυψούμενος , τῶν Ἰουδαίων

    τὴν ἀχλὺν ἀπημαύρωσας , καὶ ἐν σταδίῳ τὸν ἐχθρόν , ἀθλητικῶς καταβαλών , Μαρτύρων στέφα‐

     νος ὤφθης. Ἀλλὰ πρέσβευε τῷ Κυρίῳ , ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. 

    Δόξα. Καὶ νῦν. Θεοτοκίον

    Ἡ θερμὴ προστασία καὶ ἀπροσμάχητος , ἡ ἐλπὶς ἡ βεβαία , καὶ ἀκαταίσχυντος , τεῖχος καὶ σκέπηκαὶ λιμὴν τῶν προστρεχόντων σοι  ,  ἀειπάρθενε Ἁγνή ,  τὸν Υἱόν σου καὶ Θεὸν ἱκέτευε σὺν

    Ἀγγέλοις , εἰρήνην δοῦναι τῷ κόσμῳ καὶ σωτηρίαν καὶ μέγα ἔλεος. 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ΣΣΣὺὺὺ γγγὰὰὰ ρ ρ ρ εεεἶ ἶ ἶ  ὁὁὁ ΒΒΒααασ σ σ ιιιλλλεεεύύύςςς ... ... ...  

    * * * 

    ΚΟΝΤΑΚΙΟΝ , ΟΙΚΟΣ , ΣΥΝΑΞΑΡΙΟΝΤὸ Ἀναστάσιμον Κοντάκιον μετὰ τοῦ Οἴκου. 

    Κοντάκιον. Ἦχος πλ. δ´. Ὡς ἀπαρχὰς τῆς φύσεως. 

    Ἐξαναστὰς τοῦ μνήματος , τοὺς τεθνεῶτας ἤγειρας , καὶ τὸν Ἀδὰμ ἀνέστησας· καὶ ἡ Εὔα χορεύει  , 

    ἐν τῇ σῇ ἀναστάσει  , καὶ κόσμου τὰ πέρατα πανηγυρίζουσι  , τῇ ἐκ νεκρῶν ἐγέρσει σου Πολυέλεε. ὁ Οἶκος

    Τὰ τοῦ ᾅδου σκυλεύσας βασίλεια , καὶ νεκροὺς ἀναστήσας Μακρόθυμε , γυναιξὶ Μυροφόροις συ‐

     νήντησας ,  ἀντὶ λύπης χαρὰν κομισάμενος· καὶ Ἀποστόλοις σου ἐμήνυσας ,  τὰ τῆς νίκης σύμβο‐

    λα , Σωτήρ μου ζωοδότα , καὶ τὴν κτίσιν ἐφώτισας Φιλάνθρωπε· διὰ τοῦτο καὶ κόσμος συγχαίρει  , 

    τῇ ἐκ νεκρῶν ἐγέρσει σου Πολυέλεε. 

    Συναξάριον

    Τῇ Β´ τοῦ αὐτοῦ μηνός , Μνήμη τῆς Ἀνακομιδῆς τοῦ ἱεροῦ Λειψάνου τοῦ Ἁγίου Πρωτομάρτυρος

    καὶ Ἀρχιδιακόνου Στεφάνου , ἐν ἔτει τετρακοσιοστῷ δεκάτῳ καὶ πέμπτῳ (415) τελεσθείσης. 

    Στίχοι

    Ἔχεις Σιὼν πάμπολλα θεῖα καὶ ξένα. 

    Νεκρὸν Στεφάνους δὸς πόλει Κωνσταντίνου. 

    Δευτερίῃ νέκυος Στεφάνου γένετ᾿ Ἀνακομιδή. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , μνήμη τῆς εὑρέσεως τῶν λειψάνων τῶν Ἁγίων Ἐνδοξων τοῦ Χριστοῦ Μαρτύρων

    Μαξίμου ,  Δάδα καὶ Κυντιλιανοῦ των εν Δοροστόλω μαρτυρησάντων.  Μετηνέχθησαν δὲ ταῦτα

    εἰς τὸν οἶκον τῆς Ὑπεραγίας Θεοτόκου , εἰς τόπον λεγόμενον τοῦ Bιγλεντίου , ὅπου καὶ ἡ τούτων

    τελεῖται Σύναξις. Στίχοι

    Τρεῖς ἐκφέρουσα γῆ νεκροὺς ζωηφόρους , 

    Πόλῳ λέγειν ἔοικε· Σὺ κρύψας ἔχε. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , μνήμη τῶν Ἐγκαινίων τοῦ θείου Ναοῦ τοῦ Ἁγίου Ἐνδόξου Ἀποστόλου καὶ Εὐαγ‐

     γελιστοῦ , Ἰωάννου τοῦ Θεολόγου , πλησίον τῆς ἁγιωτάτης μεγάλης Ἐκκλησίας. Στίχοι

    Σὸν Ναὸν σῇ χάριτι καθιεροῦμεν , 

    Ἰωάννη πάνσοφε ἠγαπημένε. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , μνήμη τοῦ Ἁγίου Ἐνδόξου Μάρτυρος Φωκᾶ. Στίχοι

    Φωκᾶς ὁ μάρτυς ἐκλιπὼν γῆς χωρίον , 

  • 8/20/2019 2015-08-02_kyr_8_mat8aiou-b-8

    9/18

      9

    Νῦν εγκατοικεῖ τῆς τρυφῆς τῷ χωρίῳ. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , μνήμη τοῦ ἐν εὐσεβεῖ τῇ μνήμῃ γενομένου Βασιλέως Ἰουστινιανοῦ ἐν τοῖς

    ἁγίοις Ἀποστόλοις. (+565) Στίχοι

    Οὐκ ἐκποδών σοι σκῆπτρον ὤφθη ὦ ἄναξ , 

    Σὺ γὰρ κατοικεῖς Βασιλείαν τὴν ἄνω. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Φωτεινῆς τῆς Καρπασίτιδος ,  τῆς ἐπιλεγομένης

    ἁγίας Φωτοῦς , τῆς θαυματουργοῦ Κυπρίας , τῆς ἐκ Ριζοκαρπάσου μὲν καταγομένης , ἐν σπηλαίῳδὲ παρὰ τὸ χωρίον Ἅγιος Ἀνδρόνικος Κανακαρίας ἀσκησάσης , ὅπου καὶ προσκύνημα αὐτῆς με‐

    τὰ ἁγιάσματος , θεραπεύοντος ὀφθαλμικὰς παθήσεις. Στίχοι

    Ἡ Φωτεινὴ φαίνουσα ἐν γῇ αὐγάζει  , 

    Οὐρανοῖς ἐνδημοῦσα καθισταμένη. 

    Ἐκφωτίζουσα τοὺς πίστει προσελθόντας , 

    Θυμὸν ἀποπνέει Φωτεινὴ δευτέρῃ ἠοῖ . 

    Ἀσκήσεως φάει Φωτεινὴ ἀόκνῳ , 

    Σκοτεινῷ ἐν ἄντρῳ ἐφώτισας Κύπρον. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ Μνήμη τοῦ Ἁγίου Ἐνδόξου Νεομάρτυρος Θεοδώρου ,  τοῦ ἐν Δαρδανελίοις (Τσα‐ νὰκ Καλέ),  τοῦ Σαμολαδᾶ ,  ἐν ἔτει χιλιοστῷ ἑξακοσιοστῷ καὶ ἐννενηκοστῷ (1690)  τὴν κεφαλὴν

    τμηθέντος καὶ τελειωθέντος.  Ἡ δὲ τιμία αὐτοῦ Κάρα διαφυλάσσεται εὐλαβῶς ἐν τῷ Ναῷ τῆς

    Ὁσίας Ξένης ἐν Νικαίᾳ Πειραιῶς. Στίχοι

    Θεῷ δωρεῖσαι νεότητα καὶ κάλλος , 

    Ἀθλήσας , Θεόδωρε , ἐλέγχῳ πλάνης. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ Μνήμη τοῦ Ὁσίου καὶ Περιδόξου Πατρὸς ἡμῶν Βασιλείου τοῦ διὰ Χριστὸν Σαλοῦ

    ἐν Μόσχᾳ Ρώσου τοῦ Θαυματουργοῦ , ἐν ἔτει χιλιοστῷ πεντακοσιοστῷ πεντηκοστῷ καὶ ἑβδόμῳ

    (1557) τελειωθέντος , εἰς ἡλικίαν ὀγδοήκοντα καὶ ὀκτὼ ἐτῶν ἐν ἐκστάσει πνεύματος καὶ ἐν αἴγλῃἀκτίστου φωτός. Ὁ δὲ Καθεδρικὸς Ναὸς τοῦ Κρεμλίνου εἰς τοῦτον τὸν Ἅγιον Βασίλειον ἐστὶν ἀ‐

    φιερωμένος. Στίχοι

    Ὁ Βασίλειος σαλότητι βιώσας , 

    Βασιλικὴν προφύραν ἐπενεδύθη. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , πρώτῃ Κυριακῇ τοῦ Αὐγούστου , Σύναξιν ἐπιτελοῦμεν πάντων τῶν προστατῶν , 

    ἐφόρων καὶ φρυκτωρῶν Ἁγίων τῆς Θεοφρουρήτου Ἀκριτικῆς καὶ Ἀποστολικῆς Ἐκκλησίας τῆς

    Νήσου Σάμου. Στίχοι

    Τοὺς ὀκτὼ εὐκλεεῖς προστάτας Σάμου

    Καὶ ᾧδ᾿ ὁμοῦ σύμπαντας εὐφημεῖν θέμις. 

    Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις , Χριστὲ ὁ Θεός , ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. * * * 

    ΚΑΤΑΒΑΣΙΑΙτῆς Μεταμορφώσεως

    ᾨδὴ α´. Ἦχος δ .́ 

    Χοροὶ Ἰσραὴλ ἀνίκμοις ποσὶ πόντον Ἐρυθρὸν καὶ ὑγρὸν βυθὸν διελάσαντες ,  ἀναβάτας τριστά‐

    τας δυσμενεῖς ὁρῶντες ἐν αὐτῷ ὑποβρυχίους , ἐν ἀγαλλιάσει ἔμελπον· ᾌσωμεν τῷ Θεῷ ἡμῶν , ὅ‐

    τι δεδόξασται . 

  • 8/20/2019 2015-08-02_kyr_8_mat8aiou-b-8

    10/18

      10

    ᾨδὴ γ´. 

    Τόξον δυνατῶν ἠσθένησε καὶ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη.. 

    ... ἐ ν Κυρίῳ ἡ καρδία μου. 

    ᾨδὴ δ´. 

    Εἰσακήκοα τὴν ἔνδοξον οἰκονομίαν σου ,  Χριστὲ ὁ Θεός· ὅτι ἐτέχθης ἐκ τῆς Παρθένου ,  ἵνα ἐκ

    πλάνης ῥύσῃ τοὺς κραυγάζοντας· Δόξα τῇ δυνάμει σου , Κύριε. 

    ᾨδὴ ε´. Ὁ τοῦ φωτὸς διατμήξας τὸ πρωτόγονον χάος , ὡς ἐν φωτὶ τὰ ἔργα ὑμνεῖ σε , Χριστέ , τὸν δημιουρ‐

     γόν , ἐν τῷ φωτί σου τὰς ὁδοὺς ἡμῶν εὔθυνον. 

    ᾨδὴ στ´. 

    Ἐ ν τῷ θλίβεσθαί με ἐβόησα πρὸς Κύριον , καὶ ἐπήκουσέ μου ὁ Θεὸς τῆς σωτηρίας μου. 

    ᾨδὴ ζ´. 

    Ἀβραμιαῖοί ποτε ἐν Βαβυλῶνι παῖδες καμίνου φλόγα κατεπάτησαν ἐν ὕμνοις κραυγάζοντες· Ὁ

    τῶν πατέρων Θεός , εὐλογητὸς εἶ . 

    ᾨδὴ η´. Αἰνοῦμεν , εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. 

    Οἱ ἐν Βαβυλῶνι παῖδες τῷ θείῳ πυρπολούμενοι ζήλῳ ,  τυράννου καὶ φλογὸς ἀπειλὴν ἀνδρείως

    κατεπάτησαν· καὶ μέσον πυρὸς ἐμβληθέντες , δροσιζόμενοι ἔψαλλον· Εὐλογεῖτε , πάντα τὰ ἔργα

    Κυρίου , τὸν Κύριον. 

    ὁ διάκονος· Τ Τ Τ ὴὴὴννν ΘΘΘεεεοοοτ τ τ όόόκκκοοοννν κκκαααὶὶὶ  μ μ μηηητ τ τ έέέ ρ ρ ρααα τ τ τ οοοῦῦῦ φφφωωωτ τ τ όόόςςς  , , ,  ἐἐἐννν ὕὕὕ μ μ μνννοοοιιιςςς τ τ τ ιιι μ μ μῶῶῶννντ τ τ εεεςςς μ μ μεεεγγγαααλλλύύύνννοοο μ μ μεεεννν ...  

    Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ

    Ἦχος δ´. 

    Στίχ . α .́ Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον , καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί

    μου. Τ ὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ , τὴν ἀδιαφθόρως Θεὸν

    Λόγον τεκοῦσαν , τὴν ὄντως Θεοτόκον , σὲ μεγαλύνομεν. 

    Στίχ . β .́ Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί

    με πᾶσαι αἱ γενεαί . 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... 

    Στίχ .  γ .́  Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός ,  καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ εἰς

     γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ . δ´. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ , διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... 

    Στίχ . ε.´ Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ

    πλουτοῦντας ἐξαπέστειλε κενούς. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... 

    Στίχ .  Ϛ .́  Ἀ ντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους ,  καθὼς ἐλάλησε πρὸς τοὺς πατέ‐

    ρας ἡμῶν , τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... 

  • 8/20/2019 2015-08-02_kyr_8_mat8aiou-b-8

    11/18

      11

    Καταβασία. ᾨδὴ θ .́ 

    Ὁ τόκος σου ἄφθορος ἐδείχθη· Θεὸς ἐκ λαγόνων σου προῆλθε σαρκοφόρος , ὃς ὤφθη ἐπὶ γῆς καὶ

    τοῖς ἀνθρώποις συνανεστράφη· σέ , Θεοτόκε , διὸ πάντες μεγαλύνομεν. 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  σ σ σ ὲὲὲ αααἰ ἰ ἰ νννοοοῦῦῦσ σ σ ιιι  πππᾶᾶᾶσ σ σ αααιιι  αααἱ ἱ ἱ  δδδυυυνννάάά μ μ μεεειιιςςς ... ... ... 

    * * * 

    ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑἮχος β´. 

    Ἅ γιος Κύριος ὁ Θεὸς ἡμῶν. 

    Ἅ γιος Κύριος ὁ Θεὸς ἡμῶν. 

    Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ , 

    … ὅτι ἅγιός ἐστιν. 

    Ἀναστάσιμον Ἐξαποστειλάριον Θ´. 

    Συγκεκλεισμένων Δέσποτα , τῶν θυρῶν ὡς εἰσῆλθες , τοὺς Ἀποστόλους ἔπλησας , Πνεύματος πα‐

     ναγίου , εἰρηνικῶς ἐμφυσήσας , οἷς δεσμεῖν τε καὶ λύειν , τὰς ἁμαρτίας εἴρηκας· καὶ ὀκτὼ μεθ᾿ ἡ‐

    μέρας , τὴν σὴν πλευράν , τῷ Θωμᾷ ὑπέδειξας καὶ τὰς χεῖρας , μεθ᾿ οὗ βοῶμεν· Κύριος ,  καὶ Θεὸςσὺ ὑπάρχεις. 

    καὶ τοῦ Μηναίου

    Ἦχος β´. Τῶν Μαθητῶν ὁρώντων. 

    Ὁ  πρῶτος τῶν Μαρτύρων τρίβους ἀνύσας ,  καὶ Διακόνων πρόκριτος χρηματίσας ,  Στέφανος ,  ὁ

    χάριτος πεπλησμένος ,  ἰδοὺ ἀνακομίζεται  ,  πρὸς τὴν Βασίλειον πόλιν ,  θαυμάτων βρύων τὴν χά‐

    ριν. Θεοτοκίον

    Ὅ ν περ αἱ ἄνω τάξεις πολλῷ σὺν τρόμῳ ,  παρίστανται μὴ φέρουσαι κατοπτεῦσαι  ,  αἴγλην τῆς

    ἀῤῥήτου αὐτοῦ οὐσίας ,  Χριστὸν γαστρὶ ἐχώρησας ,  λαβόντα σάρκα Παρθένε ,  ἐκ σῶν τιμίωναἱμάτων. * * * 

    ΑΙΝΟΙ

    Ἦχος πλ. δ´. 

    Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν , αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψί‐

    στοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. 

    Αἰνεῖτε αὐτόν ,  πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν ,  πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕ‐

    μνος τῷ Θεῷ. Στιχηρὰ Ἀναστάσιμα. Ἦχος πλ. δ´. 

    Στίχ . α´. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. 

    Κύριε , εἰ καὶ κριτηρίῳ παρέστης , ὑπὸ Πιλάτου κρινόμενος , ἀλλ᾿ οὐκ ἀπελείφθης τοῦ θρόνου , τῷ

    Πατρὶ συγκαθεζόμενος· καὶ ἀναστὰς ἐκ νεκρῶν , τὸν κόσμον ἠλευθέρωσας , ἐκ τῆς δουλείας τοῦ

    ἀλλοτρίου , ὡς οἰκτίρμων καὶ φιλάνθρωπος. 

    Στίχ . β´. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. 

    Κύριε , εἰ καὶ ὡς θνητὸν ἐν μνημείῳ , Ἰουδαῖοί σε κατέθεντο , ἀλλ᾿ ὡς βασιλέα ὑπνοῦντα στρατιῶ‐

    ταί σε ἐφύλαττον , καὶ ὡς ζωῆς θησαυρόν , σφραγίδι ἐσφραγίσαντο· ἀλλὰ ἀνέστης καὶ παρέσχες , 

    ἀφθαρσίαν ταῖς ψυχαῖς ἡμῶν. 

  • 8/20/2019 2015-08-02_kyr_8_mat8aiou-b-8

    12/18

      12

    Στίχ . γ .́ Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύ‐

     νης αὐτοῦ. 

    Κύριε , ὅπλον κατὰ τοῦ διαβόλου , τὸν Σταυρόν σου ἡμῖν δέδωκας· φρίττει γὰρ καὶ τρέμει  , μὴ φέ‐

    ρων καθορᾶν αὐτοῦ τὴν δύναμιν ,  ὅτι νεκροὺς ἀνιστᾷ ,  καὶ θάνατον κατήργησε· διὰ τοῦτο προ‐

    σκυνοῦμεν , τὴν ταφήν σου καὶ τὴν ἔγερσιν. 

    Στίχ . δ´. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. 

    Ὁ Ἄγγελός σου Κύριε , ὁ τὴν ἀνάστασιν κηρύξας , τοὺς μὲν φύλακας ἐφόβησε , τὰ δὲ γύναια ἐφώ‐

     νησε λέγων· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; ἀνέστη Θεὸς ὤν , καὶ τῇ οἰκουμένῃ ζωὴν ἐ‐

    δωρήσατο. καὶ τοῦ Ἁγίου , γ´ εἰς δ´. 

    Ἦχος δ´. Ἔδωκας σημείωσιν. 

    Στίχ . ε´. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. 

    Ἄ γγελος ἐπίγειος ,  ὁ πρωτομάρτυς γενόμενος ,  πρὸς οὐρανοὺς ἀνερχόμενος ,  ἐπήρθη μετάρσιος , 

    καὶ τὴν θείαν εἶδεν , ὡς ἐχώρει δόξαν , τῆς ἀπροσίτου μυηθείς , καὶ ὑπὲρ νοῦν Τριάδος μυστήρια·

    διὸ τὴν ἀκατάληπτον ,  ἀνακηρύττει σου δύναμιν ,  Ἰησοῦ παντοδύναμε ,  ὁ Σωτὴρ τῶν ψυχῶν

     ἡμῶν. 

    Στίχ .  Ϛ .́  Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ.  Πᾶσαπνοὴ αἰνεσάτω τὸν Κύριον. 

    Ἄ γγελος ἐπίγειος , .. 

    Στίχ . ζ´. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται . 

    Ὡραῖος ἐπέφανας ,  τῇ ἐπανόδῳ σου Στέφανε ,  Πρωτομάρτυς πανένδοξε ,  ἀκτῖσι κοσμούμενος , 

    χαρισμάτων θείων , καὶ τῶν ἰαμάτων· διὸ καὶ πάντας τοὺς πιστούς , καταφαιδρύνεις , τοῖς θαυμα‐

    σίοις σου ,  ἐν πίστει τὸν Φιλάνθρωπον ,  ὑμνολογοῦντας καὶ λέγοντας· Ἰησοῦ παντοδύναμε ,  ὁ

    Σωτὴρ τῶν ψυχῶν ἡμῶν. 

    Στίχ . η´. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου , ἐν αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει . Κάλαμος ὑπέρτιμος ,  ὀξυγραφῶν τὴν εὐσέβειαν ,  ἀνεδείχθη ἡ γλῶσσά σου ,  δι᾿ ἧς κατεφώτισας , 

    Πρωτομάρτυς πάντας ,  ταῖς διδασκαλίαις ,  καὶ ἐπανήγαγες ἡμᾶς ,  ἐξ ἀγνωσίας πρὸς τὴν

    εὐσέβειαν· διό σου τὴν ἐτήσιον , ἐπιτελοῦντες πανήγυριν , ἀνυμνοῦμεν γεραίροντες , τοὺς ἀγῶνάς

    σου Στέφανε. 

    Δόξα. Ἑωθινὸν Θ .́ Ἦχος πλ. α´. 

    Ὡς ἐπ᾿ ἐσχάτων τῶν χρόνων , οὔσης ὀψίας Σαββάτων , ἐφίστασαι τοῖς φίλοις Χριστέ , καὶ θαύματι

    θαῦμα βεβαιοῖς ,  τῇ κεκλεισμένῃ εἰσόδῳ τῶν θυρῶν ,  τὴν ἐκ νεκρῶν σου ἀνάστασιν· ἀλλ᾿ ἔπλη‐

    σας χαρᾶς τοὺς Μαθητάς , καὶ Πνεύματος ἁγίου μετέδωκας αὐτοῖς , καὶ ἐξουσίαν ἔνειμας ἀφέσε‐

    ως ἁμαρτιῶν , καὶ τὸν Θωμᾶν οὐ κατέλιπες , τῷ τῆς ἀπιστίας καταβαπτίζεσθαι κλύδωνι . Διὸ πα‐

    ράσχου καὶ ἡμῖν , γνῶσιν ἀληθῆ , καὶ ἄφεσιν πταισμάτων , εὔσπλαγχνε Κύριε. 

    Καὶ νῦν. Θεοτοκίον. 

    Ὑπερευλογημένη ὑπάρχεις , Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος , ὁ ᾍδης ᾐχμα‐

    λώτισται  , ὁ Ἀδὰμ ἀνακέκληται  , ἡ κατάρα νενέκρωται  , ἡ Εὔα ἠλευθέρωται  , ὁ θάνατος τεθανάτω‐

    ται  , καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν , ὁ οὕ‐

    τως εὐδοκήσας , δόξα σοι . * * * 

    Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

    Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη , ἐν ἀνθρώποις εὐδοκία. 

    Ὑμνοῦμέν σε ,  εὐλογοῦμέν σε ,  προσκυνοῦμέν σε ,  δοξολογοῦμέν σε ,  εὐχαριστοῦμέν σοι διὰ τὴν

    μεγάλην σου δόξαν. 

  • 8/20/2019 2015-08-02_kyr_8_mat8aiou-b-8

    13/18

      13

    Κύριε βασιλεῦ , ἐπουράνιε Θεέ , Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές , Ἰησοῦ Χριστέ , καὶ ἅγι‐

    ον Πνεῦμα. 

    Κύριε ὁ Θεός , ὁ ἀμνὸς τοῦ Θεοῦ , ὁ Υἱὸς τοῦ Πατρός , ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου , ἐλέησον

     ἡμᾶς , ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. 

    Πρόσδεξαι τὴν δέησιν ἡμῶν , ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός , καὶ ἐλέησον ἡμᾶς. 

    Ὅτι σὺ εἶ μόνος ἅγιος , σὺ εἶ μόνος Κύριος , Ἰησοῦς Χριστός , εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. 

    Καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα

    τοῦ αἰῶνος. 

    Καταξίωσον , Κύριε , ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. 

    Εὐλογητὸς εἶ  , Κύριε , ὁ Θεὸς τῶν πατέρων ἡμῶν , καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς

    τοὺς αἰῶνας. Ἀμήν. 

    Γένοιτο , Κύριε , τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς , καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. 

    Εὐλογητὸς εἶ  , Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. ( γ´) 

    Κύριε , καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε , ἐλέησόν με· ἴασαι τὴν ψυ‐

    χήν μου , ὅτι ἥμαρτόν σοι . 

    Κύριε , πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου , ὅτι σὺ εἶ ὁ Θεός μου. 

    Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. 

    Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. 

    Ἅ γιος ὁ Θεός , ἅγιος ἰσχυρός , ἅγιος ἀθάνατος· ἐλέησον ἡμᾶς. (ἐκ γ´) 

    Δόξα. Καὶ νῦν. 

    Ἅ γιος ἀθάνατος· ἐλέησον ἡμᾶς. 

    καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ·

    Ἅ γιος ὁ Θεός , ἅ γιος ἰσχυρός , ἅ γιος ἀθάνατος· ἐλέησον ἡμᾶς. 

    Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος β .́ 

    Ἀ ναστὰς ἐκ τοῦ μνήματος καὶ τὰ δεσμὰ διαῤῥήξας τοῦ ᾅδου , ἔλυσας τὸ κατάκριμα τοῦ θανάτου , 

    Κύριε , πάντας ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ ῥυσάμενος· ἐμφανίσας σεαυτὸν τοῖς ἀποστόλοις σου

    ἐξαπέστειλας αὐτοὺς ἐπὶ τὸ κήρυγμα καὶ δι᾿ αὐτῶν τὴν εἰρήνην παρέσχες τῇ οἰκουμένῃ ,  μόνε

    πολυέλεε. 

     ἢ

    τὸ ἕτερον ἀναστάσιμον τροπάριον. Ἦχος δ´. 

    Σ ήμερον σωτηρία τῷ κόσμῳ γέγονεν· ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡ‐

    μῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον τὸ νῖκος ἔδωκεν ἡμῖν καὶ τὸ μέγα ἔλεος. 

    * * * * * 

    ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝἈντίφωνα τῶν Κυριακῶν

    Ἀντίφωνον Α .́ Ἦχος β´. (Ψαλμὸς ρβ´) Στίχ . α´. Εὐλόγει ἡ ψυχή μου , τὸν Κύριον , καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 

    Ταῖς πρεσβείαις τῆς Θεοτόκου , Σῶτερ , σῶσον ἡμᾶς. Στίχ . β´. Εὐλόγει  , ἡ ψυχή μου , τὸν Κύριον , καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 

  • 8/20/2019 2015-08-02_kyr_8_mat8aiou-b-8

    14/18

  • 8/20/2019 2015-08-02_kyr_8_mat8aiou-b-8

    15/18

      15

    Ἀπολυτίκιον τοῦ Πρωτομάρτυρος. 

    Ἦχος δ´. Ταχὺ προκατάλαβε. 

    Βασίλειον διάδημα , ἐστέφθη σὴ κορυφή ,  ἐξ ᾄθλων ὧν ὑπέμεινας , ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ ,  μαρ‐

    τύρων πρωτόαθλε Στέφανε· σύ γὰρ τὴν Ἰουδαίων ἀπελέγξας μανίαν , εἶδές σου τὸν Σωτῆρα , τοῦ

    Πατρὸς δεξιόθεν. Αὐτὸν οὖν ἐκδυσώπει ἀεί  , ὑπὲρ τῶν ψυχῶν ἡμῶν. 

    Ἀπολυτίκιον τῆς Ἀνακομιδῆς. (Γερασίμου Μικραγιαννανίτου) 

    Ἦχος δ´. Ταχὺ προκατάλαβε. Ὡς πλοῦτος ἀκένωτος , τῆς ἀθανάτου ζωῆς , τὸ θεῖον σου Λείψανον , ἐκ τῶν λαγόνων τῆς γῆς , τῇ

    κτίσει ἀνέτειλεν· ὅθεν ἡ Ἐκκλησία ,  θείαν χάριν τρυγῶσα ,  Στέφανε Πρωτομάρτυς ,  κατὰ χρέος

    τιμᾷ σε· ἣν φύλαττε πρεσβείαις σου , ἐκ πάσης αἱρέσεως. 

    Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. 

    Κοντάκιον τῆς Μεταμορφώσεως. (ψάλλεται ὑπὸ τῶν ἱερέων , ἐὰν τελῆται συλλείτουργον) 

    Ἦχος βαρύς. Αὐτόμελον. 

    Ἐπὶ τοῦ ὄρους μετεμορφώθης , καί  , ὡς ἐχώρουν , οἱ μαθηταί σου τὴν δόξαν σου , Χριστὲ ὁ Θεός , ἐ‐

    θεάσαντο· ἵνα , ὅταν σε ἴδωσι σταυρούμενον , τὸ μὲν πάθος νοήσωσιν ἑκούσιον , τῷ δὲ κόσμῳ κη‐

    ρύξωσιν , ὅτι σὺ ὑπάρχεις ἀληθῶς τοῦ Πατρὸς τὸ ἀπαύγασμα. 

    * * * 

    ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ

    * * * 

    ΑΠΟΣΤΟΛΟΣΚυριακῆς τῆς Θ´ Ἑβδομάδος

    Προκείμενον. Ἦχος πλ. δ´. (Ψαλμὸς οε´) 

    Εὔξασθε καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ ἡμῶν. 

    Στίχ . Γ νωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός , ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ. 

    Πρὸς Κορινθίους Α´ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. ( γ´ 9‐17) 

    Ἀδελφοί  ,  Θεοῦ ἐσμεν συνεργοί· Θεοῦ γεώργιον ,  Θεοῦ οἰκοδομή ἐστε.  Κατὰ τὴν χάριν τοῦ Θεοῦ

    τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα , ἄλλος δὲ ἐποικοδομεῖ· ἕκαστος δὲ βλε‐

    πέτω πῶς ἐποικοδομεῖ· θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον , ὅς ἐστιν Ἰ‐

     ησοῦς Χριστός.  Εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσόν ,  ἄργυρον ,  λίθους τιμίους , 

    ξύλα , χόρτον , καλάμην , ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται· ἡ γὰρ ἡμέρα δηλώσει· ὅτι ἐν πυρὶἀποκαλύπτεται· καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει . Εἴ τινος τὸ ἔργον μενεῖ ὃ ἐ‐

    πῳκοδόμησε , μισθὸν λήψεται· εἴ τινος τὸ ἔργον κατακαήσεται  , ζημιωθήσεται  , αὐτὸς δὲ σωθήσε‐

    ται  , οὕτως δὲ ὡς διὰ πυρός. Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; 

    Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει  , φθερεῖ τοῦτον ὁ Θεός· ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν , οἵτινές

    ἐστε ὑμεῖς. 

    Ἀλληλούϊα. ( γ´) 

    Ἦχος πλ. δ´. (Ψαλμὸς δ´) 

    Στίχ . Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ , ἀλαλάξωμεν τῷ Θεῷ τῷ σωτῆρι ἡμῶν. 

    Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει . 

    * * * 

  • 8/20/2019 2015-08-02_kyr_8_mat8aiou-b-8

    16/18

      16

    ΕΥΑΓΓΕΛΙΟΝΚυριακῆς Θ´ Ματθαίου

    Ἐκ τοῦ κατὰ Ματθαῖον(ιδ´ 22‐34) 

    Τῷ καιρῷ ἐκείνῳ ἠνάγκασεν ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν , ἕως οὗ ἀπο‐

    λύσῃ τοὺς ὄχλους. Καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ᾿ ἰδίαν προσεύξασθαι . ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ . Τὸ

    δὲ πλοῖον ἤδη μέσον τῆς θαλάσσης ἦν , βασανιζόμενον ὑπὸ τῶν κυμάτων· ἦν γὰρ ἐναντίος ὁ ἄνεμος. Τετάρτῃ δὲ φυλακῇ τῆς νυ‐

    κτὸς ἀπῆλθε πρὸς αὐτοὺς ὁ Ἰησοῦς περιπατῶν ἐπὶ τῆς θαλάσσης.  Καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ ἐπὶ τὴν θάλασσαν περιπατοῦν‐

    τα ἐταράχθησαν λέγοντες ὅτι φάντασμά ἐστι  , καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. Εὐθέως δὲ ἐλάλησεν αὐτοῖς ὁ Ἰησοῦς λέγων· Θαρσεῖ‐τε ,  ἐγώ εἰμι· μὴ φοβεῖσθε. Ἀποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος εἶπε· Κύριε ,  εἰ σὺ εἶ  , κέλευσόν με πρὸς σὲ ἐλθεῖν ἐπὶ τὰ ὕδατα· Ὁ δὲ εἶ‐

    πεν· Ἐλθέ. Καὶ καταβὰς ἀπὸ τοῦ πλοίου ὁ Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα ἐλθεῖν πρὸς τὸν Ἰησοῦν . Βλέπων δὲ τὸν ἄνεμον ἰ‐

    σχυρὸν ἐφοβήθη , καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξε λέγων· Κύριε , σῶσόν με. Εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπε‐

    λάβετο αὐτοῦ καὶ λέγει αὐτῷ· Ὀλιγόπιστε! εἰς τί ἐδίστασας; Καὶ ἐμβάντων αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ὁ ἄνεμος. Οἱ δὲ ἐν τῷ

    πλοίῳ ἐλθόντες προσεκύνησαν αὐτῷ λέγοντες· Ἀληθῶς Θεοῦ υἱὸς εἶ . Καὶ διαπεράσαντες ἦλθον εἰς τὴν γῆν Γεννησαρέτ. 

    Δόξα σοι  , Κύριε , δόξα σοι . 

    * * * Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱ. Χρυσοστόμου

    * * * 

    Εἰς τό· Ἐξαιρέτως… Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον , τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ

    μητέρα τοῦ Θεοῦ ἡμῶν.  Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σερα‐

    φίμ , τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν , τὴν ὄντως Θεοτόκον , σὲ μεγαλύνομεν. 

    * * * 

    Κοινωνικόν. 

    Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα. 

    Μετὰ τὴν μετάδοσιν. Ἦχος β .́ 

    Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν , ἐλάβομεν Πνεῦμα ἐπουράνιον , εὕρομεν πίστιν ἀληθῆ ,  ἀδιαίρετονΤριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς ἔσωσεν. 

    Εἰς τό· Π  Π  Π άάάννντ τ τ οοοτ τ τ εεε  , , ,  νννῦῦῦννν κκκαααὶὶὶ  ἀἀἀεεεί ί ί ……… 

    Ἦχος β´. 

    Ἀμήν , Ἀμήν ,  Ἀμήν.  Πληρωθήτω τὸ στόμα ἡμῶν αἰνέσεώς σου , Κύριε , ὅπως ὑμνήσωμεν τὴν δό‐

    ξαν σου , ὅτι ἠξίωσας ἡμᾶς μετασχεῖν τῶν ἁγίων καὶ φρικτῶν σου μυστηρίων· τήρησον ἡμᾶς ἐν

    τῷ σῷ ἁγιασμῷ , ὅλην τὴν ἡμέραν μελετᾶν τὴν δικαιοσύνην σου. Ἀλληλούϊα , ἀλληλούϊα , ἀλλη‐

    λούϊα. 

    Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β .́ 

    Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ´) 

    Ἀπόλυσις· ὉὉὉ ἀἀἀνννααασ σ σ τ τ τ ὰὰὰςςς ἐἐἐκκκ νννεεεκκκ ρ ρ ρῶῶῶννν ... ... ... 

    Δι᾿ εὐχῶν... Ἀμήν. 

    * * * * * 

    Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε

    καὶ διανέμεται δωρεὰν

    ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοποhttp://akolouthies.wordpress.com 

  • 8/20/2019 2015-08-02_kyr_8_mat8aiou-b-8

    17/18

      17

    Προσφέρεται γιὰ ἰδιωτικὴ χρῆσι. 

    Δὲν ἐπιτρέπεται ἡ ἐμπόρευσί της. 

    Ἀπολυτίκια τῶν συνεορταζομένων Ἁγίων

    Ἀπολυτίκιον τῆς Ἀνακομιδῆς. (Γερασίμου Μικραγιαννανίτου) 

    Ἦχος δ´. Ταχὺ προκατάλαβε. 

    Ὡς πλοῦτος ἀκένωτος , τῆς ἀθανάτου ζωῆς , τὸ θεῖον σου Λείψανον , ἐκ τῶν λαγόνων τῆς γῆς , τῇ

    κτίσει ἀνέτειλεν· ὅθεν ἡ Ἐκκλησία , θείαν χάριν τρυγῶσα , Στέφανε Πρωτομάρτυς , κατὰ χρέος τι‐

    μᾷ σε· ἣν φύλαττε πρεσβείαις σου , ἐκ πάσης αἱρέσεως. 

    Ἀπολυτίκιον τῆς Ὁσίας Φωτεινῆς. (παλαιόν) 

    Ἦχος α´. Τῆς Συνόδου τῆς πρώτης. 

    Καρπασέων τὸ κλέος καὶ Κυπρίων ἀγλάϊσμα , καὶ τῶν ἀσθενούντων ἡ ῥῶσις , τῶν πεπηρωμένωνἀνάβλεψις , τῶν πρὸς σὲ πιστῶς προστρεχόντων ἐν τῷ θείῳ ναῷ σου , πανένδοξε , τὰς ἰάσεις πα‐

    ράσχου τοῖς δούλοις σου πάντοτε ,  ἵνα εὐχαρίστως κράζωμεν ,  Φωτεινὴ Ὁσία ,  νύμφη Χριστοῦ

    καλλιπάρθενε· Δόξα τῷ σὲ δοξάσαντι  ,  δόξα τῷ σὲ στεφανώσαντι  ,  δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ

    πᾶσιν ἰάματα. 

    Ἕτερον Ἀπολυτίκιον τῆς Ὁσίας Φωτεινῆς. (βελτιωμένον ἐν τοῖς Κυπρίοις Μηναίοις) 

    Ἦχος α´. Τῆς ἐρήμου πολίτης. 

    Καρπασέων τὸ κλέος καὶ Κυπρίων ἀγλάϊσμα , καὶ τῶν ἀσθενούντων ἡ ῥῶσις , τῶν πεπηρωμένων

    ἀνάβλεψις , τῶν πίστει προστρεχόντων σοι θερμῇ , θεόπνευστε Ὁσία Φωτεινή· ἐν σπηλαίῳ , ἀγρυ‐

    πνίαις καὶ προσευχαῖς τὸν Κύριον ἱλέωσας· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ ,  δόξα τῷ σὲ θαυμα‐

    στώσαντι  , δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα. 

    Ἕτερον Ἀπολυτίκιον τῆς Ὁσίας Φωτεινῆς. 

    Ἦχος πλ. α´.  Τὸν Συνάναρχον Λόγον. 

    Τ ὴν φωτώνυμον πάντες ἐγκωμιάσωμεν , τῆς Καρπασίας ἀμνάδα , θεοειδῆ Φωτεινήν , τὴν ἀσκήσε‐

    ως φωτίσασαν πυρσεύμασι  , καὶ θαυμασίων ἀστραπαῖς , νῆσον Κύπρον εὐσεβῶς , βοῶντες∙ μὴ δι‐

    αλίπῃς , Χριστῷ πρεσβεύουσα πέμψαι ἡμῖν ὑψόθεν μέγα ἔλεος. 

    Ἀπολυτίκιον Νεομ. Θεοδώρου. (ὑπὸ διδασκάλου ἀομάτου Χίου) 

    Ἦχος α´. Τῆς ἐρήμου πολίτης. 

    Ὀφρυνίου τὸ κλέος , καὶ Τρωάδος τὸ βλάστημα , καὶ τῆς Ἑλλησπόντου τὸ θρέμμα , καὶ προστάτην

    καὶ πρόμαχον , Θεόδωρον τὸν νέον οἱ πιστοί  , τιμήσωμεν ἐν ὕμνοις καὶ ᾠδαῖς , ὡς τὴν πλάνην τῶν

    ἀπίστων Ἀγαρηνῶν , αἰσχύναντα κατὰ κράτος. Καὶ νῦν παριστάμενος τῷ Χριστῷ , πρεσβεύει εἰς

    τὸ σωθῆναι πάντας ἡμᾶς. 

    Ἕτερον Ἀπολυτίκιον Νεομ. Θεοδώρου. (Γερασίμου Μικραγιαννανίτου) 

    Ἦχος α´. Τῆς ἐρήμου πολίτης. 

    Ὀφρυνίου τὸν γόνον ,  Ἑλλησπόντου τὸ καύχημα ,  τῶν Δαρδανελλίων τὸ κλέος ,  καὶ Μαρτύρων

    τὸν σύναθλον ,  Θεόδωρον τὸν νέον ἀθλητήν ,  τιμήσωμεν συμφώνως οἱ πιστοί· δωρεαῖς γὰρ κα‐ταυγάζει ταῖς θεϊκαῖς , τοὺς πρὸς αὐτὸν κραυγάζοντας· δόξα τῷ δεδωκότι σοι ἰσχύν , δόξα τῷ σε

    στεφανώσαντι  , δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα. 

  • 8/20/2019 2015-08-02_kyr_8_mat8aiou-b-8

    18/18

      18

    Ἕτερον Ἀπολυτίκιον. (Γερασίμου Μικραγιαννανίτου) 

    Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. 

    Τῶν οὐρανίων δωρεῶν ἀπολαύων ,  ὡς Ἀθλητὴς περιφανὴς τοῦ Σωτῆρος ,  ταῖς σαῖς πρεσβείαις

    λύτρωσαι δεόμεθα ,  Ἅγιε Θεόδωρε ,  Νεομάρτυς Κυρίου ,  πάσης περιστάσεως καὶ παθῶν καὶ κιν‐

    δύνων , καὶ συνοχῆς παντοίων πειρασμῶν , τοὺς ἀδιστάκτῳ ψυχῇ προσιόντας σοι . 

    Ἀπολυτίκιον Ὁσίου Βασιλειου Μόσχας. (ἐκ Κώδικος τῆς Μονῆς Δουσίκου) 

    Ἦχος δ´. Ταχὺ προκατάλαβε. 

    Ὑπόδειγμα ἄριστον τῆς εὐποιΐας σοφέ ,  ἐδείχθης Βασίλειε καὶ ὑπηρέτης Χριστοῦ ,  ἀσθενούντων

    ἐπίσκεψις , σὺ γὰρ ἐν Θεοδωροπόλει  , βιοτεύσας ὁσίως , γέγονας ποδηγέτης , τοῦ λαοῦ καὶ ἀρχόν‐

    των , διό σε ἐπαξίως οἱ πάντες δοξάζουσι .