2015-08-23_kyr_ib_mat8aiou-a-3

  • Upload
    sakis87

  • View
    213

  • Download
    0

Embed Size (px)

Citation preview

  • 8/20/2019 2015-08-23_kyr_ib_mat8aiou-a-3

    1/14

      1

    23 ΑΥΓΟΥΣΤΟΥ 2015 

    Κυριακὴ IB´ ΜατθαίουἈπόδοσις τῆς Κοιμήσεως , 

    Λούππου Μάρτυρος , Εἰρηναίου Λουγδούνου

    Ἦχος γ´. Ἑωθινὸν Α .́ 

    * * * * * 

    ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝΜετὰ τὸν Ἑξάψαλμον , 

    Συναπτὴ μεγάλη , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  πππ ρ ρ ρέέέπππεεειιι  σ σ σ οοοιιι  πππᾶᾶᾶσ σ σ ααα δδδόόόξ ξ ξ ααα ... ... ...  

    Ἦχος γ´. 

    Θεὸς Κύριος ,  καὶ ἐπέφανεν ἡμῖν· εὐλογημέ‐

     νος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. 

    Στίχ . α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ , ὅτι ἀγα‐

    θός ,

     ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος , καὶ ἐπέφανεν ἡμῖν... 

    Στίχ . β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με , καὶ τῷ

    ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. 

    Θεὸς Κύριος , καὶ ἐπέφανεν ἡμῖν... 

    Στίχ . γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη , καί ἐστι

    θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 

    Θεὸς Κύριος , καὶ ἐπέφανεν ἡμῖν... 

    ΑΠΟΛΥΤΙΚΙΑ

    Τὸ Ἀναστάσιμον. Ἦχος γ .́ 

    Εὐφραινέσθω τὰ οὐράνια ,  ἀγαλλιάσθω τὰ ἐ‐

    πίγεια , ὅτι ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ , 

    ὁ Κύριος· ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον·

    πρωτότοκος τῶν νεκρῶν ἐγένετο· ἐκ κοιλίας

    ᾅδου ἐῤῥύσατο ἡμᾶς ,  καὶ παρέσχε τῷ κόσμῳ

    τὸ μέγα ἔλεος. 

    Δόξα. τῆς Ἑορτῆς

    Ἦχος α´. Αὐτόμελον. Ἐ ν τῇ γεννήσει τὴν παρθενίαν ἐφύλαξας ,  ἐν

    τῇ κοιμήσει τὸν κόσμον , οὐ κατέλιπες Θεοτό‐

    κε· μετέστης πρὸς τὴν ζωήν , Μήτηρ ὑπάρχου‐

    σα τῆς ζωῆς· καὶ ταῖς πρεσβείαις ταῖς σαῖς

    λυτρουμένη , ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν. 

    Καὶ νῦν. τὸ αὐτό. 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·

    ὍὍὍτ τ τ ιιι σ σ σ ὸὸὸννν τ τ τ ὸὸὸ κκκ ρ ρ ράάάτ τ τ οοοςςς ... ... ...

     * * * 

    ΚΑΘΙΣΜΑΤΑΜετὰ τὴν α´ Στιχολογίαν

    Ἀναστάσιμον. Ἦχος γ .́ 

    Χριστὸς ἐκ νεκρῶν ἐγήγερται  ,  ἡ ἀπαρχὴ τῶν

    κεκοιμημένων· ὁ Πρωτότοκος τῆς κτίσεως , 

    καὶ δημιουργὸς πάντων τῶν γεγονότων ,  τὴν

    καταφθαρεῖσαν φύσιν τοῦ γένους ἡμῶν , ἐν ἑ‐

    αυτῷ ἀνεκαίνισεν.  Οὐκέτι θάνατε κυριεύεις·ὁ γὰρ τῶν ὅλων Δεσπότης , τὸ κράτος σου κα‐

    τέλυσε. 

    Δόξα. 

    Σαρκὶ τοῦ θανάτου γευσάμενος Κύριε ,  τὸ πι‐

    κρὸν τοῦ θανάτου ,  ἐξέτεμες τῇ ἐγέρσει σου , 

    καὶ τὸν ἄνθρωπον κατ᾿ αὐτοῦ ἐνίσχυσας , τῆς

    ἀρχαίας κατάρας τὴν ἧτταν ἀνακαλούμενος. 

    Ὁ ὑπερασπιστὴς τῆς ζωῆς ἡμῶν ,  Κύριε δόξα

    σοι . Καὶ νῦν. 

    τῆς Ἑορτῆς

    Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ. 

    Ἀ ναβόησον Δαυΐδ , τὶς ἡ παροῦσα Ἑορτή;  Ἣν

    ἀνύμνησα φησίν ,  ἐν τῷ βιβλίῳ τῶν Ψαλμῶν , 

    ὡς θυγατέρα Θεόπαιδα καὶ Παρθένον. Μετέ‐

    στησεν αὐτήν ,  πρὸς τὰς ἐκεῖθεν μονάς ,  Χρι‐

    στὸς ὁ ἐξ αὐτῆς ,  ἄνευ σπορᾶς γεννηθείς ,  καὶ

    διὰ τοῦτο χαίρουσι  ,  μητέρες καὶ θυγατέρες

    καὶ νύμφαι Χριστοῦ ,  βοῶσαι· Χαῖρε ,  ἡ μετα‐

    στᾶσα πρὸς τὰ ἄνω βασίλεια. Μετὰ τὴν β´ Στιχολογίαν

    Ἦχος γ´. Τὴν ὡραιότητα. 

    Τὸ ἀναλλοίωτον τὸ τῆς Θεότητος ,  καὶ τὸ ἑ‐

    κούσιον πάθος σου Κύριε ,  εἰς ἑαυτὸν κατα‐

    πλαγείς ,  ὁ ᾅδης ἐπωδύρετο· Τρέμω τὴν τοῦ

    σώματος ,  μὴ φθαρεῖσαν ὑπόστασιν· βλέπω

    τὸν ἀόρατον ,  μυστικῶς πολεμοῦντά με· διὸ

    καὶ οὓς κατέχω κραυγάζουσι· Δόξα Χριστὲ τῇἀναστάσει σου. 

    Δόξα. 

    Τὸ ἀκατάληπτον τὸ τῆς Σταυρώσεως ,  καὶ ἀ‐

     νερμήνευτον τὸ τῆς Ἐγέρσεως ,  θεολογοῦμεν

    οἱ πιστοί  , ἀπόῤῥητον μυστήριον· σήμερον γὰρ

    θάνατος , καὶ ὁ ᾅδης ἐσκύλευται  , γένος δὲ ἀν‐

    θρώπινον ,  ἀφθαρσίαν ἐνδέδυται· διὸ καὶ εὐ‐

    χαρίστως κραυγάζομεν· Δόξα Χριστὲ τῇ ἀνα‐

    στάσει σου. Καὶ νῦν. 

    τῆς Ἑορτῆς

  • 8/20/2019 2015-08-23_kyr_ib_mat8aiou-a-3

    2/14

      2

    Ἦχος α´. Τὸν τάφον σου Σωτήρ. 

    Ὁ  πάντιμος χορός ,  τῶν σοφῶν Ἀποστόλων , 

     ἠθροίσθη θαυμαστῶς , τοῦ κηδεῦσαι ἐνδόξως , 

    τὸ σῶμά σου τὸ ἄχραντον ,  Θεοτόκε Πανύ‐

    μνητε ,  οἷς συνύμνησαν ,  καὶ τῶν Ἀγγέλων τὰ

    πλήθη ,  τὴν Μετάστασιν ,  τὴν σὴν σεπτῶς εὐ‐

    φημοῦντες , ἣν πίστει ἑορτάζομεν. 

    * * * 

    ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ

    Ἦχος πλ. α´. Εὐλογητὸς εἶ  , Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 

    Τῶν ἀγγέλων ὁ δῆμος κατεπλάγη ὁρῶν σε ἐν

     νεκροῖς λογισθέντα ,  τοῦ θανάτου δέ ,  Σωτήρ , 

    τὴν ἰσχὺν καθελόντα καὶ σὺν ἑαυτῷ τὸν Ἀ‐

    δὰμ ἐγείραντα καὶ ἐξ ᾅδου πάντας ἐλευθερώ‐

    σαντα. 

    Εὐλογητὸς εἶ  , Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 

    Τί τὰ μύρα συμπαθῶς τοῖς δάκρυσιν , ὦ μαθή‐

    τριαι  ,  κιρνᾶτε;  ὁ ἀστράπτων ἐν τῷ τάφῳ ἄγ‐

     γελος προσεφθέγγετο ταῖς μυροφόροις· Ἴδετε

    ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐ‐

    ξανέστη τοῦ μνήματος. 

    Εὐλογητὸς εἶ  , Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 

    Λίαν πρωῒ μυροφόροι ἔδραμον πρὸς τὸ μνῆ‐

    μά σου θρηνολογοῦσαι· ἀλλ᾿ ἐπέστη πρὸς αὐ‐

    τὰς ὁ ἄγγελος καὶ εἶπε· Θρήνου ὁ καιρὸς πέ‐

    παυται· μὴ κλαίετε· τὴν ἀνάστασιν δὲ ἀπο‐

    στόλοις εἴπατε. 

    Εὐλογητὸς εἶ  , Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 

    Μυροφόροι γυναῖκες μετὰ μύρων ἐλθοῦσαι

    πρὸς τὸ μνῆμά σου ,  Σῶτερ ,  ἐνηχοῦντο ἀγγέ‐

    λου πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νε‐

    κρῶν τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γὰρ ἐξα‐

     νέστη τοῦ μνήματος. 

    Δόξα. 

    Προσκυνοῦμεν Πατέρα καὶ τὸν τούτου Υἱόν

    τε καὶ τὸ ἅγιον Πνεῦμα , τὴν ἁγίαν Τριάδα ἐν

    μιᾷ τῇ οὐσίᾳ , σὺν τοῖς Σεραφεὶμ κράζοντες τὸ

    Ἅγιος , Ἅγιος , Ἅγιος εἶ  , Κύριε. 

    Καὶ νῦν. 

    Ζωοδότην τεκοῦσα ,  ἐλυτρώσω ,  Παρθένε ,  τὸν

    Ἀδὰμ ἁμαρτίας· χαρμονὴν δὲ τῇ Εὔᾳ ἀντὶ λύ‐

    πης παρέσχες· ῥεύσαντα ζωῆς ,  ἴθυνε πρὸςταύτην δὲ ὁ ἐκ σοῦ σαρκωθεὶς Θεὸς καὶ ἄν‐

    θρωπος. 

    Ἀλληλούϊα , ἀλληλούϊα , ἀλληλούϊα·

    δόξα σοι ὁ Θεός. ( γ´) 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  ηηηὐὐὐλλλόόόγγγηηητ τ τ αααί ί ί  ΣΣΣοοουυυ ... ... ...  

    * * * 

    ΥΠΑΚΟΗ , ΑΝΑΒΑΘΜΟΙ , ΠΡΟΚΕΙΜΕΝΟΝἩ Ὑπακοή. Ἦχος γ .́ 

    Ἐκπλήττων τῇ ὁράσει  ,  δροσίζων τοῖς ῥήμα‐

    σιν ,  ὁ ἀστράπτων Ἄγγελος ,  ταῖς Μυροφόροις

    ἔλεγε· Τὸν ζῶντα τί ζητεῖτε ἐν μνήματι ; ἠγέρ‐

    θη κενώσας τὰ μνήματα· τῆς φθορᾶς ἀλλοιω‐

    τήν ,  γνῶτε τὸν ἀναλλοίωτον· εἴπατε τῷ Θεῷ·

    Ὡς φοβερὰ τὰ ἔργα σου! ὅτι τὸ γένος ἔσωσας

    τῶν ἀνθρώπων. 

    οἱ Ἀναβαθμοί . Ἦχος γ .́ Ἀντίφωνον Α´. 

    Τ ὴν αἰχμαλωσίαν Σιών ,  σὺ ἐξείλου ἐκ Βαβυ‐

    λῶνος , κἀμὲ ἐκ τῶν παθῶν , πρὸς ζωὴν ἕλκυ‐

    σον Λόγε. 

    Ἐ ν τῷ νότῳ οἱ σπείροντες ,  δάκρυσιν ἐνθέοις , 

    θεριοῦσι στάχυας , ἐν χαρᾷ ἀειζωΐας. 

    Δόξα. Καὶ νῦν. 

    Ἁ γίῳ Πνεύματι  , πᾶσα ἀγαθοδωρία , ὡς Πατρὶ

    καὶ Υἱῷ συναστράπτει· ἐν ᾧ τὰ πάντα ζῇ καὶ

    κινεῖται . Ἀντίφωνον Β´. 

    Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον τῶν ἀρε‐

    τῶν ,  μάτην κοπιῶμεν· τὴν δὲ ψυχὴν σκέπον‐

    τος , οὐδεὶς ἡμῶν πορθεῖται τὴν πόλιν. 

    Τοῦ καρποῦ τῆς γαστρός ,  τῷ Πνεύματι υἱο‐

    ποιητῶς σοι τῷ Χριστῷ ,  ὡς Πατρὶ οἱ Ἅγιοι

    πάντοτε εἰσί . 

    Δόξα. Καὶ νῦν. Ἁ γίῳ Πνεύματι  ,  ἐνθεωρεῖται πᾶσα ἁγιότης , 

    σοφία· οὐσιοῖ πᾶσαν γὰρ κτίσιν· αὐτῷ λα‐

    τρεύσωμεν , Θεὸς γὰρ ὡς Πατρί τε , καὶ Λόγῳ. 

    Ἀντίφωνον Γ´. 

    Οἱ φοβούμενοι τὸν Κύριον ,  μακάριοι  , τρίβους

    βαδιοῦνται τῶν ἐντολῶν ,  φάγονται  ,  ζωηρὰν

     γὰρ παγκαρπίαν. 

    Κύκλῳ τῆς τραπέζης σου εὐφράνθητι  ,  καθο‐

    ρῶν σου ποιμενάρχα ,  τὰ ἔκγονα φέροντα , κλάδους ἀγαθοεργίας. 

  • 8/20/2019 2015-08-23_kyr_ib_mat8aiou-a-3

    3/14

      3

    Δόξα. Καὶ νῦν. 

    Ἁ γίῳ Πνεύματι  ,  ὁ πᾶς πλοῦτος τῆς δόξης ,  ἐξ

    οὗ χάρις καὶ ζωὴ πάσῃ τῇ κτίσει· σὺν Πατρὶ

     γάρ , ἀνυμνεῖται καὶ τῷ Λόγῳ. 

    Προκείμενον. Ψαλμὸς Ϟε´ (95) 

    Εἴπατε ἐν τοῖς ἔθνεσιν ,  ὅτι Κύριος ἐβασίλευ‐

    σε· καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην ,  ἥτις

    οὐ σαλευθήσεται . (δίς) 

    Στίχ . ᾌ σατε τῷ Κυρίῳ ᾆσμα καινόν , ᾄσατε τῷ

    Κυρίῳ πᾶσα ἡ γῆ. 

    Εἴπατε ἐν τοῖς ἔθνεσιν... 

    * * * 

    ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥὁ διάκονος· Τ Τ Τ οοοῦῦῦ Κ Κ Κ υυυ ρ ρ ρί ί ί οοουυυ δδδεεεηηηθθθῶῶῶ μ μ μεεεννν ... 

    Κύριε , ἐλέησον. 

    ὁ ἱερεύς· ὍὍὍτ τ τ ιιι  ἅἅἅγγγιιιοοοςςς εεεἶ ἶ ἶ  , , ,  ὁὁὁ ΘΘΘεεεὸὸὸςςς ἡἡἡ μ μ μῶῶῶννν  , , ,  ... ... ... Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. 

    Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. 

    Αἰνεσάτω πνοὴ… πᾶσα τὸν Κύριον. ὁ διάκονος· Κ Κ Κ αααὶὶὶ   ὑὑὑπππὲὲὲ ρ ρ ρ  τ τ τ οοοῦῦῦ  κκκααατ τ τ αααξ ξ ξ ιιιωωωθθθῆῆῆννναααιιι   ἡἡἡ μ μ μᾶᾶᾶςςς  τ τ τ ῆῆῆςςς 

    ἀἀἀκκκ ρ ρ ροοοάάάσ σ σ εεεωωωςςς  τ τ τ οοοῦῦῦ  ἁἁἁγγγί ί ί οοουυυ  ΕΕΕὐὐὐαααγγγγγγεεελλλί ί ί οοουυυ  Κ Κ Κ ύύύ ρ ρ ριιιοοοννν  τ τ τ ὸὸὸννν 

    ΘΘΘεεεὸὸὸννν ἡἡἡ μ μ μῶῶῶννν ἱ ἱ ἱ κκκεεετ τ τ εεεύύύσ σ σ ωωω μ μ μεεεννν ... 

    Κύριε , ἐλέησον. ( γ´) ὁ διάκονος·  ΣΣΣοοοφφφί ί ί ααα···   ὀὀὀ ρ ρ ρθθθοοοί ί ί ···   ἀἀἀκκκοοούύύσ σ σ ωωω μ μ μεεεννν  τ τ τ οοοῦῦῦ  ἁἁἁγγγί ί ί οοουυυ ΕΕΕὐὐὐαααγγγγγγεεελλλί ί ί οοουυυ ...  ὁ ἱερεύς· ΕΕΕἰ ἰ ἰ  ρ ρ ρήήήνννηηη πππᾶᾶᾶσ σ σ ιιι ... 

    Καὶ τῷ Πνεύματί σου. ὁ ἱερεύς· Ἐ Ἐ Ἐκκκ  τ τ τ οοοῦῦῦ κκκααατ τ τ ὰὰὰ Μ  Μ  Μ ααατ τ τ θθθαααῖ ῖ ῖ οοοννν ἁἁἁγγγί ί ί οοουυυ ΕΕΕὐὐὐαααγγγγγγεεελλλί ί ί ‐‐‐

    οοουυυ τ τ τ ὸὸὸ ἀἀἀνννάάάγγγνννωωωσ σ σ  μ μ μααα ... ὁ διάκονος· Π  Π  Π  ρ ρ ρόόόσ σ σ  χ  χ  χ ωωω μ μ μεεεννν ...  

    Δόξα σοι  , Κύριε , δόξα σοι . 

    ὁ ἱερεὺς ἀναγινώσκει τὸ ἐνδιάτακτον Ἑῳθινὸν Εὐαγγέλιον. 

    Ἑωθινὸν Α´

    Ἐκ τοῦ κατὰ Ματθαῖον

    (κη´ 16‐20) Τῷ καιρῷ ἐκείνῳ ,  οἱ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν

    Γαλιλαίαν , εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς. Καὶ ἰδόν‐

    τες αὐτὸν προσεκύνησαν αὐτῷ , οἱ δὲ ἐδίστασαν. Καὶ προσελ‐

    θὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς λέγων· Ἐδόθη μοι πᾶσα ἐξου‐

    σία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς.  Πορευθέντες οὖν μαθητεύσατε

    πάντα τὰ ἔθνη , βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς

    καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος , διδάσκοντες αὐτοὺς

    τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ ἐγὼ μεθ᾿ ὑμῶν

    εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος.  Ἀ‐

    μήν. 

    Δόξα σοι  , Κύριε , δόξα σοι . 

    ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης·

    Ἀ νάστασιν Χριστοῦ θεασάμενοι  ,  προσκυνή‐

    σωμεν ἅγιον Κύριον Ἰησοῦν ,  τὸν μόνον ἀνα‐

    μάρτητον.  Τὸν σταυρόν σου ,  Χριστέ ,  προσκυ‐

     νοῦμεν καὶ τὴν ἁγίαν σου ἀνάστασιν ὑμνοῦ‐

    μεν καὶ δοξάζομεν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν ,  ἐ‐

    κτός σου ἄλλον οὐκ οἴδαμεν , τὸ ὄνομά σου ὀ‐

     νομάζομεν.  Δεῦτε πάντες οἱ πιστοὶ προσκυ‐ νήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν· ἰ‐

    δοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ χαρὰ ἐν ὅλῳ

    τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύρι‐

    ον , ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ. Σταυρὸν

     γὰρ ὑπομείνας δι᾿ ἡμᾶς ,  θανάτῳ θάνατον ὤ‐

    λεσεν. 

    οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον 

    Ἦχος β´. 

    Ἐλεῆμον ,  Ἐλέησόν με ,  ὁ Θεός ,  κατὰ τὸ μέγα

    ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν

    σου ἐξάλειψον τὸ ἀνόμημά μου. 

    Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου

    καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. 

    Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω ,  καὶ ἡ ἁ‐

    μαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. 

    Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν

    σου ἐποίησα ,  ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λό‐

     γοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. 

    Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην ,  καὶ ἐν ἁ‐

    μαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. 

    Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας ,  τὰ ἄδηλα καὶ

    τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι . 

     Ῥαντιεῖς με ὑσσώπῳ ,  καὶ καθαρισθήσομαι·

    πλυνεῖς με , καὶ ὑπὲρ χιόνα λευκανθήσομαι . 

    Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀ‐

     γαλλιάσονται ὀστέα τεταπεινωμένα. 

    Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁ‐

    μαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξά‐

    λειψον. 

    Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί  , ὁ Θεός , καὶ

    πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις

    μου. 

  • 8/20/2019 2015-08-23_kyr_ib_mat8aiou-a-3

    4/14

      4

    Μ ὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου , 

    καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς

    ἀπ᾿ ἐμοῦ. 

    Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου

    σου , καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. 

    Διδάξω ἀνόμους τὰς ὁδούς σου ,  καὶ ἀσεβεῖς

    ἐπὶ σὲ ἐπιστρέψουσι .  Ῥῦσαί με ἐξ αἱμάτων , ὁ Θεός , ὁ Θεὸς τῆς σω‐

    τηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν

    δικαιοσύνην σου. 

    Κύριε ,  τὰ χείλη μου ἀνοίξεις ,  καὶ τὸ στόμα

    μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. 

    Ὅτι  ,  εἰ ἠθέλησας θυσίαν ,  ἔδωκα ἄν· ὁλοκαυ‐

    τώματα οὐκ εὐδοκήσεις. 

    Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρ‐δίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ

    Θεὸς οὐκ ἐξουδενώσει . 

    Ἀ γάθυνον ,  Κύριε ,  ἐν τῇ εὐδοκίᾳ σου τὴν Σι‐

    ών , καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. 

    Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ,  ἀναφο‐

    ρὰν καὶ ὁλοκαυτώματα. 

    Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μό‐

    σχους. Καὶ ἐλέησόν με , ὁ Θεός. 

    Δόξα. 

    Ταῖς τῶν Ἀποστόλων πρεσβείαις , ἐλεῆμον ,  ἐ‐

    ξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. 

    Καὶ νῦν. 

    Ταῖς τῆς Θεοτόκου πρεσβείαις ,  ἐλεῆμον ,  ἐξά‐

    λειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. 

    Καὶ τὸ πεντηκοστάριον. Ἦχος ὁ αὐτός. 

    Στίχ . Ἐλέησόν με , ὁ Θεός , κατὰ τὸ μέγα ἔλεόςσου ,  καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου

    ἐξάλειψον τὸ ἀνόμημά μου. 

    Ἀ ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου ,  καθὼς

    προεῖπεν ,  ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ

    μέγα ἔλεος. 

    ΣΣΣῶῶῶσ σ σ οοοννν  , , ,  ὁὁὁ ΘΘΘεεεόόόςςς  , , ,  τ τ τ ὸὸὸννν λλλαααόόόννν ΣΣΣοοουυυ ... ... ...  Κύριε , ἐλέησον. 

    (ιβ´)  Ἐ Ἐ Ἐλλλέέέεεειιι  κκκαααὶὶὶ  οοοἰ ἰ ἰ κκκτ τ τ ιιι ρ ρ ρ μ μ μοοοῖ ῖ ῖ ςςς ... ... ...  Ἀμήν. 

    ΟΙ ΚΑΝΟΝΕΣὁ Ἀναστάσιμος καὶ οἱ δύω τῆς Ἑορτῆς

    ᾨδὴ α´. ὁ Ἀναστάσιμος εἰς δ´

    Ἦχος γ´. Ὁ Εἱρμός. 

    Ὁ τὰ ὕδατα πάλαι  , νεύματι θείῳ , εἰς μίαν συ‐

     ναγωγὴν συναθροίσας , καὶ τεμὼν θάλασσαν , 

    Ἰσραηλίτῃ λαῷ ,  οὗτος ὁ Θεὸς ἡμῶν ,  δεδοξα‐σμένος ὑπάρχει· αὐτῷ μόνῳ ᾄσωμεν ,  ὅτι δε‐

    δόξασται . 

    Στίχ . Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου , Κύριε. 

    Ὁ  τὴν γῆν κατακρίνας τῷ παραβάντι  ,  ἱδρῶ‐

    τος φέρειν καρπὸν τὰς ἀκάνθας ,  ἀκανθῶν

    στέφανον ἐκ παρανόμου χειρός , οὗτος ὁ Θεὸς

     ἡμῶν ,  σωματικῶς δεδεγμένος ,  τὴν κατάραν

    ἔλυσεν , ὅτι δεδόξασται . 

    Στίχ . Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου , Κύριε. 

    Νικητὴς τροπαιοῦχος κατὰ θανάτου , ὁ θάνα‐

    τον δεδυκὼς ἀνεδείχθη· παθητὴν σάρκα γὰρ

    ἐμψυχωμένην λαβών , οὗτος ὁ Θεὸς ἡμῶν , καὶ

    συμπλακεὶς τῷ τυράννῳ , πάντας συνανέστη‐

    σεν , ὅτι δεδόξασται . Θεοτοκίον. 

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Ἀληθῆ Θεοτόκον πάντα τὰ ἔθνη ,  δοξάζει σε

    τὴν ἀσπόρως τεκοῦσαν· ὑποδὺς μήτραν γὰρ ἡγιασμένην τὴν σήν ,  οὗτος ὁ Θεὸς ἡμῶν ,  τὸ

    καθ᾿ ἡμᾶς οὐσιώθη ,  καὶ Θεὸς καὶ ἄνθρωπος , 

    ἐκ σοῦ γεγέννηται . καὶ οἱ παρόντες δύο Κανόνες τῆς Ἑορτῆς

    Κανὼν πρῶτοςοὗ ἡ Ἀκροστιχίς· Πανηγυριζέτωσαν οἱ θεόφρονες. 

    ποίημα τοῦ Κυρίου Κοσμᾶ. 

    Ἦχος α´.  Ὁ Εἱρμὸς

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Πεποικιλμένη τῇ θείᾳ δόξῃ , ἡ ἱερὰ καὶ εὐκλε‐ ὴς Παρθένε μνήμη σου , πάντας συνηγάγετο , 

    πρὸς εὐφροσύνην τοὺς πιστούς , ἐξαρχούσης

    Μαριάμ , μετὰ χορῶν καὶ τυμπάνων τῷ σῷ ᾄ‐

    δοντας Μονογενεῖ  , ἐνδόξως ὅτι δεδόξασται . 

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Ἀμφεπονεῖτο ἀΰλων τάξις ,  οὐρανοβάμων ἐν

    Σιὼν τὸ θεῖον σῶμά σου , ἄφνω δὲ συῤῥεύσα‐

    σα ,  τῶν Ἀποστόλων ἡ πληθύς ,  ἐκ περάτων

    Θεοτόκε ,

      σοὶ παρέστησαν ἄρδην· μεθ᾿ ὧν Ἄ‐χραντε , σοῦ τὴν σεπτήν , Παρθένε μνήμην δο‐

    ξάζομεν. 

  • 8/20/2019 2015-08-23_kyr_ib_mat8aiou-a-3

    5/14

      5

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Νικητικὰ μὲν βραβεῖα ᾔρω , κατὰ τῆς φύσεως

    Ἁγνή ,  Θεὸν κυήσασα ,  ὅμως μιμουμένη δέ , 

    τὸν ποιητήν σου καὶ Υἱόν , ὑπὲρ φύσιν ὑποκύ‐

    πτεις ,  τοῖς τῆς φύσεως νόμοις ,  διὸ θνήσκου‐

    σα , σὺν τῷ Υἱῷ ἐγείρῃ διαιωνίζουσα. Κανὼν δεύτερος

    ποίημα Ἰωάννου τοῦ ΔαμασκηνοῦἮχος δ´.  Ὁ Εἱρμὸς

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Ἀ νοίξω τὸ στόμα μου ,  καὶ πληρωθήσεται

    Πνεύματος ,  καὶ λόγον ἐρεύξομαι τῇ Βασιλίδι

    Μητρί  ,  καὶ ὀφθήσομαι  ,  φαιδρῶς πανηγυρί‐

    ζων ,  καὶ ᾄσω γηθόμενος ,  ταύτης τὴν Κοίμη‐

    σιν. 

    Δόξα. 

    Παρθένοι νεάνιδες ,  σὺν Μαριὰμ τῇ Προφή‐

    τιδι  , ᾠδὴν τὴν ἐξόδιον νῦν ἀλαλάξατε· ἡ Παρ‐

    θένος γάρ ,  καὶ μόνη Θεοτόκος ,  πρὸς λῆξιν

    οὐράνιον διαβιβάζεται . 

    Καὶ νῦν. 

    Ἀξίως ὡς ἔμψυχον ,  σὲ οὐρανὸν ὑπεδέξαντο , 

    οὐράνια Πάναγνε ,  θεῖα σκηνώματα ,  καὶ πα‐

    ρέστηκας ,  φαιδρῶς ὡραϊσμένη ,  ὡς νύμφη

    πανάμωμος , τῷ Βασιλεῖ καὶ Θεῷ. 

    ᾨδὴ γ´. ὁ Ἀναστάσιμος

    Ἦχος γ´. Ὁ Εἱρμός. 

    Ὁ ἐκ μὴ ὄντων τὰ πάντα παραγαγών , τῷ Λό‐

     γῳ κτιζόμενα , τελειούμενα Πνεύματι  , Παντο‐

    κράτορ ὕψιστε , ἐν τῇ ἀγάπῃ τῇ σῇ στερέωσόν

    με. 

    Στίχ . Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου , Κύριε. 

    Διὰ Σταυροῦ σου ᾐσχύνθη ὁ ἀσεβής· εἰργά‐

    σατο βόθρον γάρ , ὃν ὀρύξας εἰσπέπτωκε· τα‐πεινῶν ὑψώθη δέ , Χριστὲ τὸ κέρας ἐν τῇ σῇ ἀ‐

     ναστάσει . 

    Στίχ . Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου , Κύριε. 

    Τ ῆς εὐσεβείας τὸ κήρυγμα τῶν ἐθνῶν ,  ὡς ὕ‐

    δωρ ἐκάλυψε τὰς θαλάσσας Φιλάνθρωπε· ἀ‐

     ναστὰς ἐκ τάφου γάρ , τὸ τῆς Τριάδος ἀπεκά‐

    λυψας φέγγος. Θεοτοκίον. 

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Δεδοξασμένα λελάληνται περὶ σοῦ , ἡ πόλις ἡ

    ἔμψυχος ,  τοῦ ἀεὶ βασιλεύοντος· διὰ σοῦ γὰρ

    Δέσποινα , τοῖς ἐπὶ γῆς Θεὸς συνανεστράφη. 

    τῆς Ἑορτῆς Κανὼν πρῶτος

    Ἦχος α´.  Ὁ Εἱρμὸς

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Ἡ δημιουργικὴ καὶ συνεκτικὴ τῶν ἁπάντων , 

    Θεοῦ σοφία καὶ δύναμις , ἀκλινῆ ἀκράδαντον , 

    τὴν Ἐκκλησίαν στήριξον Χριστέ , μόνος γὰρ εἶ

    ἅγιος , ὁ ἐν ἁγίοις ἀναπαυόμενος. 

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Γυναῖκά σε θνητήν ,  ἀλλ᾿ ὑπερφυῶς καὶ Μη‐

    τέρα ,  Θεοῦ εἰδότες Πανάμωμε ,  οἱ κλεινοὶ Ἀ‐

    πόστολοι  , πεφρικυΐαις ἥπτοντο χερσί  , δόξῃ ἀ‐

    παστράπτουσαν , ὡς θεοδόχον σκῆνος θεώμε‐

     νοι . 

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. Ὑπέφθασε χερσί  ,  ταῖς ὑβριστικαῖς τοῦ αὐθά‐

    δους , τομὴν ἡ δίκη ἐπάξασα , τοῦ Θεοῦ φυλά‐

    ξαντος ,  τὸ σέβας τῇ ἐμψύχῳ κιβωτῷ ,  δόξῃ

    τῆς Θεότητος , ἐν ᾗ ὁ Λόγος σάρξ ἐχρημάτισε. Κανὼν δεύτερος

    Ἦχος δ´. Ὁ Εἱρμὸς

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε ,  ἡ ζῶσα καὶ

    ἄφθονος πηγή ,  θίασον συγκροτήσαντας , πνευματικὸν στερέωσον ,  καὶ ἐν τῇ θείᾳ μνή‐

    μῃ σου , στεφάνων δόξης ἀξίωσον. 

    Δόξα. 

    Θ νητῆς ἐξ ὀσφύος προαχθεῖσα ,  τῇ φύσει κα‐

    τάλληλον Ἁγνή , τὴν ἔξοδον διήνυσας· τεκοῦ‐

    σα δὲ τὴν ὄντως ζωήν ,  πρὸς τὴν ζωὴν μεθέ‐

    στηκας , τὴν θείαν καὶ ἐνυπόστατον. 

    Καὶ νῦν. 

    Δ ῆμος θεολόγων ἐκ περάτων , ἐξ ὕψους Ἀγγέ‐λων δὲ πληθύς ,  πρὸς τὴν Σιὼν ἠπείγοντο , 

    παντοδυνάμῳ νεύματι  ,  ἀξιοχρέως Δέσποινα , 

    τῇ σῇ ταφῇ λειτουργήσοντες. 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  σ σ σ ὺὺὺ εεεἶ ἶ ἶ  ὁὁὁ ΘΘΘεεεὸὸὸςςς ἡἡἡ μ μ μῶῶῶννν ... ... ...  

    * * * 

    ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑΚοντάκιον καὶ Οἶκος τὰ Ἀναστάσιμα. 

    Κοντάκιον. Ἦχος γ .́ Ἡ παρθένος σήμερον. Ἐξανέστης σήμερον ,  ἀπὸ τοῦ τάφου Οἰκτίρ‐

    μον ,  καὶ ἡμᾶς ἐξήγαγες ,  ἐκ τῶν πυλῶν τοῦ

  • 8/20/2019 2015-08-23_kyr_ib_mat8aiou-a-3

    6/14

      6

    θανάτου· σήμερον Ἀδὰμ χορεύει  ,  καὶ χαίρει

    Εὔα ,  ἅμα δέ ,  καὶ οἱ Προφῆται σὺν Πατριάρ‐

    χαις ,  ἀνυμνοῦσιν ἀκαταπαύστως ,  τὸ θεῖον

    κράτος τῆς ἐξουσίας σου. ὁ Οἶκος

    Ὁ  οὐρανὸς καὶ ἡ γῆ σήμερον χορευέτωσαν , 

    καὶ Χριστὸν τὸν Θεὸν ὁμοφρόνως ὑμνείτω‐

    σαν , ὅτι τοὺς δεσμίους ἐκ τῶν τάφων ἀνέστη‐σε. Συγχαίρει πᾶσα ἡ κτίσις , προσφέρουσα ἐ‐

    πάξια ᾄσματα , τῷ πάντων Κτίστῃ καὶ Λυτρω‐

    τῇ ἡμῶν· ὅτι τοὺς βροτοὺς ἐξ ᾅδου σήμερον , 

    ὡς ζωοδότης συνανελκύσας ,  πρὸς οὐρανοὺς

    συνανυψοῖ  ,  καὶ καταῤῥάσσει τοῦ ἐχθροῦ τὰς

    ἐπάρσεις , καὶ πύλας τοῦ ᾅδου διαθλάττει  ,  τῷ

    θείῳ κράτει τῆς ἐξουσίας αὑτοῦ. Μεσῴδιον Κάθισμα τῆς Ἑορτῆς

    Ἦχος γ´. Τὴν ὡραιότητα. Ἐ ν τῇ Γεννήσει σου , σύλληψις ἄσπορος , ἐν τῇ

    Κοιμήσει σου ,  νέκρωσις ἄφθορος ,  θαῦμα ἐν

    θαύματι διπλοῦν ,  συνέδραμε Θεοτόκε.  Πῶς

     γὰρ ἡ ἀπείρανδρος , βρεφοτρόφος ἁγνεύουσα; 

    Πῶς δὲ ἡ μητρόθεος , νεκροφόρος μυρίζουσα; 

    Διὸ σὺν τῷ Ἀγγέλῳ βοῶμέν σοι· Χαῖρε ἡ

    Κεχαριτωμένη. 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ΣΣΣὺὺὺ γγγὰὰὰ ρ ρ ρ εεεἶ ἶ ἶ  ὁὁὁ ΒΒΒααασ σ σ ιιιλλλεεεύύύςςς ... ... ... 

    * * * 

    ΚΟΝΤΑΚΙΟΝ , ΟΙΚΟΣ , ΣΥΝΑΞΑΡΙΟΝΚοντάκιον καὶ Οἶκος τῆς Ἑορτῆς. Ἦχος πλ. β´. Αὐτόμελον

    Τ ὴν ἐν πρεσβείαις ἀκοίμητον Θεοτόκον ,  καὶ

    προστασίαις ἀμετάθετον ἐλπίδα ,  τάφος καὶ

     νέκρωσις οὐκ ἐκράτησεν , ὡς γὰρ ζωῆς Μητέ‐

    ρα ,  πρὸς τὴν ζωὴν μετέστησεν ,  ὁ μήτραν οἰ‐

    κήσας ἀειπάρθενον. 

    ὁ ΟἶκοςΤείχισόν μου τὰς φρένας Σωτήρ μου ,  τὸ γὰρ

    τεῖχος τοῦ κόσμου ἀνυμνῆσαι τολμῶ ,  τὴν ἄ‐

    χραντον Μητέρα σου , ἐν πύργῳ ῥημάτων ἐν‐

    ίσχυσόν με ,  καὶ ἐν βάρεσιν ἐννοιῶν ὀχύρω‐

    σόν με ,  σὺ γὰρ βοᾷς τῶν αἰτούντων πιστῶς

    τὰς αἰτήσεις πληροῦν.  Σὺ οὖν μοι δώρησαι

     γλῶτταν ,  προφοράν ,  καὶ λογισμὸν ἀκαταί‐

    σχυντον ,  πᾶσα γὰρ δόσις ἐλλάμψεως παρὰ

    σοῦ καταπέμπεται φωταγωγέ ,  ὁ μήτραν οἰ‐

    κήσας ἀειπάρθενον. 

    Συναξάριον

    Τῇ ΚΓ´ τοῦ αὐτοῦ μηνός ,  ἡ ἀπόδοσις τελεῖται

    τῆς σεβασμίας Ἑορτῆς τῆς Κοιμήσεως τῆς

    Θεοτόκου , ἤτοι τὰ ἐπιλεγόμενα «ἐννεάμερα». Στίχοι  

    Γεθσημανὴ οὐ παύεται λιτάζειν

    Τὴν μεταστᾶσαν Μεσίτριαν τοῦ κόσμου. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  μνήμη τοῦ Ἁγίου ἘνδόξουΜάρτυρος Λούππου τοῦ ἐν Θεσσαλονίκῃ , με‐

    τὰ τὴν ἄθλησιν τοῦ ἁγίου Δημητρίου ,  ξίφει

    τελειωθέντος. Στίχοι  

    Ὑπῆρχε Λοῦππος δοῦλος , ἐκ δὲ τοῦ ξίφους

    Ἐλεύθερος προσῆλθε τῷ Χριστῷ φίλος. 

    Εἰκάδι ἐν τριτάτῃ πέφνε Λοῦππον φασγάνου ἀκμή. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , μνήμη τοῦ Ἁγίου Ἐνδόξου Ἱε‐

    ρομάρτυρος Εἰρηναίου ,  Ἐπισκόπου Σιρμίου

    ἐν ἔτει διακόσια ὀγδοήκοντα καὶ ὀκτὼ (288) 

    μετὰ Χριστὸν καὶ ὑπὲρ Χριστοῦ μαρτυρήσα‐

     ντος ,  μετὰ δὲ τὴν ἀποτομὴν τῆς ἱερᾶς αὐτοῦ

    κεφαλῆς ,  εἰς τὸν ποταμὸν Σᾶον ἤ Σαῦον ῥι‐

    φθέντος ,  μετὰ τῶν συμμαρτύρων αὐτοῦ Ὤρ

    καὶ Ὠρόψιδος. Στίχοι  

    Τμηθεὶς μετέσχε νεκρικῶν ὁ Σιρμίου , 

    Λουτρῶν σχεδίων αἱμάτων ποταμίων. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἱε‐ρομάρτυρος Εἰρηναίου ,  Ἐπισκόπου Λουγδού‐

     νου ,  ἐκ Σμύρνης καταγομένου καὶ μαθητοῦ

    τοῦ Ἱεροῦ Πολυκάρπου γενομένου ,  καὶ ἐν ἔ‐

    τει διακοσιοστῷ καὶ δευτέρῳ (202)  μαρτυρή‐

    σαντος ,  ἔτι δὲ καὶ Μνήμη τοῦ πρὸ αὐτοῦ ἐν

    Λουγδούνῳ ἐπισκοπεύσαντος ἱερομάρτυρος

    Ποθεινοῦ. Στίχοι  

    Σπεύδει λιπεῖν γῆν ἐκ ξίφους Εἰρηναῖος. Ἐρωτιᾷ γὰρ τῷ πρὸς οὐρανοὺς πόθῳ. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  μνήμη τοῦ ἐν ἁγίοις πατρὸς

     ἡμῶν Ἀντωνίου ἐπισκόπου Σάρδεων. Στίχοι  

    Ἀντωνήσατο Ἀντώνιος σωφρόνως , 

    Τὸν παράδεισον , Σάρδεις σοφῶς ποιμάνας. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς

     ἡμῶν Καλλινίκου Α´ Πατριάρχου Κωνσταν‐

    τινουπόλεως ,

      τοῦ Ὁμολογητοῦ καὶ Μάρτυ‐ρος ,  ἐν ἔτει ἑπτακοσιοστῷ καὶ πέμπτῳ (705) 

    τελειωθέντος. 

  • 8/20/2019 2015-08-23_kyr_ib_mat8aiou-a-3

    7/14

      7

    Στίχοι  Καλλίνικος μένουσαν ἡδονὴν μένων , 

    Πρὸς τὴν τελευτὴν οὐκ ἀηδῶς ἦν ἔχων. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  οἱ Ἅγιοι τριάκοντα καὶ ὀκτὼ

    Ἔνδοξοι Μάρτυρες ,  οἱ ἐν Θρᾴκῃ ,  ξίφει τελει‐

    οῦνται  ,  μετὰ τῶν κεντυριώνων Σεβήρου και

    Μέμνονος. 

    Στίχοι  Ἤνεγκε τριπλῆ Μαρτύρων δεκὰς ξίφος , 

    Ἔχουσα καὶ σύναθλον ἁπλῆν ὀκτάδα. 

    Ξίφει παθὼν Σεβῆρος , εὗρεν ἀξίως

    Ἔπαθλα λαμπρὰ τοῦ διὰ ξίφους πάθους. 

    Ἔχει τὸ πῦρ σε πρὸς βραχύ , Μέμνων , χρόνον·

    Μένει δέ σε στέφανος εἰς ἀεὶ μένων. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  ὁ Ὅσιος Πατὴρ ἡμῶν Νικό‐

    λαος ὁ Σικελιώτης , ὁ ἐν Εὐβοίᾳ διαλάμψας ἐν

    τῷ ὄρει τοῦ Νεοτάκου ,  ἐν Μετοχίῳ Δίρφυος , 

    ἐν εἰρήνῃ τελειοῦται . Στίχοι  

    Νικήσας , Νικόλαε , σαρκὸς τὰ πάθη , 

    Νίκης στέφανον παρὰ Χριστοῦ ἐδέξω. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  ὁ Ὅσιος πατὴρ ἡμῶν Χαρά‐

    λαμπος τῆς Καλυβιανῆς Κρήτης ,  ἐκ Δαφνῶν

    Τεμένους Ἡρακλείου καταγόμενος , ἐν εἰρήνῃ

    τελειοῦται κατὰ τὸ ἔτος χίλια ἑπτακόσια ὀ‐

     γδοήκοντα ὀκτώ (1788). Στίχοι 

     Χαίρεις νῦν χαρὰν μυστικὴν ἐν ὑψίστοις , Θρόνῶ παρεστὼς Χαράλαμπες Κυρίου. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , καὶ μνήμη τῆς θαυμαστῆς δι‐

    ασώσεως τῶν ἐν Σκιάθῳ πιστῶν ,  ὅτε τὸ ἔτος

    1944 οἱ κατακτηταὶ Γερμανοὶ ἐπεχείρησαν νὰ

    πυρπολήσωσι τὴν Νῆσον ,  ἀλλ᾿ ἡ Παναγία , 

    καὶ δὴ ἐν τῇ ἑορτῇ αὐτῆς ,  κατέσβεσε θαυμα‐

    στῶς τὸ πῦρ. Στίχοι  

    Δρόσον ἄνωθεν ἡ θεία νεφέλη , Πέμψασα ἔσωσε πιστῶν ἀγέλην. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  μνήμη τοῦ ἐν ἁγίοις πατρὸς

     ἡμῶν Σαρμιάν ,  Καθολικοῦ τῆς Γεωργίας. (Η´

    αἰ .) Στίχοι  

    Ἦν ὁ Σαρμιὰν ἐνάρετος καθ᾿ ὅλα , 

    Καὶ εἰκὼν Χριστοῦ , ποιμάνας Γεωργίαν. 

    Τ ῆς Ὑπεράγνου καὶ Πανθαυμάστου Κόρης

    ταῖς θείαις μεσιτείαις ,  ὡς καὶ τῶν Ἁγίων σουἱεραῖς πρεσβείαις ,  Χριστὲ ὁ Θεός ,  ἐλέησον ἡ‐

    μᾶς. Ἀμήν. 

    * * * 

    ΚΑΤΑΒΑΣΙΑΙτῆς Κοιμήσεως τῆς Θεοτόκου

    ᾨδὴ α´. Ἦχος α´. 

    Πεποικιλμένη τῇ θείᾳ δόξῃ ἡ ἱερὰ καὶ εὐκλε‐

     ής ,  Παρθένε ,  μνήμη σου πάντας συνηγάγετο

    πρὸς εὐφροσύνην τοὺς πιστούς ,  ἐξαρχούσης

    Μαριὰμ μετὰ χορῶν καὶ τυμπάνων , τῷ σῷ ᾄ‐δοντας μονογενεῖ· Ἐνδόξως ὅτι δεδόξασται . 

    ᾨδὴ γ´. 

    Ἡ  δημιουργικὴ καὶ συνεκτικὴ τῶν ἁπάντων

    Θεοῦ σοφία καὶ δύναμις , ἀκλινῆ , ἀκράδαντον

    τὴν Ἐκκλησίαν στήριξον ,  Χριστέ· μόνος γὰρ

    εἶ ἅγιος , .. 

    ...ὁ ἐν ἁγίοις ἀναπαυόμενος. 

    ᾨδὴ δ´.  Ῥ ήσεις προφητῶν καὶ αἰνίγματα τὴν σάρκω‐

    σιν ὑπέφηναν τὴν ἐκ Παρθένου σου ,  Χριστέ , 

    φέγγος ἀστραπῆς σου εἰς φῶς ἐθνῶν ἐξελεύ‐

    σεσθαι· καὶ φωνεῖ σοι ἄβυσσος ἐν ἀγαλλιά‐

    σει· Τῇ δυνάμει σου δόξα , φιλάνθρωπε. 

    ᾨδὴ ε´. 

    Τὸ θεῖον καὶ ἄῤῥητον κάλλος τῶν ἀρετῶν

    σου ,  Χριστέ ,  διηγήσομαι· ἐξ ἀιδίου γὰρ δόξης

    συναΐδιον καὶ ἐνυπόστατον λάμψας ἀπαύγα‐σμα , παρθενικῆς ἀπὸ γαστρός , τοῖς ἐν σκότει

    καὶ σκιᾷ σωματωθεὶς ἀνέτειλας ἥλιος. 

    ᾨδὴ Ϛ´. 

    Ἅλιον ,  ποντογενές ,  κητῷον ἐντόσθιον πῦρ

    τῆς τριημέρου ταφῆς σου τὶ προεικόνισμα , οὗ

    Ἰωνᾶς ὑποφήτης ἀναδέδεικται· σεσωσμένος

     γάρ , ὡς καὶ προὐπέπωτο , ἀσινὴς ἐβόα· Θύσω

    σοι μετὰ φωνῆς αἰνέσεως , Κύριε. 

    ᾨδὴ ζ´. 

    Ἰταμῷ θυμῷ τε καὶ πυρὶ θεῖος ἔρως ἀντιτατ‐

    τόμενος τὸ μὲν πῦρ ἐδρόσιζε , τῷ θυμῷ δὲ ἐγέ‐

    λα ,  θεοπνεύστῳ λογικῇ τῇ τῶν ὁσίων τρι‐

    φθόγγῳ λύρᾳ ἀντιφθεγγόμενος μουσικοῖς

    ὀργάνοις ἐν μέσῳ φλογός· Ὁ δεδοξασμένος

    τῶν πατέρων καὶ ἡμῶν Θεός , εὐλογητὸς εἶ . 

    ᾨδὴ η´. Αἰνοῦμεν , εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. 

    Φλόγα δροσίζουσαν ὁσίους ,  δυσσεβεῖς δὲ κα‐

    ταφλέγουσαν ἄγγελος Θεοῦ ὁ πανσθενὴς ἔ‐

  • 8/20/2019 2015-08-23_kyr_ib_mat8aiou-a-3

    8/14

      8

    δειξε παισί· ζωαρχικὴν δὲ πηγὴν εἰργάσατο

    τὴν Θεοτόκον ,  φθορὰν θανάτου καὶ ζωὴν

    βλυστάνουσαν τοῖς μέλπουσι· Τὸν δημιουρ‐

     γὸν μόνον ὑμνοῦμεν οἱ λελυτρωμένοι καὶ ὑ‐

    περυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας. 

    ὁ διάκονος· Τ Τ Τ ὴὴὴννν ΘΘΘεεεοοοτ τ τ όόόκκκοοοννν κκκαααὶὶὶ  μ μ μηηητ τ τ έέέ ρ ρ ρααα τ τ τ οοοῦῦῦ φφφωωωτ τ τ όόόςςς  , , ,  ἐἐἐννν ὕὕὕ μ μ μνννοοοιιιςςς τ τ τ ιιι μ μ μῶῶῶννντ τ τ εεεςςς μ μ μεεεγγγαααλλλύύύνννοοο μ μ μεεεννν ...  

    Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ

    Ἦχος α´. 

    Στίχ .  α .́  Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον , 

    καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ

    σωτῆρί μου. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέ‐

    ραν ἀσυγκρίτως τῶν Σεραφίμ , τὴν ἀδιαφθό‐

    ρως Θεὸν Λόγον τεκοῦσαν , τὴν ὄντως Θεοτό‐

    κον , σὲ μεγαλύνομεν. 

    Στίχ .  β .́  Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν

    τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μα‐

    καριοῦσί με πᾶσαι αἱ γενεαί . 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... 

    Στίχ .  γ .́  Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός , 

    καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ

    εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐ‐

    τόν. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... 

    Στίχ .  δ .́  Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ , 

    διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας

    αὐτῶν. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... 

    Στίχ . ε.´ Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕ‐

    ψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγα‐

    θῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ .  Ϛ .́  Ἀ ντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ

    μνησθῆναι ἐλέους , καθὼς ἐλάλησε πρὸς τοὺς

    πατέρας ἡμῶν ,  τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι

    αὐτοῦ ἕως αἰῶνος. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... 

    Καταβασία. ᾨδὴ θ´. 

    Στίχ .  Αἱ γενεαὶ πᾶσαι μακαρίζομέν σε

    τὴν μόνην Θεοτόκον. 

    Νενίκηνται τῆς φύσεως οἱ ὅροι ἐν σοί  , Παρθέ‐ νε ἄχραντε· παρθενεύει γὰρ τόκος καὶ ζωὴν

    προμνηστεύεται θάνατος. Ἡ μετὰ τόκον παρ‐

    θένος καὶ μετὰ θάνατον ζῶσα ,  σῴζοις ἀεί  , 

    Θεοτόκε , τὴν κληρονομίαν σου. 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  σ σ σ ὲὲὲ αααἰ ἰ ἰ νννοοοῦῦῦσ σ σ ιιι  πππᾶᾶᾶσ σ σ αααιιι  αααἱ ἱ ἱ  δδδυυυνννάάά μ μ μεεειιιςςς ... ... ...  

    * * * 

    ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑἮχος β´. 

    Ἅ γιος Κύριος ὁ Θεὸς ἡμῶν. 

    Ἅ γιος Κύριος ὁ Θεὸς ἡμῶν. 

    Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυ‐

     νεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ , 

    … ὅτι ἅγιός ἐστιν. 

    Ἀναστάσιμον Ἐξαποστειλάριον Α .́ 

    Αὐτόμελον. Ἦχος β .́ 

    Τοῖς Μαθηταῖς συνέλθωμεν ,  ἐν ὄρει Γαλιλαί‐ας , πίστει Χριστὸν θεάσασθαι  , λέγοντα ἐξου‐

    σίαν ,  λαβεῖν τῶν ἄνω καὶ κάτω· μάθωμεν

    πῶς διδάσκει  , βαπτίζειν εἰς τὸ ὄνομα , τοῦ Πα‐

    τρός ,  ἔθνη πάντα ,  καὶ τοῦ Υἱοῦ ,  καὶ Ἁγίου

    Πνεύματος ,  καὶ συνεῖναι  ,  τοῖς μύσταις ὡς ὑ‐

    πέσχετο , ἕως τῆς συντελείας. καὶ τῆς Ἑορτῆς

    Ἦχος γ´. 

    Ἀπόστολοι ἐκ περάτων ,  συναθροισθέντεςἐνθάδε , Γεθσημανῇ τῷ χωρίῳ , κηδεύσατέ μου

    τὸ σῶμα ,  καὶ σὺ Υἱὲ καὶ Θεέ μου ,  παράλαβέ

    μου τὸ πνεῦμα. (δίς) * * * 

    ΑΙΝΟΙ

    Ἦχος γ´. 

    Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν

    Κύριον ἐκ τῶν οὐρανῶν ,

     αἰνεῖτε αὐτὸν ἐν τοῖςὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. 

    Αἰνεῖτε αὐτόν ,  πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰ‐

     νεῖτε αὐτόν ,  πᾶσαι αἱ δυνάμεις αὐτοῦ.  Σοὶ

    πρέπει ὕμνος τῷ Θεῷ. 

    Στιχηρὰ Ἀναστάσιμα

    Στίχ .  α .́  Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγρα‐

    πτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. 

    Δεῦτε πάντα τὰ ἔθνη , γνῶτε τοῦ φρικτοῦ μυ‐

    στηρίου τὴν δύναμιν· Χριστὸς γὰρ ὁ Σωτὴρ ἡ‐μῶν ,  ὁ ἐν ἀρχῇ Λόγος ,  ἐσταυρώθη δι᾿ ἡμᾶς , 

  • 8/20/2019 2015-08-23_kyr_ib_mat8aiou-a-3

    9/14

      9

    καὶ ἑκὼν ἐτάφη ,  καὶ ἀνέστη ἐκ νεκρῶν ,  τοῦ

    σῶσαι τὰ σύμπαντα. Αὐτὸν προσκυνήσωμεν. 

    Στίχ . β´. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ·

    αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως

    αὐτοῦ. 

    Διηγήσαντο πάντα τὰ θαυμάσια ,  οἱ φύλακές

    σου Κύριε· ἀλλὰ τὸ συνέδριον τῆς ματαιότη‐

    τος ,  πληρῶσαν δώρων τὴν δεξιὰν αὐτῶν , 

    κρύπτειν ἐνόμιζον τὴν ἀνάστασίν σου ,  ἣν ὁ

    κόσμος δοξάζει . Ἐλέησον ἡμᾶς. 

    Στίχ .  γ .́  Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις

    αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς με‐

     γαλωσύνης αὐτοῦ. 

    Χαρᾶς τὰ πάντα πεπλήρωται  ,  τῆς ἀναστάσε‐

    ως τὴν πεῖραν εἰληφότα· Μαρία γὰρ ἡ Μα‐

     γδαληνή ,  ἐπὶ τὸ μνῆμα ἦλθεν ,  εὗρεν Ἄγγε‐λον ἐπὶ τὸν λίθον καθήμενον , τοῖς ἱματίοις ἐ‐

    ξαστράπτοντα ,  καὶ λέγοντα· Τί ζητεῖτε τὸν

    ζῶντα μετὰ τῶν νεκρῶν;  οὐκ ἔστιν ᾧδε ,  ἀλλ᾿

    ἐγήγερται  ,  καθὼς εἶπε ,  προάγων ἐν τῇ Γαλι‐

    λαίᾳ. 

    Στίχ .  δ .́  Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰ‐

     νεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. 

    Ἐ ν τῷ φωτί σου Δέσποτα ,  ὀψόμεθα φῶς φι‐

    λάνθρωπε· ἀνέστης γὰρ ἐκ τῶν νεκρῶν ,  σω‐τηρίαν τῷ γένει τῶν ἀνθρώπων δωρούμενος , 

    ἵνα σε πᾶσα κτίσις δοξολογῇ , τὸν μόνον ἀνα‐

    μάρτητον. Ἐλέησον ἡμᾶς. 

    καὶ τῆς Ἑορτῆς , γ´ εἰς δ´. 

    Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσι . 

    Στίχ .  ε .́  Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ·

    αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. 

    Τ ῇ ἐνδόξῳ Κοιμήσει σου ,  οὐρανοὶ ἐπαγάλ‐

    λονται  ,  καὶ Ἀγγέλων γέγηθε τὰ στρατεύμα‐τα ,  πᾶσα ἡ γῆ δὲ εὐφραίνεται  ,  ᾠδήν σοι ἐξό‐

    διον προσφωνοῦσα τῇ Μητρί  ,  τοῦ τῶν ὅλων

    δεσπόζοντος ,  ἀπειρόγαμε ,  Παναγία Παρθέ‐

     νε , ἡ τὸ γένος τῶν ἀνθρώπων ῥυσαμένη , προ‐

     γονικῆς ἀποφάσεως. 

    Στίχ .  Ϛ .́ Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις·

    αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ.  Πᾶ‐

    σα πνοὴ αἰνεσάτω τὸν Κύριον. 

    Τ ῇ ἐνδόξῳ Κοιμήσει σου … 

    Στίχ .  ζ .́  Ἀ νάστηθι Κύριε εἰς τὴν κατάπαυσίν

    Σου , Σὺ καὶ ἡ Κιβωτὸς τοῦ ἁγιάσματός Σου. 

    Ἐκ περάτων συνέδραμον , Ἀποστόλων οἱ πρό‐

    κριτοι  , θεαρχίῳ , νεύματι τοῦ κηδεῦσαί σε , καὶ

    ἀπὸ γῆς αἰρομένην σε ,  πρὸς ὕψος θεώμενοι  , 

    τὴν φωνὴν τοῦ Γαβριήλ ,  ἐν χαρᾷ ἀνεβόων

    σοι· Χαῖρε ὄχημα ,  τῆς Θεότητος ὅλης ,  χαῖρε

    μόνη ,  τὰ ἐπίγεια τοῖς ἄνω ,  τῷ τοκετῷ σουσυνάψασα. 

    Στίχ . η´. Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν καὶ

    οὐ μὴ ἀθετήσει αὐτήν. 

    Τ ὴν ζωὴν ἡ κυήσασα ,  πρὸς ζωὴν μεταβέβη‐

    κας ,  τῇ σεπτῇ Κοιμήσει σου τὴν ἀθάνατον , 

    δορυφορούντων Ἀγγέλων σοι  , Ἀρχῶν καὶ Δυ‐

     νάμεων ,  Ἀποστόλων Προφητῶν ,  καὶ ἁπάσης

    τῆς κτίσεως ,  δεχομένου τε ,  ἀκηράτοις παλά‐

    μαις τοῦ Υἱοῦ σου , τὴν ἀμώμητον ψυχήν σου , 

    Παρθενομῆτορ Θεόνυμφε. 

    Δόξα. τῆς Ἑορτῆς

    Ἦχος πλ. β´. 

    Τ ῇ ἀθανάτῳ σου Κοιμήσει  ,  Θεοτόκε Μήτηρ

    τῆς ζωῆς ,  νεφέλαι τοὺς Ἀποστόλους ,  αἰθερί‐

    ους διήρπαζον· καὶ κοσμικῶς διεσπαρμένους , 

    ὁμοχώρους παρέστησαν τῷ ἀχράντῳ σου σώ‐

    ματι· οἳ καὶ κηδεύσαντες σεπτῶς ,  τὴν φωνὴν

    τοῦ Γαβριήλ ,  μελῳδοῦντες ἀνεβόων· Χαῖρε

    Κεχαριτωμένη , Παρθένε Μήτηρ ἀνύμφευτε , ὁ

    Κύριος μετὰ σοῦ.  Μεθ᾿ ὧν ὡς Υἱόν σου καὶ

    Θεὸν ἡμῶν ,  ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡ‐

    μῶν. 

    Καὶ νῦν. Θεοτοκίον. 

    Ὑπερευλογημένη ὑπάρχεις ,  Θεοτόκε Παρθέ‐

     νε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος ,  ὁ ᾍδης

     ᾐχμαλώτισται  ,  ὁ Ἀδὰμ ἀνακέκληται  ,  ἡ κατά‐ρα νενέκρωται  ,  ἡ Εὔα ἠλευθέρωται  ,  ὁ θάνα‐

    τος τεθανάτωται  ,  καὶ ἡμεῖς ἐζωοποιήθημεν·

    διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς

    ὁ Θεὸς ἡμῶν , ὁ οὕτως εὐδοκήσας , δόξα σοι . 

    * * * 

    Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

    Δόξα σοι τῷ δείξαντι τὸ φῶς.  Δόξα ἐν ὑψί‐

    στοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ,  ἐν ἀνθρώποις

    εὐδοκία. 

  • 8/20/2019 2015-08-23_kyr_ib_mat8aiou-a-3

    10/14

      10

    Ὑμνοῦμέν σε , εὐλογοῦμέν σε , προσκυνοῦμέν

    σε ,  δοξολογοῦμέν σε ,  εὐχαριστοῦμέν σοι διὰ

    τὴν μεγάλην σου δόξαν. 

    Κύριε βασιλεῦ , ἐπουράνιε Θεέ ,  Πάτερ παντο‐

    κράτορ· Κύριε Υἱὲ μονογενές ,  Ἰησοῦ Χριστέ , 

    καὶ ἅγιον Πνεῦμα. 

    Κύριε ὁ Θεός ,  ὁ ἀμνὸς τοῦ Θεοῦ ,  ὁ Υἱὸς τοῦΠατρός , ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου , ἐ‐

    λέησον ἡμᾶς ,  ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κό‐

    σμου. 

    Πρόσδεξαι τὴν δέησιν ἡμῶν ,  ὁ καθήμενος ἐν

    δεξιᾷ τοῦ Πατρός , καὶ ἐλέησον ἡμᾶς. 

    Ὅτι σὺ εἶ μόνος ἅγιος , σὺ εἶ μόνος Κύριος , Ἰη‐

    σοῦς Χριστός , εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. 

    Καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέ‐σω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰ‐

    ῶνα τοῦ αἰῶνος. 

    Καταξίωσον ,  Κύριε ,  ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀνα‐

    μαρτήτους φυλαχθῆναι ἡμᾶς. 

    Εὐλογητὸς εἶ  ,  Κύριε ,  ὁ Θεὸς τῶν πατέρων ἡ‐

    μῶν , καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά

    σου εἰς τοὺς αἰῶνας. Ἀμήν. 

    Γένοιτο ,  Κύριε ,  τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς ,  καθά‐περ ἠλπίσαμεν ἐπὶ σέ. 

    Εὐλογητὸς εἶ  , Κύριε· δίδαξόν με τὰ δικαιώμα‐

    τά σου. ( γ´) 

    Κύριε , καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ

     γενεᾷ.  Ἐγὼ εἶπα· Κύριε ,  ἐλέησόν με· ἴασαι

    τὴν ψυχήν μου , ὅτι ἥμαρτόν σοι . 

    Κύριε ,  πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ

    ποιεῖν τὸ θέλημά σου , ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀ‐

    ψόμεθα φῶς. 

    Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. 

    Ἅ γιος ὁ Θεός , ἅγιος ἰσχυρός , ἅγιος ἀθάνατος·

    ἐλέησον ἡμᾶς. (ἐκ γ´) 

    Δόξα. Καὶ νῦν. 

    Ἅ γιος ἀθάνατος· ἐλέησον ἡμᾶς. 

    καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ·

    Ἅ γιος ὁ Θεός , ἅ γιος ἰσχυρός , ἅ γιος ἀθάνατος·

    ἐλέησον ἡμᾶς. 

    Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος δ .́ 

    Σ ήμερον σωτηρία τῷ κόσμῳ γέγονεν· ᾄσω‐

    μεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς

    ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θά‐

     νατον τὸ νῖκος ἔδωκεν ἡμῖν καὶ τὸ μέγα ἔλε‐

    ος. 

    * * * * * 

    ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝτὰ Ἀντίφωνα τῆς Ἑορτῆς

    Ἀντίφωνον Α .́ Ἦχος β´. 

    Στίχ . α´. Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ , ψά‐

    λατε δὴ τῷ ὀνόματι αὐτοῦ. 

    Ταῖς πρεσβείαις τῆς Θεοτόκου ,  Σῶτερ σῶσον ἡμᾶς. 

    Στίχ . γ´. Εἴπατε τῷ Θεῷ ὡς φοβερὰ τὰ ἔργα

    σου. 

    Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 

    Στίχ . δ´. Ἐ γενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ , καὶ

    τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών. 

    Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 

    Δόξα. Καὶ νῦν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 

    Ἀντίφωνον Β .́ Ἦχος β .́ 

    Στίχ . α´. Ἀ γαπᾷ Κύριος τὰς πύλας Σιών , ὑπὲρ

    πάντα τὰ σκηνώματα Ἰακώβ. 

    Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ , ὁ Ἀναστὰς ἐκ νεκρῶν , 

    ψάλλοντάς σοι . Ἀλληλούϊα. 

    Στίχ . β´. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ , ἡ

    πόλις τοῦ Θεοῦ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ... 

    Στίχ . δ´. Ἡ γίασε τὸ σκήνωμα αὐτοῦ ὁ

    Ὕψιστος. 

    Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ... 

    Δόξα. Καὶ νῦν. 

    Ὁ  μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ ,  ἀθά‐

     νατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν

     ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας

    Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας ,  ἀτρέ‐πτως ἐνανθρωπήσας ,  σταυρωθείς τε ,  Χριστὲ

    ὁ Θεός , θανάτῳ θάνατον πατήσας , εἷς ὢν τῆς

  • 8/20/2019 2015-08-23_kyr_ib_mat8aiou-a-3

    11/14

      11

    ἁγίας Τριάδος , συνδοξαζόμενος τῷ Πατρὶ καὶ

    τῷ ἁγίῳ Πνεύματι  , σῶσον ἡμᾶς. 

    Ἀντίφωνον Γ .́ Ἦχος α´. 

    Στίχ . α´. Ἑτοίμη ἡ καρδία μου , ὁ Θεός , ἑτοίμη

     ἡ καρδία μου. 

    Ἀπολυτίκιον τῆς Ἑορτῆς. 

    Ἐ ν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας. Ἐν

    τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτό‐

    κε , Μετέστης πρὸς τὴν ζωήν , μήτηρ ὑπάρχου‐

    σα τῆς ζωῆς ,  καὶ ταῖς πρεσβείαις ταῖς σαῖς

    λυτρουμένη , ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν. 

    Στίχ . β´. Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ

    πάντων ὧν ἀνταπέδωκέ μοι ; 

    Ἐ ν τῇ Γεννήσει τὴν παρθενίαν... 

    Στίχ . γ´. Ποτήριον σωτηρίου λήψομαι  , καὶ τὸ

    ὄνομα Κυρίου ἐπικαλέσομαι . Ἐ ν τῇ Γεννήσει τὴν παρθενίαν... 

    * * * 

    ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ

    Εἰσοδικόν. Ἦχος β´. (ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς , ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν) 

    Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν

    Χριστῷ.  Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ,  ὁ ἀναστὰς ἐκ

     νεκρῶν…

      … ψάλλοντάς σοι  , Ἀλληλούϊα. 

    * * * 

    Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος γ .́ (ψάλλεται ὑπὸ τῶν ἱερέων , ἐὰν τελῆται συλλείτουργον) 

    Εὐφραινέσθω τὰ οὐράνια ,  ἀγαλλιάσθω τὰ ἐ‐

    πίγεια , ὅτι ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ , 

    ὁ Κύριος· ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον·

    πρωτότοκος τῶν νεκρῶν ἐγένετο· ἐκ κοιλίας

    ᾅδου ἐῤῥύσατο ἡμᾶς ,  καὶ παρέσχε τῷ κόσμῳτὸ μέγα ἔλεος. 

    Τὸ Ἀπολυτίκιον τῆς Ἑορτῆς. 

    Ἦχος α´. Αὐτόμελον. 

    Ἐ ν τῇ γεννήσει τὴν παρθενίαν ἐφύλαξας ,  ἐν

    τῇ κοιμήσει τὸν κόσμον , οὐ κατέλιπες Θεοτό‐

    κε· μετέστης πρὸς τὴν ζωήν , Μήτηρ ὑπάρχου‐

    σα τῆς ζωῆς· καὶ ταῖς πρεσβείαις ταῖς σαῖς

    λυτρουμένη , ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν. 

    Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. 

    Κοντάκιον τῆς Ἑορτῆς. Ἦχος πλ. β´. (ψάλλεται ὑπὸ τῶν ἱερέων , ἐὰν τελῆται συλλείτουργον) 

    Τ ὴν ἐν πρεσβείαις ἀκοίμητον Θεοτόκον ,  καὶ

    προστασίαις ἀμετάθετον ἐλπίδα ,  τάφος καὶ

     νέκρωσις οὐκ ἐκράτησεν , ὡς γὰρ ζωῆς Μητέ‐

    ρα ,  πρὸς τὴν ζωὴν μετέστησεν ,  ὁ μήτραν οἰ‐

    κήσας ἀειπάρθενον. * * * 

    ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ

    * * * 

    ΑΠΟΣΤΟΛΟΣτῆς Ἑορτῆς

    Προκείμενον. Ἦχος γ´. 

    Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον , καὶ

     ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ

    σωτῆρί μου. 

    Στίχ . Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς

    δούλης αὐτοῦ. 

    Πρὸς Φιλιππησίους Ἐπιστολῆς

    Παύλου τὸ ἀνάγνωσμα. (Φιλιπ. β΄ 5‐11) 

    Ἀδελφοί  ,  τοῦτο φρονείσθω ἐν ὑμῖν ,  ὃ καὶ ἐν

    Χριστῷ ᾿Ιησοῦ· ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων , 

    οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ·ἀλλ᾿ ἑαυτὸν ἐκένωσε , μορφὴν δούλου λαβών , 

    ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος , καὶ σχή‐

    ματι εὑρεθεὶς ὡς ἄνθρωπος ,  ἐταπείνωσεν ἑ‐

    αυτόν ,  γενόμενος ὑπήκοος μέχρι θανάτου , 

    θανάτου δὲ σταυροῦ. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑ‐

    περύψωσε ,  καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑ‐

    πὲρ πᾶν ὄνομα , ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν

     γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ κα‐

    ταχθονίων ,

      καὶ πᾶσα γλῶσσα ἐξομολογήση‐ται  , ὅτι Κύριος ᾿Ιησοῦς Χριστός , εἰς δόξαν Θε‐

    οῦ Πατρός. Ἀμήν. 

    Ἀλληλούϊα. ( γ´) 

    Ἀλληλούϊα. Ἦχος πλ. δ´. 

    Ἀνάστηθι  , Κύριε , εἰς τὴν ἀνάπαυσίν Σου , Σὺ καὶ ἡ κιβωτὸς τοῦ

    ἁγιάσματός σου. 

    Στίχ . Ὤμοσε Κύριος τῷ Δαυΐδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν. 

    * * * 

  • 8/20/2019 2015-08-23_kyr_ib_mat8aiou-a-3

    12/14

      12

    ΕΥΑΓΓΕΛΙΟΝτῆς Ἑορτῆς

    Ἐκ τοῦ κατὰ Λουκᾶν. (Λουκ. ι΄ 38‐42, ια΄ 27‐28) 

    Τῷ καιρῷ ἐκείνῳ , εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινά. Γυνὴ δέ

    τις ,  ὀνόματι Μάρθα ,  ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. 

    Καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία , ἣ καὶ παρακαθήσα‐

    σα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ ἤκουε τῶν λόγων αὐτοῦ .  Ἡ

    δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ

    εἶπε· Κύριε , οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε

    διακονεῖν;  εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται .  Ἀποκρι‐

    θεὶς δὲ εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Μάρθα ,  Μάρθα ,  μεριμνᾷς καὶ

    τυρβάζῃ περὶ πολλά· ἑνὸς δὲ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγα‐

    θὴν μερίδα ἐξελέξατο ,  ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾿ αὐτῆς. 

    Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα , ἐπάρασά τις γυνὴ φω‐

     νὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ· Μακαρία ἡ κοιλία ἡ βαστάσα‐

    σά σε καὶ μαστοί οὓς ἐθήλασας.  Αὐτὸς δὲ εἶπε· Μενοῦν γε , 

    μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες

    αὐτόν. 

    Δόξα σοι  , Κύριε , δόξα σοι . 

    * * * Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱ. Χρυσοστόμου

    * * * 

    Εἰς τό· Ἐξαιρέτως… 

    ὁ Εἱρμὸς τῆς θ’  ὠδῆς τῆς Ἑορτῆς. Ἦχος α´. 

    Αἱ γενεαὶ πᾶσαι  , μακαρίζομέν σε , τὴν μόνην

    Θεοτόκον. 

    Νενίκηνται τῆς φύσεως οἱ ὅροι  , ἐν σοὶ Παρθέ‐

     νε ἄχραντε ,  παρθενεύει γὰρ τόκος ,  καὶ ζωὴν

    προμνηστεύεται θάνατος.  Ἡ μετὰ τόκονΠαρθένος , καὶ μετὰ θάνατον ζῶσα , σῴζοις ἀ‐

    εί  , Θεοτόκε , τὴν κληρονομίαν σου. * * * 

    Κοινωνικόν. 

    Ποτήριον σωτηρίου λήψομαι  ,  καὶ τὸ ὄνομα

    Κυρίου ἐπικαλέσομαι . Ἀλληλούϊα. 

    Μετὰ τὴν μετάδοσιν. Ἦχος β .́ 

    Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν , ἐλάβομεν Πνεῦ‐

    μα ἐπουράνιον , εὕρομεν πίστιν ἀληθῆ , ἀδιαί‐ρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς

    ἔσωσεν. 

    Εἰς τό· Π  Π  Π άάάννντ τ τ οοοτ τ τ εεε  , , ,  νννῦῦῦννν κκκαααὶὶὶ  ἀἀἀεεεί ί ί ……… 

    Ἦχος β´. 

    Ἀμήν ,  Ἀμήν ,  Ἀμήν.  Πληρωθήτω τὸ στόμα ἡ‐

    μῶν αἰνέσεώς σου ,  Κύριε ,  ὅπως ὑμνήσωμεν

    τὴν δόξαν σου ,  ὅτι ἠξίωσας ἡμᾶς μετασχεῖν

    τῶν ἁγίων καὶ φρικτῶν σου μυστηρίων· τήρη‐

    σον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ ,  ὅλην τὴν ἡμέ‐

    ραν μελετᾶν τὴν δικαιοσύνην σου. Ἀλληλούϊ‐

    α , ἀλληλούϊα , ἀλληλούϊα. 

    Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β .́ 

    Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ

     νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ´) 

    Ἀπόλυσις· ὉὉὉ ἀἀἀνννααασ σ σ τ τ τ ὰὰὰςςς ἐἐἐκκκ νννεεεκκκ ρ ρ ρῶῶῶννν ... ... ... 

    Δι᾿ εὐχῶν... Ἀμήν. 

    * * * * * 

    Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε

    καὶ διανέμεται δωρεὰν

    ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο

    http://akolouthies.wordpress.com 

    Προσφέρεται γιὰ ἰδιωτικὴ χρῆσι. Δὲν ἐπιτρέπεται ἡ ἐμπόρευσί της. 

    Ἀπολυτίκια τῶν συνεορταζομένων Ἁγίων

    Ἀπολυτίκιον Παναγίας Προυσιωτίσσης. 

    Ἦχος α´. Τῆς Συνόδου τῆς πρώτης. 

    Τῆς Ἑλλάδος ἁπάσης σύ προΐστασαι πρόμα‐

    χος ,  καὶ τερατουργὸς ἐξαισίων τῇ ἐκ Προύσ‐

    σης Εἰκόνι σου ,  Πανάχραντε Παρθένε Μαρι‐

    άμ ,  καὶ γὰρ φωτίζεις ἐν τάχει τοὺς τυφλούς , 

    δεινούς τε ἀπελαύνεις δαίμονας , καὶ παραλύ‐

    τους δὲ συσφίγγεις Ἀγαθή· κρημνῶν τε σῴ‐

    ζεις καὶ πάσης βλάβης τοὺς σοὶ προστρέχο‐

     ντας· δόξα τῷ σῷ ἀσπόρῳ τοκετῷ , δόξα τῷ σὲ

    θαυμαστώσαντι  ,  δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ

    τοιαῦτα τέρατα. 

    Ἀπολυτίκιον τῆς Παναγίας Ξενιᾶς. Ἦχος δ´. Ταχὺ προκατάλαβε. 

    Εἰκών σου ἡ πάνσεπτος ,  ἣν Παναγίαν Ξενι‐

    άν ,  καλοῦμεν Πανύμνητε ,  τῶν εὐσεβῶν τὰς

    ψυχὰς ξενίζει τοῖς θαύμασιν. Χάριν γὰρ ἀνα‐

    βρύζει καὶ ἰάματα πλεῖστα ,  πᾶσι τοῖς προσι‐

    οῦσι καὶ πιστῶς ἐκβοῶσι .  Χαῖρε Κεχαριτωμέ‐

     νη , ὁ Κύριος μετὰ σοῦ. 

    Ἀπολυτίκιον τῆς Παναγίας Μαλεβῆς. 

    Ἦχος δ´. Ταχὺ προκατάλαβε. Εἰκόνα τὴν ἄχραντον τῆς Θεοτόκου πιστοί  , ἥ‐

    τις τεθησαύρισται ἐν τῇ Μονῇ Μαλεβῆς ,  πι‐

  • 8/20/2019 2015-08-23_kyr_ib_mat8aiou-a-3

    13/14

      13

    στῶς προσκυνήσωμεν ,  βρύει γὰρ καθ᾿ ἑκά‐

    στην μῦρον εὐωδιᾶζον πᾶσι τοῖς ἐν καρδίᾳ

    καθαρᾷ αἰτουμένοις αὐτῇ ταῖς ἱκεσίαις καὶ

    παρακλήσεσι . 

    Ἀπολυτίκιον τῆς Παναγίας τῶν Λειψῶν. 

    Ἦχος α´. Τῆς ἐρήμου πολίτης. 

    Τὴν σεπτήν σου Εἰκόνα προσκυνοῦμεν Παν‐

    ύμνητε ,  ἣ τοῦ Χάρου τῆ κλήσει προσφυῶς ἐ‐

    πικέκληται· ἐν ταύτῃ γὰρ τὰ κρίνα χλοερά , ὁ‐

    ρῶντες μετὰ χρόνου παρολκήν ,  ἀνυμνοῦμέν

    σου τὴν χάριν πανευλαβῶς ,  Παρθένε ἀνα‐

    κράζοντες· δόξα τοῖς μεγαλείοις σου Ἁγνή , 

    δόξα τοῖς θαυμασίοις σου , δόξα τῇ πρὸς ἡμᾶς

    σου προμηθείᾳ Ἄχραντε. 

    Ἀπολυτίκιον τῆς Παναγίας Σπηλιᾶς. 

    Ἦχος πλ. α´. Τὸν συνάναρχον λόγον. Τ ὴν ἁγίαν Εἰκόνα τῆς Θεομήτορος ,  ὑπὸ Λου‐

    κᾶ ποιηθεῖσαν ἐν τοῖς ἀρχαίοις καιροῖς ,  Σπη‐

    λαιώτισαν τὴν θείαν προσκυνήσωμεν ,  ὅτι Ἀ‐

     γράφων ἡ χαρά ,  Ἀργιθέας τε φρουρός ,  ἐδεί‐

    χθη ἡμῖν καὶ δόξα , καὶ εἰσακούει ταχέως , δεή‐

    σεις πάντων τῶν τιμώντων αὐτήν. 

    Ἀπολυτίκιον Παναγίας Ὀλυμπιωτίσσης. (Ἀθανασίου Σιμωνοπετρίτου) 

    Ἦχος β´. Τὰ ἄνω ζητῶν. Οἱ ἐν τῷ Ναῷ σου τῷ σεπτῷ παρεδρεύοντες , 

    καὶ ἐν αὐτῷ σοῦ τὴν εἰκόνα μεγαλύνοντες , 

    Θεοκυῆτορ ,  πίστει τὴν ὑπέρλαμπρον ,  πάντες

    δυσωποῦμέν σε ,  μητρικαῖς σου πρεσβείαις , 

    πάσης ἐξελοῦ ἡμᾶς ,  τοῦ ἐχθροῦ τυρανίδος , 

    καὶ τῆς μελλούσης ῥῦσαι ἀπειλῆς ,  καὶ ἐνε‐

    στώσης Μαρία Θεόνυμφε. 

    Ἀπολυτίκιον τοῦ Μάρτυρος Λούππου. 

    Ἦχος γ´. Τὴν ὡραιότητα. Τὴν ἀπροσμάχητον ,  τοῦ Λόγου δύναμιν , 

    Λοῦππε μακάριε ,  περιζωσάμενος ,  κατεπολέ‐

    μησας στεῤῥῶς ,  τὸν ἄρχοντα τῆς κακίας· σὺ

     γὰρ ὑπερέλαμψας ,  ἐν ἀγῶσιν ἀθλήσεως· ὅ‐

    θεν καὶ ἀπέλαβες ,  τὸ βραβεῖον τῶν ᾄθλων

    σου ,  πρεσβεύων ἐκτενῶς ,  ἀθλοφόρε ,  διδόναι

     ἡμῖν πταισμάτων λύσιν. 

    Ἕτερον. (Ἰωὴλ Ἀρχιερέως) 

    Ἦχος α´. Τῆς ἐρήμου πολίτης. 

    Τὸν λαμπρὸν ἀριστέα ,  καὶ τῆς πίστεως πρό‐

    μαχον ,  Θεσσαλονικέων τὸν γόνον ,  Ἐκκλη‐

    σίας τὸ κόσμημα ,  ἁγίου Δημητρίου μαθητήν , 

    τιμήσωμεν τὸν Λοῦπον οἱ πιστοί  ,  ἱκετεύει

     γὰρ ὡς Μάρτυς ὑπὲρ ἡμῶν ,  τῶν ἐκβοώντων

    πάντοτε· Δόξα τῷ δεδωκότι σοι ἰσχύν ,  δόξα

    τῷ θαυμαστώσαντι  ,  δόξα τῷ ἐνεργοῦντι διὰ

    σοῦ , πᾶσιν ἰάματα. 

    Ἀπολυτίκιον τοῦ Ἱερομάρτυρος Εἰρηναίου

    Ἐπισκ. Λουγδούνου. 

    Ἦχος α´. Τῆς ἐρήμου πολίτης. 

    Ὡς σοφὸς ἱεράρχης φερωνύμως ἐκήρυξας , 

    τοῦ Εὐαγγελίου ἐν κόσμῳ ,  τῆς εἰρήνης τὰς

    χάριτας ,  παμμάκαρ Εἰρηναῖε ἱερέ ,  καὶ ἤθλη‐

    σας στερρῶς ὑπὲρ Χριστοῦ· διὰ τοῦτό σε τι‐

    μῶμεν μελῳδικῶς ,  Ἱερομάρτυς κράζοντες·

    Δόξα τῷ δεδωκότι σοι ἰσχύν ,  δόξα τῷ στεφα‐

     νώσαντι  ,  δόξα τῷ χορηγοῦντι διὰ σοῦ ,  ἡμῖν

    χάριν καὶ ἐλεος. 

    Ἀπολυτίκιον Κυρίλλου Πατριάρχου. (Γερασίμου Μικραγιαννανίτου) 

    Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον. 

    Ἀρετῶν διαπρέπων ταῖς ἀναβάσεσι  ,  ἱεραρχί‐

    ας τὴν χλαῖναν ἀξίως ἔλαβες ,  καὶ ἱέρευσας

    Θεῷ Πάτερ ὡς ἄγγελος ,  ὅθεν τῆς δόξης κοι‐

     νωνός ,  τῶν ἀγγέλων γεγονώς ,  Καλλίνικε Ἱε‐ράρχα ,  Χριστὸν ἀπαύστως δυσώπει  ,  ἐλεηθῆ‐

     ναι τὰς ψυχὰς ἡμῶν. 

    Ἀπολυτίκιον Ὁσίου Νικολάου Σικελιώτου. (Χαραλάμπους Μπούσια) 

    Ἦχος πλ. α´. Τὸν συνάναρχον λόγον. 

    Μετοχίου Διρφύων τὸν ἀντιλήπτορα ,  ἐκ Σι‐

    κελίας �