2015-08-30_kyr_ic_mat8aiou-a-4

  • Upload
    sakis87

  • View
    212

  • Download
    0

Embed Size (px)

Citation preview

  • 8/20/2019 2015-08-30_kyr_ic_mat8aiou-a-4

    1/15

      1

    30 ΑΥΓΟΥΣΤΟΥ 2015 

    Κυριακὴ ΙΓ´ ΜατθαίουἈλεξάνδρου Πατριάρχου Κων/πόλεως

    Ἦχος δ´. Ἑωθινὸν Β .́ 

    * * * * * 

    ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

    Μετὰ τὸν Ἑξάψαλμον , 

    Συναπτὴ μεγάλη , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  πππ ρ ρ ρέέέπππεεειιι  σ σ σ οοοιιι  πππᾶᾶᾶσ σ σ ααα δδδόόόξ ξ ξ ααα ... ... ...  

    Ἦχος δ´. 

    Θεὸς Κύριος ,  καὶ ἐπέφανεν ἡμῖν· εὐλογημέ‐

     νος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. 

    Στίχ . α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ , ὅτι ἀγα‐

    θός , ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 

    Θεὸς Κύριος , καὶ ἐπέφανεν ἡμῖν... 

    Στίχ . β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με , καὶ τῷ

    ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. 

    Θεὸς Κύριος , καὶ ἐπέφανεν ἡμῖν... 

    Στίχ . γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη , καί ἐστι

    θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 

    Θεὸς Κύριος , καὶ ἐπέφανεν ἡμῖν... 

    ΑΠΟΛΥΤΙΚΙΑ

    Τὸ Ἀναστάσιμον. Ἦχος δ .́ Τὸ φαιδρὸν τῆς ἀναστάσεως κήρυγμα , ἐκ τοῦ

    Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου μαθήτριαι  , 

    καὶ τὴν προγονικὴν ἀπόφασιν ἀποῤῥίψασαι  , 

    τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύ‐

    λευται ὁ θάνατος ,  ἠγέρθη Χριστὸς ὁ Θεός , 

    δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος. 

    Δόξα. 

    Ἀπολυτίκιον τοῦ Τιμίου Προδρόμου. Ἦχος β .́ 

    Μ νήμη Δικαίου μετ᾿ ἐγκωμίων· σοὶ δὲ ἀρκέ‐σει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε· ἀνε‐

    δείχθης γὰρ ὄντως καὶ Προφητῶν σεβασμι‐

    ώτερος ,  ὅτι καὶ ἐν ῥείθροις βαπτίσαι κατηξι‐

    ώθης τὸν κηρυττόμενον.  Ὅθεν τῆς ἀληθείας

    ὑπεραθλήσας , χαίρων εὐηγγελίσω καὶ τοῖς ἐν

    ᾍδῃ , Θεὸν φανερωθέντα ἐν σαρκί  , τὸν αἴρον‐

    τα τὴν ἁμαρτίαν τοῦ κόσμου ,  καὶ παρέχοντα

     ἡμῖν τὸ μέγα ἔλεος. 

    Καὶ νῦν. Θεοτοκίον. Πάντα ὑπὲρ ἔννοιαν ,  πάντα ὑπερένδοξα ,  τὰ

    σά ,  Θεοτόκε μυστήρια· τῇ ἁγνείᾳ ἐσφραγι‐

    σμένη , καὶ παρθενίᾳ φυλαττομένη , Μήτηρ ἐ‐

     γνώσθης ἀψευδής ,  Θεὸν τεκοῦσα ἀληθινόν·

    αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν. 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  σ σ σ ὸὸὸννν τ τ τ ὸὸὸ κκκ ρ ρ ράάάτ τ τ οοοςςς ... ... ... 

    * * * 

    ΚΑΘΙΣΜΑΤΑΜετὰ τὴν α´ Στιχολογίαν. 

    Ἀναστάσιμον. Ἦχος δ .́ 

    Ἀ ναβλέψασαι τοῦ τάφου τὴν εἴσοδον , καὶ τὴν

    φλόγα τοῦ Ἀγγέλου μὴ φέρουσαι  ,  αἱ Μυρο‐

    φόροι σὺν τρόμῳ ἐξίσταντο λέγουσαι· Ἆρα ἐ‐

    κλάπη , ὁ τῷ λῃστῇ ἀνοίξας Παράδεισον; ἆρα

     ἠγέρθη , ὁ καὶ πρὸ πάθους κηρύξας τὴν ἔγερ‐

    σιν;  Ἀληθῶς ἀνέστη Χριστὸς ὁ Θεός ,  τοῖς ἐν

    ᾅδῃ παρέχων ζωὴν καὶ ἀνάστασιν. 

    Δόξα. Κατεπλάγη Ἰωσήφ. 

    Ἑκουσίᾳ σου βουλῇ ,  Σταυρὸν ὑπέμεινας Σω‐

    τήρ ,  καὶ ἐν μνήματι καινῷ ,  ἄνθρωποι ἔθεντο

    θνητοί  , τὸν διὰ λόγου τὰ πέρατα συστησάμε‐

     νον· ὅθεν δεσμευθεὶς ὁ ἀλλότριος ,  θάνατος

    δεινῶς ἐσκυλεύετο ,  καὶ οἱ ἐν ᾅδῃ ἅπαντες ἐ‐

    κραύγαζον , τῇ ζωηφόρῳ ἐγέρσει σου· Χριστὸς

    ἀνέστη , ὁ ζωοδότης , μένων εἰς τοὺς αἰῶνας. 

    Καὶ νῦν. Θεοτοκίον. Τὸ ἀπ᾿ αἰῶνος ἀπόκρυφον ,  καὶ Ἀγγέλοις ἄ‐

     γνωστον μυστήριον , διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ

     γῆς πεφανέρωται  ,  Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει

    σαρκούμενος ,  καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡ‐

    μῶν καταδεξάμενος· δι᾿ οὗ ἀναστήσας τὸν

    πρωτόπλαστον ,  ἔσωσεν ἐκ θανάτου τὰς ψυ‐

    χὰς ἡμῶν. Μετὰ τὴν β´ Στιχολογίαν. 

    Ἦχος δ´. Ταχὺ προκατάλαβε. Ἀ νέστης ὡς ἀθάνατος ,  ἀπὸ τοῦ ᾅδου Σωτήρ·

    συνήγειρας τὸν κόσμον σου , τῇ ἀναστάσει τῇ

    σῇ ,  Χριστὲ ὁ Θεὸς ἡμῶν· ἔθραυσας ἐν ἰσχύϊ  , 

    τοῦ θανάτου τὸ κράτος· ἔδειξας Ἐλεῆμον , τὴν

    ἀνάστασιν πᾶσι· διό σε καὶ δοξάζομεν ,  μόνε

    Φιλάνθρωπε. 

    Δόξα. Κατεπλάγη Ἰωσήφ. 

    Ἐκ τῶν ἄνω κατελθών ,  τῶν ὑψωμάτων Γα‐

    βριήλ ,  καὶ τῇ πέτρᾳ προσελθών ,  ἔνθα ἡ πέ‐

    τρα τῆς ζωῆς , λευχειμονῶν ἀνεκραύγαζε ταῖς

    κλαιούσαις· Παύσασθε ὑμεῖς ,  τῆς θρηνώδους

  • 8/20/2019 2015-08-30_kyr_ic_mat8aiou-a-4

    2/15

      2

    κραυγῆς ,  ἔχουσαι ἀεὶ τὸ εὐσυμπάθητον· ὃν

     γὰρ ζητεῖτε κλαίουσαι  ,  θαρσεῖτε ,  ὡς ἀληθῶς

    ἐξεγήγερται· διὸ βοᾶτε ,  τοῖς Ἀποστόλοις ,  ὅτι

    ἀνέστη ὁ Κύριος. 

    Καὶ νῦν. Θεοτοκίον , ὅμοιον. 

    Κατεπλάγησαν Ἁγνή , πάντες Ἀγγέλων οἱ χο‐

    ροί  ,  τὸ μυστήριον τῆς σῆς ,  κυοφορίας τὸ φρι‐

    κτόν· πῶς ὁ τὰ πάντα συνέχων νεύματι μόνῳ , ἀγκάλαις ὡς βροτός , ταῖς σαῖς συνέχεται  , καὶ

    δέχεται ἀρχὴν ὁ προαιώνιος , καὶ γαλουχεῖται

    σύμπασαν ὁ τρέφων ,  πνοὴν ἀφάτῳ χρηστό‐

    τητι !  καὶ σὲ ὡς ὄντως ,  Θεοῦ Μητέρα ,  εὐφη‐

    μοῦντες δοξάζουσιν. 

    * * * 

    ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ

    Ἦχος πλ. α´. Εὐλογητὸς εἶ  , Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 

    Τῶν ἀγγέλων ὁ δῆμος κατεπλάγη ὁρῶν σε ἐν

     νεκροῖς λογισθέντα ,  τοῦ θανάτου δέ ,  Σωτήρ , 

    τὴν ἰσχὺν καθελόντα καὶ σὺν ἑαυτῷ τὸν Ἀ‐

    δὰμ ἐγείραντα καὶ ἐξ ᾅδου πάντας ἐλευθερώ‐

    σαντα. 

    Εὐλογητὸς εἶ  , Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 

    Τί τὰ μύρα συμπαθῶς τοῖς δάκρυσιν , ὦ μαθή‐

    τριαι  ,  κιρνᾶτε;  ὁ ἀστράπτων ἐν τῷ τάφῳ ἄγ‐

     γελος προσεφθέγγετο ταῖς μυροφόροις· Ἴδετε

    ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐ‐

    ξανέστη τοῦ μνήματος. 

    Εὐλογητὸς εἶ  , Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 

    Λίαν πρωῒ μυροφόροι ἔδραμον πρὸς τὸ μνῆ‐

    μά σου θρηνολογοῦσαι· ἀλλ᾿ ἐπέστη πρὸς αὐ‐

    τὰς ὁ ἄγγελος καὶ εἶπε· Θρήνου ὁ καιρὸς πέ‐

    παυται· μὴ κλαίετε· τὴν ἀνάστασιν δὲ ἀπο‐

    στόλοις εἴπατε. 

    Εὐλογητὸς εἶ  , Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 

    Μυροφόροι γυναῖκες μετὰ μύρων ἐλθοῦσαι

    πρὸς τὸ μνῆμά σου ,  Σῶτερ ,  ἐνηχοῦντο ἀγγέ‐

    λου πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νε‐

    κρῶν τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γὰρ ἐξα‐

     νέστη τοῦ μνήματος. 

    Δόξα. 

    Προσκυνοῦμεν Πατέρα καὶ τὸν τούτου Υἱόν

    τε καὶ τὸ ἅγιον Πνεῦμα , τὴν ἁγίαν Τριάδα ἐνμιᾷ τῇ οὐσίᾳ , σὺν τοῖς Σεραφεὶμ κράζοντες τὸ

    Ἅγιος , Ἅγιος , Ἅγιος εἶ  , Κύριε. 

    Καὶ νῦν. 

    Ζωοδότην τεκοῦσα ,  ἐλυτρώσω ,  Παρθένε ,  τὸν

    Ἀδὰμ ἁμαρτίας· χαρμονὴν δὲ τῇ Εὔᾳ ἀντὶ λύ‐

    πης παρέσχες· ῥεύσαντα ζωῆς ,  ἴθυνε πρὸς

    ταύτην δὲ ὁ ἐκ σοῦ σαρκωθεὶς Θεὸς καὶ ἄν‐

    θρωπος. 

    Ἀλληλούϊα , ἀλληλούϊα , ἀλληλούϊα·

    δόξα σοι ὁ Θεός. ( γ´) Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·

    ὍὍὍτ τ τ ιιι  ηηηὐὐὐλλλόόόγγγηηητ τ τ αααί ί ί  ΣΣΣοοουυυ ... ... ...  

    * * * 

    ΥΠΑΚΟΗ , ΑΝΑΒΑΘΜΟΙ , ΠΡΟΚΕΙΜΕΝΟΝἩ Ὑπακοή. Ἦχος δ .́ 

    Τὰ τῆς σῆς παραδόξου ἐγέρσεως , προδραμοῦ‐

    σαι αἱ Μυροφόροι  ,  τοῖς Ἀποστόλοις ἐκήρυτ‐

    τον Χριστέ , ὅτι ἀνέστης ὡς Θεός , παρέχων τῷ

    κόσμῳ τὸ μέγα ἔλεος. 

    oἱ Ἀναβαθμοί . Ἦχος δ .́ Ἀντίφωνον Α´. 

    Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη·

    ἀλλ᾿ αὐτὸς ἀντιλαβοῦ , καὶ σῶσον Σωτήρ μου. 

    Οἱ μισοῦντες Σιών , αἰσχύνθητε ἀπὸ τοῦ Κυρί‐

    ου· ὡς χόρτος γάρ ,  πυρὶ ἔσεσθε ἀπεξηραμέ‐

     νοι . 

    Δόξα. Καὶ νῦν. 

    Ἁ γίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται  ,  καὶ κα‐

    θάρσει ὑψοῦται  ,  λαμπρύνεται  ,  τῇ τριαδικῇ

    μονάδι ἱεροκρυφίως. 

    Ἀντίφωνον Β´. 

    Ἐκέκραξά σοι Κύριε ,  θερμῶς ἐκ βάθους ψυ‐

    χῆς μου· Κἀμοὶ γενέσθω ,  πρὸς ὑπακοὴν τὰ

    θεῖά σου ὦτα. 

    Ἐπὶ τὸν Κύριον ἐλπίδα πᾶς τις κεκτημένος , ὑ‐

    ψηλότερός ἐστι  , πάντων τῶν λυπούντων. Δόξα. Καὶ νῦν. 

    Ἁ γίῳ Πνεύματι  ,  ἀναβλύζει τὰ τῆς χάριτος

    ῥεῖθρα ,  ἀρδεύοντα ,  ἅπασαν τὴν κτίσιν πρὸς

    ζωογονίαν. 

    Ἀντίφωνον Γ´. 

    Ἡ  καρδία μου πρὸς σὲ Λόγε ὑψωθήτω ,  καὶ

    οὐδὲν θέλξει με ,  τῶν τοῦ κόσμου τερπνῶν

    πρὸς χαμαιζηλίαν. 

  • 8/20/2019 2015-08-30_kyr_ic_mat8aiou-a-4

    3/15

      3

    Ἐπὶ τὴν μητέρα αὐτοῦ , ὡς ἔχει τις στοργήν , ἐ‐

    πὶ τῷ Κυρίῳ ,  θερμότερον φίλτρον χρεωστοῦ‐

    μεν. 

    Δόξα. Καὶ νῦν. 

    Ἁ γίῳ Πνεύματι  ,  θεογνωσίας πλοῦτος ,  θεωρί‐

    ας καὶ σοφίας· πάντα γὰρ ἐν τούτῳ ,  τὰ πα‐

    τρῷα δόγματα , ὁ Λόγος ἐκκαλύπτει . 

    Προκείμενον. Ψαλμὸς μγ´ (43). 

    Ἀ νάστα Κύριε ,  βοήθησον ἡμῖν ,  καὶ λύτρωσαι

     ἡμᾶς ,  ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου. (δίς) 

    Στίχ .  Ὁ  Θεός ,  ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν , 

    καὶ οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν ἔργον , 

    ὃ εἰργάσω ἐν ταῖς ἡμέραις αὐτῶν , ἐν ἡμέραις

    ἀρχαίαις. 

    Ἀ νάστα Κύριε , βοήθησον ἡμῖν... 

    * * * 

    ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥὁ διάκονος· Τ Τ Τ οοοῦῦῦ Κ Κ Κ υυυ ρ ρ ρί ί ί οοουυυ δδδεεεηηηθθθῶῶῶ μ μ μεεεννν ... 

    Κύριε , ἐλέησον. ὁ ἱερεύς· ὍὍὍτ τ τ ιιι  ἅἅἅγγγιιιοοοςςς εεεἶ ἶ ἶ  , , ,  ὁὁὁ ΘΘΘεεεὸὸὸςςς ἡἡἡ μ μ μῶῶῶννν  , , ,  ... ... ... 

    Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. 

    Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. 

    Αἰνεσάτω πνοὴ… πᾶσα τὸν Κύριον. ὁ διάκονος· Κ Κ Κ αααὶὶὶ   ὑὑὑπππὲὲὲ ρ ρ ρ  τ τ τ οοοῦῦῦ  κκκααατ τ τ αααξ ξ ξ ιιιωωωθθθῆῆῆννναααιιι   ἡἡἡ μ μ μᾶᾶᾶςςς  τ τ τ ῆῆῆςςς ἀἀἀκκκ ρ ρ ροοοάάάσ σ σ εεεωωωςςς  τ τ τ οοοῦῦῦ  ἁἁἁγγγί ί ί οοουυυ  ΕΕΕὐὐὐαααγγγγγγεεελλλί ί ί οοουυυ  Κ Κ Κ ύύύ ρ ρ ριιιοοοννν  τ τ τ ὸὸὸννν 

    ΘΘΘεεεὸὸὸννν ἡἡἡ μ μ μῶῶῶννν ἱ ἱ ἱ κκκεεετ τ τ εεεύύύσ σ σ ωωω μ μ μεεεννν ... 

    Κύριε , ἐλέησον. ( γ´) ὁ διάκονος· ΣΣΣοοοφφφί ί ί ααα···   ὀὀὀ ρ ρ ρθθθοοοί ί ί ···   ἀἀἀκκκοοούύύσ σ σ ωωω μ μ μεεεννν  τ τ τ οοοῦῦῦ  ἁἁἁγγγί ί ί οοουυυ 

    ΕΕΕὐὐὐαααγγγγγγεεελλλί ί ί οοουυυ ...  ὁ ἱερεύς· ΕΕΕἰ ἰ ἰ  ρ ρ ρήήήνννηηη πππᾶᾶᾶσ σ σ ιιι ... 

    Καὶ τῷ Πνεύματί σου. ὁ ἱερεύς·  Ἐ Ἐ Ἐκκκ  τ τ τ οοοῦῦῦ  κκκααατ τ τ ὰὰὰ Μ  Μ  Μ ᾶᾶᾶ ρ ρ ρκκκοοοννν ἁἁἁγγγί ί ί οοουυυ  ΕΕΕὐὐὐαααγγγγγγεεελλλί ί ί οοουυυ τ τ τ ὸὸὸ ἀἀἀνννάάάγγγνννωωωσ σ σ  μ μ μααα ... 

    ὁ διάκονος·  Π  Π  Π  ρ ρ ρόόόσ σ σ  χ  χ  χ ωωω μ μ μεεεννν.

    ..

     Δόξα σοι  , Κύριε , δόξα σοι . 

    ὁ Ἱερεὺς ἀναγινώσκει τὸ ἐνδιάτακτον ἑωθινὸν Εὐαγγέλιον

    Ἑωθινὸν Β´

    Ἐκ τοῦ κατὰ Μᾶρκον (ιστ´ 1‐8) 

    Διαγενομένου τοῦ σαββάτου ,  Μαρία ἡ Μαγδαληνὴ καὶ Μα‐

    ρία ἡ τοῦ Ἰακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἵνα ἐλ‐

    θοῦσαι ἀλείψωσιν τὸν Ἰησοῦν.  Καὶ λίαν πρωὶ τῆς μιᾶς σαβ‐

    βάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον ,  ἀνατείλαντος τοῦ ἡλίου. 

    Καὶ ἔλεγον πρὸς ἑαυτάς· Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ

    τῆς θύρας τοῦ μνημείου; Καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀ‐ποκεκύλισται ὁ λίθος· ἦν γὰρ μέγας σφόδρα.  Καὶ εἰσελθοῦ‐

    σαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξι‐

    οῖς ,  περιβεβλημένον στολὴν λευκήν , καὶ ἐξεθαμβήθησαν.  Ὁ

    δὲ λέγει αὐταῖς· Μὴ ἐκθαμβεῖσθε· Ἰησοῦν ζητεῖτε τὸν Ναζα‐

    ρηνὸν τὸν ἐσταυρωμένον· Ἠγέρθη ,  οὐκ ἔστιν ὧδε· ἴδε ὁ τό‐

    πος ὅπου ἔθηκαν αὐτόν. Ἀλλ᾿ ὑπάγετε εἴπατε τοῖς μαθηταῖς

    αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐ‐

    κεῖ αὐτὸν ὄψεσθε , καθὼς εἶπεν ὑμῖν. Καὶ ἐξελθοῦσαι ταχὺ ἔ‐

    φυγον ἀπὸ τοῦ μνημείου· εἶχε δὲ αὐτὰς τρόμος καὶ ἔκστασις , 

    καὶ οὐδενὶ οὐδὲν εἶπον· ἐφοβοῦντο γάρ. 

    Δόξα σοι  , Κύριε , δόξα σοι . 

    ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης·Ἀ νάστασιν Χριστοῦ θεασάμενοι  ,  προσκυνή‐

    σωμεν ἅγιον Κύριον Ἰησοῦν ,  τὸν μόνον ἀνα‐

    μάρτητον.  Τὸν σταυρόν σου ,  Χριστέ ,  προσκυ‐

     νοῦμεν καὶ τὴν ἁγίαν σου ἀνάστασιν ὑμνοῦ‐

    μεν καὶ δοξάζομεν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν ,  ἐ‐

    κτός σου ἄλλον οὐκ οἴδαμεν , τὸ ὄνομά σου ὀ‐

     νομάζομεν.  Δεῦτε πάντες οἱ πιστοὶ προσκυ‐

     νήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν· ἰ‐

    δοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ χαρὰ ἐν ὅλῳτῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύρι‐

    ον , ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ. Σταυρὸν

     γὰρ ὑπομείνας δι᾿ ἡμᾶς ,  θανάτῳ θάνατον ὤ‐

    λεσεν. 

    οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον 

    Ἦχος β´. 

    Ἐλεῆμον ,  Ἐλέησόν με ,  ὁ Θεός ,  κατὰ τὸ μέγα

    ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν

    σου ἐξάλειψον τὸ ἀνόμημά μου. 

    Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου

    καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. 

    Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω ,  καὶ ἡ ἁ‐

    μαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. 

    Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν

    σου ἐποίησα ,  ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λό‐

     γοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. 

    Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην ,  καὶ ἐν ἁ‐

    μαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. 

    Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας ,  τὰ ἄδηλα καὶ

    τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι . 

     Ῥαντιεῖς με ὑσσώπῳ ,  καὶ καθαρισθήσομαι·

    πλυνεῖς με , καὶ ὑπὲρ χιόνα λευκανθήσομαι . 

    Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀ‐

     γαλλιάσονται ὀστέα τεταπεινωμένα. 

  • 8/20/2019 2015-08-30_kyr_ic_mat8aiou-a-4

    4/15

      4

    Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁ‐

    μαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξά‐

    λειψον. 

    Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί  , ὁ Θεός , καὶ

    πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις

    μου. 

    Μ ὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου , καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς

    ἀπ᾿ ἐμοῦ. 

    Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου

    σου , καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. 

    Διδάξω ἀνόμους τὰς ὁδούς σου ,  καὶ ἀσεβεῖς

    ἐπὶ σὲ ἐπιστρέψουσι . 

     Ῥῦσαί με ἐξ αἱμάτων , ὁ Θεός , ὁ Θεὸς τῆς σω‐

    τηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴνδικαιοσύνην σου. 

    Κύριε ,  τὰ χείλη μου ἀνοίξεις ,  καὶ τὸ στόμα

    μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. 

    Ὅτι  ,  εἰ ἠθέλησας θυσίαν ,  ἔδωκα ἄν· ὁλοκαυ‐

    τώματα οὐκ εὐδοκήσεις. 

    Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρ‐

    δίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ

    Θεὸς οὐκ ἐξουδενώσει . Ἀ γάθυνον ,  Κύριε ,  ἐν τῇ εὐδοκίᾳ σου τὴν Σι‐

    ών , καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. 

    Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ,  ἀναφο‐

    ρὰν καὶ ὁλοκαυτώματα. 

    Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μό‐

    σχους. Καὶ ἐλέησόν με , ὁ Θεός. 

    Δόξα. 

    Ταῖς τῶν Ἀποστόλων πρεσβείαις , ἐλεῆμον ,  ἐ‐ξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. 

    Καὶ νῦν. 

    Ταῖς τῆς Θεοτόκου πρεσβείαις ,  ἐλεῆμον ,  ἐξά‐

    λειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. 

    Καὶ τὸ πεντηκοστάριον. Ἦχος ὁ αὐτός. 

    Στίχ . Ἐλέησόν με , ὁ Θεός , κατὰ τὸ μέγα ἔλεός

    σου ,  καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου

    ἐξάλειψον τὸ ἀνόμημά μου. 

    Ἀ ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου ,  καθὼς

    προεῖπεν ,  ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ

    μέγα ἔλεος. 

    ΣΣΣῶῶῶσ σ σ οοοννν  , , ,  ὁὁὁ ΘΘΘεεεόόόςςς  , , ,  τ τ τ ὸὸὸννν λλλαααόόόννν ΣΣΣοοουυυ ... ... ...  Κύριε , ἐλέησον. 

    (ιβ´)  Ἐ Ἐ Ἐλλλέέέεεειιι  κκκαααὶὶὶ  οοοἰ ἰ ἰ κκκτ τ τ ιιι ρ ρ ρ μ μ μοοοῖ ῖ ῖ ςςς ... ... ...  Ἀμήν. 

    * * * 

    ΟΙ ΚΑΝΟΝΕΣὁ Ἀναστάσιμος καὶ οἱ δύω τοῦ Μηναίου

    ᾨδὴ α´. ὁ Ἀναστάσιμος

    ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ. 

    Ἦχος δ´. Ὁ Εἱρμός. 

    Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος , ἀβρόχοις ἴ‐

    χνεσιν ,  ὁ παλαιὸς πεζεύσας Ἰσραήλ ,  σταυρο‐

    τύποις Μωσέως χερσί  , τοῦ Ἀμαλὴκ τὴν δύνα‐

    μιν , ἐν τῇ ἐρήμῳ ἐτροπώσατο. 

    Στίχ . Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου , Κύριε. 

    Ὑψώθης τὴν ἡμετέραν ἔκπτωσιν , ἐπανορθού‐

    μενος , ἐν τῷ ἀχράντῳ ξύλῳ τοῦ Σταυροῦ , τὴν

    ἐν ξύλῳ ἰώμενος ,  πανωλεθρίαν Δέσποτα ,  ὡς

    ἀγαθὸς καὶ παντοδύναμος. 

    Στίχ . Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου , Κύριε. 

    Ἐ ν τάφῳ σωματικῶς ,  ἐν ᾅδῃ δὲ μετὰ ψυχῆς

    ὡς Θεός· ἐν Παραδείσῳ δὲ μετὰ λῃστοῦ ,  καὶ

    ἐν θρόνῳ ὑπῆρχες Χριστέ ,  μετὰ Πατρὸς καὶΠνεύματος , πάντα πληρῶν ὁ ἀπερίγραπτος. 

    Θεοτοκίον

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Ἀσπόρως τῷ τοῦ Πατρὸς βουλήματι  , ἐκ θείου

    Πνεύματος ,  τὸν τοῦ Θεοῦ συνείληφας Υἱόν , 

    καὶ σαρκὶ ἀπεκύησας ,  τὸν ἐκ Πατρὸς ἀμήτο‐

    ρα , καὶ δι᾿ ἡμᾶς ἐκ σοῦ ἀπάτορα. 

    Κανὼν τοῦ Προδρόμου , οὗ ἡ Ἀκροστιχίς. Τὸν θεομαρτύρητον Πρόδρομον μέλπω. 

    Ἦχος δ´. Ἀνοίξω τὸ στόμα μουΣτίχ . Βαπτιστὰ τοῦ Χριστοῦ , πρέσβευε ὑπὲρ ἡμῶν. 

    Τὸν λύχνον τὸν πάμφωτον ,  τῆς οἰκουμένης

    τὸν κήρυκα , τὸν θεῖον Ἀπόστολον , καὶ ὑπηρέ‐

    την Χριστοῦ , τίς ἰσχύσειεν , ἀξίως εὐφημῆσαι  , 

    τὸν θεομαρτύρητον , Κυρίου Πρόδρομον; 

    Στίχ . Βαπτιστὰ τοῦ Χριστοῦ , πρέσβευε ὑπὲρ ἡμῶν. 

    Ὁ  θεῖος ταξίαρχος ,  τῶν ἀσωμάτων Δυνάμε‐

    ων , πρὸς θεῖον ἀφίκετο , ναὸν Θεοῦ ἱερόν , εὐ‐

    αγγέλια ,  κομίζων τῷ πρεσβύτῃ· Κυρίου τὸν

    Πρόδρομον , τέξῃ πρεσβύτατε. 

  • 8/20/2019 2015-08-30_kyr_ic_mat8aiou-a-4

    5/15

      5

    Στίχ . Βαπτιστὰ τοῦ Χριστοῦ , πρέσβευε ὑπὲρ ἡμῶν. 

    Ν ηδὺς ἔνδον ἔχουσα ,  στεῖρα καὶ γραῦς τὸν

    πανάριστον ,  Προφήτην καὶ Πρόδρομον ,  ἀπὸ

    κοιλίας μητρός ,  προσεκύνησε ,  Χριστόν ,  ὢ ξέ‐

     νον θαῦμα!  γαστρί ἐμφερόμενον τῆς Θεομή‐

    τορος. Θεοτοκίον

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. Θεοῦ Ἀρχιστράτηγος ,  Παρθένε ,  ἔφη ,  Θεό‐

     νυμφε ,  πρὸς δρόμους πορεύθητι  ,  τῆς Ἐλισά‐

    βετ σπουδῇ· καὶ γὰρ ἔγκυον , ταύτην εὑροῦσα

     γνώσῃ , ὅν περ καταγγέλλω σοι τόκον τὸν ἄῤ‐

    ῥητον. 

    Κανὼν τῶν Ἁγίων

    Ἦχος πλ. δ´. Ἄσωμεν τῷ Κυρίῳ. Στίχ . Ἅ γιοι τοῦ Θεοῦ , πρεσβεύσατε ὑπὲρ ἡμῶν. 

    Τρίφωτος τῶν Πατέρων , σήμερον ἀνέτειλε δι‐αύγεια ,  ἡ πανένδοξος μνήμη· ἣν πιστῶς ἐν‐

    τρυφῶντες χορεύσωμεν. 

    Στίχ . Ἅ γιε τοῦ Θεοῦ , πρέσβευε ὑπὲρ ἡμῶν. 

    Ἔλυσας Ἱεράρχα ,  τῶν αἱρετικῶν τὰ ὀχυρώ‐

    ματα , εὐσεβεῖ παῤῥησίᾳ , καταγγείλας Τριάδα

    Ἀλέξανδρε. 

    Στίχ . Ἅ γιε τοῦ Θεοῦ , πρέσβευε ὑπὲρ ἡμῶν. 

    Παύλῳ τῷ θεσπεσίῳ , κοινωνήσας κλήσεως ἀ‐

    οίδιμε , τῶν ἐκείνου ἐδείχθης , ἀρετῶν ἀπεικό‐ νισμα ἔνθεον. 

    Δόξα. 

    Κάλαμός σου ἡ γλῶσσα ,  θεογραφικῶς προα‐

     ναδέδεικται  ,  Πνεύματος Πάτερ θείου ,  Ἰωάν‐

     νη τὴν πίστιν τρανώσασα. 

    Καὶ νῦν. Θεοτοκίον

    Ἄσωμεν τῷ Κυρίῳ , τῷ ἐκ τῆς Παρθένου εὐδο‐

    κήσαντι  , σαρκωθῆναι ἀσπόρως , εἰς ἡμῶν σω‐τηρίαν καὶ λύτρωσιν. 

    ᾨδὴ γ´. ὁ Ἀναστάσιμος 

    Ἦχος δ´. Ὁ Εἱρμός. 

    Εὐφραίνεται ἐπὶ σοί  ,  ἡ Ἐκκλησία σου Χριστὲ

    κράζουσα· Σύ μου ἰσχὺς Κύριε , καὶ καταφυγὴ

    καὶ στερέωμα. 

    Στίχ . Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου , Κύριε. 

    Τὸ ξύλον τὸ τῆς ζωῆς ,  ἡ νοητὴ καὶ ἀληθὴς

    Ἄμπελος ,  ἐπὶ Σταυροῦ κρέμαται  ,  πᾶσιν ἀμ‐

    βροσίαν πηγάζουσα. 

    Στίχ . Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου , Κύριε. 

    Ὡς μέγας ὡς φοβερός ,  ὡς τοῦ ᾅδου καθελὼν

    φρύαγμα ,  καὶ ὡς Θεὸς ἄφθαρτος ,  νῦν σωμα‐

    τικῶς ἐξεγήγερται . 

    Θεοτοκίον

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Σὺ μόνη τοῖς ἐπὶ γῆς ,  τῶν ὑπὲρ φύσιν ἀγα‐

    θῶν πρόξενος ,  Μήτηρ Θεοῦ γέγονας· ὅθεν

    σοι τὸ Χαῖρε προσάγομεν. 

    τοῦ Προδρόμου 

    Ἦχος δ´. Τοὺς σοὺς ὑμνολόγους. Στίχ . Βαπτιστὰ τοῦ Χριστοῦ , πρέσβευε ὑπὲρ ἡμῶν. 

    Ἐκ στείρας τεχθεὶς ὁ Ἰωάννης ,  τὴν γλῶτταν

    διέλυσε πατρός· εἰκότως καὶ γὰρ πέφυκε , φω‐

     νὴ τοῦ Λόγου εὔηχος· καὶ εὐλογῶν ἐφθέγγε‐

    το· Σὺ μόνος Ἅγιος Κύριος. 

    Στίχ . Βαπτιστὰ τοῦ Χριστοῦ , πρέσβευε ὑπὲρ ἡμῶν. 

    Οὐδὲν τῶν παρόντων ἀγαπήσας ,  τὴν ἔρημον

    τρέχων παροικεῖς ,  ὡς πόλιν θείῳ Πνεύματι  , 

    δυναμωθεὶς πανένδοξε· ἀΰλως δὲ ἐβίωσας , 

    ὡς Ἠλιοὺ ὁ θεσπέσιος. Στίχ . Βαπτιστὰ τοῦ Χριστοῦ , πρέσβευε ὑπὲρ ἡμῶν. 

    Μ ὴ φέρων τοῦ βίου τοὺς θορύβους ,  ὡς ὄρνις

    ἐμάκρυνας σοφέ , ἐρήμοις αὐλιζόμενος , εὗρές

    τε ἀναψύχοντα ,  τὸν σῴζοντά σε Κύριον ,  ἐκ

    καταιγίδος καὶ θλίψεως. Θεοτοκίον

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Ἀπῆλθε πρὸς οἶκον Ἐλισάβετ ,  Παρθένος βα‐

    στάζουσα γαστρί  ,  Θεὸν Λόγον τὸν ἄναρχον·

    ἀμφοῖν ἀσπασαμένων δέ ,  γνοὺς παρευθὺς ὁ

    Πρόδρομος , ἐκ τῆς γαστρὸς προσεκύνησεν. 

    τῶν Ἁγίων 

    Ἦχος πλ. δ´. Σὺ εἶ τὸ στερέωμα. Στίχ . Ἅ γιε τοῦ Θεοῦ , πρέσβευε ὑπὲρ ἡμῶν. 

    Ἄριστα ἐποίμανας ,  τὸ τοῦ δεσπότου σου ποί‐

    μνιον , Ἀρχιερεῦ ,  ὅθεν αἰωνίως , σὲ δοξάζει Ἀ‐

    λέξανδρε. 

    Στίχ . Ἅ γιε τοῦ Θεοῦ , πρέσβευε ὑπὲρ ἡμῶν. 

  • 8/20/2019 2015-08-30_kyr_ic_mat8aiou-a-4

    6/15

      6

    Ὕδατα σωτήρια ,  διὰ τῆς γλώττης σου ἔβλυ‐

    σας ,  τὰ εὐσεβῆ ,  δόγματα σῇ ποίμνῃ ,  Ἰωάννη

    μακάριε. 

    Δόξα. 

    Παῦλε παμμακάριστε ,  τῆς ἐκλογῆς τῆς τοῦ

    σκεύους σε ,  ὡς φανέντα ,  κλήσει τε καὶ βίῳ , 

     νῦν τιμῶμεν ὁμοίωμα. 

    Καὶ νῦν. Θεοτοκίον

    Σὲ πάντες κεκτήμεθα ,  καταφυγὴν καὶ σκέ‐

    πην ἡμῶν , Χριστιανοί  , σὲ δοξολογοῦμεν , ἀσι‐

     γήτως , Θεόνυμφε. 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  σ σ σ ὺὺὺ εεεἶ ἶ ἶ  ὁὁὁ ΘΘΘεεεὸὸὸςςς ἡἡἡ μ μ μῶῶῶννν ... ... ... 

    * * * 

    ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑΚοντάκιον τοῦ Τιμίου Προδρόμου. 

    Κοντάκιον. Ἦχος πλ. α´. 

    Ἡ  τοῦ Προδρόμου ἔνδοξος ἀποτομή ,  οἰκονο‐

    μία γέγονέ τις θεϊκή ,  ἵνα καὶ τοῖς ἐν ᾍδῃ τοῦ

    Σωτῆρος κηρύξῃ τὴν ἔλευσιν.  Θρηνείτω οὖν

    Ἡρῳδιάς ,  ἄνομον φόνον αἰτήσασα· οὐ νόμον

     γὰρ τὸν τοῦ Θεοῦ ,  οὐ ζῶντα αἰῶνα ἠγάπη‐

    σεν , ἀλλ᾿ ἐπίπλαστον πρόσκαιρον. 

    Μεσῴδια Καθίσματα ἐκ τοῦ Μηναίου

    Ἦχος α´. Τὸν τάφον σου Σωτήρ. 

    Τὸν πρόδρομον Χριστοῦ ,  Βαπτιστὴν καὶ Προ‐

    φήτην ,  τιμήσωμεν πιστοί  ,  καθαρῷ συνειδότι  , 

    ὡς ἔνδοξον κήρυκα ,  μετανοίας διδάσκαλον , 

    καὶ ὡς μάρτυρα , παναληθῆ τοῦ Σωτῆρος· τὴν

     γὰρ ἄνοιαν ,  τὴν τοῦ Ἡρώδου ἐλέγξας ,  τὴν

    κάραν ἐκτέμνεται . 

    Δόξα. τῶν Ἁγίων

    Ἦχος δ´. Ταχὺ προκατάλαβε. Πατέρων ἡ τρίφωτος ,  λαμπὰς ἀνέλαμψε ,  πι‐

    στῶν τὰ συστήματα , καταφαιδρύνουσα , πρὸς

    θείαν ἐπίγνωσιν ,  λύοντες τῶν ἀθέων ,  τὴν ἀ‐

    σέβειαν πᾶσαν ,  δόγμασι καὶ σοφίᾳ ,  καὶ πολ‐

    λῇ παῤῥησίᾳ , Ἀλέξανδρος καὶ Ἰωάννης ὁμοῦ , 

    καὶ Παῦλος ὁ ἔνδοξος. 

    Καὶ νῦν. Θεοτοκίον

    Ἐλπὶς ἀκαταίσχυντε τῶν πεποιθότων εἰς σέ ,  ἡ μόνη κυήσασα ,  ὑπερφυῶς ἐν σαρκί  ,  Χρι‐

    στὸν τὸν Θεὸν ἡμῶν ,  τοῦτον σὺν Ἰωάννῃ τῷ

    Προδρόμῳ δυσώπει  ,  δοῦναι τῇ οἰκουμένῃ , 

    ἱλασμὸν τῶν πταισμάτων ,  καὶ πᾶσιν ἡμῖν

    πρὸ τέλους βίου διόρθωσιν. 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ΣΣΣὺὺὺ γγγὰὰὰ ρ ρ ρ εεεἶ ἶ ἶ  ὁὁὁ ΒΒΒααασ σ σ ιιιλλλεεεύύύςςς ... ... ...  

    * * * 

    ΚΟΝΤΑΚΙΟΝ , ΟΙΚΟΣ , ΣΥΝΑΞΑΡΙΟΝΚοντάκιον καὶ Οἶκος τὰ Ἀναστάσιμα. 

    Κοντάκιον. Ἦχος δ .́ Ἐπεφάνης σήμερον. 

    Ὁ  Σωτὴρ καὶ ῥύστης μου ,  ἀπὸ τοῦ τάφου ,  ὡς

    Θεὸς ἀνέστησεν ,  ἐκ τῶν δεσμῶν τοὺς γηγε‐

     νεῖς ,  καὶ πύλας ᾅδου συνέτριψε ,  καὶ ὡς Δε‐

    σπότης , ἀνέστη τριήμερος. ὁ Οἶκος

    Τὸν ἀναστάντα ἐκ νεκρῶν ,  Χριστὸν τὸν ζωο‐

    δότην , τριήμερον ἐκ τάφου καὶ πύλας τοῦ θα‐

     νάτου σήμερον συνθλάσαντα ,  τῇ δυνάμει τῇαὑτοῦ ,  τὸν ᾅδην τε νεκρώσαντα ,  καὶ τὸ κέν‐

    τρον τοῦ θανάτου συντρίψαντα ,  καὶ τὸν Ἀ‐

    δὰμ σὺν τῇ Εὔᾳ ἐλευθερώσαντα ,  ὑμνήσωμεν

    πάντες οἱ γηγενεῖς ,  εὐχαρίστως βοῶντες αἶ‐

     νον ἐκτενῶς· Αὐτὸς γὰρ ὡς μόνος κραταιὸς

    Θεὸς καὶ Δεσπότης , ἀνέστη τριήμερος. 

    Συναξάριον

    Τῇ Λ´  τοῦ αὐτοῦ μηνός ,  ἡ Ἀπόδοσις τελεῖται

    τῆς ἑορτῆς τοῦ Τιμίου Προδρόμου. Καὶ μνήμη

    τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν Ἀλεξάνδρου

    (+340),  Ἰωάννου (+595)  καὶ Παύλου τοῦ νέου

    (+784), Πατριαρχῶν Κωνσταντινουπόλεως. Στίχοι  

    Σχοίνους διαδρὰς Ἀλέξανδρε σαρκίου , 

    Σχοίνισμα κλήρου χρηματίζεις Κυρίου. 

    Σκυθρωπὰ τὰ πρόσωπα τῆς Ἐκκλησίας , 

    Στέρησιν οὐ φέροντα τὴν Ἰωάννου. 

    Δρόμους ὁ Παῦλος ἐκλιπὼν τοὺς τοῦ βίου , 

    Εὕρηκε παῦλαν τῶν πόνον τῶν τοῦ βίου. 

    Τριττὺς τῇ Τριάδι τριακοστῇ νῦν παρὰ ἔστη. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  μνήμη τοῦ Ὁσίου Πατρὸς ἡ‐

    μῶν Φαντίνου τοῦ Νέου τοῦ Θαυματουργοῦ , 

    ἐκ Καλαβρίας μὲν ὁρμωμένου ,  ἀσκήσαντος

    δὲ ἐν Κορίνθῳ ,  Ἀθήναις καὶ Λαρίσῃ ,  τελικῶς

    δὲ ἐν Θεσσαλονίκῃ διαλάμψαντος κατὰ τὸν

    Θ´ αἰῶνα. Στίχοι  

    Καὶ γῆν ὑπελθὼν θαυματουργὸς Φαντῖνος , Ἄνωθεν ἡμῖν μάννα θαυμάτων βρύει . 

    Φαντῖνος βιοτοῦ ἀνεχάζετο ἐν τριακοστῇ. 

  • 8/20/2019 2015-08-30_kyr_ic_mat8aiou-a-4

    7/15

      7

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  μνήμη τῆς Ὁσίας Μητρὸς ἡ‐

    μῶν Βρυαίνης τῆς ἐν Νισίβει Θεοφόρου ,  γε‐

    ροντίσσης τῆς ἁγίας ὁσιομάρτυρος Φεβρωνί‐

    ας. Στίχοι  

    Ἐκ γῆς Bρυαίνη χαρίτων θεία βρύσις , 

    Mετωχετεύθη ζῶσαν εἰς πηγὴν ἄνω. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  μνήμη τοῦ Ὁσίου Πατρὸς ἡ‐μῶν Σαρματᾶ , τοῦ ἐν Αἰγύπτῳ , τοῦ ἐν τῷ Εὐ‐

    εργετινῷ ἀναφερομένου. Στίχοι  

    Ἥκει καταπτὰς Ἄγγελος Θεοῦ Λόγου , 

    Λέγων· ἔγειραι Σαρματᾶ , χαίρων ἕπου. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς

     ἡμῶν Εὐλαλίου , Ἐπισκόπου Λαπήθου. Στίχοι  

    Εὖ λαλεῖ Εὐλάλιος ὁ τῆς Λαπήθου , 

    Πρὸς Θεὸν Λόγον , Οὗ στόμα χρυσοῦν ἔφυ. 

    Ὢν Eὐλάλιος εὔλαλος τέτιξ μάλα , 

    Xειμῶνος ὥρᾳ τοῦ τέλους σιγὴν ἄγει . 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , μνήμη τοῦ Ἁγίου Ἐνδόξου Ἱε‐

    ρομάρτυρος Φιλωνίδου ,  Ἐπισκόπου Κουρίου

    τῆς Κύπρου. Στίχοι  

     Ῥίπτεις σεαυτὸν ὑψόθεν Φιλωνίδη , 

    Φιλαγνείας ἐκριφῆναι μὴ θέλων. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , οἱ Ἅγιοι Ἔνδοξοι τοῦ ΧριστοῦΜάρτυρες Φῆλιξ ,  Φουρτουνιανός ,  Σεπτιμίνος

    καὶ Ἰανουάριος ξίφει τελειοῦνται . Στίχοι  

    Tμηθεὶς κεφαλὴν ἱερὰν λύθρῳ χρίῃ , 

    Kαὶ χρίσμα κοσμεὶς ἱερωσύνης Φῆλιξ. 

    Oὐ μή με πλήξῃς , ὅστις εἶ ταχὺ ξίφει  , 

    Φουρτουνιανὸς ἐμβριμώμενος λέγει . 

    Ὁ πάντα σεπτὸς ἐν βίῳ Σεπτιμίνος , 

    Πάνσεπτον εὗρε καὶ τέλος διὰ ξίφους. 

    Ἄρας φόνου σίδηρον ὁ πνέων φόνου , 

    Aἴρει κεφαλὴν τὴν Ἰανουαρίου. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  μνήμη τῶν Ἁγίων Ἐνδόξων

    δεκαὲξ Μαρτύρων τῶν Θηβαίων. Στίχοι  

    Ἐρεῖς ἀριθμοῦ τυγχάνειν ἓξ καὶ δέκα , 

    Τμηθέντας ἄνδρας ἀρτιάκις ἀρτίου. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  οἱ Ἁγιοι ἓξ Μάρτυρες οἱ ἐν

    Μελιτινῇ ἐν τῇ θαλάσσῃ βληθέντες τελειοῦν‐

    ται . Στίχοι  

    Ἑξάστερόν τι Χριστομαρτύρων σέλας

    Δύναν θαλάσσης ἔνδον , ἐκλάμπει Πόλῳ. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  μνήμη τοῦ ὁσίου Χριστοφό‐

    ρου τοῦ ἐν Παλαιστίνῃ ἀσκήσαντος. ΣΤ´ αἰ . 

    Στίχοι  Ὅπου ὁ Χριστὸς ὡς ἄνθρωπος ἐφάνη , 

    Ἐκεῖ ἤσκησεν ὁ Χριστοῦ Χριστοφόρος. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  μνήμη τοῦ ὁσίου πατρὸς ἡ‐

    μῶν Φύλακος. Στίχοι  

    Φυλάττων Φύλαξ αἰσθήσεις παθηφόρους , 

    Γέγονεν οἶκος ἀρετῶν θεοφόρος. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  μνήμη τοῦ ὁσίου πατρὸς ἡ‐

    μῶν καὶ θαυματουργοῦ Ἀλεξάνδρου τοῦ ἐν

    Σβὶρ (+1533),  οὗ τὸ ἱερὸν λείψανον ἄφθορον

    διατηρεῖται ἐν τῇ ὁμωνύμῳ Μονῇ ἐν τῷ Δρυ‐

    μῷ Ὄλονετς. Στίχοι  

    Ζῇ Ἀλέξανδρος ἐν Χριστῷ Σβὶρ ὁ μέγας , Ὥσπερ μαρτυρεῖ σκῆνος αὐτοῦ μεγάλως. 

    Μ νήμη τῆς ἀνακομιδῆς τοῦ τιμίου λειψάνου

    τοῦ ἁγίου Ἀλεξάνδρου Νέφσκυ (1724), ὡς καὶ

    τῆς ἀνακομιδῆς τοῦ ἱεροῦ λειψάνου τοῦ υἱοῦ

    αὐτοῦ Ἁγίου Δανιήλ ,  Πρίγκηπος Μόσχας. 

    (1652) Στίχοι  

    Μέγαν σε ἔσχεν ἡγεμόνα Ῥωσία , 

    Καὶ νῦν πλουτεῖ σου , Ἀλέξανδρε , τὸ σκῆνος. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  ἐπιτελεῖται ἡ σύναξις πάν‐

    των τῶν ἁγίων ἀρχιεπισκόπων τῆς Σερβίας. Στίχοι  

    Σύνοδος φαιδρὰ Ποιμεναρχῶν Σερβίας , 

    Χριστοφιλήτων καὶ φιλοτέκνων ἅμα. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  μνήμη τοῦ ἐν ἁγίοις πατρὸς

     ἡμῶν Βαρλαὰμ μητροπολίτου Μολδαβίας. 

    (+1657) Στίχοι  

    Ὥσπερ ὁ Δαβίδ , Βαρλαὰμ Μολδαβίαν , Πρὸς νομὰς ζωῆς κατηύθυνε πανσόφως. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  μνήμη τοῦ ἐν ἁγίοις πατρὸς

     ἡμῶν Ἰωάννου τῆς Ῥάσκα ,  Μητροπολίτου

     Ῥομάν τῆς Μολδαβίας. (+1685) Στίχοι  

    Βοσκήσας καλῶς σὴν ποίμνην , Ἰωάννη , 

    Σκιρτῶν χλοάζεις ἐν Παραδείσου χώρᾳ. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  τελευταίᾳ Κυριακῇ τοῦ Μη‐

     νὸς Αὐγούστου Σύναξιν ἐπιτελοῦμεν πάντωντῶν Εὐρυτάνων Ἁγίων ,  ἤτοι τῶν ἀθλήσει καὶ

    ἀσκήσει διαλαμψάντων Ἐνδόξων Νεομαρτύ‐

  • 8/20/2019 2015-08-30_kyr_ic_mat8aiou-a-4

    8/15

      8

    ρων ὡς καὶ Ὁσίων Ἀνδρέου ,  Μιχαήλ ,  Δαμια‐

     νοῦ ,  Σεραφεὶμ Ἐπισκόπου Φαναρίου ,  Νικο‐

    λάου ,  Κυπριανοῦ ,  Εὐγενίου ,  Ῥωμανοῦ ,  Γερα‐

    σίμου , Κοσμᾶ τοῦ Ἰσαποστόλου , Ἰωάννου τοῦ

    ἐξ Ἀγαρηνῶν καὶ Ἀκακίου τοῦ Νέου. Στίχοι  

    Εὐρυτανία γέραιρε σοὺς υἱέας

    Χριστὸν μεγαλύνοντας οἰκείοις πόνοις. Ὁμήγυριν θεουδῆ Εὐρυτάνων ὑμνέω Ἁγίων. 

    Ἔτι δὲ καὶ Σύναξις τῶν ἐπιτελεσθέντων ἐν

    διαφόροις καιροῖς θαυμάτων τοῦ Ὁσίου Πα‐

    τρὸς ἡμῶν Ἰσιδώρου τοῦ Πηλουσίωτου ἐν τῷ

    αὐτοῦ τεμένει τῷ κειμένῳ ἐν τῇ Κώμῃ Ἄνω

    Κορακιάνα τῆς νήσου Κέρκυρας. Στίχοι  

    Κηρύττουσα σὰ θαύματα ὕμνων μύροις

    Κορακιάνα ῥαίνει σε , Ἰσίδωρε Πάτερ. 

    Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις , Χριστὲ ὁ Θεός , 

    ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. * * * 

    ΚΑΤΑΒΑΣΙΑΙτῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ

    ᾨδὴ α´. Ἦχος πλ. δ´. 

    Σταυρὸν χαράξας Μωσῆς ἐπ᾿ εὐθείας ῥάβδῳ , 

    τὴν Ἐρυθρὰν διέτεμε τῷ Ἰσραὴλ πεζεύσαντι·

    τὴν δὲ ἐπιστρεπτικῶς Φαραὼ τοῖς ἅρμασι

    κροτήσας ἥνωσεν ,  ἐπ᾿ εὔρους διαγράψας τὸ

    ἀήττητον ὅπλον· διὸ Χριστῷ ᾄσωμεν , τῷ Θεῷ

     ἡμῶν , ὅτι δεδόξασται . 

    ᾨδὴ γ´. 

     Ῥάβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβά‐

     νεται· τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα· τῇ

    στειρευούσῃ δὲ πρῴην Ἐκκλησίᾳ νῦν ἐξήνθη‐

    σε ξύλον Σταυροῦ ... 

    ...εἰς κράτος καὶ στερέωμα

    ᾨδὴ δ´. 

    Εἰσακήκοα ,  Κύριε ,  τῆς οἰκονομίας σου τὸ μυ‐

    στήριον , κατενόησα τὰ ἔργα σου καὶ ἐδόξασά

    σου τὴν θεότητα. 

    ᾨδὴ ε´. 

    Ὦ  τρισμακάριστον Ξύλον!  ἐν ᾧ ἐτάθη Χρι‐

    στός , ὁ βασιλεὺς καὶ Κύριος· δι᾿ οὗ πέπτωκεν

    ὁ ξύλῳ ἀπατήσας ,  τῷ ἐν σοὶ δελεασθεὶς Θεῷ

    τῷ προσπαγέντι σαρκί  ,  τῷ παρέχοντι τὴν εἰ‐ρήνην ταῖς ψυχαῖς ἡμῶν. 

    ᾨδὴ Ϛ´. 

    Νοτίου θηρὸς ἐν σπλάγχνοις παλάμας Ἰωνᾶς

    σταυροειδῶς διεκπετάσας ,  τὸ σωτήριον πά‐

    θος προδιετύπου σαφῶς· ὅθεν τριήμερος ἐκ‐

    δύς ,  τὴν ὑπερκόσμιον ἀνάστασιν ὑπεζωγρά‐

    φησε τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ

    Θεοῦ καὶ τριημέρῳ ἐγέρσει τὸν κόσμον φωτί‐

    σαντος. 

    ᾨδὴ ζ´. 

    Ἔκνοον πρόσταγμα τυράννου δυσσεβοῦς λα‐

    οὺς ἐκλόνησε ,  πνέον ἀπειλῆς καὶ δυσφημίας

    θεοστυγοῦς· ὅμως τρεῖς παῖδας οὐκ ἐδειμάτω‐

    σε θυμὸς θηριώδης , οὐ πῦρ βρόμιον· ἀλλ᾿ ἀν‐

    τηχοῦντι δροσοβόλῳ πνεύματι πυρὶ συνόντες

    ἔψαλλον· Ὁ ὑπερύμνητος τῶν πατέρων καὶ ἡ‐

    μῶν Θεός , εὐλογητὸς εἶ . 

    ᾨδὴ η´. Αἰνοῦμεν , εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. 

    Εὐλογεῖτε , παῖδες , τῆς Τριάδος ἰσάριθμοι  ,  δη‐

    μιουργὸν Πατέρα Θεόν· ὑμνεῖτε τὸν συγκα‐

    ταβάντα Λόγον καὶ τὸ πῦρ εἰς δρόσον μετα‐

    ποιήσαντα· καὶ ὑπερυψοῦτε τὸ πᾶσι ζωὴν πα‐

    ρέχον Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας. 

    ὁ διάκονος· Τ Τ Τ ὴὴὴννν ΘΘΘεεεοοοτ τ τ όόόκκκοοοννν κκκαααὶὶὶ  μ μ μηηητ τ τ έέέ ρ ρ ρααα τ τ τ οοοῦῦῦ φφφωωωτ τ τ όόόςςς  , , ,  ἐἐἐννν ὕὕὕ μ μ μνννοοοιιιςςς τ τ τ ιιι μ μ μῶῶῶννντ τ τ εεεςςς μ μ μεεεγγγαααλλλύύύνννοοο μ μ μεεεννν ...

     Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ

    Ἦχος πλ. δ´. 

    Στίχ .  α .́  Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον , 

    καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ

    σωτῆρί μου. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέ‐

    ραν ἀσυγκρίτως τῶν Σεραφίμ , τὴν ἀδιαφθό‐

    ρως Θεὸν Λόγον τεκοῦσαν , τὴν ὄντως Θεοτό‐

    κον , σὲ μεγαλύνομεν. Στίχ .  β .́  Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν

    τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μα‐

    καριοῦσί με πᾶσαι αἱ γενεαί . 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... 

    Στίχ .  γ .́ Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός , 

    καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ

    εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐ‐

    τόν. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... 

  • 8/20/2019 2015-08-30_kyr_ic_mat8aiou-a-4

    9/15

      9

    Στίχ .  δ .́  Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ , 

    διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας

    αὐτῶν. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... 

    Στίχ . ε.´ Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕ‐

    ψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγα‐

    θῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... 

    Στίχ .  Ϛ .́  Ἀ ντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ

    μνησθῆναι ἐλέους , καθὼς ἐλάλησε πρὸς τοὺς

    πατέρας ἡμῶν ,  τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι

    αὐτοῦ ἕως αἰῶνος. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... 

    Καταβασία. ᾨδὴ θ´. 

    Μυστικῶς εἶ Θεοτόκε Παράδεισος ,  ἀγεωργή‐

    τως βλαστήσασα Χριστόν ,  ὑφ᾿ οὗ τὸ τοῦΣταυροῦ ,  ζωηφόρον ἐν γῇ ,  πεφυτούργηται

    δένδρον· δι᾿ οὗ νῦν ὑψουμένου ,  προσκυνοῦν‐

    τες αὐτὸν σὲ μεγαλύνομεν. 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  σ σ σ ὲὲὲ αααἰ ἰ ἰ νννοοοῦῦῦσ σ σ ιιι  πππᾶᾶᾶσ σ σ αααιιι  αααἱ ἱ ἱ  δδδυυυνννάάά μ μ μεεειιιςςς ... ... ... 

    * * * 

    ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

    Ἦχος β´. Ἅ γιος Κύριος ὁ Θεὸς ἡμῶν. 

    Ἅ γιος Κύριος ὁ Θεὸς ἡμῶν. 

    Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυ‐

     νεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ , 

    … ὅτι ἅγιός ἐστιν. 

    Ἀναστάσιμον Ἐξαποστειλάριον Β´. 

    Τὸν λίθον θεωρήσασαι  ,  ἀποκεκυλισμένον ,  αἱ

    Μυροφόροι  ,  ἔχαιρον· εἶδον γὰρ νεανίσκον , 

    καθήμενον ἐν τῷ τάφῳ· καὶ αὐτὸς ταύταις ἔ‐φη· Ἰδοὺ Χριστὸς ἐγήγερται  ,  εἴπατε σὺν τῷ

    Πέτρῳ τοῖς Μαθηταῖς· Ἐν τῷ ὄρει φθάσατε

    Γαλιλαίας· ἐκεῖ ὑμῖν ὀφθήσεται  ,  ὡς προεῖπε

    τοῖς φίλοις. τοῦ Τιμίου Προδρόμου

    Ἦχος β´. Τοῖς Μαθηταῖς. 

    Ἡρώδης ὁ παράνομος ,  τοῦ Προδρόμου τὴν

    θείαν , καὶ ἱερὰν ἀπέτεμε , κεφαλὴν τοὺς ἐλέγ‐

    χους ,

      μὴ φέρων ταύτης ,

      ὁ ἄφρων!  Θρηνείτωοὖν ὁ ἄθλιος , ἄνομον φόνον πράξας· ἡμεῖς δὲ

     νῦν ,  τὴν τιμίαν κάραν ὕμνοις τιμῶντες ,  τὸν

    Βαπτιστὴν γεραίρομεν , τοῦ Χριστοῦ ἐπαξίως. Θεοτοκίον

    Εἰ καὶ ἡττᾶται Πάναγνε ,  λογικὴ πᾶσα φύσις , 

    πρὸς ἐγκωμίων ἔπαινον , σοῦ Θεὸν τῆς τεκού‐

    σης· καὶ γὰρ σαφῶς ὑπερτέρα , πάσης κτίσεως

    πέλεις· ἀλλ᾿ οὖν τὸ κατὰ δύναμιν ,  οὐκ ἀπό‐

    βλητον πάντως· ὅθεν κἀμοῦ ,  δέχου τὸν βρα‐χύτατον ὕμνον , ὥσπερ ὁ σὸς Υἱὸς ἐδέξατο , … 

    …τὰ λεπτὰ πρὶν τῆς χήρας. 

    * * * 

    ΑΙΝΟΙ

    Ἦχος δ´. 

    Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν

    Κύριον ἐκ τῶν οὐρανῶν , αἰνεῖτε αὐτὸν ἐν τοῖς

    ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν ,  πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰ‐

     νεῖτε αὐτόν ,  πᾶσαι αἱ δυνάμεις αὐτοῦ.  Σοὶ

    πρέπει ὕμνος τῷ Θεῷ. 

    Στιχηρὰ Ἀναστάσιμα. Ἦχος δ´. 

    Στίχ .  α .́  Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγρα‐

    πτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. 

    Ὁ  Σταυρὸν ὑπομείνας καὶ θάνατον ,  καὶ ἀνα‐

    στὰς ἐκ τῶν νεκρῶν , παντοδύναμε Κύριε , δο‐

    ξάζομέν σου τὴν ἀνάστασιν. 

    Στίχ . β´. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ·

    αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως

    αὐτοῦ. 

    Ἐ ν τῷ Σταυρῷ σου Χριστέ , τῆς ἀρχαίας κατά‐

    ρας ,  ἠλευθέρωσας ἡμᾶς ,  καὶ ἐν τῷ θανάτῳ

    σου , τὸν τὴν φύσιν ἡμῶν τυραννήσαντα , διά‐

    βολον κατήργησας· ἐν δὲ τῇ ἐγέρσει σου ,  χα‐

    ρᾶς τὰ πάντα ἐπλήρωσας· διὸ βοῶμέν σοι· Ὁ

    ἀναστὰς ἐκ τῶν νεκρῶν , Κύριε δόξα σοι . 

    Στίχ .  γ .́  Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις

    αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς με‐

     γαλωσύνης αὐτοῦ. 

    Τῷ σῷ Σταυρῷ Χριστὲ Σωτήρ , ὁδήγησον ἡμᾶς

    ἐπὶ τὴν ἀλήθειάν σου ,  καὶ ῥῦσαι ἡμᾶς ,  τῶν

    παγίδων τοῦ ἐχθροῦ· ὁ ἀναστὰς ἐκ τῶν νε‐

    κρῶν , ἀνάστησον ἡμᾶς πεσόντας τῇ ἁμαρτίᾳ , 

    ἐκτείνας τὴν χεῖρά σου ,  φιλάνθρωπε Κύριε , 

    τῇ πρεσβείᾳ τῶν Ἁγίων σου. 

  • 8/20/2019 2015-08-30_kyr_ic_mat8aiou-a-4

    10/15

      10

    Στίχ .  δ .́  Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰ‐

     νεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. 

    Τῶν πατρικῶν σου κόλπων , μὴ χωρισθεὶς μο‐

     νογενὲς Λόγε τοῦ Θεοῦ , ἦλθες ἐπὶ γῆς διὰ φι‐

    λανθρωπίαν ,  ἄνθρωπος γενόμενος ἀτρέ‐

    πτως ,  καὶ Σταυρὸν καὶ θάνατον ὑπέμεινας

    σαρκί  ,  ὁ ἀπαθὴς τῇ θεότητι· ἀναστὰς δὲ ἐκ

     νεκρῶν ,  ἀθανασίαν παρέσχες τῷ γένει τῶνἀνθρώπων , ὡς μόνος παντοδύναμος. 

    Ἕτερα Στιχηρά , Ἀνατολικά. 

    Στίχ .  ε .́  Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ·

    αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. 

    Θάνατον κατεδέξω σαρκί  ,  ἡμῖν ἀθανασίαν

    πραγματευσάμενος Σωτήρ· καὶ ἐν τάφῳ ᾤκη‐

    σας ,  ἵνα ἡμᾶς τοῦ ᾅδου ἐλευθερώσῃς ,  συνα‐

     ναστήσας ἑαυτῷ ,  παθὼν μὲν ὡς ἄνθρωπος , 

    ἀλλ᾿ ἀναστὰς ὡς Θεός· διὰ τοῦτο βοῶμεν· Δό‐ξα σοι ζωοδότα , Κύριε , μόνε φιλάνθρωπε. 

    Στίχ .  Ϛ .́ Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις·

    αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ.  Πᾶ‐

    σα πνοὴ αἰνεσάτω τὸν Κύριον. 

    Πέτραι ἐσχίσθησαν Σωτήρ , ὅτε ἐν τῷ Κρανίῳ

    ὁ Σταυρός σου ἐπάγη· ἔφριξαν ᾅδου πυλωροί  , 

    ὅτε ἐν τῷ μνημείῳ ὡς θνητὸς κατετέθης· καὶ

     γὰρ τοῦ θανάτου καταργήσας τὴν ἰσχύν , τοῖς

    τεθνεῶσι πᾶσιν ἀφθαρσίαν παρέσχες ,  τῇ ἀ‐

     ναστάσει σου Σωτήρ.  Ζωοδότα Κύριε δόξα

    σοι . 

    Στίχ .  ζ .́ Ἀ νάστηθι  ,  Κύριε ὁ Θεός μου ,  ὑψωθή‐

    τω ἡ χείρ σου ,  μὴ ἐπιλάθῃ τῶν πενήτων σου

    εἰς τέλος. 

    Ἐπεθύμησαν γυναῖκες , ἰδεῖν σου τὴν ἀνάστα‐

    σιν ,  Χριστὲ ὁ Θεός· ἦλθε προλαβοῦσα Μαρία

     ἡ Μαγδαληνή ,  εὗρε τὸν λίθον ἀποκυλισθέν‐

    τα τοῦ μνήματος , καὶ τὸν Ἄγγελον καθεζόμε‐

     νον ,  καὶ λέγοντα· Τί ζητεῖτε τὸν ζῶντα μετὰ

    τῶν νεκρῶν;  ἀνέστη ὡς Θεός ,  ἵνα σώσῃ τὰ

    σύμπαντα. 

    Στίχ .  η .́  Ἐξομολογήσομαί σοι  ,  Κύριε ,  ἐν ὅλῃ

    καρδίᾳ μου ,  διηγήσομαι πάντα τὰ θαυμάσιά

    σου. 

    Ποῦ ἐστιν Ἰησοῦς ,  ὃν ἐλογίσασθε φυλάττειν; 

    εἴπατε Ἰουδαῖοι· ποῦ ἐστιν ,  ὃν ἐθήκατε ἐν τῷμνήματι  ,  τὸν λίθον σφραγίσαντες;  δότε τὸν

     νεκρόν ,  οἱ τὴν ζωὴν ἀρνησάμενοι· δότε τὸν

    ταφέντα ,  ἢ πιστεύσατε τῷ ἀναστάντι· κἂν ὑ‐

    μεῖς σιγήσητε τοῦ Κυρίου τὴν ἔγερσιν ,  οἱ λί‐

    θοι κεκράξονται  ,  μάλιστα ὁ ἀποκυλισθεὶς ἐκ

    τοῦ μνήματος.  Μέγα σου τὸ ἔλεος!  Μέγα τὸ

    μυστήριον τῆς οἰκονομίας σου!  Σωτὴρ ἡμῶν

    δόξα σοι . 

    Δόξα. Ἑωθινὸν Β .́ Ἦχος β´. 

    Μετὰ μύρων προσελθούσαις ,  ταῖς περὶ τὴν

    Μαριὰμ γυναιξί  ,  καὶ διαπορουμέναις ,  πῶς ἔ‐

    σται αὐταῖς τυχεῖν τοῦ ἐφετοῦ , ὡράθη ὁ λίθος

    μετηρμένος ,  καὶ θεῖος νεανίας ,  καταστέλλων

    τὸν θόρυβον αὐτῶν τῆς ψυχῆς· Ἠγέρθη γάρ

    φησιν , Ἰησοῦς ὁ Κύριος· διὸ κηρύξατε τοῖς κή‐

    ρυξιν αὐτοῦ Μαθηταῖς ,  εἰς τὴν Γαλιλαίαν

    δραμεῖν , καὶ ὄψεσθε αὐτόν , ἀναστάντα ἐκ νε‐

    κρῶν , ὡς ζωοδότην καὶ Κύριον. 

    Καὶ νῦν. Θεοτοκίον. 

    Ὑπερευλογημένη ὑπάρχεις ,  Θεοτόκε Παρθέ‐

     νε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος ,  ὁ ᾍδης

     ᾐχμαλώτισται  ,  ὁ Ἀδὰμ ἀνακέκληται  ,  ἡ κατά‐

    ρα νενέκρωται  ,  ἡ Εὔα ἠλευθέρωται  ,  ὁ θάνα‐

    τος τεθανάτωται  ,  καὶ ἡμεῖς ἐζωοποιήθημεν·

    διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς

    ὁ Θεὸς ἡμῶν , ὁ οὕτως εὐδοκήσας , δόξα σοι . 

    * * * 

    Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

    Δόξα σοι τῷ δείξαντι τὸ φῶς.  Δόξα ἐν ὑψί‐

    στοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ,  ἐν ἀνθρώποις

    εὐδοκία. 

    Ὑμνοῦμέν σε , εὐλογοῦμέν σε , προσκυνοῦμέν

    σε ,  δοξολογοῦμέν σε ,  εὐχαριστοῦμέν σοι διὰ

    τὴν μεγάλην σου δόξαν. 

    Κύριε βασιλεῦ , ἐπουράνιε Θεέ ,  Πάτερ παντο‐

    κράτορ· Κύριε Υἱὲ μονογενές ,  Ἰησοῦ Χριστέ , καὶ ἅγιον Πνεῦμα. 

    Κύριε ὁ Θεός ,  ὁ ἀμνὸς τοῦ Θεοῦ ,  ὁ Υἱὸς τοῦ

    Πατρός , ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου , ἐ‐

    λέησον ἡμᾶς ,  ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κό‐

    σμου. 

    Πρόσδεξαι τὴν δέησιν ἡμῶν ,  ὁ καθήμενος ἐν

    δεξιᾷ τοῦ Πατρός , καὶ ἐλέησον ἡμᾶς. 

    Ὅτι σὺ εἶ μόνος ἅγιος , σὺ εἶ μόνος Κύριος , Ἰη‐σοῦς Χριστός , εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. 

  • 8/20/2019 2015-08-30_kyr_ic_mat8aiou-a-4

    11/15

      11

    Καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέ‐

    σω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰ‐

    ῶνα τοῦ αἰῶνος. 

    Καταξίωσον ,  Κύριε ,  ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀνα‐

    μαρτήτους φυλαχθῆναι ἡμᾶς. 

    Εὐλογητὸς εἶ  ,  Κύριε ,  ὁ Θεὸς τῶν πατέρων ἡ‐

    μῶν , καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομάσου εἰς τοὺς αἰῶνας. Ἀμήν. 

    Γένοιτο ,  Κύριε ,  τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς ,  καθά‐

    περ ἠλπίσαμεν ἐπὶ σέ. 

    Εὐλογητὸς εἶ  , Κύριε· δίδαξόν με τὰ δικαιώμα‐

    τά σου. ( γ´) 

    Κύριε , καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ

     γενεᾷ.  Ἐγὼ εἶπα· Κύριε ,  ἐλέησόν με· ἴασαι

    τὴν ψυχήν μου , ὅτι ἥμαρτόν σοι . Κύριε ,  πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ

    ποιεῖν τὸ θέλημά σου , ὅτι σὺ εἶ ὁ Θεός μου. 

    Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀ‐

    ψόμεθα φῶς. 

    Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. 

    Ἅ γιος ὁ Θεός , ἅγιος ἰσχυρός , ἅγιος ἀθάνατος·

    ἐλέησον ἡμᾶς. (ἐκ γ´) 

    Δόξα. Καὶ νῦν. 

    Ἅ γιος ἀθάνατος· ἐλέησον ἡμᾶς. 

    καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ·

    Ἅ γιος ὁ Θεός , ἅ γιος ἰσχυρός , ἅ γιος ἀθάνατος·

    ἐλέησον ἡμᾶς. 

    Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος δ .́ 

    Σ ήμερον σωτηρία τῷ κόσμῳ γέγονεν· ᾄσω‐

    μεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς

    ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θά‐ νατον τὸ νῖκος ἔδωκεν ἡμῖν καὶ τὸ μέγα ἔλε‐

    ος. * * * * * 

    ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝἈντίφωνα τῶν Κυριακῶν

    Ἀντίφωνον Α .́ Ἦχος β .́ (Ψαλμὸς ρβ´) Στίχ .  α .́ Εὐλόγει ἡ ψυχή μου ,  τὸν Κύριον ,  καὶπάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 

    Ταῖς πρεσβείαις τῆς Θεοτόκου , Σῶτερ , σῶσον ἡμᾶς. 

    Στίχ .  β .́ Εὐλόγει  ,  ἡ ψυχή μου , τὸν Κύριον ,  καὶμὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσειςαὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 

    Στίχ .  γ .́  Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸνθρόνον αὐτοῦ ,  καὶ ἡ βασιλεία αὐτοῦ πάντωνδεσπόζει . 

    Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ . δ .́ Εὐλογεῖτε τὸν Κύριον , πάντα τὰ ἔργααὐτοῦ , ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 

    Δόξα. Καὶ νῦν. 

    Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 

    Ἀντίφωνον Β .́ Ἦχος β .́ (Ψαλμὸς ρμε´) Στίχ . α´. Αἴνει  , ἡ ψυχή μου , τὸν Κύριον· αἰνέσωΚύριον ἐν τῇ ζωῇ μου· ψαλῷ τῷ Θεῷ μου ἕως

    ὑπάρχω. Σῶσον ἡμᾶς , Υἱὲ Θεοῦ , ὁ ἀναστὰς ἐκ νεκρῶν , 

    ψάλλοντάς σοι  , Ἀλληλούϊα. 

    Στίχ .  β .́  Μακάριος ,  οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸςαὐτοῦ , ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐ‐τοῦ. 

    Σῶσον ἡμᾶς , Υἱὲ Θεοῦ , ὁ ἀναστάς ... 

    Στίχ .  γ .́  Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν , τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς. Σῶσον ἡμᾶς , Υἱὲ Θεοῦ , ὁ ἀναστάς ... 

    Στίχ .  δ .́  Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα ,  ὁΘεός σου , Σιών , εἰς γενεὰν καὶ γενεάν. Σῶσον ἡμᾶς , Υἱὲ Θεοῦ , ὁ ἀναστάς ... 

    Δόξα. Καὶ νῦν. 

    Ὁ  μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ ,  ἀθά‐

     νατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν

     ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας

    Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας ,  ἀτρέ‐

    πτως ἐνανθρωπήσας ,  σταυρωθείς τε ,  Χριστὲ

    ὁ Θεός , θανάτῳ θάνατον πατήσας , εἷς ὢν τῆς

    ἁγίας Τριάδος , συνδοξαζόμενος τῷ Πατρὶ καὶ

    τῷ ἁγίῳ Πνεύματι  , σῶσον ἡμᾶς. 

    Ἀντίφωνον Γ .́ Ἦχος δ .́  (Ψαλμὸς ριζ´) Στίχ .  α .́  Ἐξομολογεῖσθε τῷ Κυρίῳ ,  ὅτι ἀγα‐θός , ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 

    Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος δ .́ 

    Τὸ φαιδρὸν τῆς ἀναστάσεως κήρυγμα , ἐκ τοῦ

    Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου μαθήτριαι  , 

    καὶ τὴν προγονικὴν ἀπόφασιν ἀποῤῥίψασαι  , 

    τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύ‐

  • 8/20/2019 2015-08-30_kyr_ic_mat8aiou-a-4

    12/15

      12

    λευται ὁ θάνατος ,  ἠγέρθη Χριστὸς ὁ Θεός , 

    δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος. 

    Στίχ .  β .́ Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοιτὸν Κύριον ,  ὅτι ἀγαθός ,  ὅτι εἰς τὸν αἰῶνα τὸἔλεος αὐτοῦ. 

    Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. 

    Στίχ .  γ .́ Αὕτη ἡ ἡμέρα ,  ἣν ἐποίησεν ὁ Κύριος·ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. 

    Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. * * * 

    ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ

    Εἰσοδικόν. Ἦχος β´. (Ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς , ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν) 

    Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν

    Χριστῷ.  Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ,  ὁ ἀναστὰς ἐκ

     νεκρῶν… 

    … ψάλλοντάς σοι  , Ἀλληλούϊα. 

    * * * 

    Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος δ .́ (ψάλλεται ὑπὸ τῶν ἱερέων , ἐὰν τελεῖται συλλείτουργον) 

    Τὸ φαιδρὸν τῆς ἀναστάσεως κήρυγμα , ἐκ τοῦ

    Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου μαθήτριαι  , 

    καὶ τὴν προγονικὴν ἀπόφασιν ἀποῤῥίψασαι  , 

    τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύ‐

    λευται ὁ θάνατος ,  ἠγέρθη Χριστὸς ὁ Θεός , δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος. 

    Ἀπολυτίκιον τοῦ Τιμίου Προδρόμου. Ἦχος β .́ 

    Μ νήμη Δικαίου μετ᾿ ἐγκωμίων· σοὶ δὲ ἀρκέ‐

    σει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε· ἀνε‐

    δείχθης γὰρ ὄντως καὶ Προφητῶν σεβασμι‐

    ώτερος ,  ὅτι καὶ ἐν ῥείθροις βαπτίσαι κατηξι‐

    ώθης τὸν κηρυττόμενον.  Ὅθεν τῆς ἀληθείας

    ὑπεραθλήσας , χαίρων εὐηγγελίσω καὶ τοῖς ἐν

    ᾍδῃ , Θεὸν φανερωθέντα ἐν σαρκί  , τὸν αἴρον‐τα τὴν ἁμαρτίαν τοῦ κόσμου ,  καὶ παρέχοντα

     ἡμῖν τὸ μέγα ἔλεος. 

    Εἶτα τὸ ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. 

    Κοντάκιον τοῦ Γενεσίου τῆς Θεοτόκου. (ψάλλεται ὑπὸ τῶν ἱερέων , ἐὰν τελῆται συλλείτουργον) 

    Ἦχος δ´. Αὐτόμελον. 

    Ἰωακεὶμ καὶ Ἄννα ὀνειδισμοῦ ἀτεκνίας ,  καὶ

    Ἀδὰμ καὶ Εὔα ἐκ τῆς φθορᾶς τοῦ θανάτου ἠ‐

    λευθερώθησαν , ἄχραντε , ἐν τῇ ἁγίᾳ γεννήσει

    σου· αὐτὴν ἑορτάζει καὶ ὁ λαός σου ,  ἐνοχῆς

    τῶν πταισμάτων λυτρωθεὶς ἐν τῷ κράζειν

    σοι· Ἡ στεῖρα τίκτει τὴν Θεοτόκον καὶ τροφὸν

    τῆς ζωῆς ἡμῶν. 

    * * * 

    ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ

    * * * 

    ΑΠΟΣΤΟΛΟΣΚυριακῆς τῆς ΙΓ´ ἑβδομάδος 

    Προκείμενον. Ἦχος δ .́ (Ψαλμὸς ργ´) 

    Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου , Κύριε· πάντα ἐν

    σοφίᾳ ἐποίησας. 

    Στίχ . Εὐλόγει  , ἡ ψυχή μου , τὸν Κύριον · Κύριε

    ὁ Θεός μου , ἐμεγαλύνθης σφόδρα. 

    Πρὸς Κορινθίους Α´ Ἐπιστολῆς

    Παύλου τὸ Ἀνάγνωσμα. (ιϚ´ 13‐24) 

    Ἀδελφοί  ,  γρηγορεῖτε ,  στήκετε ἐν τῇ πίστει  , 

    ἀνδρίζεσθε ,  κραταιοῦσθε.  Πάντα ὑμῶν ἐν ἀ‐

     γάπῃ γινέσθω.  Παρακαλῶ δὲ ὑμᾶς ,  ἀδελφοί·

    οἴδατε τὴν οἰκίαν Στεφανᾶ , ὅτι ἐστὶν ἀπαρχὴ

    τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔτα‐

    ξαν ἑαυτούς· ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς

    τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπι‐

    ῶντι . Χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ

    Φουρτουνάτου καὶ Ἀχαϊκοῦ ,  ὅτι τὸ ὑμῶν ὑ‐

    στέρημα οὗτοι ἀνεπλήρωσαν· ἀνέπαυσαν

     γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν.  Ἐπιγινώ‐

    σκετε οὖν τοὺς τοιούτους.  Ἀσπάζονται ὑμᾶς

    αἱ ἐκκλησίαι τῆς Ἀσίας.  Ἀσπάζονται ὑμᾶς ἐν

    Κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκιλλα σὺν τῇ

    κατ᾿ οἶκον αὐτῶν ἐκκλησίᾳ.  Ἀσπάζονται ὑ‐

    μᾶς οἱ ἀδελφοὶ πάντες.  Ἀσπάσασθε ἀλλή‐

    λους ἐν φιλήματι ἁγίῳ.  Ὁ ἀσπασμὸς τῇ ἐμῇ

    χειρὶ Παύλου.  Εἴ τις οὐ φιλεῖ τὸν Κύριον Ἰη‐

    σοῦν Χριστόν ,  ἤτω ἀνάθεμα.  Μαρὰν ἀθᾶ.  Ἡ

    χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μεθ᾿ ὑμῶν. 

    Ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ

    Ἰησοῦ· ἀμήν. 

    Ἀλληλούϊα. ( γ´) 

    Ἦχος δ´. (Ψαλμὸς μδ´) 

    Στίχ . Ἔντεινε καὶ κατευοδοῦ καὶ βασίλευε ἕνεκεν ἀληθείας

    καὶ πρᾳότητος καὶ δικαιοσύνης. 

    Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν. * * * 

  • 8/20/2019 2015-08-30_kyr_ic_mat8aiou-a-4

    13/15

      13

    ΕΥΑΓΓΕΛΙΟΝΚυριακῆς ΙΓ´ Ματθαίου

    Ἐκ τοῦ κατὰ Ματθαῖον (κα´ 33‐42) 

    Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ἄνθρωπος τις ἦν οἰ‐

    κοδεσπότης , ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ

    περιέθηκε καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησεν πύρ‐

     γον ,  καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς ,  καὶ ἀπεδήμησεν.  Ὅτε δὲ

     ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν ,  ἀπέστειλε τοὺς δούλους αὐ‐τοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ. Καὶ λα‐

    βόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ἔδειραν , ὃν δὲ

    ἀπέκτειναν ,  ὃν δὲ ἐλιθοβόλησαν. Πάλιν ἀπέστειλεν ἄλλους

    δούλους πλείονας τῶν πρώτων ,  καὶ ἐποίησαν αὐτοῖς ὡσαύ‐

    τως.  Ὕστερον δὲ ἀπέστειλε πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέ‐

     γων· ἐντραπήσονται τὸν υἱόν μου. Οἱ δὲ γεωργοὶ ἰδόντες τὸν

    υἱὸν εἶπον ἐν ἑαυτοῖς· οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀπο‐

    κτείνωμεν αὐτὸν καὶ κατάσχωμεν τὴν κληρονομίαν αὐτοῦ. 

    Καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος καὶ ἀπέ‐

    κτειναν.  Ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος ,  τί ποιήσει

    τοῖς γεωργοῖς ἐκείνοις;  Λέγουσιν αὐτῷ· Κακοὺς κακῶς ἀπο‐

    λέσει αὐτούς ,

      καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωρ‐ γοῖς ,  οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς και‐

    ροῖς αὐτῶν.  Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Οὐδέποτε ἀνέγνωτε ἐν

    ταῖς γραφαῖς , λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες ,  οὗ‐

    τος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ Κυρίου ἐγένετο αὕτη , 

    καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν; 

    Δόξα σοι  , Κύριε , δόξα σοι . 

    * * * Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱ. Χρυσοστόμου

    * * * 

    Εἰς τό· Ἐξαιρέτως… Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν

    Θεοτόκον ,  τὴν ἀειμακάριστον καὶ παναμώ‐

    μητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιω‐

    τέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγ‐

    κρίτως τῶν Σεραφίμ ,  τὴν ἀδιαφθόρως Θεὸν

    Λόγον τεκοῦσαν , τὴν ὄντως Θεοτόκον , σὲ με‐

     γαλύνομεν. 

    * * * 

    Κοινωνικόν. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν.  Ἀλλη‐

    λούϊα. 

    Μετὰ τὴν μετάδοσιν. Ἦχος β .́ 

    Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν , ἐλάβομεν Πνεῦ‐

    μα ἐπουράνιον , εὕρομεν πίστιν ἀληθῆ , ἀδιαί‐

    ρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς

    ἔσωσεν. 

    Εἰς τό· Π  Π  Π άάάννντ τ τ οοοτ τ τ εεε  , , ,  νννῦῦῦννν κκκαααὶὶὶ  ἀἀἀεεεί ί ί ………