2015 09 08 Genethltheotokou A

  • Upload
    sakis87

  • View
    212

  • Download
    0

Embed Size (px)

Citation preview

  • 8/20/2019 2015 09 08 Genethltheotokou A

    1/11

      1

    08 ΣΕΠΤΕΜΒΡΙΟΥτὸ Γενέσιον τῆς Θεοτόκου

    * * * * * 

    ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

    Μετὰ τὸν Ἑξάψαλμον , 

    Συναπτὴ μεγάλη , μεθ᾿ ἣν ἐκφώνησις·

    ὍὍὍτ τ τ ιιι  πππ ρ ρ ρέέέπππεεειιι  σ σ σ οοοιιι  πππᾶᾶᾶσ σ σ ααα δδδόόόξ ξ ξ ααα ... ... ...  

    Ἦχος δ´. 

    Θεὸς Κύριος ,  καὶ ἐπέφανεν ἡμῖν· εὐλογημέ‐

     νος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. 

    Στίχ . α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ , ὅτι ἀγα‐

    θός , ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 

    Θεὸς Κύριος , καὶ ἐπέφανεν ἡμῖν... 

    Στίχ . β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με , καὶ τῷ

    ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος , καὶ ἐπέφανεν ἡμῖν... 

    Στίχ . γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη , καί ἐστι

    θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 

    Θεὸς Κύριος , καὶ ἐπέφανεν ἡμῖν... 

    ΑΠΟΛΥΤΙΚΙΑ

    Τὸ Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος δ .́ 

    Ἡ γέννησίς σου Θεοτόκε , χαρὰν ἐμήνυσε πά‐

    σῃ τῇ οἰκουμένῃ· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ ἥλι‐ος τῆς δικαιοσύνης , Χριστὸς ὁ Θεὸς ἡμῶν , καὶ

    λύσας τὴν κατάραν , ἔδωκε τὴν εὐλογίαν ,  καὶ

    καταργήσας τὸν θάνατον ,  ἐδωρήσατο ἡμῖν

    ζωὴν τὴν αἰώνιον. (τρίς) 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  σ σ σ ὸὸὸννν τ τ τ ὸὸὸ κκκ ρ ρ ράάάτ τ τ οοοςςς ... ... ...  

    * * * 

    ΚΑΘΙΣΜΑΤΑΜετὰ τὴν α´ Στιχολογίαν , Κάθισμα. 

    Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ. 

    Ἀ ναβόησον Δαυΐδ , τί ὤμοσέ σοι ὁ Θεός; Ἃ μοι

    ὤμοσε φησί  ,  καὶ ἐκπεπλήρωκεν ἰδού ,  ἐκ τοῦ

    καρποῦ τῆς κοιλίας μου δοὺς τὴν Παρθένον·

    ἐξ ἧς ὁ πλαστουργός , Χριστὸς ὁ νέος Ἀδάμ , ἐ‐

    τέχθη βασιλεύς ,  ἐπὶ τοῦ θρόνου μου ,  καὶ βα‐

    σιλεύει σήμερον ,  ὁ ἔχων τὴν βασιλείαν ἀσά‐

    λευτον.  Ἡ στεῖρα τίκτει  ,  τὴν Θεοτόκον ,  καὶ

    τροφὸν τῆς ζωῆς ἡμῶν. 

    Δόξα. Καὶ νῦν. Τὸ αὐτό. 

    Μετὰ τὴν β´ Στιχολογίαν , Κάθισμα. 

    Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ. 

    Ἐκ τῆς ῥίζης Ἰεσσαί  , καὶ ἐξ ὀσφύος τοῦ Δαυΐδ , 

     ἡ θεόπαις Μαριάμ ,  τίκτεται σήμερον ἡμῖν , 

    καὶ νεουργεῖται  ,  ἡ σύμπασα καὶ θεουργεῖται . 

    Συγχάρητε ὁμοῦ , ὁ οὐρανὸς καὶ ἡ γῆ· αἰνέσα‐

    τε αὐτήν ,  αἱ πατριαὶ τῶν ἐθνῶν· Ἰωακεὶμ εὐ‐

    φραίνεται καὶ Ἄννα πανηγυρίζει κραυγάζου‐σα· Ἡ στεῖρα τίκτει τὴν Θεοτόκον , καὶ τροφὸν

    τῆς ζωῆς ἡμῶν. 

    Δόξα. Καὶ νῦν. Τὸ αὐτό. 

    Μετὰ τὸν Πολυέλεον , Κάθισμα. 

    Ἦχος πλ. δ´. Τὸ προσταχθὲν μυστικῶς. 

    Ἀ γαλλιάσθω οὐρανός ,  γῆ εὐφραινέσθω ,  ὁ

    τοῦ Θεοῦ γὰρ οὐρανός ,  ἐν γῆ ἐτέχθη ,  ἡ Θεό‐

     νυμφος αὕτη ἐξ ἐπαγγελίας.  Ἡ στεῖρα βρέ‐

    φος θηλάζει τὴν Μαριάμ ,  καὶ χαίρει ἐπὶ τῷτόκῳ Ἰωακείμ , Ῥάβδος , λέγων , ἐτέχθη μοι  , ἐξ

     ἧς τὸ ἄνθος Χριστός ,  ἐβλάστησεν ἐκ ῥίζης

    Δαυΐδ. Ὄντως θαῦμα παράδοξον! 

    Δόξα. Καὶ νῦν. Τὸ αὐτό. 

    * * * 

    Τὸ α´ Ἀντίφωνον τοῦ δ´ Ἤχου. 

    Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη , 

    ἀλλ᾿ αὐτὸς ἀντιλαβοῦ , καὶ σῶσον Σωτήρ μου. (δίς) 

    Οἱ μισοῦντες Σιών ,  αἰσχύνθητε ἀπὸ τοῦ

    Κυρίου ,  ὡς χόρτος γάρ ,  πυρὶ ἔσεσθε

    ἀπεξηραμμένοι . (δίς) 

    Δόξα. 

    Ἁ γίῳ Πνεύματι  ,  πᾶσα ψυχὴ ζωοῦται  ,  καὶ

    καθάρσει ὑψοῦται λαμπρύνεται  ,  τῇ τριαδικῇ

    Μονάδι ἱεροκρυφίως. 

    Καὶ νῦν. Ἁ γίῳ Πνεύματι  ,  ἀναβλύζει τὰ τῆς χάριτος

    ῥεῖθρα ,  ἀρδεύοντα ,  ἅπασαν τὴν κτίσιν πρὸς

    ζωογονίαν. 

    Προκείμενον τῆς Ἑορτῆς

    Ἦχος δ´. Ψαλμὸς μδ´ (44) 

    Μ νησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γε‐

     νεᾷ καὶ γενεᾷ. (δίς) 

    Στίχ .  Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγα‐

    θόν. Μ νησθήσομαι  τοῦ ὀνόματός σου ἐν πάσῃ γε‐

     νεᾷ καὶ γενεᾷ. 

  • 8/20/2019 2015 09 08 Genethltheotokou A

    2/11

      2

    * * * 

    ΤΑΞΙΣ ΕΥΑΓΓΕΛΙΟΥ ΤΟΥ ΟΡΘΡΟΥὁ διάκονος· Τ Τ Τ οοοῦῦῦ Κ Κ Κ υυυ ρ ρ ρί ί ί οοουυυ δδδεεεηηηθθθῶῶῶ μ μ μεεεννν ...  

    Κύριε , ἐλέησον. ὁ ἱερεύς· ὍὍὍτ τ τ ιιι  ἅἅἅγγγιιιοοοςςς εεεἶ ἶ ἶ  , , ,  ὁὁὁ ΘΘΘεεεὸὸὸςςς ἡἡἡ μ μ μῶῶῶννν  , , ,  ... ... ... 

    Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. 

    Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. 

    Αἰνεσάτω πνοὴ… πᾶσα τὸν Κύριον. ὁ διάκονος· Κ Κ Κ αααὶὶὶ   ὑὑὑπππὲὲὲ ρ ρ ρ  τ τ τ οοοῦῦῦ  κκκααατ τ τ αααξ ξ ξ ιιιωωωθθθῆῆῆννναααιιι   ἡἡἡ μ μ μᾶᾶᾶςςς  τ τ τ ῆῆῆςςς ἀἀἀκκκ ρ ρ ροοοάάάσ σ σ εεεωωωςςς  τ τ τ οοοῦῦῦ  ἁἁἁγγγί ί ί οοουυυ  ΕΕΕὐὐὐαααγγγγγγεεελλλί ί ί οοουυυ  Κ Κ Κ ύύύ ρ ρ ριιιοοοννν  τ τ τ ὸὸὸννν 

    ΘΘΘεεεὸὸὸννν ἡἡἡ μ μ μῶῶῶννν ἱ ἱ ἱ κκκεεετ τ τ εεεύύύσ σ σ ωωω μ μ μεεεννν ... 

    Κύριε , ἐλέησον. ( γ´) ὁ διάκονος·  ΣΣΣοοοφφφί ί ί ααα···   ὀὀὀ ρ ρ ρθθθοοοί ί ί ···   ἀἀἀκκκοοούύύσ σ σ ωωω μ μ μεεεννν  τ τ τ οοοῦῦῦ  ἁἁἁγγγί ί ί οοουυυ ΕΕΕὐὐὐαααγγγγγγεεελλλί ί ί οοουυυ ...  ὁ ἱερεύς· ΕΕΕἰ ἰ ἰ  ρ ρ ρήήήνννηηη πππᾶᾶᾶσ σ σ ιιι ... 

    Καὶ τῷ Πνεύματί σου. ὁ ἱερεύς·  Ἐ Ἐ Ἐκκκ  τ τ τ οοοῦῦῦ  κκκααατ τ τ ὰὰὰ  Λ Λ Λοοουυυκκκᾶᾶᾶννν  ἁἁἁγγγί ί ί οοουυυ  ΕΕΕὐὐὐαααγγγγγγεεελλλί ί ί οοουυυ τ τ τ ὸὸὸ ἀἀἀνννάάάγγγνννωωωσ σ σ  μ μ μααα ... ὁ διάκονος·  Π  Π  Π  ρ ρ ρόόόσ σ σ  χ  χ  χ ωωω μ μ μεεεννν ...  

    Δόξα σοι  , Κύριε , δόξα σοι . 

    τὸ Εὐαγγέλιον τῆς Ἑορτῆς

    Ἐκ τοῦ κατὰ Λουκᾶν(α´ 39‐49, 56) 

    Ἐ ν ταῖς ἡμέραις ἐκείναις ἀναστᾶσα Μαριάμ ,  ἐπορεύθη εἰς

    τὴν ὀρεινὴν μετὰ σπουδῆς ,  εἰς πόλιν Ἰούδα· καὶ εἰσῆλθεν εἰς

    τὸν οἶκον Ζαχαρίου ,  καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένε‐

    το ,  ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας ,  ἐ‐

    σκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύ‐ματος Ἁγίου ἡ Ἐλισάβετ ,  καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ , καὶ

    εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξί  , καὶ εὐλογημένος ὁ καρπὸς

    τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο ,  ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ

    Κυρίου μου πρός με;  Ἰδοὺ γάρ ,  ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀ‐

    σπασμοῦ σου εἰς τὰ ὦτά μου ,  ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ

    βρέφος ἐν τῇ κοιλίᾳ μου.  Καὶ μακαρία ἡ πιστεύσασα ,  ὅτι ἔ‐

    σται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου.  Καὶ εἶ‐

    πε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον , καὶ ἠγαλλία‐

    σε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι μου . Ὅτι ἐπέβλεψεν

    ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γάρ , ἀπὸ τοῦ νῦν

    μακαριοῦσί με πᾶσαι αἱ γενεαί .  Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ

    Δυνατός ,

      καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ.  Ἔμεινε δὲ Μαριὰμ σὺναὐτῇ ὡσεὶ μῆνας τρεῖς , καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς. 

    Δόξα σοι  , Κύριε , δόξα σοι . 

    Καὶ αὖθις ὁ Ν´ Ψαλμὸς χύμα 

    Ἐλέησόν με ,  ὁ Θεός ,  κατὰ τὸ μέγα ἔλεός σου

    καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξά‐

    λειψον τὸ ἀνόμημά μου. 

    Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου

    καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. 

    Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω ,  καὶ ἡ ἁ‐

    μαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. 

    Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν

    σου ἐποίησα ,  ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λό‐

     γοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. 

    Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην ,  καὶ ἐν ἁ‐

    μαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. 

    Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας ,  τὰ ἄδηλα καὶ

    τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι . 

     Ῥαντιεῖς με ὑσσώπῳ ,  καὶ καθαρισθήσομαι·πλυνεῖς με , καὶ ὑπὲρ χιόνα λευκανθήσομαι . 

    Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀ‐

     γαλλιάσονται ὀστέα τεταπεινωμένα. 

    Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁ‐

    μαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξά‐

    λειψον. 

    Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί  , ὁ Θεός , καὶ

    πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις

    μου. Μ ὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου , 

    καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς

    ἀπ᾿ ἐμοῦ. 

    Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου

    σου , καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. 

    Διδάξω ἀνόμους τὰς ὁδούς σου ,  καὶ ἀσεβεῖς

    ἐπὶ σὲ ἐπιστρέψουσι . 

     Ῥῦσαί με ἐξ αἱμάτων , ὁ Θεός , ὁ Θεὸς τῆς σω‐

    τηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴνδικαιοσύνην σου. 

    Κύριε ,  τὰ χείλη μου ἀνοίξεις ,  καὶ τὸ στόμα

    μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. 

    Ὅτι  ,  εἰ ἠθέλησας θυσίαν ,  ἔδωκα ἄν· ὁλοκαυ‐

    τώματα οὐκ εὐδοκήσεις. 

    Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρ‐

    δίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ

    Θεὸς οὐκ ἐξουδενώσει . 

    Ἀ γάθυνον ,

      Κύριε ,

      ἐν τῇ εὐδοκίᾳ σου τὴν Σι‐ών , καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. 

    Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ,  ἀναφο‐

    ρὰν καὶ ὁλοκαυτώματα. 

    Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μό‐

    σχους. 

    Δόξα. 

    Ταῖς τῆς Θεοτόκου πρεσβείαις ,  ἐλεῆμον ,  ἐξά‐

    λειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. 

    Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις ,  ἐλεῆμον ,  ἐξά‐

    λειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. 

  • 8/20/2019 2015 09 08 Genethltheotokou A

    3/11

      3

    Καὶ τὸ Ἰδιόμελον. Ἦχος δ .́ Γερμανοῦ Πατριάρχου

    Στίχ . Ἐλέησόν με , ὁ Θεός , κατὰ τὸ μέγα ἔλεός

    σου ,  καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου

    ἐξάλειψον τὸ ἀνόμημά μου. 

    Ἡ  παγκόσμιος χαρά ,  ἐκ τῶν δικαίων ἀνέτει‐

    λεν ἡμῖν ,  ἐξ Ἰωακεὶμ καὶ τῆς Ἄννης ,  ἡ πανύ‐

    μνητος Παρθένος , ἥτις δι᾿ ὑπερβολὴν ἀγαθό‐τητος ,  ναὸς Θεοῦ ἔμψυχος γίνεται  ,  καὶ μόνη

    κατὰ ἀλήθειαν ,  Θεοτόκος γνωρίζεται .  Αὐτῆς

    ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός , τῷ κόσμῳ τὴν εἰ‐

    ρήνην κατάπεμψον ,  καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ

    μέγα ἔλεος. 

    ΣΣΣῶῶῶσ σ σ οοοννν  , , ,  ὁὁὁ ΘΘΘεεεόόόςςς  , , ,  τ τ τ ὸὸὸννν λλλαααόόόννν ΣΣΣοοουυυ ... ... ...  Κύριε , ἐλέησον. 

    (ιβ´)  Ἐ Ἐ Ἐλλλέέέεεειιι  κκκαααὶὶὶ  οοοἰ ἰ ἰ κκκτ τ τ ιιι ρ ρ ρ μ μ μοοοῖ ῖ ῖ ςςς ... ... ...  Ἀμήν. 

    * * * 

    ΟΙ ΚΑΝΟΝΕΣτῆς Ἑορτῆς

    τοῦ Κυρίου Ἰωάννου μετὰ τῶν Εἱρμῶν εἰς η´

    καὶ τοῦ Κυρίου Ἀνδρέου Τροπάρια εἰς Ϛ´. 

    ᾨδὴ α´. ὁ Κανὼν τοῦ Κυρίου Ἰωάννου

    Ἦχος β´. Ὁ Εἱρμός. 

    «Δεῦτε λαοί  ,  ᾄσωμεν ᾆσμα Χριστῷ τῷ Θεῷ , 

    τῷ διελόντι θάλασσαν ,  καὶ ὁδηγήσαντι  ,  τὸν

    λαὸν ὃν ἀνῆκε ,  δουλείας Αἰγυπτίων ,  ὅτι δε‐

    δόξασται ». (δίς) 

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Δεῦτε πιστοί  ,  Πνεύματι θείῳ γηθόμενοι  ,  τὴν

    ἐξ ἀκάρπου σήμερον , ἐπιδημήσασαν , εἰς βρο‐

    τῶν σωτηρίαν ,  ἀειπάρθενον Κόρην ,  ὕμνοις

    τιμήσωμεν. (δίς) 

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Χαῖρε σεμνή ,  Μήτηρ καὶ δούλη Χριστοῦ τοῦ

    Θεοῦ , ἡ τῆς ἀρχαίας πρόξενος , μακαριότητος , τῶν ἀνθρώπων τῷ γένει  ,  σὲ πάντες ἐπαξίως , 

    ὕμνοις δοξάζομεν. (δίς) 

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Ἡ  τῆς ζωῆς ,  τίκτεται σήμερον γέφυρα ,  δι᾿ ἧς

    βροτοὶ ἀνάκλησιν τῆς καταπτώσεως ,  τῆς εἰς

    ᾍδου εὑρόντες ,  Χριστὸν τὸν ζωοδότην ,  ὕ‐

    μνοις δοξάζουσιν. (δίς) 

    Κανὼν δεύτερος. Τοῦ Κυρίου Ἀνδρέου. 

    Ἦχος πλ. δ´. Τῷ συντρίψαντι πολέμους. 

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Χορευέτω πᾶσα κτίσις ,  εὐφραινέσθω καὶ

    Δαυΐδ ,  ὅτι ἐκ φυλῆς αὐτοῦ ,  καὶ ἐκ τοῦ σπέρ‐

    ματος αὐτοῦ ,  προῆλθε ῥάβδος ,  ἄνθος φέρου‐

    σα τὸν Κύριον , καὶ λυτρωτὴν τοῦ παντός. 

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Ἡ Ἁγία τῶν Ἁγίων , ἐν ἁγίῳ ἱερῷ βρέφος ἀνα‐

    τίθεται  ,  ἀνατραφῆναι ἐκ χειρὸς Ἀγγέλου·

    πάντες οὖν πιστῶς συνεορτάσωμεν ,  ἐν τῇ

     γεννήσει αὐτῆς. 

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Στεῖρα ἄγονος ἡ Ἄννα , ἀλλ᾿ οὐκ ἄτεκνος Θε‐

    ῷ· ἤδη γὰρ προώριστο , ἐκ γενεῶν ἁγνῆς Παρ‐

    θένου Μήτηρ· ὅθεν ὁ τῆς κτίσεως ἐβλάστησε , 

    Κτίστης ἐν δούλου μορφῇ. 

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Σὲ τὴν ἄσπιλον ἀμνάδα , τὴν τὸ ἔριον Χριστῷ , μόνην ἐκ κοιλίας σου προσαγαγοῦσαν , τὴν ἡ‐

    μῶν οὐσίαν , πάντες ἐκ τῆς Ἄννης τικτομένην

    σε , ὕμνοις γεραίρομεν. 

    Δόξα. 

    Τρία Ἄναρχα δοξάζω ,  τρία Ἅγια ὑμνῶ ,  τρία

    Συναΐδια ,  ἐν οὐσιότητι μιᾷ κηρύττω· εἷς γὰρ

    ἐν Πατρί  ,  Υἱῷ καὶ Πνεύματι  ,  δοξολογεῖται

    Θεός. 

    Καὶ νῦν. Τίς ἑώρακε παιδίον , ὃ οὐκ ἔσπειρε πατήρ , γά‐

    λακτι τρεφόμενον;  ἢ ποῦ τεθέαται παρθένος

    Μήτηρ; Ὄντως ὑπὲρ ἔννοιαν ἀμφότερα , Θεο‐

     γεννῆτορ ἁγνή. 

    ᾨδὴ γ´. Κανὼν πρῶτος

    Ἦχος β´. Στερέωσον ἡμᾶς. 

    «Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε ,  ὁ ξύλῳ νε‐

    κρώσας τὴν ἁμαρτίαν , καὶ τὸν φόβον σου ἐμ‐φύτευσον , εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούν‐

    των σε». (δίς) 

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Ἀμέμπτως τῷ Θεῷ πολιτευσάμενοι  , τὴν πάν‐

    των ἐκύησαν σωτηρίαν ,  οἱ θεόφρονες γεννή‐

    τορες ,  τῆς τὸν Κτίστην τεκούσης καὶ Θεὸν ἡ‐

    μῶν. (δίς) 

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

  • 8/20/2019 2015 09 08 Genethltheotokou A

    4/11

      4

    Ὁ πᾶσι τὴν ζωὴν πηγάζων Κύριος , ἐκ στείρας

    προήγαγε τὴν Παρθένον· ἣν εἰσδῦναι κατηξί‐

    ωσε , μετὰ τόκον φυλάξας ἀδιάφθορον. (δίς) 

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Τ ῆς Ἄννης τὸν καρπὸν Μαρίαν σήμερον ,  τὴν

    βότρυν κυήσασαν ζωηφόρον , ὡς Θεοτόκον ἀ‐

     νυμνήσωμεν ,  προστασίαν τε πάντων καὶ βο‐

     ήθειαν. (δίς) Κανὼν δεύτερος

    Ἦχος πλ. δ´. Ἐστερεώθη ἡ καρδία μου. 

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Εὐλογημένη ἡ κοιλία σου σῶφρον Ἄννα· καρ‐

    πὸν γὰρ ἤνθησε παρθενίας , τὴν ἀσπόρως τὸν

    τροφέα τῆς κτίσεως ,  τεκοῦσαν καὶ λυτρωτὴν

    Ἰησοῦν. 

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Σὲ μακαρίζει Ἀειπάρθενε πᾶσα κτίσις , ἐξ Ἄν‐

     νης σήμερον γεννηθεῖσαν ,  τὴν ἐκ ῥίζης Ἰεσ‐

    σαὶ ῥάβδον ἄχραντον , τὸ ἄνθος Χριστὸν βλα‐

    στήσασαν. 

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Σὲ ἀνωτέραν πάσης κτίσεως Θεοτόκε ,  δει‐

    κνύων ἄχραντε ὁ Υἱός σου ,  τὴν ἐξ Ἄννης με‐

     γαλύνει σου γέννησιν ,  καὶ πάντας εὐφραίνει

    σήμερον. Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Ἀ νατραφεῖσα εἰς τὰ Ἅγια τῶν Ἁγίων , Παρθέ‐

     νε ἄχραντε Θεοτόκε ,  ἀνωτέρα ἀνεδείχθης

    τῆς κτίσεως , τὸν Κτίστην σαρκὶ κυήσασα. 

    Δόξα. 

    Σὲ προσκυνοῦμεν Πάτερ ἄναρχε τῇ οὐσίᾳ ,  ὑ‐

    μνοῦμεν ἄχρονον τὸν Υἱόν σου ,  καὶ τὸ Πνεῦ‐

    μα συναΐδιον σέβομεν ,  ὡς ἕνα τὰ τρία φύσει

    Θεόν. Καὶ νῦν. 

    Τὸν φωτοδότην καὶ ἀρχίζῳον τῶν ἀνθρώπων , 

    τεκοῦσα ἄχραντε Θεοτόκε ,  ἀνεδείχθης θη‐

    σαυρὸς τῆς ζωῆς ἡμῶν ,  καὶ πύλη τοῦ ἀπρο‐

    σίτου φωτός. 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  σ σ σ ὺὺὺ εεεἶ ἶ ἶ  ὁὁὁ ΘΘΘεεεὸὸὸςςς ἡἡἡ μ μ μῶῶῶννν ... ... ... 

    * * * 

    ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ ἡ Ὑπακοὴ τῆς Ἑορτῆς. Ἦχος β .́ 

    Πύλην ἀδιόδευτον ὁ Προφήτης , μόνῳ τῷ Θεῷ

     ἡμῶν τηρουμένην , τὴν Ἁγίαν Παρθένον ἐκά‐

    λεσε· δι᾿ αὐτῆς διῆλθεν ὁ Κύριος ,  ἐξ αὐτῆς

    προῆλθεν ὁ Ὕψιστος , καὶ πάλιν ἐσφραγισμέ‐

     νην κατέλιπε ,  λυτρούμενος ἐκ φθορᾶς τὴν

    ζωὴν ἡμῶν. 

    Μεσῴδιον Κάθισμα τῆς Ἑορτῆς

    Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ. 

    Ἡ  Παρθένος Μαριάμ ,  καὶ Θεοτόκος ἀληθῶς , 

    ὡς νεφέλη τοῦ φωτός ,  σήμερον ἔλαμψεν ἡ‐

    μῖν ,  καὶ ἐκ Δικαίων προέρχεται εἰς δόξαν ἡ‐

    μῶν. Οὐκ ἔτι ὁ Ἀδὰμ κατακρίνεται  , ἡ Εὔα τῶν

    δεσμῶν ἠλευθέρωται· καὶ διὰ τοῦτο κράζομεν

    βοῶντες ,  ἐν παῤῥησίᾳ τῇ μόνῃ Ἁγνῇ· Χαρὰν

    μηνύει  , ἡ γέννησίς σου , πάσῃ τῇ οἰκουμένῃ. 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ΣΣΣὺὺὺ γγγὰὰὰ ρ ρ ρ εεεἶ ἶ ἶ  ὁὁὁ ΒΒΒααασ σ σ ιιιλλλεεεύύύςςς ... ... ...  

    * * * 

    ΚΟΝΤΑΚΙΟΝ , ΟΙΚΟΣ , ΣΥΝΑΞΑΡΙΟΝΚοντάκιον καὶ Οἶκος τῆς Ἑορτῆς. 

    Ἦχος δ´. Αὐτόμελον. 

    Ἰωακεὶμ καὶ Ἄννα ὀνειδισμοῦ ἀτεκνίας ,  καὶ

    Ἀδὰμ καὶ Εὔα ,  ἐκ τῆς φθορᾶς τοῦ θανάτου , 

     ἠλευθερώθησαν ,  Ἄχραντε ,  ἐν τῇ ἁγίᾳ γεννή‐

    σει σου· αὐτὴν ἑορτάζει καὶ ὁ λαός σου ,  ἐνο‐

    χῆς τῶν πταισμάτων ,  λυτρωθεὶς ἐν τῷ κρά‐

    ζειν σοι· Ἡ στεῖρα τίκτει τὴν Θεοτόκον ,  καὶ

    τροφὸν τῆς ζωῆς ἡμῶν. ὁ Οἶκος

    Ἡ  προσευχὴ ὁμοῦ καὶ στεναγμός ,  τῆς στει‐

    ρώσεως καὶ ἀτεκνώσεως Ἰωακείμ τε καὶ Ἄν‐

     νης ,  εὐπρόσδεκτος ,  καὶ εἰς τὰ ὦτα Κυρίου ἐ‐

    λήλυθε ,  καὶ ἐβλάστησαν καρπὸν ζωηφόροντῷ κόσμῳ· ὁ μὲν γὰρ προσευχὴν ἐν τῷ ὄρει

    ἐτέλει  , ἡ δὲ ἐν παραδείσῳ ὄνειδος φέρει· ἀλλὰ

    μετὰ χαρᾶς ,  ἡ στεῖρα τίκτει τὴν Θεοτόκον , 

    καὶ τροφὸν τῆς ζωῆς ἡμῶν. 

    Συναξάριον

    Τῇ Η´  τοῦ αὐτοῦ μηνός ,  τὸ Γενέθλιον τῆς Ὑ‐

    περαγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀει‐

    παρθένου Μαρίας. Στίχοι

    Πάσας ἀληθῶς , Ἄννα , νικᾷς μητέρας , 

    Μήτηρ ἕως ἂν σὴ γένηται θυγάτηρ. 

  • 8/20/2019 2015 09 08 Genethltheotokou A

    5/11

      5

    Ἐξάγαγε πρὸς φάος Θεομήτορα ὀγδόῃ Ἄννα. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  οἱ Ἅγιοι ἔνδοξοι Μάρτυρες

    αὐτάδελφοι Ῥοῦφος καὶ Ῥουφιανός ,  ξίφει τε‐

    λειοῦνται . Στίχοι  

    Κλίνων ἑαυτὸν Ῥουφιανὸς τῷ ξίφει  , 

    Μένω σε , φησί  , Ῥοῦφε , μὴ μέλλῃς , ἕπου. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  ὁ Ἅγιος ἔνδοξος Μάρτυς Σε‐βῆρος , ξίφει τελειοῦται . 

    Στίχοι  

    Ἕτοιμός εἰμι πρὸς τὸ πᾶν οἴσειν πάθος , 

    Σεβῆρος εἶπε· καὶ τί πρός με τὸ ξίφος; 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  ὁ Ἅγιος ἔνδοξος Μάρτυς Ἀρ‐

    τεμίδωρος , πυρὶ τελειοῦται . Στίχοι  

    Ἀρτεμίδωρος ὡς καθάλλεσθαι σθένει  , 

    Καὶ τοῦ πυρὸς φλέγοντος ἔργῳ δεικνύει . 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  ὁ Ἅγιος ἔνδοξος Νεομάρτυς

    Ἀθανάσιος ὁ Κουλακιώτης ,  ὁ ἐν Θεσσαλονί‐

    κῃ μαρτυρήσας ἐν ἔτει 1774ῳ ,  ἀγχόνῃ τελει‐

    οῦται . Στίχοι  

    Ἀθανασίῳ ἀγχόνη ὤφθη κλίμαξ , 

    Δι᾿ ἧς ἀνῆλθεν εἰς οὐρανοῦ τὸ πλάτος. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς

     ἡμῶν Σωφρονίου , Ἐπισκόπου τῆς ἐν Γεωργίᾳ

    Ἀχταλίας , τοὐπίκλην Σερταρίδης , ἐκ Χαλδίας

    τοῦ Πόντου καταγομένου καὶ ἐν τῇ Μονῇ Βα‐

    ζελῶνος τὸ πρῴην ἀσκήσαντος. Στίχοι  

    Σωφρόνως , Σωφρόνιε , βεβιωμένος , 

    Ἁγίων ἰσότιμος ἐνδίκως ὤφθης. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  Μνήμη τοῦ Ὁσίου Πατρὸς

     ἡμῶν Σεραπίωνος ,  ἀσκήσαντος ἐν τῇ ἐν

    Πσκὼφ τῆς Ῥωσίας ἱερᾷ Μονῇ τοῦ Σωτῆρος. 

    Στίχοι  Σωτῆρος βλέπεις τὸ Πρόσωπον , Ὃ πρῴην , 

    Ὡς ἐν ἐσόπτρῳ ἑώρας , Σεραπίων. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡ‐

    μῶν Λουκιανοῦ ,  τοῦ ἐν τῇ ἱερᾷ Μονῇ τοῦ Γε‐

     νεσίου τῆς Θεοτόκου ἐν Περεγιασλὰβ ἀ‐

    σκήσαντος. Στίχοι

    Σὺν Θεοτόκῳ , Λουκιανέ , ἀγάλλῃ

    ᾟ Γενεσίου Μονὴν ᾧδε ἀνέθου. 

    Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις ,  τῆς Πανα‐

    χράντου δὲ Μητρός σου θαυμασταῖς μεσιτεί‐

    αις , Χριστὲ ὁ Θεός , ἐλέησον ἡμᾶς. Ἀμήν. * * * 

    ΚΑΤΑΒΑΣΙΑΙτῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ

    ᾨδὴ α´. Ἦχος πλ. δ´. 

    Σταυρὸν χαράξας Μωσῆς ἐπ᾿ εὐθείας ῥάβδῳ , τὴν Ἐρυθρὰν διέτεμε τῷ Ἰσραὴλ πεζεύσαντι·

    τὴν δὲ ἐπιστρεπτικῶς Φαραὼ τοῖς ἅρμασι

    κροτήσας ἥνωσεν ,  ἐπ᾿ εὔρους διαγράψας τὸ

    ἀήττητον ὅπλον· διὸ Χριστῷ ᾄσωμεν ,  τῷ Θεῷ

     ἡμῶν , ὅτι δεδόξασται . 

    ᾨδὴ γ´. 

     Ῥάβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβά‐

     νεται· τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα· τῇ

    στειρευούσῃ δὲ πρῴην Ἐκκλησίᾳ νῦν ἐξήνθη‐

    σε ξύλον Σταυροῦ ... 

    ...εἰς κράτος καὶ στερέωμα. 

    ᾨδὴ δ´. 

    Εἰσακήκοα ,  Κύριε ,  τῆς οἰκονομίας σου τὸ μυ‐

    στήριον , κατενόησα τὰ ἔργα σου καὶ ἐδόξασά

    σου τὴν θεότητα. 

    ᾨδὴ ε´. 

    Ὦ  τρισμακάριστον Ξύλον!  ἐν ᾧ ἐτάθη Χρι‐στός , ὁ βασιλεὺς καὶ Κύριος· δι᾿ οὗ πέπτωκεν

    ὁ ξύλῳ ἀπατήσας ,  τῷ ἐν σοὶ δελεασθεὶς Θεῷ

    τῷ προσπαγέντι σαρκί  ,  τῷ παρέχοντι τὴν εἰ‐

    ρήνην ταῖς ψυχαῖς ἡμῶν. 

    ᾨδὴ Ϛ´. 

    Νοτίου θηρὸς ἐν σπλάγχνοις παλάμας Ἰωνᾶς

    σταυροειδῶς διεκπετάσας ,  τὸ σωτήριον πά‐

    θος προδιετύπου σαφῶς· ὅθεν τριήμερος ἐκ‐

    δύς ,  τὴν ὑπερκόσμιον ἀνάστασιν ὑπεζωγρά‐φησε τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ

    Θεοῦ καὶ τριημέρῳ ἐγέρσει τὸν κόσμον φωτί‐

    σαντος. 

    ᾨδὴ ζ´. 

    Ἔκνοον πρόσταγμα τυράννου δυσσεβοῦς λα‐

    οὺς ἐκλόνησε ,  πνέον ἀπειλῆς καὶ δυσφημίας

    θεοστυγοῦς· ὅμως τρεῖς παῖδας οὐκ ἐδειμάτω‐

    σε θυμὸς θηριώδης , οὐ πῦρ βρόμιον· ἀλλ᾿ ἀν‐

    τηχοῦντι δροσοβόλῳ πνεύματι πυρὶ συνόντες

  • 8/20/2019 2015 09 08 Genethltheotokou A

    6/11

      6

    ἔψαλλον· Ὁ ὑπερύμνητος τῶν πατέρων καὶ ἡ‐

    μῶν Θεός , εὐλογητὸς εἶ . 

    ᾨδὴ η´. Αἰνοῦμεν , εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. 

    Εὐλογεῖτε , παῖδες , τῆς Τριάδος ἰσάριθμοι  ,  δη‐

    μιουργὸν Πατέρα Θεόν· ὑμνεῖτε τὸν συγκα‐

    ταβάντα Λόγον καὶ τὸ πῦρ εἰς δρόσον μετα‐

    ποιήσαντα· καὶ ὑπερυψοῦτε τὸ πᾶσι ζωὴν πα‐

    ρέχον Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας. 

    ὁ διάκονος· Τ Τ Τ ὴὴὴννν ΘΘΘεεεοοοτ τ τ όόόκκκοοοννν κκκαααὶὶὶ  μ μ μηηητ τ τ έέέ ρ ρ ρααα τ τ τ οοοῦῦῦ φφφωωωτ τ τ όόόςςς  , , ,  ἐἐἐννν ὕὕὕ μ μ μνννοοοιιιςςς τ τ τ ιιι μ μ μῶῶῶννντ τ τ εεεςςς μ μ μεεεγγγαααλλλύύύνννοοο μ μ μεεεννν ...  

    ἡ ᾨδὴ τῆς Θεοτόκου οὐ στιχολογεῖται

    ἀλλὰ ψάλλεται ἡ θ´ ᾠδὴ

    ἀμφοτέρων τῶν κανόνων τῆς ἑορτῆς

    Ἦχος β´. Ὁ Εἱρμός. 

    «Ἡ τὸν πρὸ ἡλίου φωστῆρα , τὸν Θεὸν ἐξανα‐τείλαντα ,  σωματικῶς ἡμῖν ἐπιδημήσαντα ,  ἐκ

    λαγόνων παρθενικῶν , ἀφράστως σωματώσα‐

    σα ,  εὐλογημένη πάναγνε ,  σὲ Θεοτόκε μεγα‐

    λύνομεν». 

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Ὁ  τοῖς ἀπειθοῦσι λαοῖς ,  ἐξ ἀκροτόμου βλύ‐

    σας νάματα ,  τοῖς εὐπειθοῦσιν ἔθνεσι χαρίζε‐

    ται  ,  ἐκ λαγόνων στειρωτικῶν ,  καρπὸν εἰς εὐ‐

    φροσύνην ἡμῖν ,  σὲ Θεομῆτορ ἄχραντε ,  ἣν ἐ‐παξίως μεγαλύνομεν. 

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Τ ὴν τῆς ἀποτόμου ἀρχαίας ,  ἀναιρέτιν ἀπο‐

    φάσεως ,  καὶ τῆς Προμήτορος τὴν ἐπανόρθω‐

    σιν ,  τὴν τοῦ γένους τῆς πρὸς Θεὸν αἰτίαν οἰ‐

    κειώσεως , τὴν πρὸς τὸν Κτίστην γέφυραν ,  σὲ

    Θεοτόκε μεγαλύνομεν. 

    Ἦχος πλ. δ´. Εἱρμὸς ἄλλος. «Ἀλλότριον τῶν μητέρων ἡ παρθενία , καὶ ξέ‐

     νον ταῖς παρθένοις ἡ παιδοποιΐα· ἐπὶ σοὶ Θε‐

    οτόκε ἀμφότερα ᾠκονομήθη. Διό σε πᾶσαι αἱ

    φυλαὶ τῆς γῆς , ἀπαύστως μακαρίζομεν». 

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Ἐπάξιον Θεομῆτορ τῆς σῆς ἁγνείας ,  τὸν τό‐

    κον ἐκληρώσω δι᾿ ἐπαγγελίας ,  τῇ ποτὲ γὰρ

    ἀκάρπῳ ,  θεόβλαστος καρπὸς ἐδόθης· διό σε

    πᾶσαι αἱ φυλαὶ τῆς γῆς ,  ἀπαύστως μακαρί‐ζομεν. 

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Πεπλήρωται τοῦ βοῶντος ἡ προφητεία· φησὶ

     γάρ· Ἀναστήσω σκηνὴν τὴν πεπτωκυῖαν , τοῦ

    ἱεροῦ Δαυΐδ , ἐν σοί  , Ἄχραντε προτυπωθεῖσαν , 

    δι᾿ ἧς ὁ σύμπας τῶν ἀνθρώπων χοῦς ,  εἰς σῶ‐

    μα ἀνεπλάσθη Θεῷ. 

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Τὰ σπάργανα προσκυνοῦμεν σου Θεοτόκε , 

    δοξάζομεν τὸν δόντα καρπὸν τῇ πρῴην στεί‐

    ρᾳ , καὶ ἀνοίξαντα μήτραν , τὴν ἄγονον ἐκ πα‐

    ραδόξου· ποιεῖ γὰρ πάντα ὅσα βούλεται  , Θεὸς

    ὢν παντεξούσιος. 

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Ἐβλάστησας νυμφοτόκε Ἄννα θεόφρον ,  ἐκ

    μήτρας παρ᾿ ἐλπίδα , καὶ ἐξ ἐπαγγελίας , παρ‐

    θενόφυτον ἄνθος ,  θεόβλαστον ἁγνείας κάλ‐λος· διό σε πάντες μακαρίζομεν , ὡς ῥίζαν τῆς

    ζωῆς ἡμῶν. 

    Δόξα. 

    Ἀλλότριον τοῖς ἀνόμοις ἐστὶ δοξάζειν ,  τὴν ἄ‐

     ναρχον Τριάδα , Πατέρα καὶ Υἱὸν τε , καὶ τὸ Ἅ‐

     γιον Πνεῦμα , τὴν ἄκτιστον παγκρατορίαν , δι᾿

     ἧς ὁ σύμπας κόσμος ἥδρασται  ,  τῷ νεύματι

    τοῦ κράτους αὐτῆς. 

    Καὶ νῦν. 

    Ἐχώρησας ἐν γαστρί σου Παρθενομῆτορ , τὸν

    ἕνα τῆς Τριάδος Χριστὸν τὸν Βασιλέα ,  ὃν ὑ‐

    μνεῖ πᾶσα κτίσις ,  καὶ τρέμουσιν οἱ ἄνω θρό‐

     νοι· αὐτὸν δυσώπει πανσεβάσμιε ,  σωθῆναι

    τὰς ψυχὰς ἡμῶν. 

    Καταβασία. ᾨδὴ θ .́ 

    Μυστικῶς εἶ Θεοτόκε Παράδεισος ,  ἀγεωργή‐

    τως βλαστήσασα Χριστόν ,  ὑφ᾿ οὗ τὸ τοῦ

    Σταυροῦ ,  ζωηφόρον ἐν γῇ ,  πεφυτούργηταιδένδρον· δι᾿ οὗ νῦν ὑψουμένου ,  προσκυνοῦν‐

    τες αὐτὸν σὲ μεγαλύνομεν. 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  σ σ σ ὲὲὲ αααἰ ἰ ἰ νννοοοῦῦῦσ σ σ ιιι  πππᾶᾶᾶσ σ σ αααιιι  αααἱ ἱ ἱ  δδδυυυνννάάά μ μ μεεειιιςςς ... ... ...  

    * * * 

    ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

    Ἦχος β´. 

    Ἅ γιος Κύριος ὁ Θεὸς ἡμῶν. 

    Ἅ γιος Κύριος ὁ Θεὸς ἡμῶν. 

  • 8/20/2019 2015 09 08 Genethltheotokou A

    7/11

      7

    Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυ‐

     νεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ , 

    … ὅτι ἅγιός ἐστιν. τὸ Ἐξαποστειλάριον τῆς Ἑορτῆς

    Ἦχος β´. Γυναῖκες ἀκουτίσθητε. 

    Ἀ γάλλονται τὰ πέρατα ,  τῆς οἰκουμένης σή‐

    μερον ,  ἐν τῇ γεννήσει σου Κόρη ,  Θεοκυῆτορ

    Μαρία ,  καὶ ἀπειρόγαμε νύμφη· ἐν ᾗ καὶ τῶνφυσάντων σε ,  τὸ λυπηρὸν διέλυσας ,  τῆς

    ἀτεκνίας ὄνειδος ,  καὶ τῆς Προμήτορος Εὔας , 

    τὴν ἐν τῷ τίκτειν κατάραν. 

    Ἕτερον ὅμοιον. 

    Ἀδὰμ ἀνακαινίσθητι  ,  καὶ Εὔα μεγαλύνθητι  , 

    Προφῆται σὺν Ἀποστόλοις ,  χορεύσατε καὶ

    Δικαίοις· κοινὴ χαρὰ ἐν τῷ κόσμῳ ,  Ἀγγέλων

    τε καὶ ἀνθρώπων ,  ἐκ τῶν Δικαίων σήμερον , 

    Ἰωακεὶμ καὶ τῆς Ἄννης , γεννᾶται ἡ Θεοτόκος. * * * 

    ΑΙΝΟΙ

    Ἦχος α´. 

    Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν

    Κύριον ἐκ τῶν οὐρανῶν , αἰνεῖτε αὐτὸν ἐν τοῖς

    ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. 

    Αἰνεῖτε αὐτόν ,  πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰ‐

     νεῖτε αὐτόν ,  πᾶσαι αἱ δυνάμεις αὐτοῦ.  Σοὶ

    πρέπει ὕμνος τῷ Θεῷ. 

    Στιχηρὰ τῆς Ἑορτῆς , γ´ εἰς δ´. 

    Ἦχος α´. Ὢ τοῦ παραδόξου θαύματος. 

    Στίχ .  ε .́  Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ·

    αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. 

    Ὢ τοῦ παραδόξου θαύματος! Ἡ πηγὴ τῆς ζω‐

     ῆς , ἐκ τῆς στεῖρας τίκτεται  , ἡ χάρις καρπογο‐

     νεῖν ,  λαμπρῶς ἀπάρχεται .  Εὐφραίνου Ἰωα‐

    κείμ , τῆς Θεοτόκου γεννήτωρ γενόμενος· οὐκ

    ἔστιν ἄλλος ὡς σύ , τῶν γηγενῶν γεννητόρων

    θεόληπτε· ἡ γὰρ θεοδόχος Κόρη , τοῦ Θεοῦ τὸ

    σκήνωμα , τὸ πανάγιον ὄρος , διὰ σοῦ ἡμῖν δε‐

    δώρηται . 

    Στίχ .  Ϛ .́  Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις·

    αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ.  Πᾶ‐

    σα πνοὴ αἰνεσάτω τὸν Κύριον. 

    Ὢ  τοῦ παραδόξου θαύματος!  ἡ πηγὴ τῆς

    ζωῆς , ἐκ τῆς στεῖρας τίκτεται ... 

    Στίχ . ζ .́ Ἄκουσον , θύγατερ , καὶ ἴδε καὶ κλῖνον

    τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ

    τοῦ οἴκου τοῦ πατρός σου ,  καὶ ἐπιθυμήσει ὁ

    βασιλεὺς τοῦ κάλλους σου. 

    Ὢ  τοῦ παραδόξου θαύματος!  ὁ ἐκ στεῖρας

    καρπός , ἀναλάμψας νεύματι  , τοῦ πάντων δη‐

    μιουργοῦ ,  καὶ παντοκράτορος· εὐτόνως τὴν

    κοσμικήν ,  τῶν ἀγαθῶν διαλέλυκε στείρωσιν. Μητέρες σὺν τῇ Μητρί  ,  τῆς Θεοτόκου χορεύ‐

    σατε κράζουσαι· Κεχαριτωμένη χαῖρε ,  μετὰ

    σοῦ ὁ Κύριος ,  ὁ παρέχων τῷ κόσμῳ ,  διὰ σοῦ

    τὸ μέγα ἔλεος. Ὅμοιον τῆς Θεοπρομήτορος Ἄννης

    Στίχ .  η .́  Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ

    πλούσιοι τοῦ λαοῦ. 

    Στήλη σωφροσύνης ἔμψυχος ,  καὶ λαμπρὸν

    δοχεῖον ,  ἀποστίλβον χάριτι  ,  ἡ Ἄννα ἡ εὐκλε‐ ής ,  φανεῖσα τέτοκε ,  τὴν πρόβολον ἀληθῶς , 

    τῆς παρθενίας τὸ θεῖον ἀπάνθισμα ,  τὴν πά‐

    σαις παρθενικαῖς ,  καὶ παρθενίας ποθούσαις

    τὸ χάρισμα ,  τὸ τῆς παρθενίας κάλλος ,  ἐμφα‐

     νῶς βραβεύουσαν , καὶ παρέχουσαν πᾶσι  , τοῖς

    πιστοῖς τὸ μέγα ἔλεος. 

    Δόξα. Καὶ νῦν. Ἦχος πλ. β´. 

    Αὕτη ἡμέρα Κυρίου ,  ἀγαλλιάσθε λαοί· Ἰδοὺ

     γὰρ τοῦ φωτὸς ὁ νυμφών ,  καὶ ἡ βίβλος τοῦλόγου τῆς ζωῆς , ἐκ γαστρὸς προελήλυθε ,  καὶ

     ἡ κατὰ ἀνατολὰς πύλη ἀποκυηθεῖσα ,  προ‐

    σμένει τὴν εἴσοδον ,  τοῦ Ἱερέως τοῦ μεγάλου , 

    μόνη καὶ μόνον εἰσάγουσα Χριστὸν εἰς τὴν οἰ‐

    κουμένην , πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν. 

    * * * 

    Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

    Δόξα σοι τῷ δείξαντι τὸ φῶς.  Δόξα ἐν ὑψί‐

    στοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ,  ἐν ἀνθρώποις

    εὐδοκία. 

    Ὑμνοῦμέν σε , εὐλογοῦμέν σε , προσκυνοῦμέν

    σε ,  δοξολογοῦμέν σε ,  εὐχαριστοῦμέν σοι διὰ

    τὴν μεγάλην σου δόξαν. 

    Κύριε βασιλεῦ , ἐπουράνιε Θεέ ,  Πάτερ παντο‐

    κράτορ· Κύριε Υἱὲ μονογενές ,  Ἰησοῦ Χριστέ , 

    καὶ ἅγιον Πνεῦμα. 

    Κύριε ὁ Θεός ,  ὁ ἀμνὸς τοῦ Θεοῦ ,  ὁ Υἱὸς τοῦ

    Πατρός , ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου , ἐ‐

  • 8/20/2019 2015 09 08 Genethltheotokou A

    8/11

      8

    λέησον ἡμᾶς ,  ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κό‐

    σμου. 

    Πρόσδεξαι τὴν δέησιν ἡμῶν ,  ὁ καθήμενος ἐν

    δεξιᾷ τοῦ Πατρός , καὶ ἐλέησον ἡμᾶς. 

    Ὅτι σὺ εἶ μόνος ἅγιος , σὺ εἶ μόνος Κύριος , Ἰη‐

    σοῦς Χριστός , εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. 

    Καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέ‐σω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰ‐

    ῶνα τοῦ αἰῶνος. 

    Καταξίωσον ,  Κύριε ,  ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀνα‐

    μαρτήτους φυλαχθῆναι ἡμᾶς. 

    Εὐλογητὸς εἶ  ,  Κύριε ,  ὁ Θεὸς τῶν πατέρων ἡ‐

    μῶν , καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά

    σου εἰς τοὺς αἰῶνας. Ἀμήν. 

    Γένοιτο ,  Κύριε ,  τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς ,  καθά‐περ ἠλπίσαμεν ἐπὶ σέ. 

    Εὐλογητὸς εἶ  , Κύριε· δίδαξόν με τὰ δικαιώμα‐

    τά σου. ( γ´) 

    Κύριε , καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ

     γενεᾷ.  Ἐγὼ εἶπα· Κύριε ,  ἐλέησόν με· ἴασαι

    τὴν ψυχήν μου , ὅτι ἥμαρτόν σοι . 

    Κύριε ,  πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ

    ποιεῖν τὸ θέλημά σου , ὅτι σὺ εἶ ὁ Θεός μου. 

    Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀ‐

    ψόμεθα φῶς. 

    Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. 

    Ἅ γιος ὁ Θεός , ἅγιος ἰσχυρός , ἅγιος ἀθάνατος·

    ἐλέησον ἡμᾶς. (ἐκ γ´) 

    Δόξα. Καὶ νῦν. 

    Ἅ γιος ἀθάνατος· ἐλέησον ἡμᾶς. 

    καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ·

    Ἅ γιος ὁ Θεός , ἅ γιος ἰσχυρός , ἅ γιος ἀθάνατος·

    ἐλέησον ἡμᾶς. 

    Καὶ τὸ Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος δ´. 

    Ἡ γέννησίς σου Θεοτόκε , χαρὰν ἐμήνυσε πά‐

    σῃ τῇ οἰκουμένῃ· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ ἥλι‐

    ος τῆς δικαιοσύνης , Χριστὸς ὁ Θεὸς ἡμῶν , καὶ

    λύσας τὴν κατάραν , ἔδωκε τὴν εὐλογίαν ,  καὶ

    καταργήσας τὸν θάνατον ,  ἐδωρήσατο ἡμῖνζωὴν τὴν αἰώνιον. 

    * * * * * 

    ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝἈντίφωνα τῆς Ἑορτῆς

    Ἀντίφωνον Α´. Ἦχος β .́ (Ψαλμὸς ρλα´) 

    Στίχ . α .́ Μ νήσθητι Κύριε τοῦ Δαυῒδ καὶ πάσης

    τῆς πρᾳότητος αὐτοῦ. 

    Ταῖς πρεσβείαις τῆς Θεοτόκου , Σῶτερ , σῶσον

     ἡμᾶς. 

    Στίχ .  β .́  Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθᾶ , 

    εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ. 

    Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 

    Στίχ .  γ .́  Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ

    πόλις τοῦ Θεοῦ. 

    Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 

    Στίχ .  δ .́ Ὁ Θεὸς ἐν μέσῳ αὐτῆς καὶ οὐ σαλευ‐

    θήσεται . Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 

    Δόξα. Καὶ νῦν. 

    Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 

    Ἀντίφωνον Β .́ Ἦχος β .́ 

    Στίχ . α´. Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν καὶ

    οὐ μὴ ἀθετήσει αὐτήν. 

    Σῶσον ἡμᾶς ,  Υἱὲ Θεοῦ ,  ὁ ἐν Ἁγίοις θαυμα‐

    στός , ψάλλοντάς σοι  , Ἀλληλούϊα. Στίχ .  β .́  Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι

    ἐπὶ τοῦ θρόνου σου. 

    Σῶσον ἡμᾶς , Υἱὲ Θεοῦ ,  ... 

    Στίχ .  γ .́  Ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυΐδ ,  ἡ‐

    τοίμασα λύχνον τῷ χριστῷ μου. 

    Σῶσον ἡμᾶς , Υἱὲ Θεοῦ , ... 

    Στίχ .  δ .́ Ὅτι ἐξελέξατο Κύριος τὴν Σιών ,  ᾑρε‐

    τίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ. Σῶσον ἡμᾶς , Υἱὲ Θεοῦ ,  ... 

    Δόξα. Καὶ νῦν. 

    Ὁ  μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ ,  ἀθά‐

     νατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν

     ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας

    Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας ,  ἀτρέ‐

    πτως ἐνανθρωπήσας ,  σταυρωθείς τε ,  Χριστὲ

    ὁ Θεός , θανάτῳ θάνατον πατήσας , εἷς ὢν τῆς

    ἁγίας Τριάδος , συνδοξαζόμενος τῷ Πατρὶ καὶτῷ ἁγίῳ Πνεύματι  , σῶσον ἡμᾶς. 

  • 8/20/2019 2015 09 08 Genethltheotokou A

    9/11

      9

    Ἀντίφωνον Γ .́ Ἦχος δ .́ 

    Στίχ .  α .́ ᾯ δε κατοικήσω ,  ὅτι ᾑρετισάμην αὐ‐

    τήν. 

    Τὸ Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος δ .́ 

    Ἡ γέννησίς σου Θεοτόκε , χαρὰν ἐμήνυσε πά‐

    σῃ τῇ οἰκουμένῃ· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ ἥλι‐

    ος τῆς δικαιοσύνης , Χριστὸς ὁ Θεὸς ἡμῶν , καὶ

    λύσας τὴν κατάραν , ἔδωκε τὴν εὐλογίαν ,  καὶκαταργήσας τὸν θάνατον ,  ἐδωρήσατο ἡμῖν

    ζωὴν τὴν αἰώνιον. 

    Στίχ .  β .́  Ἡ γίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψι‐

    στος. 

    Ἡ γέννησίς σου Θεοτόκε... 

    Στίχ .  γ .́  Ἅ γιος ὁ ναός σου ,  θαυμαστὸς ἐν δι‐

    καιοσύνῃ. 

    Ἡ γέννησίς σου Θεοτόκε... * * * 

    ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ

    Εἰσοδικόν. Ἦχος β´. (Ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς , ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν) 

    Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν

    Χριστῷ.  Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ,  ὁ ἐν Ἁγίοις

    θαυμαστός , ψάλλοντάς σοι  , Ἀλληλούϊα. 

    * * * Τὸ Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος δ .́ 

    Ἡ γέννησίς σου Θεοτόκε , χαρὰν ἐμήνυσε πά‐

    σῃ τῇ οἰκουμένῃ· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ ἥλι‐

    ος τῆς δικαιοσύνης , Χριστὸς ὁ Θεὸς ἡμῶν , καὶ

    λύσας τὴν κατάραν , ἔδωκε τὴν εὐλογίαν ,  καὶ

    καταργήσας τὸν θάνατον ,  ἐδωρήσατο ἡμῖν

    ζωὴν τὴν αἰώνιον. 

    Κοντάκιον τοῦ Γενεσίου τῆς Θεοτόκου. 

    Ἦχος δ´. Αὐτόμελον. 

    Ἰωακεὶμ καὶ Ἄννα ὀνειδισμοῦ ἀτεκνίας ,  καὶ

    Ἀδὰμ καὶ Εὔα ἐκ τῆς φθορᾶς τοῦ θανάτου ἠ‐

    λευθερώθησαν , ἄχραντε , ἐν τῇ ἁγίᾳ γεννήσει

    σου· αὐτὴν ἑορτάζει καὶ ὁ λαός σου ,  ἐνοχῆς

    τῶν πταισμάτων λυτρωθεὶς ἐν τῷ κράζειν

    σοι· Ἡ στεῖρα τίκτει τὴν Θεοτόκον καὶ τροφὸν

    τῆς ζωῆς ἡμῶν. 

    * * * 

    ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ

    * * * 

    ΑΠΟΣΤΟΛΟΣΠροκείμενον. Ἦχος γ .́ (Λουκ. α´ 46‐48) 

    Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ

     ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ

    σωτῆρί μου. 

    Στίχ .  Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς

    δούλης αὐτοῦ. 

    Πρὸς Φιλιππησίους Ἐπιστολῆς Παύλουτὸ Ἀνάγνωσμα

    (β´ 5‐11) 

    Ἀδελφοί  ,  τοῦτο φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν

    Χριστῷ ᾿Ιησοῦ ,  ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων

    οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ , ἀλ‐

    λ᾿ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών , ἐν

    ὁμοιώματι ἀνθρώπων γενόμενος , καὶ σχήμα‐

    τι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυ‐

    τὸν γενόμενος ὑπήκοος μέχρι θανάτου ,  θα‐ νάτου δὲ σταυροῦ.  Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑ‐

    περύψωσε καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑ‐

    πὲρ πᾶν ὄνομα , ἵνα ἐν τῷ ὀνόματι ᾿Ιησοῦ πᾶν

     γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ κα‐

    ταχθονίων ,  καὶ πᾶσα γλῶσσα ἐξομολογήση‐

    ται ὅτι Κύριος ᾿Ιησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ

    Πατρός. 

    Ἀλληλούϊα. ( γ´) 

    Ἀλληλούϊα. Ἦχος πλ. β´. Ἄκουσον , θύγατερ , καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου. 

    Στίχ . Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ. 

    * * * 

    ΕΥΑΓΓΕΛΙΟΝ

    Ἐκ τοῦ κατὰ Λουκᾶν(Λουκ. ι´ 38‐42, ια´ 27‐28) 

    Τῷ καιρῷ ἐκείνῳ , εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινά. Γυνὴ δέ

    τις ,  ὀνόματι Μάρθα ,  ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. 

    Καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία , ἣ καὶ παρακαθήσα‐

    σα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ ἤκουε τῶν λόγων αὐτοῦ.  Ἡδὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ

    εἶπε· Κύριε , οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε

    διακονεῖν;  εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται .  Ἀποκρι‐

    θεὶς δὲ εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Μάρθα ,  Μάρθα ,  μεριμνᾷς καὶ

    τυρβάζῃ περὶ πολλά· ἑνὸς δὲ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγα‐

    θὴν μερίδα ἐξελέξατο , ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾿ αὐτῆς. Ἐ‐

     γένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ,  ἐπάρασά τις γυνὴ φω‐

     νὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ· Μακαρία ἡ κοιλία ἡ βαστάσα‐

    σά σε καὶ μαστοί οὓς ἐθήλασας.  Αὐτὸς δὲ εἶπε· Μενοῦν γε , 

    μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες

    αὐτόν. 

    Δόξα σοι  , Κύριε , δόξα σοι . * * * 

    Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱ. Χρυσοστόμου

  • 8/20/2019 2015 09 08 Genethltheotokou A

    10/11

      10

    * * * 

    Εἰς τό· Ἐξαιρέτως… 

    Ἦχος πλ. δ´. 

    Ἀλλότριον τῶν μητέρων ἡ παρθενία ,  καὶ ξέ‐

     νον ταῖς παρθένοις ἡ παιδοποιΐα· ἐπὶ σοὶ Θε‐

    οτόκε ἀμφότερα ᾠκονομήθη. Διό σε πᾶσαι αἱ

    φυλαὶ τῆς γῆς , ἀπαύστως μακαρίζομεν. 

    * * * 

    Κοινωνικόν. 

    Ποτήριον σωτηρίου λήψομαι  , καὶ τὸ ὄνομα

    Κυρίου ἐπικαλέσομαι . Ἀλληλούϊα. 

    * * * 

    Μετὰ τὴν μετάδοσιν. Ἦχος β .́ 

    Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν , ἐλάβομεν Πνεῦ‐

    μα ἐπουράνιον , εὕρομεν πίστιν ἀληθῆ , ἀδιαί‐

    ρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς

    ἔσωσεν. 

    Εἰς τό· Π  Π  Π άάάννντ τ τ οοοτ τ τ εεε  , , ,  νννῦῦῦννν κκκαααὶὶὶ  ἀἀἀεεεί ί ί ……… 

    Ἦχος β´. 

    Ἀμήν ,  Ἀμήν ,  Ἀμήν.  Πληρωθήτω τὸ στόμα ἡ‐

    μῶν αἰνέσεώς σου ,  Κύριε ,  ὅπως ὑμνήσωμεν

    τὴν δόξαν σου ,  ὅτι ἠξίωσας ἡμᾶς μετασχεῖν

    τῶν ἁγίων καὶ φρικτῶν σου μυστηρίων· τήρη‐

    σον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ ,  ὅλην τὴν ἡμέ‐

    ραν μελετᾶν τὴν δικαιοσύνην σου. Ἀλληλούϊ‐

    α , ἀλληλούϊα , ἀλληλούϊα. 

    Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β .́ 

    Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ

     νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ´) 

    Ἀπόλυσις· Χ  Χ  Χ  ρ ρ ριιισ σ σ τ τ τ ὸὸὸςςς ὁὁὁ ἀἀἀλλληηηθθθιιινννὸὸὸςςς ΘΘΘεεεὸὸὸςςς ἡἡἡ μ μ μῶῶῶννν  , , ,  τ τ τ αααῖ ῖ ῖ ςςς πππ ρ ρ ρεεεσ σ σ  β β βεεεί ί ί αααιιιςςς τ τ τ ῆῆῆςςς πππααανννααα χ  χ  χ  ρ ρ ράάάννντ τ τ οοουυυ κκκαααὶὶὶ  πππααανννααα μ μ μώώώ μ μ μοοουυυ αααὐὐὐ‐‐‐

    τ τ τ οοοῦῦῦ Μ  Μ  Μ ηηητ τ τ  ρ ρ ρόόόςςς  , , ,  ἧἧἧςςς τ τ τ ὸὸὸ ἱ ἱ ἱ εεε ρ ρ ρὸὸὸννν Γ  Γ  Γ εεενννέέέθθθλλλιιιοοοννν ἑἑἑοοο ρ ρ ρτ τ τ άάάζζζοοο μ μ μεεεννν ... ... ...  

    Δι᾿ εὐχῶν... Ἀμήν. 

    * * * * * 

    Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε

    καὶ διανέμεται δωρεὰν

    ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο

    http://akolouthies.wordpress.com 

    Προσφέρεται γιὰ ἰδιωτικὴ χρῆσι. Δὲν ἐπιτρέπεται ἡ ἐμπόρευσί της. 

    Ἀπολυτίκια τῶν συνεορταζομένων Ἁγίων

    Ἕτερον Ἀπολυτίκιον τοῦ Γενεσίου.  ἢ μᾶλλον Ἰδιόμελον , ἐξ ἀγράφου παραδόσεως 

    Ἦχος δ´. 

    Παναγία Δέσποινα ὑπὸ τὴν σκέπην σου πάν‐

    τες οἱ δοῦλοι σου τρέχομεν καὶ παρακαλοῦ‐μέν σε οἱ ἀνάξιοι· πρόφθασον καὶ λύτρωσαι

    τοὺς ἁμαρτωλούς· ἐλευθέρωσον τὴν ποίμνην

    σου ταύτην ἀπὸ πάσης περιστάσεως καὶ ἀπὸ

    τὸν θάνατον τὸν ἐξαφνικὸν καὶ πανώλεθρον·

    ἴδωμεν ὅτι δύνασαι πάντα ὅσα θέλεις καὶ

    βούλεσαι· Δέσποινα τοῦ κόσμου ,  Βασίλισσα

    Κυρία τοῦ Παντός ,  εὐλογημένη ἐπάκουσον

    τοὺς παρακαλοῦντάς σε. 

    Ἀπολυτίκιον τῆς Παναγίας Δαμάστας(Γερασίμου Μικραγιαννανίτου) 

    Ἦχος δ´. Ταχὺ προκατάλαβε. 

    Τ ὴν θείαν Εἰκόνα σου ,  ὡς θησαυρὸν ἀληθῆ , 

    ἐν κόλποις κατέχουσα ,  ἡ τῆς Δαμάστας Μο‐

     νή ,  εὐφραίνεται Δέσποινα· χάριν γὰρ ἀπὸ

    ταύτης ,  καὶ ἰάματα πλεῖστα ,  πάντοτε καρ‐

    πουμένη ,  εὐλαβῶς σοι κραυγάζει· Χαῖρε Κε‐

    χαριτωμένη , ὁ Κύριος μετὰ Σοῦ. 

    Ἀπολυτίκιοντῆς εἰκόνος «Παναγία ἡ Κυρία Καρδιώτισσα» 

    Ἦχος α´. Τῆς ἐρήμου πολίτης. 

    Ἡ  εἰκών σου ἐλθοῦσα παραδόξως Πανά‐

    χραντε ,  ὥσπερ οὐρανόπεμπτον δῶρον τῇ σῇ

    Μάνδρᾳ πεφύλακται· τιμῶντες γὰρ αὐτὴν

    πανευβλαβῶς ,  βοήθειαν ἐν πᾶσι διαρκῆ ,  ἐκ‐

    λαμβάνομεν καὶ πόθῳ ἀπὸ ψυχῆς ,  Κυρία ἐκ‐

    βοῶμέν σοι· δόξα σοι Καρδιώτισσα Ἁγνή ,  δό‐

    ξα τῇ εὐσπλαχνίᾳ σου ,  δόξα τῇ πρὸς ἡμᾶςσου ἀντιλήψει πάντοτε. 

    Ἀπολυτίκιον τῆς Ἁγίας Εἰκόνος Σκιαδενῆς(Κυρίλλου Μητροπ. Ῥόδου , τοῦ Κογεράκη) 

    Ἦχος δ´. Ταχὺ προκατάλαβε. 

    Εἰκών σου ἡ πάντιμος ,  Μῆτερ Ἁγνὴ Σκιαδε‐

     νή , τῇ θείᾳ σου χάριτι  , ἀρδευομένη ἀεί  , πηγὴ

    ὡς ἀκένωτος , βλύζει τῶν δωρεῶν σου , τὰ σω‐

    τήρια ῥεῖθρα , πᾶσι τοῖς προσιοῦσι  , καὶ πιστῶς

    ἐκβοῶσι∙ Χαῖρε Κεχαριτωμένη , ὁ Κύριος μετὰ

    σοῦ. 

  • 8/20/2019 2015 09 08 Genethltheotokou A

    11/11

      11

    Ἀπολυτίκιον Νεομάρτυρος Ἀθανασίου τοῦ

    Κουλακιώτου(ποίημα Ἰσιδώρας Μοναχῆς Ἁγιοϊεροθεϊτίσσης) 

    Ἦχος α´. Τῆς ἐρήμου πολίτης. 

    Τ ὴν ἀλύγιστον γνώμην ,  καὶ τὸ ἄκαμπτον

    φρόνημα , καὶ τὴν σὴν ἀνδρείαν τιμῶμεν , Νε‐

    ομάρτυς Ἀθανάσιε· μηδόλως πτοηθεὶς Ἀγα‐

    ρηνῶν τὴν βίαν ὡμολόγησας Χριστόν ,  καὶ ὑ‐πέμεινας τὰς θλίψεις τῆς φυλακῆς ,  τὰ ἄλγη

    τῆς ἀγχόνης τε. Χαίροις Θεσσαλονίκης ὁδηγέ , 

    χαίροις Χαλάστρας ἔφορε· Χαίροις τῆς Ἐκ‐

    κλησίας ἡ τιμή , τοῦ Ἄθωνος ἀγλάϊσμα.