2015-09-13_kyr_pro_ypswsews-a-6

  • Upload
    sakis87

  • View
    215

  • Download
    0

Embed Size (px)

Citation preview

  • 8/20/2019 2015-09-13_kyr_pro_ypswsews-a-6

    1/14

      1

    13 ΣΕΠΤΕMΒΡΙΟΥ 2015 

    Κυριακὴ πρὸ τῆς Ὑψώσεως

    Τὰ Ἐγκαίνια τῆς Χριστοῦ Ἀναστάσεως , 

    Κορνηλίου Ἑκατοντάρχου , Ἀριστείδου Φιλοσόφου

    Ἦχος πλ. β´. Ἑωθινὸν Δ .́ 

    * * * * * 

    ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

    Μετὰ τὸν Ἑξάψαλμον , 

    Συναπτὴ μεγάλη , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  πππ ρ ρ ρέέέπππεεειιι  σ σ σ οοοιιι  πππᾶᾶᾶσ σ σ ααα δδδόόόξ ξ ξ ααα ... ... ...  

    Ἦχος πλ. β´. 

    Θεὸς Κύριος ,  καὶ ἐπέφανεν ἡμῖν· εὐλογημέ‐

     νος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. 

    Στίχ . α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ , ὅτι ἀγα‐

    θός , ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος , καὶ ἐπέφανεν ἡμῖν... 

    Στίχ . β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με , καὶ τῷ

    ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. 

    Θεὸς Κύριος , καὶ ἐπέφανεν ἡμῖν... 

    Στίχ . γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη , καί ἐστι

    θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 

    Θεὸς Κύριος , καὶ ἐπέφανεν ἡμῖν... 

    ΑΠΟΛΥΤΙΚΙΑΤὸ Ἀναστάσιμον. Ἦχος πλ. β´. 

    Ἀ γγελικαὶ δυνάμεις ἐπὶ τὸ μνῆμά σου ,  καὶ οἱ

    φυλάσσοντες ἀπενεκρώθησαν· καὶ ἵστατο

    Μαρία ἐν τῷ τάφῳ , ζητοῦσα τὸ ἄχραντόν σου

    σῶμα.  Ἐσκύλευσας τὸν ᾅδην ,  μὴ πειρασθεὶς

    ὑπ᾿ αὐτοῦ· ὑπήντησας τῇ Παρθένῳ , δωρούμε‐

     νος τὴν ζωήν. Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν , Κύ‐

    ριε δόξα σοι . 

    Δόξα. Ἀπολυτίκιον τῶν Ἐγκαινίων. Ἦχος δ .́ 

    Ὡς τοῦ ἄνω στερεώματος τὴν εὐπρέπειαν , 

    καὶ τὴν κάτω συναπέδειξας ὡραιότητα ,  τοῦ

    ἁγίου σκηνώματος τῆς δόξης σου Κύριε. Κρα‐

    ταίωσον αὐτὸ εἰς αἰῶνα αἰῶνος ,  καὶ πρόσδε‐

    ξαι ἡμῶν ,  τὰς ἐν αὐτῷ ἀπαύστως προσαγο‐

    μένας σοι δεήσεις ,  πρεσβείαις τῆς Θεοτόκου , 

     ἡ πάντων ζωὴ καὶ ἀνάστασις. 

    Καὶ νῦν. 

    Τοῦ Σταυροῦ. Ἦχος β .́ 

    Τὸν ζωοποιὸν Σταυρὸν τῆς σῆς ἀγαθότητος , 

    ὃν ἐδωρήσω ἡμῖν τοῖς ἀναξίοις Κύριε ,  σοὶ

    προσάγομεν εἰς πρεσβείαν.  Σῷζε τοὺς βασι‐

    λεῖς καὶ τὴν πόλιν σου ,  εἰρηνεύοντας διὰ τῆς

    Θεοτόκου , μόνε φιλάνθρωπε. 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  σ σ σ ὸὸὸννν τ τ τ ὸὸὸ κκκ ρ ρ ράάάτ τ τ οοοςςς ... ... ... 

    * * * 

    ΚΑΘΙΣΜΑΤΑΜετὰ τὴν α´ Στιχολογίαν

    Ἀναστάσιμον. Ἦχος πλ. β´. 

    Τοῦ τάφου ἀνεῳγμένου ,  τοῦ ᾅδου ὀδυρομέ‐

     νου ,  ἡ Μαρία ἐβόα ,  πρὸς τοὺς κεκρυμμένους

    Ἀποστόλους· Ἐξέλθετε οἱ τοῦ ἀμπελῶνος ἐρ‐

     γάται  ,  κηρύξατε τὸν τῆς ἀναστάσεως λόγον·Ἀνέστη ὁ Κύριος , παρέχων τῷ κόσμῳ τὸ μέγα

    ἔλεος. 

    Δόξα. 

    Κύριε , παρίστατο τῷ τάφῳ σου , Μαρία ἡ Μα‐

     γδαληνή , καὶ ἔκλαιε βοῶσα , καὶ κηπουρόν σε

     νομίζουσα ἔλεγε· Ποῦ ἔθηκας τὴν αἰώνιον

    ζωήν; ποῦ ἔκρυψας τὸν ἐπὶ θρόνου Χερουβίμ; 

    οἱ γὰρ τοῦτον φυλάσσοντες ,  ἀπὸ τοῦ φόβου

    ἀπενεκρώθησαν· ἢ τὸν Κύριόν μου δότε μοι  , ἢ

    σὺν ἐμοὶ κραυγάσατε· Ὁ ἐν νεκροῖς ,  καὶ τοὺς

     νεκροὺς ἀναστήσας , δόξα σοι . 

    Καὶ νῦν. τῶν Ἐγκαινίων

    Ἦχος δ´. Ταχὺ προκατάλαβε. 

    Τὰ πάντα ἐφώτισε τῇ παρουσίᾳ Χριστός· τὸν

    κόσμον ἀνεκαίνισε Πνεύματι θείῳ αὑτοῦ· ψυ‐

    χαὶ ἐγκαινίζονται .  Οἶκος γὰρ ἀνετέθη ,  νῦν

    εἰς δόξαν Κυρίου , ἔνθα καὶ ἐγκαινίζει  , τῶν πι‐

    στῶν τὰς καρδίας ,  Χριστὸς ὁ Θεὸς ἡμῶν ,  εἰςσωτηρίαν βροτῶν. 

    Μετὰ τὴν β´ Στιχολογίαν

    Ἦχος πλ. β´. 

    Ἡ  ζωὴ ἐν τῷ τάφῳ ἀνέκειτο ,  καὶ σφραγὶς ἐν

    τῷ λίθῳ ἐπέκειτο· ὡς βασιλέα ὑπνοῦντα , 

    στρατιῶται ἐφύλαττον Χριστόν· καὶ τοὺς ἐ‐

    χθροὺς αὐτοῦ ,  ἀορασίᾳ πατάξας ,  ἀνέστη ὁ

    Κύριος. 

    Δόξα. Προϊστορεῖ ὁ Ἰωνᾶς τὸν τάφον σου , καὶ ἑρμη‐

     νεύει Συμεὼν τὴν ἔγερσιν ,  τὴν ἔνθεον ἀθά‐

  • 8/20/2019 2015-09-13_kyr_pro_ypswsews-a-6

    2/14

      2

     νατε Κύριε· κατέβης γὰρ ὡσεὶ νεκρὸς ἐν τῷ

    τάφῳ , ὁ λύσας ᾅδου τὰς πύλας· ἀνέστης δὲ ἄ‐

     νευ φθορᾶς , ὡς Δεσπότης τοῦ κόσμου εἰς σω‐

    τηρίαν , Χριστὲ ὁ Θεὸς ἡμῶν , φωτίσας τοὺς ἐν

    σκότει . 

    Καὶ νῦν. τῶν Ἐγκαινίων

    Ἦχος δ´. Ταχὺ προκατάλαβε. Ἑόρτιος σήμερον τῶν Ἐγκαινίων πιστοί  , ἡμέ‐

    ρα κατέλαβε , τὴν ἐκλογὴν τοῦ Χριστοῦ , ἡμᾶς

    καὶ προτρέπεται  ,  πάντας ἐγκαινισθῆναι  ,  καὶ

    φαιδρῷ τῷ προσώπῳ , ᾄσματα τῷ Δεσπότῃ , ἐκ

    μυχοῦ τῆς καρδίας , ᾆσαι πιστῶς ὡς λυτρωτῇ , 

    καὶ ἡμᾶς ἐγκαινίζοντι . 

    * * * 

    ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ

    Ἦχος πλ. α´. Εὐλογητὸς εἶ  , Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 

    Τῶν ἀγγέλων ὁ δῆμος κατεπλάγη ὁρῶν σε ἐν

     νεκροῖς λογισθέντα ,  τοῦ θανάτου δέ ,  Σωτήρ , 

    τὴν ἰσχὺν καθελόντα καὶ σὺν ἑαυτῷ τὸν Ἀ‐

    δὰμ ἐγείραντα καὶ ἐξ ᾅδου πάντας ἐλευθερώ‐

    σαντα. 

    Εὐλογητὸς εἶ  , Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 

    Τί τὰ μύρα συμπαθῶς τοῖς δάκρυσιν , ὦ μαθή‐

    τριαι  ,  κιρνᾶτε;  ὁ ἀστράπτων ἐν τῷ τάφῳ ἄγ‐ γελος προσεφθέγγετο ταῖς μυροφόροις· Ἴδετε

    ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐ‐

    ξανέστη τοῦ μνήματος. 

    Εὐλογητὸς εἶ  , Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 

    Λίαν πρωῒ μυροφόροι ἔδραμον πρὸς τὸ μνῆ‐

    μά σου θρηνολογοῦσαι· ἀλλ᾿ ἐπέστη πρὸς αὐ‐

    τὰς ὁ ἄγγελος καὶ εἶπε· Θρήνου ὁ καιρὸς πέ‐

    παυται· μὴ κλαίετε· τὴν ἀνάστασιν δὲ ἀπο‐

    στόλοις εἴπατε. 

    Εὐλογητὸς εἶ  , Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 

    Μυροφόροι γυναῖκες μετὰ μύρων ἐλθοῦσαι

    πρὸς τὸ μνῆμά σου ,  Σῶτερ ,  ἐνηχοῦντο ἀγγέ‐

    λου πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νε‐

    κρῶν τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γὰρ ἐξα‐

     νέστη τοῦ μνήματος. 

    Δόξα. 

    Προσκυνοῦμεν Πατέρα καὶ τὸν τούτου Υἱόντε καὶ τὸ ἅγιον Πνεῦμα , τὴν ἁγίαν Τριάδα ἐν

    μιᾷ τῇ οὐσίᾳ , σὺν τοῖς Σεραφεὶμ κράζοντες τὸ

    Ἅγιος , Ἅγιος , Ἅγιος εἶ  , Κύριε. 

    Καὶ νῦν. 

    Ζωοδότην τεκοῦσα ,  ἐλυτρώσω ,  Παρθένε ,  τὸν

    Ἀδὰμ ἁμαρτίας· χαρμονὴν δὲ τῇ Εὔᾳ ἀντὶ λύ‐

    πης παρέσχες· ῥεύσαντα ζωῆς ,  ἴθυνε πρὸς

    ταύτην δὲ ὁ ἐκ σοῦ σαρκωθεὶς Θεὸς καὶ ἄν‐

    θρωπος. 

    Ἀλληλούϊα , ἀλληλούϊα , ἀλληλούϊα· δόξα σοι

    ὁ Θεός. ( γ´) 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  ηηηὐὐὐλλλόόόγγγηηητ τ τ αααί ί ί  ΣΣΣοοουυυ ... ... ...  

    * * * 

    ΥΠΑΚΟΗ , ΑΝΑΒΑΘΜΟΙ , ΠΡΟΚΕΙΜΕΝΟΝἩ Ὑπακοή. Ἦχος πλ. β´. 

    Τῷ ἑκουσίῳ καὶ ζωοποιῷ σου θανάτῳ Χριστέ , πύλας τοῦ ᾅδου συντρίψας ὡς Θεός ,  ἤνοιξας

     ἡμῖν τὸν πάλαι Παράδεισον· καὶ ἀναστὰς ἐκ

    τῶν νεκρῶν ,  ἐῤῥύσω ἐκ φθορᾶς τὴν ζωὴν ἡ‐

    μῶν. 

    οἱ Ἀναβαθμοί . Ἦχος πλ. β´. Ἀντίφωνον Α´. 

    Ἐ ν τῷ οὐρανῷ τοὺς ὀφθαλμούς μου αἴρω , 

    πρὸς σὲ Λόγε· οἴκτειρόν με , ἵνα ζῶ σοι . 

    Ἐλέησον ἡμᾶς τοὺς ἐξουθενημένους ,  καταρ‐τίζων εὔχρηστα , σκεύη σου Λόγε. 

    Δόξα. Καὶ νῦν. 

    Ἁ γίῳ Πνεύματι  ,  πανσωστικὴ αἰτία· εἴ τινι

    τοῦτο κατ᾿ ἀξίαν πνεύσει  ,  τάχει ἐξαίρει τῶν

    τῆς γῆς , πτεροῖ  , αὔξει  , τάττει ἄνω. Ἀντίφωνον Β´. 

    Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν , οὐδεὶς ἡμῶν ἀντι‐

    σχεῖν ἠδύνατο ,  ἐχθροῦ πάλαισμα· οἱ νικῶν‐

    τες γὰρ ἔνθεν ὑψοῦνται . Τοῖς ὀδοῦσιν αὐτῶν , μή μου ληφθήτω ἡ ψυχή , 

    ὡς στρουθίον Λόγε· οἴμοι !  πῶς μέλλω τῶν ἐ‐

    χθρῶν ῥυσθῆναι  , φιλαμαρτήμων ὑπάρχων; 

    Δόξα. Καὶ νῦν. 

    Ἁ γίῳ Πνεύματι  , ἐνθέωσις τοῖς πᾶσιν , εὐδοκία

    σύνεσις ,  εἰρήνη καὶ ἡ εὐλογία· ἰσουργὸν γὰρ

    τῷ Πατρί ἐστι καὶ Λόγῳ. Ἀντίφωνον Γ´. 

    Οἱ πεποιθότες ἐπὶ Κύριον ,  ἐχθροῖς φοβεροί  , καὶ πᾶσι θαυμαστικοί· ἄνω γὰρ ὁρῶσιν. 

  • 8/20/2019 2015-09-13_kyr_pro_ypswsews-a-6

    3/14

      3

    Ἐ ν ἀνομίαις χεῖρας αὐτῶν ,  ὁ τῶν δικαίων

    κλῆρος , ἐπίκουρόν σε ἔχων , Σῶτερ οὐκ ἐκτεί‐

     νει . 

    Δόξα. Καὶ νῦν. 

    Ἁ γίῳ Πνεύματι  ,  τὸ κράτος ἐπὶ πάντων· ὅπερ

    αἱ ἄνω στρατηγίαι προσκυνοῦσι  ,  σὺν πάσῃ

    πνοῇ τῶν κάτω. 

    Προκείμενον. Κύριε ,  ἐξέγειρον τὴν δυναστείαν σου ,  καὶ ἐλ‐

    θὲ εἰς τὸ σῶσαι ἡμᾶς. (δίς) 

    Στίχ .  Ὁ  ποιμαίνων Ἰσραήλ ,  πρόσχες ,  ὁ ὁδη‐

     γῶν ὡσεὶ πρόβατα τὸν Ἰωσήφ. 

    Κύριε , ἐξέγειρον τὴν δυναστείαν σου... 

    * * * 

    ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ

    ὁ διάκονος· Τ Τ Τ οοοῦῦῦ Κ Κ Κ υυυ ρ ρ ρί ί ί οοουυυ δδδεεεηηηθθθῶῶῶ μ μ μεεεννν...

     Κύριε , ἐλέησον. ὁ ἱερεύς· ὍὍὍτ τ τ ιιι  ἅἅἅγγγιιιοοοςςς εεεἶ ἶ ἶ  , , ,  ὁὁὁ ΘΘΘεεεὸὸὸςςς ἡἡἡ μ μ μῶῶῶννν  , , ,  ... ... ... 

    Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. 

    Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. 

    Αἰνεσάτω πνοὴ… πᾶσα τὸν Κύριον. ὁ διάκονος· Κ Κ Κ αααὶὶὶ   ὑὑὑπππὲὲὲ ρ ρ ρ  τ τ τ οοοῦῦῦ  κκκααατ τ τ αααξ ξ ξ ιιιωωωθθθῆῆῆννναααιιι   ἡἡἡ μ μ μᾶᾶᾶςςς  τ τ τ ῆῆῆςςς ἀἀἀκκκ ρ ρ ροοοάάάσ σ σ εεεωωωςςς  τ τ τ οοοῦῦῦ  ἁἁἁγγγί ί ί οοουυυ  ΕΕΕὐὐὐαααγγγγγγεεελλλί ί ί οοουυυ  Κ Κ Κ ύύύ ρ ρ ριιιοοοννν  τ τ τ ὸὸὸννν 

    ΘΘΘεεεὸὸὸννν ἡἡἡ μ μ μῶῶῶννν ἱ ἱ ἱ κκκεεετ τ τ εεεύύύσ σ σ ωωω μ μ μεεεννν ... 

    Κύριε , ἐλέησον. ( γ´) 

    ὁ διάκονος· ΣΣΣοοοφφφί ί ί ααα···   ὀὀὀ ρ ρ ρθθθοοοί ί ί ···   ἀἀἀκκκοοούύύσ σ σ ωωω μ μ μεεεννν  τ τ τ οοοῦῦῦ  ἁἁἁγγγί ί ί οοουυυ ΕΕΕὐὐὐαααγγγγγγεεελλλί ί ί οοουυυ ...  ὁ ἱερεύς· ΕΕΕἰ ἰ ἰ  ρ ρ ρήήήνννηηη πππᾶᾶᾶσ σ σ ιιι ...  

    Καὶ τῷ Πνεύματί σου. ὁ ἱερεύς·  Ἐ Ἐ Ἐκκκ  τ τ τ οοοῦῦῦ  κκκααατ τ τ ὰὰὰ  Λ Λ Λοοουυυκκκᾶᾶᾶννν  ἁἁἁγγγί ί ί οοουυυ  ΕΕΕὐὐὐαααγγγγγγεεελλλί ί ί οοουυυ τ τ τ ὸὸὸ ἀἀἀνννάάάγγγνννωωωσ σ σ  μ μ μααα ... ὁ διάκονος· Π  Π  Π  ρ ρ ρόόόσ σ σ  χ  χ  χ ωωω μ μ μεεεννν ...  

    Δόξα σοι  , Κύριε , δόξα σοι . 

    ὁ Ἱερεὺς ἀναγινώσκει τὸ ἐνδιάτακτον ἑωθινὸν Εὐαγγέλιον

    Ἑωθινὸν Δ´

    Ἐκ τοῦ κατὰ Λουκᾶν(κδ´ 1‐12) 

    Τ ῇ μιᾷ τῶν σαββάτων ὄρθρου βαθέος ἦλθον γυναῖκες ἐπὶ τὸ

    μνῆμα φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα ,  καί τινες σὺν αὐ‐

    ταῖς.  Εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημεί‐

    ου ,  καὶ εἰσελθοῦσαι οὐχ εὗρον τὸ σῶμα τοῦ Κυρίου Ἰησοῦ. 

    Καὶ ἐγένετο ἐν τῷ διαπορεῖσθαι αὐτὰς περὶ τούτου καὶ ἰδοὺ

    ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν ἐσθήσεσιν ἀστραπτούσαις. 

    Ἐμφόβων δὲ γενομένων αὐτῶν καὶ κλινουσῶν τὸ πρόσωπον

    εἰς τὴν γῆν εἶπον πρὸς αὐτάς· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν

     νεκρῶν; Οὐκ ἔστιν ὧδε , ἀλλ᾿ ἠγέρθη· μνήσθητε ὡς ἐλάλησεν

    ὑμῖν ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ ,  λέγων ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀν‐

    θρώπου παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν καὶ

    σταυρωθῆναι  ,  καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι .  Καὶ ἐμνήσθη‐

    σαν τῶν ῥημάτων αὐτοῦ , καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημεί‐

    ου ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσι τοῖς λοι‐

    ποῖς. Ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία

    Ἰακώβου καὶ αἱ λοιπαὶ σὺν αὐταῖς , αἳ ἔλεγον πρὸς τοὺς ἀπο‐

    στόλους ταῦτα. Καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ

    ῥήματα αὐτῶν , καὶ ἠπίστουν αὐταῖς. Ὁ δὲ Πέτρος ἀναστὰς ἔ‐

    δραμεν ἐπὶ τὸ μνημεῖον ,  καὶ παρακύψας βλέπει τὰ ὀθόνια

    κείμενα μόνα ,  καὶ ἀπῆλθε πρὸς ἑαυτὸν θαυμάζων τὸ γεγο‐

     νός. 

    Δόξα σοι  , Κύριε , δόξα σοι . 

    ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης·

    Ἀ νάστασιν Χριστοῦ θεασάμενοι  ,  προσκυνή‐

    σωμεν ἅγιον Κύριον Ἰησοῦν ,  τὸν μόνον ἀνα‐

    μάρτητον.  Τὸν σταυρόν σου ,  Χριστέ ,  προσκυ‐

     νοῦμεν καὶ τὴν ἁγίαν σου ἀνάστασιν ὑμνοῦ‐

    μεν καὶ δοξάζομεν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν ,  ἐ‐

    κτός σου ἄλλον οὐκ οἴδαμεν , τὸ ὄνομά σου ὀ‐

     νομάζομεν.  Δεῦτε πάντες οἱ πιστοὶ προσκυ‐

     νήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν· ἰ‐δοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ χαρὰ ἐν ὅλῳ

    τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύρι‐

    ον , ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ. Σταυρὸν

     γὰρ ὑπομείνας δι᾿ ἡμᾶς ,  θανάτῳ θάνατον ὤ‐

    λεσεν. 

    οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον 

    Ἦχος β´. 

    Ἐλεῆμον ,  Ἐλέησόν με ,  ὁ Θεός ,  κατὰ τὸ μέγα

    ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶνσου ἐξάλειψον τὸ ἀνόμημά μου. 

    Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου

    καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. 

    Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω ,  καὶ ἡ ἁ‐

    μαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. 

    Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν

    σου ἐποίησα ,  ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λό‐

     γοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. 

    Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην ,  καὶ ἐν ἁ‐

    μαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. 

    Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας ,  τὰ ἄδηλα καὶ

    τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι . 

     Ῥαντιεῖς με ὑσσώπῳ ,  καὶ καθαρισθήσομαι·

    πλυνεῖς με , καὶ ὑπὲρ χιόνα λευκανθήσομαι . 

    Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀ‐

     γαλλιάσονται ὀστέα τεταπεινωμένα. 

  • 8/20/2019 2015-09-13_kyr_pro_ypswsews-a-6

    4/14

      4

    Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁ‐

    μαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξά‐

    λειψον. 

    Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί  , ὁ Θεός , καὶ

    πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις

    μου. 

    Μ ὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου , καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς

    ἀπ᾿ ἐμοῦ. 

    Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου

    σου , καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. 

    Διδάξω ἀνόμους τὰς ὁδούς σου ,  καὶ ἀσεβεῖς

    ἐπὶ σὲ ἐπιστρέψουσι . 

     Ῥῦσαί με ἐξ αἱμάτων , ὁ Θεός , ὁ Θεὸς τῆς σω‐

    τηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴνδικαιοσύνην σου. 

    Κύριε ,  τὰ χείλη μου ἀνοίξεις ,  καὶ τὸ στόμα

    μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. 

    Ὅτι  ,  εἰ ἠθέλησας θυσίαν ,  ἔδωκα ἄν· ὁλοκαυ‐

    τώματα οὐκ εὐδοκήσεις. 

    Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρ‐

    δίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ

    Θεὸς οὐκ ἐξουδενώσει . Ἀ γάθυνον ,  Κύριε ,  ἐν τῇ εὐδοκίᾳ σου τὴν Σι‐

    ών , καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. 

    Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ,  ἀναφο‐

    ρὰν καὶ ὁλοκαυτώματα. 

    Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μό‐

    σχους. Καὶ ἐλέησόν με , ὁ Θεός. 

    Δόξα. 

    Ταῖς τῶν Ἀποστόλων πρεσβείαις , ἐλεῆμον ,  ἐ‐ξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. 

    Καὶ νῦν. 

    Ταῖς τῆς Θεοτόκου πρεσβείαις ,  ἐλεῆμον ,  ἐξά‐

    λειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. 

    Καὶ τὸ πεντηκοστάριον. Ἦχος ὁ αὐτός. 

    Στίχ . Ἐλέησόν με , ὁ Θεός , κατὰ τὸ μέγα ἔλεός

    σου ,  καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου

    ἐξάλειψον τὸ ἀνόμημά μου. 

    Ἀ ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου ,  καθὼς

    προεῖπεν ,  ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ

    μέγα ἔλεος. 

    ΣΣΣῶῶῶσ σ σ οοοννν  , , ,  ὁὁὁ ΘΘΘεεεόόόςςς  , , ,  τ τ τ ὸὸὸννν λλλαααόόόννν ΣΣΣοοουυυ ... ... ...  Κύριε , ἐλέησον. 

    (ιβ´)  Ἐ Ἐ Ἐλλλέέέεεειιι  κκκαααὶὶὶ  οοοἰ ἰ ἰ κκκτ τ τ ιιι ρ ρ ρ μ μ μοοοῖ ῖ ῖ ςςς ... ... ...  Ἀμήν. 

    * * * 

    ΟΙ ΚΑΝΟΝΕΣἈναστάσιμος , Προεόρτιος Σταυροῦ , τῶν Ἐγκαινίων

    ᾨδὴ α´. ὁ Ἀναστάσιμος εἰς δ´

    (ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ) 

    Ἦχος πλ. β´. Ὁ Εἱρμός. 

    Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ , ἐν ἀβύσσῳ

    ἴχνεσι  , τὸν διώκτην Φαραώ , καθορῶν ποντού‐

    μενον Θεῷ , ἐπινίκιον ᾠδήν , ἐβόα ᾄσωμεν. 

    Στίχ . Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου , Κύριε. Ἐκτεταμέναις παλάμαις ἐπὶ Σταυροῦ ,  πατρι‐

    κῆς ἐπλήρωσας ,  εὐδοκίας ἀγαθέ ,  Ἰησοῦ τὰ

    σύμπαντα· διό , ἐπινίκιον ᾠδήν , σοὶ πάντες ᾄ‐

    δομεν. 

    Στίχ . Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου , Κύριε. 

    Φόβῳ σοι ὡς θεραπαινὶς ἡ τελευτή ,  προστα‐

    χθεῖσα πρόσεισι  ,  τῷ Δεσπότῃ τῆς ζωῆς ,  δι᾿

    αὐτῆς βραβεύοντι ἡμῖν ,  ἀτελεύτητον ζωήν , 

    καὶ τὴν ἀνάστασιν. Θεοτοκίον

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Τὸν ἑαυτῆς δεξαμένη δημιουργόν ,  ὡς αὐτὸς

     ἠθέλησεν ,  ἐξ ἀσπόρου σου γαστρός ,  ὑπὲρ

     νοῦν σαρκούμενον Ἁγνή ,  τῶν κτισμάτων ἀ‐

    ληθῶς , ἐδείχθης Δέσποινα. 

    Κανὼν ὁ Προεόρτιος , οὗ ἡ Ἀκροστιχὶς κατὰ Ἀλφάβητον , ἄνευ τῶν Θεοτοκίων. Γερμανοῦ. 

    Ἦχος δ´. Τριστάτας κραταιούς. 

    Στίχ . Δόξα τῇ Ἁγίᾳ Σταυρώσει σου , Κύριε. 

    Ἀ γάλλου οὐρανὲ καὶ ἡ γῆ εὐφραινέσθω ,  ὁ

    πανάγιος Σταυρός ,  προέρχεται ἡμᾶς ,  ἁγιά‐

    ζων ἐν χάριτι  ,  τοῦτον κατασπαζομένους ,  ὡς

    πηγὴν ἁγιάσματος , καὶ τῆς πάντων θεώσεως

    αἴτιον. 

    Στίχ . Δόξα τῇ Ἁγίᾳ Σταυρώσει σου , Κύριε. 

    Βαδίζειν εὐσεβῶς τὴν οὐράνιον τρίβον ,  ἐνδυ‐

     νάμωσον ἡμᾶς ,  πανάγιε Σταυρὲ τοὺς πιστῶς

    προσκυνοῦντάς σε , ὅπως τὰ τῶν ἐναντίων ἀ‐

  • 8/20/2019 2015-09-13_kyr_pro_ypswsews-a-6

    5/14

      5

    ποκλίναντες βάραθρα κοινωνοὶ θείας δόξης

     γενώμεθα. 

    Στίχ . Δόξα τῇ Ἁγίᾳ Σταυρώσει σου , Κύριε. 

    Γ νωστοὶ τῷ Ποιητῇ ,  διὰ σοῦ γεγονότες ,  παν‐

    σεβάσμιε Σταυρέ ,  καρδίᾳ καὶ ψυχῇ ,  προσ‐

    πτυσσόμεθα πάντοτε ,  σὲ προκείμενον ὁρῶν‐

    τες ,  καὶ τὸν νοῦν φωτιζόμεθα ,  τὸν παναίτιον

    Λόγον δοξάζοντες. 

    Θεοτοκίον

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Ἡ πόλις τοῦ Θεοῦ , τὸ τοῦ παμβασιλέως , θεο‐

    δόχον εὐαγὲς κειμήλιον σεπτόν , Θεοτόκε πα‐

     νάμωμε , φρούρησον τὴν κληρουχίαν ,  τὴν ἀεὶ

    εὐφημοῦσάν σε ,  καὶ γεραίρουσαν πίστει τὸν

    τόκον σου. 

    Κανὼν τῶν ἘγκαινίωνἸωάννου Μοναχοῦ

    Ἦχος δ´. Θαλάσσης , τὸ ἐρυθραῖον. 

    Στίχ . Δόξα σοι  , ὁ Θεὸς ἡμῶν , δόξα σοι . 

    Ὁ  στύλῳ καθοδηγῶν τὸ πρότερον τὸν ἐκλε‐

    κτὸν Ἰσραήλ ,  διὰ λουτροῦ βαπτίσματος Χρι‐

    στέ ,  ἐν Σιὼν κατεφύτευσας τὴν Ἐκκλησίαν

    κράζουσαν· Ἄσωμεν ᾆσμα τῷ Θεῷ ἡμῶν. 

    Στίχ . Δόξα σοι  , ὁ Θεὸς ἡμῶν , δόξα σοι . 

    Σ ήμερον , τῆς ἀπροσίτου δόξης σου , ἡ ἐπιφοί‐

    τησις , τὸν ἐπὶ γῆς παγέντα σοι ναόν , οὐρανὸν

    κατεσκεύασεν , ἐν ᾧ συμφώνως ψάλλομεν· Ἄ‐

    σωμεν ᾆσμα τῷ Θεῷ ἡμῶν. 

    Δόξα. 

    Οὐ νόμῳ ,  ἡ Ἐκκλησία Κύριε ,  ἐγκαλλωπίζε‐

    ται  ,  οὐ δουλικῶν ἐκτάσεσι χειρῶν ,  τοῦ Σταυ‐

    ροῦ δὲ τῇ χάριτι  ,  ἐγκαυχωμένη ψάλλει σοι·

    Ἄσωμεν ᾆσμα τῷ Θεῷ ἡμῶν. 

    Καὶ νῦν. Θεοτοκίον

    Ἀσπόρως , τῷ τοῦ Πατρὸς βουλήματι  , ἐκ θείου

    Πνεύματος ,  τὸν τοῦ Θεοῦ συνείληφας Υἱόν , 

    καὶ σαρκὶ ἀπεκύησας ,  τὸν ἐκ Πατρὸς ἀμήτο‐

    ρα , καὶ δι᾿ ἡμᾶς ἐκ σοῦ ἀπάτορα. 

    ᾨδὴ γ´. ὁ Ἀναστάσιμος 

    Ἦχος πλ. β´. Ὁ Εἱρμός. 

    Οὐκ ἔστιν ἅγιος ὡς σύ , Κύριε ὁ Θεός μου , ὁ ὑ‐ψώσας τὸ κέρας ,  τῶν πιστῶν σου ἀγαθέ ,  καὶ

    στερεώσας ἡμᾶς ,  ἐν τῇ πέτρᾳ , τῆς ὁμολογίας

    σου. 

    Στίχ . Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου , Κύριε. 

    Θεὸν σταυρούμενον σαρκί  ,  καθορῶσα ἡ κτί‐

    σις ,  διελύετο φόβῳ· ἀλλὰ τῇ συνεκτικῇ ,  πα‐

    λάμῃ τοῦ δι᾿ ἡμᾶς ,  σταυρωθέντος ,  κραταιῶς

    συνείχετο. 

    Στίχ . Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου , Κύριε. 

    Θανάτῳ θάνατος λυθείς ,  κεῖται δείλαιος ἄ‐

    πνους· τῆς ζωῆς γὰρ μὴ φέρων ,  τὴν ἔνθεον

    προσβολήν ,  νεκροῦται ὁ ἰσχυρός ,  καὶ δωρεῖ‐

    ται  , πᾶσιν ἡ ἀνάστασις. Θεοτοκίον

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Τοῦ θείου τόκου σου Ἁγνή ,  πᾶσαν φύσεως

    τάξιν ,  ὑπερβαίνει τὸ θαῦμα· Θεὸν γὰρ ὑπερ‐

    φυῶς ,  συνέλαβες ἐν γαστρί  , καὶ τεκοῦσα ,  μέ‐

     νεις ἀειπάρθενος. 

    ὁ Προεόρτιος

    Ἦχος δ´. Οὐκ ἐν σοφίᾳ. 

    Στίχ . Δόξα τῇ Ἁγίᾳ Σταυρώσει σου , Κύριε. 

    Δόξαν Χριστοῦ σε ,  χρηματίσαντα πίστει δο‐

    ξάζομεν , δοξαζόμενοι ταῖς σαῖς , δεδοξασμένε

    Κυρίου Σταυρέ , σεπταῖς περιπτύξεσι  , καὶ φω‐

    τιζόμενοι . 

    Στίχ . Δόξα τῇ Ἁγίᾳ Σταυρώσει σου , Κύριε. 

    Ἐ ν εὐφροσύνῃ ,  προσελθόντες πιστοὶ ἀρυσώ‐

    μεθα , ὡς ἐκ κρήνης καθαρᾶς Σταυροῦ , ἀείζω‐

    α νάματα ,  καὶ διασῳζόμενοι  ,  Θεὸν ὑμνήσω‐

    μεν. 

    Στίχ . Δόξα τῇ Ἁγίᾳ Σταυρώσει σου , Κύριε. 

    Ζωὴ ὑπάρχων ,  Ἰησοῦς κρεμασθεὶς τεθανά‐

    τωται  , ἐπὶ ξύλου τοῦ Σταυροῦ , ὃν νῦν πιστῶς

    προσπτυσσόμενοι  ,  πάθη ἀποφεύγομεν ,  θα‐ νάτου πρόξενα. 

    Θεοτοκίον

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Ἐπιφανεῖσα , τῆς ψυχῆς μου τὸ σκότος ἀπέλα‐

    σον ,  ἁμαρτίας τὰς σειράς ,  ἁγνὴ Παρθένε

    διάῤῥηξον ,  σῶσόν με κυήσασα ,  τὸν Πανοι‐

    κτίρμονα. 

    τῶν Ἐγκαινίων

    Ἦχος δ´. Εὐφραίνεται ἐπὶ σοί . Στίχ . Δόξα σοι  , ὁ Θεὸς ἡμῶν , δόξα σοι . 

  • 8/20/2019 2015-09-13_kyr_pro_ypswsews-a-6

    6/14

      6

    Ἡ γίασας ἐπὶ γῆς ,  τὴν Ἐκκλησίαν σου Χριστὲ

    Πνεύματι  ,  χρίσας αὐτὴν σήμερον ,  σῆς ἀγαλ‐

    λιάσεως ἔλαιον. 

    Στίχ . Δόξα σοι  , ὁ Θεὸς ἡμῶν , δόξα σοι . 

    Θεμέλιόν σε Χριστέ ,  ἡ Ἐκκλησία ἀῤῥαγὲς ἔ‐

    χουσα , τῷ σῷ Σταυρῷ στέφεται  , ὡς βασιλικῷ

    διαδήματι . 

    Δόξα. 

    Ἀ νέδειξας ἀγαθέ ,  τὴν χειροποίητον σκηνὴν

    σήμερον , τῆς ὑπὲρ νοῦν δόξης σου ,  οἰκονομι‐

    κῶς οἰκητήριον. 

    Καὶ νῦν. Θεοτοκίον

    Σὺ μόνη τοῖς ἐπὶ γῆς ,  τῶν ὑπὲρ φύσιν ἀγα‐

    θῶν πρόξενος ,  Μήτηρ Θεοῦ γέγονας· ὅθεν

    σοι τὸ χαῖρε προσάγομεν. 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  σ σ σ ὺὺὺ εεεἶ ἶ ἶ  ὁὁὁ ΘΘΘεεεὸὸὸςςς ἡἡἡ μ μ μῶῶῶννν ... ... ... 

    * * * 

    ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑΜεσῴδιον Κάθισμα τῶν Ἐγκαινίων

    Ἦχος δ´. Ταχὺ προκατάλαβε. 

    Ἐ ν πίστει τὰ Ἐγκαίνια , ἐπιτελοῦμεν φαιδρῶς , 

    τοῦ οἴκου σου Ἄχραντε ,  εὐλογημένη ἁγνή , 

    Παρθένε πανύμνητε· χαίροντες τῇ ἐλπίδι  ,

      τῇεἰς σὲ Θεοτόκε ,  αἰτοῦμέν σε τοῦ πρεσβεύειν , 

    τῷ Σωτῆρι ἀπαύστως ,  αὐτῷ τῷ σαρκωθέντι

    ἐκ σοῦ , σῶσαι τὰς ψυχὰς ἡμῶν. 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ΣΣΣὺὺὺ γγγὰὰὰ ρ ρ ρ εεεἶ ἶ ἶ  ὁὁὁ ΒΒΒααασ σ σ ιιιλλλεεεύύύςςς ... ... ... 

    * * * 

    ΚΟΝΤΑΚΙΟΝ , ΟΙΚΟΣ , ΣΥΝΑΞΑΡΙΟΝΚοντάκιον καὶ Οἶκος τὰ Ἀναστάσιμα. 

    Κοντάκιον. Ἦχος πλ. β´. Τὴν ὑπὲρ ἡμῶν. Τ ῇ ζωαρχικῇ ,  παλάμῃ τοὺς τεθνεῶτας ,  ἐκ

    τῶν ζοφερῶν ,  κευθμώνων ὁ ζωοδότης ,  ἀνα‐

    στήσας ἅπαντας Χριστὸς ὁ Θεός ,  τὴν ἀνά‐

    στασιν ἐβράβευσε ,  τῷ βροτείῳ φυράματι· ὑ‐

    πάρχει γὰρ πάντων Σωτήρ ,  ἀνάστασις καὶ

    ζωή , καὶ Θεὸς τοῦ παντός. ὁ Οἶκος

    Τὸν Σταυρὸν καὶ τὴν ταφήν σου Ζωοδότα ,  ἀ‐

     νυμνοῦμεν οἱ πιστοὶ καὶ προσκυνοῦμεν ,  ὅτι

    τὸν ᾅδην ἔδησας Ἀθάνατε , ὡς Θεὸς παντοδύ‐

     ναμος , καὶ νεκροὺς συνανέστησας , καὶ πύλας

    τοῦ ᾅδου συνέτριψας ,  καὶ κράτος τοῦ θανά‐

    του καθεῖλες ὡς Θεός.  Διὸ οἱ γηγενεῖς δοξο‐

    λογοῦμέν σε πόθῳ τὸν ἀναστάντα , καὶ καθε‐

    λόντα ἐχθροῦ τὸ κράτος τοῦ πανώλους ,  καὶ

    πάντας ἀναστήσαντα τοὺς ἐπὶ σοὶ πιστεύ‐

    σαντας ,  καὶ κόσμον λυτρωσάμενον ἐκ τῶν

    βελῶν τοῦ ὄφεως ,  καὶ ὡς μόνον δυνατόν ,  ἐκ

    τῆς πλάνης τοῦ ἐχθροῦ λυτρωσάμενον ἡμᾶς·ὅθεν ἀνυμνοῦμεν εὐσεβῶς τὴν ἀνάστασίν

    σου , δι᾿ ἧς ἔσωσας ἡμᾶς , ὡς Θεὸς τοῦ παντός. 

    Συναξάριον

    Τῇ ΙΓ´ τοῦ αὐτοῦ μηνός , Μνήμη τῶν Ἐγκαινί‐

    ων τῆς ἁγίας τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν Ἀ‐

     ναστάσεως ,  ἤτοι τοῦ Ναοῦ τῶν ἐν Ἱεροσολύ‐

    μοις φρικτῶν προσκυνημάτων ,  τοῦ Γολγοθᾶ

    καὶ τοῦ Παναγίου Τάφου ,  ἐν ἔτει τριακοσιο‐

    στῷ καὶ τριακοστῷ καὶ πέμπτῳ (335)  τελε‐

    σθέντων. Στίχοι

    Νόμον παλαιὸν Ἰσραὴλ πληρῶν νέος , 

    Ἐγκαινίοις σοι τὸν τάφον τιμᾷ Λόγε. 

    Τύχθη ἀναστάσεως τρισκαιδεκάτῃ καινισμός. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ Ἁγίου Κορνηλίου

    τοῦ Ἑκατοντάρχου ,  Ἀποστολικοῦ ἀνδρὸς ἐν

    ταῖς Πράξεσι τῶν Ἀποστόλων (κεφ.  ι´ )  ἀνα‐

    φερομένου ,  ὑπὸ δὲ τοῦ κορυφαίου Ἀποστό‐λου Πέτρου κατηχηθέντος καὶ Ἐπισκόπου

    Σκεψέων ἢ Σκήψεως τῆς Μοισίας ἀναδει‐

    χθέντος. Στίχοι

    Ζωῆς ἀπίστου Κορνήλιον ἐξάγεις , 

    Πιστῶν ἀπαρχὴν τῶν ἐθνῶν , Χριστέ μου. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ Ἁγίου Ἀριστείδου , 

    Ἀθηναίου Φιλοσόφου ,  Ἀπολογητοῦ καὶ Μάρ‐

    τυρος , ἐν ἔτει ἑκατοστῷ καὶ εἰκοστῷ (120) ἀγ‐χόνῃ τελειωθέντος ,  ἐν τῇ Κοίλῃ ὁδῷ τῶν Ἀ‐

    θηνῶν , παρὰ τὴν Ἀκρόπολιν. Στίχοι

    Ἀριστεὺς ὀφθεὶς ἀθλητῶν , Ἀριστείδη , 

    Κλεινῶν Ἀθηνῶν ἐπορφύρωσας χθόνα. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  Μνήμη τοῦ Ἁγίου Ἐνδόξου

    Μάρτυρος Κρονίδου καὶ τῶν μαθητῶν αὐτοῦ

    Λεοντίου καὶ Σεραπίωνος ,  ἐν τῇ θαλάσσῃ

    βληθέντων καὶ τελειωθέντων ,  ἐν Ἀλεξαν‐

    δρείᾳ κατὰ τὰ ἔτος τριακόσια καὶ τέσσαρα. 

    (+304) 

  • 8/20/2019 2015-09-13_kyr_pro_ypswsews-a-6

    7/14

      7

    Στίχοι

    Ὑπῆρξεν ᾆθλος ἡ θάλασσα καὶ τάφος , 

    Σεραπίωνι  , Kρονίδῃ , Λεοντίῳ. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , οἱ Ἅγιοι Ἔνδοξοι Μάρτυρες , 

    οἱ ἐν τῇ πόλει Τόμι τῆς Σκυθίας , ἥτις ἐστίν ἡ

    σημερινὴ Κωνστάντζα , τὴν καλὴν ὁμολογίαν

    δόντες ἐπὶ τοῦ δυσεβοῦς καὶ διψύχουΛικινίου

    ἐν ἔτει τριακοσιοστῷ καὶ εἰκοστῷ (320), μαρ‐τυρικῶς τελειοῦνται . Ἤτοι·

    Oἱ Ἅγιοι Γορδιανὸς ὁ Παφλαγών , Mακρόβιος

    ὁ Καππαδόκης καὶ Σέλευκος ,  θηρίοις ἐκδο‐

    θέντες τελειοῦνται . Στίχοι

    Tὸν Γορδιανὸν καὶ Σέλευκον θηρίοις , 

    Oἱ θηριώδεις ἐκδιδοῦσιν ἀγρίοις. 

    Ὁ Mακρόβιος τὸν μακρὸν ποθῶν βίον , 

    Θηρῶν ὁδοῦσι τὸν βραχὺν λείπει βίον. 

    Oἱ Ἅγιοι Λουκιανὸς ,  Ἠλεὶ καὶ Ζωτικός ,  ξίφειτελειοῦνται . 

    Στίχοι

    Σὺν Λουκιανῷ Ζωτικὸν στέφους ἔρως , 

    Ἐρᾷν ἐποίει καὶ στεφανοῦντος ξίφους. 

    Λύπῃ παρῆλθεν ὁ πρὶν Ἠλεὶ τὸν βίον , 

    Ἠλεὶ δὲ μάρτυς σὺν χαρᾷ θνήσκει ξίφει . 

    Ὁ Ἅγιος Oὐαλλέριος ( ἢ Oὐαλλεριανὸς)  τῷ

    πόθῳ τῶν Mαρτύρων τελειοῦται . Στίχοι

    Oὐαλλέριος ἐκ πόθου τῶν Mαρτύρων , Θνήσκει πρὸς αὐτῷ τῷ τάφῳ τῶν Mαρτύρων. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , ὁ Ἅγιος Ἔνδοξος Μάρτυς τοῦ

    Χριστοῦ Στράτων ,  ὁ ἐν Νικομηδείᾳ ,  ταῖς κο‐

    ρυφαῖς κέδρων προσδεθεὶς καὶ τούτων ἐκτι‐

     ναχθέντων διαμερισθείς ,  τελειοῦται  ,  ἐν ἔτει

    τριακοσιοστῷ καὶ τετάρτῳ (304). Στίχοι

    Kέδροις ὁ Mάρτυς προσδεθεὶς Στράτων δύω , 

    Eἷς ὢν τὸ σῶμα , δείκνυται μέρη δύω. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , ὁ Ὅσιος Πατὴρ ἡμῶν Πέτρος

    ὁ ἐν τῇ Ἀγρέᾳ ἐν εἰρήνῃ τελειοῦται  , κατὰ τὸν

    Θ´αἰῶνα διαλάμψας. Στίχοι

    Pαγεὶς ὁ Πέτρος τῇ λύσει τοῦ σαρκίου , 

    Πρὸς ἀῤῥαγῆ μετῆλθε τὸν Θεὸν πέτραν. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡ‐

    μῶν Ἱεροθέου τοῦ νέου τοῦ ἐκ Καλαμῶν κα‐

    ταγομένου καὶ ἐν τῇ Ἱερᾷ Μονῇ τῶν Ἰβήρων

    ἀσκήσαντος , τοῦ καὶ Διδασκάλου τοῦ δούλουΓένους χρηματίσαντος ἐν τῇ νήσω τῆς Σκο‐

    πέλου ,  καὶ ἐν τῇ νήσῳ Γιούρα τῆς Ἁλονήσου

    ἐν τέλει κοιμηθέντος ,  ἐν ἔτει χιλιοστῷ ἑπτα‐

    κοσιοστῷ τεσσαρακοστῷ καὶ πέμπτῳ (1745). Στίχοι

    Ἱερόθεε ἱερὸς Θεῷ γίνῃ , 

    Kτείνας τὰ πάθη ἐγκρατείας τοῖς πόνοις. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  μνήμη Ἅγίας Ἐνδόξου μεγα‐

    λομάρτυρος Κετεβάν ,  εὐσεβεστάτης βασι‐λίσσης τῆς Ἰβηρίας ,  ἥτις πολλαῖς βασάνοις

    πρῶτον ὑποβληθεῖσα ,  εἶτα ἀπανθρώπως ἐ‐

    στραγγαλίσθη ὑπὸ τῶν μουσουλμάνων Περ‐

    σῶν ,  ἐν ἔτει χιλιοστῷ ἑξακοσιοστῷ εἱκοστῷ

    καὶ τετάρτῳ. (1624) Στίχοι

    Χριστὸν ποθῶ καὶ τὴν Αὐτοῦ Βασιλείαν , 

    Κετεβὰν κραυγάζουσα ἐστραγγαλίσθη. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  μνήμη τοῦ ὁσίου πατρὸς ἡ‐μῶν Ἰωάννου τοῦ ἐν Πρισλὸπ τῆς Ῥουμανίας

    ἀσκήσαντος. Στίχοι

    Νηστείαις βιοὺς καὶ ἀσκήσεσι πλείστοις , 

    Ἰωάννης εἴληφε καὶ μάρτυρος στέφος. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , μνήμη τῶν ὁσίων πατέρων ἡ‐

    μῶν Κορνηλίου ,  Διονυσίου καὶ Μιχαήλ ,  τῶν

    ἐν Παντὰν Ὄλονετς ἀσκησάντων. Στίχοι

    Οἱ τρεῖς ἀσκηταὶ Τριάδος τῇ δυνάμει  , Τὸν πολυμήχανον ἀπέκτεινον ὄφιν. 

    Τῇ αὐτῇ ἡμέρᾳ ,  Κυριακῇ πρὸ τῆς Ὑψώσεως

    τοῦ Τιμίου Σταυροῦ ,  Σύναξιν ἐπιτελοῦμεν

    πάντων τῶν ἐν Σμύρνῃ καὶ Ἰωνίᾳ Νεομαρτύ‐

    ρων ,  τῶν ἐν τοῖς ἐσχάτοις χαλεποῖς χρόνοις

    (1922)  τραγικῶς τὸ ζῇν ἐκμετρησάντων ,  μετὰ

    τῶν ποιμένων αὐτῶν Χρυσοστόμου Ἐπισκό‐

    που Σμύρνης τοῦ Καλαφάτη , Ἀμβροσίου Μο‐

    σχονησίων τοῦ Πλειανθίδου ,  Γρηγορίου Κυ‐δωνιῶν τοῦ Ὡρολογᾶ , Προκοπίου Ἰκονίου τοῦ

    Λαζαρίδη ,  Εὐθυμίου Ζήλων τοῦ Ἀγριτέλλη , 

    τῶν Ἱερομαρτύρων. Στίχοι

    Τιθεὶς ψυχὴν Χρυσόστομος ὁμοῦ συμμύσταις , 

    λαοῦ καὶ στρατοῦ τε ἀπαρχὴ προσηνέχθη. 

    Πρωτομάρτυς Χρυσόστομος ἀποφράδι ἐτύθη , 

    συνάθλων πληθύος ἑπομένης τῷ πότμῳ. 

    Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις ,  Χριστέ ,  ὁ Θε‐

    ός , ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. 

    * * * 

  • 8/20/2019 2015-09-13_kyr_pro_ypswsews-a-6

    8/14

      8

    ΚΑΤΑΒΑΣΙΑΙτῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ

    ᾨδὴ α´. Ἦχος πλ. δ´. 

    Σταυρὸν χαράξας Μωσῆς ἐπ᾿ εὐθείας ῥάβδῳ , 

    τὴν Ἐρυθρὰν διέτεμε τῷ Ἰσραὴλ πεζεύσαντι·

    τὴν δὲ ἐπιστρεπτικῶς Φαραὼ τοῖς ἅρμασι

    κροτήσας ἥνωσεν ,  ἐπ᾿ εὔρους διαγράψας τὸ

    ἀήττητον ὅπλον· διὸ Χριστῷ ᾄσωμεν , τῷ Θεῷ ἡμῶν , ὅτι δεδόξασται . 

    ᾨδὴ γ´. 

     Ῥάβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβά‐

     νεται· τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα· τῇ

    στειρευούσῃ δὲ πρῴην Ἐκκλησίᾳ νῦν ἐξήνθη‐

    σε ξύλον Σταυροῦ ... 

    ...εἰς κράτος καὶ στερέωμα. 

    ᾨδὴ δ´. 

    Εἰσακήκοα ,  Κύριε ,  τῆς οἰκονομίας σου τὸ μυ‐

    στήριον , κατενόησα τὰ ἔργα σου καὶ ἐδόξασά

    σου τὴν θεότητα. 

    ᾨδὴ ε´. 

    Ὦ  τρισμακάριστον Ξύλον!  ἐν ᾧ ἐτάθη Χρι‐

    στός , ὁ βασιλεὺς καὶ Κύριος· δι᾿ οὗ πέπτωκεν

    ὁ ξύλῳ ἀπατήσας ,  τῷ ἐν σοὶ δελεασθεὶς Θεῷ

    τῷ προσπαγέντι σαρκί  ,  τῷ παρέχοντι τὴν εἰ‐

    ρήνην ταῖς ψυχαῖς ἡμῶν. ᾨδὴ Ϛ´. 

    Νοτίου θηρὸς ἐν σπλάγχνοις παλάμας Ἰωνᾶς

    σταυροειδῶς διεκπετάσας ,  τὸ σωτήριον πά‐

    θος προδιετύπου σαφῶς· ὅθεν τριήμερος ἐκ‐

    δύς ,  τὴν ὑπερκόσμιον ἀνάστασιν ὑπεζωγρά‐

    φησε τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ

    Θεοῦ καὶ τριημέρῳ ἐγέρσει τὸν κόσμον φωτί‐

    σαντος. 

    ᾨδὴ ζ´. Ἔκνοον πρόσταγμα τυράννου δυσσεβοῦς λα‐

    οὺς ἐκλόνησε ,  πνέον ἀπειλῆς καὶ δυσφημίας

    θεοστυγοῦς· ὅμως τρεῖς παῖδας οὐκ ἐδειμάτω‐

    σε θυμὸς θηριώδης , οὐ πῦρ βρόμιον· ἀλλ᾿ ἀν‐

    τηχοῦντι δροσοβόλῳ πνεύματι πυρὶ συνόντες

    ἔψαλλον· Ὁ ὑπερύμνητος τῶν πατέρων καὶ ἡ‐

    μῶν Θεός , εὐλογητὸς εἶ . 

    ᾨδὴ η´. Αἰνοῦμεν , εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. 

    Εὐλογεῖτε , παῖδες , τῆς Τριάδος ἰσάριθμοι  ,  δη‐

    μιουργὸν Πατέρα Θεόν· ὑμνεῖτε τὸν συγκα‐

    ταβάντα Λόγον καὶ τὸ πῦρ εἰς δρόσον μετα‐

    ποιήσαντα· καὶ ὑπερυψοῦτε τὸ πᾶσι ζωὴν πα‐

    ρέχον Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας. 

    ὁ διάκονος· Τ Τ Τ ὴὴὴννν ΘΘΘεεεοοοτ τ τ όόόκκκοοοννν κκκαααὶὶὶ  μ μ μηηητ τ τ έέέ ρ ρ ρααα τ τ τ οοοῦῦῦ φφφωωωτ τ τ όόόςςς  , , ,  ἐἐἐννν ὕὕὕ μ μ μνννοοοιιιςςς τ τ τ ιιι μ μ μῶῶῶννντ τ τ εεεςςς μ μ μεεεγγγαααλλλύύύνννοοο μ μ μεεεννν ... 

    Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ

    Ἦχος πλ. δ´. 

    Στίχ .  α .́  Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον , 

    καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ

    σωτῆρί μου. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέ‐

    ραν ἀσυγκρίτως τῶν Σεραφίμ , τὴν ἀδιαφθό‐

    ρως Θεὸν Λόγον τεκοῦσαν , τὴν ὄντως Θεοτό‐

    κον , σὲ μεγαλύνομεν. 

    Στίχ .  β .́  Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν

    τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μα‐

    καριοῦσί με πᾶσαι αἱ γενεαί . 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... 

    Στίχ .  γ .́ Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός , 

    καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ

    εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐ‐

    τόν. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... 

    Στίχ .  δ .́  Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ , 

    διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας

    αὐτῶν. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... 

    Στίχ . ε.´ Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕ‐

    ψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγα‐

    θῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ .  Ϛ .́  Ἀ ντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ

    μνησθῆναι ἐλέους , καθὼς ἐλάλησε πρὸς τοὺς

    πατέρας ἡμῶν ,  τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι

    αὐτοῦ ἕως αἰῶνος. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... 

    Καταβασία. ᾨδὴ θ .́ 

    Μυστικῶς εἶ Θεοτόκε Παράδεισος ,  ἀγεωργή‐

    τως βλαστήσασα Χριστόν ,  ὑφ᾿ οὗ τὸ τοῦ

    Σταυροῦ ,  ζωηφόρον ἐν γῇ ,  πεφυτούργηται

  • 8/20/2019 2015-09-13_kyr_pro_ypswsews-a-6

    9/14

      9

    δένδρον· δι᾿ οὗ νῦν ὑψουμένου ,  προσκυνοῦν‐

    τες αὐτὸν σὲ μεγαλύνομεν. 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  σ σ σ ὲὲὲ αααἰ ἰ ἰ νννοοοῦῦῦσ σ σ ιιι  πππᾶᾶᾶσ σ σ αααιιι  αααἱ ἱ ἱ  δδδυυυνννάάά μ μ μεεειιιςςς ... ... ... 

    * * * 

    ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

    Ἦχος β´. Ἅ γιος Κύριος ὁ Θεὸς ἡμῶν. 

    Ἅ γιος Κύριος ὁ Θεὸς ἡμῶν. 

    Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυ‐

     νεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ , 

    … ὅτι ἅγιός ἐστιν. 

    Ἀναστάσιμον Ἐξαποστειλάριον Δ´. 

    Ταῖς ἀρεταῖς ἀστράψαντες ,  ἴδωμεν ἐπιστάν‐

    τας ,  ἐν ζωηφόρῳ μνήματι  ,  ἄνδρας ἐν ἀστρα‐

    πτούσαις ,  ἐσθήσεσι Μυροφόροις ,  κλινούσαιςεἰς γῆν ὄψιν· τοῦ οὐρανοῦ δεσπόζοντος , ἔγερ‐

    σιν διδαχθῶμεν ,  καὶ πρὸς ζωήν ,  ἐν μνημείῳ

    δράμωμεν σὺν τῷ Πέτρῳ ,  καὶ τὸ πραχθὲν

    θαυμάσαντες , μείνωμεν Χριστὸν βλέψαι . 

    καὶ τοῦ Μηναίου

    Ἦχος β´. Τοῖς Μαθηταῖς συνέλθωμεν. 

    Μέσον τῆς γῆς ὁ Κύριος ,  καὶ Θεὸς σωτηρίαν , 

    διὰ Σταυροῦ εἰργάσατο , σαρκωθεὶς ἑκουσίως , 

    εἰς ἀνακαίνισιν κόσμου· τάφῳ κατατεθεὶς δέ , τριήμερος ἐγήγερται  ,  καὶ ζωῆς ἀῤῥαβῶνα , 

    τὴν ἑαυτοῦ , προδεικνύει ἔγερσιν , ἧς ἐν πίστει  , 

    τελοῦμεν τὰ ἐγκαίνια ,  τοῦ Θεοῦ σὺν Ἀγγέ‐

    λοις. 

    Θεοτοκίον

    Μετ᾿ εὐφροσύνης κράζομεν ,  σοὶ τὸ Χαῖρε

    Παρθένε· χαῖρε ἀρᾶς ἡ λύτρωσις ,  τοῦ Ἀδὰμ

    καὶ τῆς Εὔας· Χαῖρε δι᾿ ἧς ἀνυψώθη , τῶν βρο‐

    τῶν ἡ οὐσία ,  πρὸς δόξαν ὑπερκόσμιον ,  τοῦΥἱοῦ καὶ Θεοῦ σου· χαῖρε δι᾿ ἧς , ὑπ᾿ Ἀγγέλων

    πάντοτε προσκυνεῖται  ,  ἐν οὐρανοῖς πανύ‐

    μνητε , Θεοτόκε Μαρία. 

    * * * 

    ΑΙΝΟΙ

    Ἦχος πλ. β´. 

    Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν

    Κύριον ἐκ τῶν οὐρανῶν , αἰνεῖτε αὐτὸν ἐν τοῖς

    ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. 

    Αἰνεῖτε αὐτόν ,  πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰ‐

     νεῖτε αὐτόν ,  πᾶσαι αἱ δυνάμεις αὐτοῦ.  Σοὶ

    πρέπει ὕμνος τῷ Θεῷ. 

    Στιχηρὰ Ἀναστάσιμα. Ἦχος πλ. β´. 

    Στίχ .  α .́  Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγρα‐

    πτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. 

    Ὁ  Σταυρός σου Κύριε ,  ζωὴ καὶ ἀνάστασις ,  ὑ‐

    πάρχει τῷ λαῷ σου· καὶ ἐπ᾿ αὐτῷ πεποιθότες , 

    σὲ τὸν ἀναστάντα ,  Θεὸν ἡμῶν ὑμνοῦμεν· ἐ‐

    λέησον ἡμᾶς. 

    Στίχ . β´. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ·

    αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως

    αὐτοῦ. 

    Ἡ ταφή σου Δέσποτα , Παράδεισον ἤνοιξε , τῷ

     γένει τῶν ἀνθρώπων· καὶ ἐκ φθορᾶς λυτρω‐

    θέντες , σὲ τὸν ἀναστάντα , Θεὸν ἡμῶν ὑμνοῦ‐

    μεν· ἐλέησον ἡμᾶς. 

    Στίχ .  γ .́  Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις

    αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς με‐

     γαλωσύνης αὐτοῦ. 

    Σὺν Πατρὶ καὶ Πνεύματι  , Χριστὸν ἀνυμνήσω‐

    μεν τὸν ἀναστάντα ἐκ νεκρῶν ,  καὶ πρὸς αὐ‐

    τὸν ἐκβοῶμεν· Σὺ ζωὴ ὑπάρχεις , ἡμῶν καὶ ἀ‐

     νάστασις· ἐλέησον ἡμᾶς. Αὐτόμελον

    Στίχ .  δ .́  Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰ‐

     νεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. 

    Τριήμερος ἀνέστης Χριστέ ,  ἐκ τάφου καθὼς

     γέγραπται  , συνεγείρας τὸν προπάτορα ἡμῶν·

    διό σε καὶ δοξάζει  ,  τὸ γένος τῶν ἀνθρώπων , 

    καὶ ἀνυμνεῖ σου τὴν ἀνάστασιν. 

    καὶ τῶν Ἐγκαινίων Στιχηρὰ Ἰδιόμελα , γ´ εἰς δ´. 

    Ἦχος δ´. Ἔδωκας σημείωσιν. 

    Στίχ .  ε .́  Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ·

    αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. 

    Σ ήμερον ὁ ἔνθεος ,  καὶ ἱερὸς καὶ σεβάσμιος , 

    τῆς Χριστοῦ Ἀναστάσεως ,  φαιδρῶς ἐγκαινί‐

    ζεται  ,  φωτοφόρος οἶκος· καὶ νέμει ἐν κόσμῳ , 

    Τάφος ὁ θεῖος τὴν ζωήν ,  καὶ ἐμπαρέχει πη‐

     γὴν ἀθάνατον ,  βλυστάνει ῥεῖθρα χάριτος , 

    θαυμάτων βρύει τὰ νάματα ,  καὶ δωρεῖται ἰ‐

    άματα , τοῖς αὐτὸν πίστει μέλπουσιν. 

    Στίχ .  Ϛ .́ Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις·αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ.  Πᾶ‐

    σα πνοὴ αἰνεσάτω τὸν Κύριον. 

  • 8/20/2019 2015-09-13_kyr_pro_ypswsews-a-6

    10/14

      10

    Σ ήμερον ὁ ἔνθεος … 

    Στίχ .  ζ .́  Κύριε ,  ἠγάπησα εὐπρέπειαν οἴκου

    σου , καὶ τόπον σκηνώματος δόξης σου. 

    Ἤστραψεν ἡ ἄνωθεν ,  φωτοφανὴς αἴγλη λά‐

    μπουσα ,  καὶ τὰ πάντα φωτίζουσα· πιστῶς

    οὖν τιμήσωμεν ,  τὴν Χριστοῦ τοῦ Κτίστου ,  ἀ‐

     νάστασιν πάντες ,  καὶ Ἐγκαινίων ἱερῶν ,  τὴν

    ζωηφόρον θείαν πανήγυριν , ἐν ὕμνοις ἑορτά‐

    σωμεν ,  καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν ,  ὅπως

    ἵλεων εὕρωμεν , τὸν Σωτῆρα καὶ Κύριον. 

    Στίχ . η´. Σοί πρέπει ὕμνος , ὁ Θεός , ἐν Σιών , 

    καὶ σοί ἀποδοθήσεται εὐχὴ ἐν Ἱερουσαλήμ. 

    Μέσον γῆς ὑψούμενον ,  προκατιδεῖν ἐφιέμε‐

     νοι  ,  τοῦ Σταυροῦ σκῆπτρον ἅγιον ,  ψυχὰς

    προκαθάρωμεν ,  ἀστραφθῶμεν φρένας ,  φωτὶ

    λαμπρυνθῶμεν ,  καὶ ἐν δυνάμει θεϊκῇ ,  κα‐ταυγασθέντες Χριστὸν ὑμνήσωμεν ,  τῷ ξύλῳ

    τῷ σεπτῷ αὐτοῦ ,  ἁγιασμὸν παρεχόμενον , 

    τοῖς ἐν πίστει γεραίρουσι  ,  καὶ θερμῶς αὐτὸν

    μέλπουσι . 

    Δόξα. Ἑωθινὸν Δ .́ Ἦχος δ .́ 

    Ὄρθρος ἦν βαθύς , καὶ αἱ γυναῖκες ἦλθον ἐπὶ

    τὸ μνῆμά σου Χριστέ· ἀλλὰ τὸ σῶμα οὐχ εὑ‐

    ρέθη ,  τὸ ποθούμενον αὐταῖς· διὸ ἀπορουμέ‐

     ναις ,  οἱ ταῖς ἀστραπτούσαις ἐσθήσεσιν ἐπι‐στάντες.  Τί τὸν ζῶντα ,  μετὰ τῶν νεκρῶν ζη‐

    τεῖτε; ἔλεγον· ἠγέρθη ὡς προεῖπε· τί ἀμνημο‐

     νεῖτε τῶν ῥημάτων αὐτοῦ; Οἷς πεισθεῖσαι  ,  τὰ

    ὁραθέντα ἐκήρυττον· ἀλλ᾿ ἐδόκει λῆρος τὰ

    εὐαγγέλια· οὕτως ἦσαν ἔτι νωθεῖς οἱ Μαθη‐

    ταί· ἀλλ᾿ ὁ Πέτρος ἔδραμε ,  καὶ ἰδὼν ἐδόξασέ

    σου , πρὸς ἑαυτὸν τὰ θαυμάσια. 

    Καὶ νῦν. Θεοτοκίον. 

    Ὑπερευλογημένη ὑπάρχεις ,  Θεοτόκε Παρθέ‐ νε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος ,  ὁ ᾍδης

     ᾐχμαλώτισται  ,  ὁ Ἀδὰμ ἀνακέκληται  ,  ἡ κατά‐

    ρα νενέκρωται  ,  ἡ Εὔα ἠλευθέρωται  ,  ὁ θάνα‐

    τος τεθανάτωται  ,  καὶ ἡμεῖς ἐζωοποιήθημεν·

    διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς

    ὁ Θεὸς ἡμῶν , ὁ οὕτως εὐδοκήσας , δόξα σοι . 

    * * * 

    Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

    Δόξα σοι τῷ δείξαντι τὸ φῶς.  Δόξα ἐν ὑψί‐

    στοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ,  ἐν ἀνθρώποις

    εὐδοκία. 

    Ὑμνοῦμέν σε , εὐλογοῦμέν σε , προσκυνοῦμέν

    σε ,  δοξολογοῦμέν σε ,  εὐχαριστοῦμέν σοι διὰ

    τὴν μεγάλην σου δόξαν. 

    Κύριε βασιλεῦ , ἐπουράνιε Θεέ ,  Πάτερ παντο‐

    κράτορ· Κύριε Υἱὲ μονογενές ,  Ἰησοῦ Χριστέ , 

    καὶ ἅγιον Πνεῦμα. 

    Κύριε ὁ Θεός ,  ὁ ἀμνὸς τοῦ Θεοῦ ,  ὁ Υἱὸς τοῦ

    Πατρός , ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου , ἐ‐

    λέησον ἡμᾶς ,  ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κό‐

    σμου. 

    Πρόσδεξαι τὴν δέησιν ἡμῶν ,  ὁ καθήμενος ἐν

    δεξιᾷ τοῦ Πατρός , καὶ ἐλέησον ἡμᾶς. 

    Ὅτι σὺ εἶ μόνος ἅγιος , σὺ εἶ μόνος Κύριος , Ἰη‐

    σοῦς Χριστός , εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. 

    Καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέ‐

    σω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰ‐

    ῶνα τοῦ αἰῶνος. 

    Καταξίωσον ,  Κύριε ,  ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀνα‐

    μαρτήτους φυλαχθῆναι ἡμᾶς. 

    Εὐλογητὸς εἶ  ,  Κύριε ,  ὁ Θεὸς τῶν πατέρων ἡ‐

    μῶν , καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά

    σου εἰς τοὺς αἰῶνας. Ἀμήν. 

    Γένοιτο ,  Κύριε ,  τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς ,  καθά‐

    περ ἠλπίσαμεν ἐπὶ σέ. 

    Εὐλογητὸς εἶ  , Κύριε· δίδαξόν με τὰ δικαιώμα‐

    τά σου. ( γ´) 

    Κύριε , καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ.  Ἐγὼ εἶπα· Κύριε ,  ἐλέησόν με· ἴασαι

    τὴν ψυχήν μου , ὅτι ἥμαρτόν σοι . 

    Κύριε ,  πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ

    ποιεῖν τὸ θέλημά σου , ὅτι σὺ εἶ ὁ Θεός μου. 

    Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀ‐

    ψόμεθα φῶς. 

    Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. 

    Ἅ γιος ὁ Θεός , ἅγιος ἰσχυρός , ἅγιος ἀθάνατος·ἐλέησον ἡμᾶς. (ἐκ γ´) 

  • 8/20/2019 2015-09-13_kyr_pro_ypswsews-a-6

    11/14

      11

    Δόξα. Καὶ νῦν. 

    Ἅ γιος ἀθάνατος· ἐλέησον ἡμᾶς. 

    καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ·

    Ἅ γιος ὁ Θεός , ἅ γιος ἰσχυρός , ἅ γιος ἀθάνατος·

    ἐλέησον ἡμᾶς. 

    Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος β .́ 

    Ἀ ναστὰς ἐκ τοῦ μνήματος καὶ τὰ δεσμὰ δι‐αῤῥήξας τοῦ ᾅδου ,  ἔλυσας τὸ κατάκριμα τοῦ

    θανάτου ,  Κύριε ,  πάντας ἐκ τῶν παγίδων τοῦ

    ἐχθροῦ ῥυσάμενος· ἐμφανίσας σεαυτὸν τοῖς

    ἀποστόλοις σου ἐξαπέστειλας αὐτοὺς ἐπὶ τὸ

    κήρυγμα καὶ δι᾿ αὐτῶν τὴν εἰρήνην παρέσχες

    τῇ οἰκουμένῃ , μόνε πολυέλεε. 

     ἢ

    τὸ ἕτερον ἀναστάσιμον τροπάριον. Ἦχος δ .́ 

    Σ ήμερον σωτηρία τῷ κόσμῳ γέγονεν· ᾄσω‐μεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς

    ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θά‐

     νατον τὸ νῖκος ἔδωκεν ἡμῖν καὶ τὸ μέγα ἔλε‐

    ος. 

    * * * * * 

    ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝἈντίφωνα τῶν Κυριακῶν

    Ἀντίφωνον Α .́ Ἦχος β .́ (Ψαλμὸς ρβ´) 

    Στίχ .  α .́ Εὐλόγει ἡ ψυχή μου ,  τὸν Κύριον ,  καὶπάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου , Σῶτερ , σῶσον

     ἡμᾶς. 

    Στίχ .  β .́ Εὐλόγει  , ἡ ψυχή μου , τὸν Κύριον ,  καὶμὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσειςαὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 

    Στίχ .  γ .́  Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν

    θρόνον αὐτοῦ ,  καὶ ἡ βασιλεία αὐτοῦ πάντωνδεσπόζει . Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 

    Στίχ . δ .́ Εὐλογεῖτε τὸν Κύριον , πάντα τὰ ἔργααὐτοῦ , ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 

    Δόξα. Καὶ νῦν. 

    Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 

    Ἀντίφωνον Β´. Ἦχος β .́ (Ψαλμὸς ρμε´) 

    Στίχ . α´. Αἴνει  , ἡ ψυχή μου , τὸν Κύριον· αἰνέσωΚύριον ἐν τῇ ζωῇ μου· ψαλῷ τῷ Θεῷ μου ἕωςὑπάρχω. 

    Σῶσον ἡμᾶς , Υἱὲ Θεοῦ , ὁ ἀναστὰς ἐκ νεκρῶν , 

    ψάλλοντάς σοι  , Ἀλληλούϊα. 

    Στίχ .  β .́  Μακάριος ,  οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸςαὐτοῦ , ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐ‐τοῦ. Σῶσον ἡμᾶς , Υἱὲ Θεοῦ , ὁ ἀναστάς ... 

    Στίχ .  γ .́  Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν , τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς. Σῶσον ἡμᾶς , Υἱὲ Θεοῦ , ὁ ἀναστάς ... 

    Στίχ .  δ .́  Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα ,  ὁΘεός σου , Σιών , εἰς γενεὰν καὶ γενεάν. Σῶσον ἡμᾶς , Υἱὲ Θεοῦ , ὁ ἀναστάς ... 

    Δόξα. Καὶ νῦν. 

    Ὁ  μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ ,  ἀθά‐

     νατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν

     ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας

    Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας ,  ἀτρέ‐πτως ἐνανθρωπήσας ,  σταυρωθείς τε ,  Χριστὲ

    ὁ Θεός , θανάτῳ θάνατον πατήσας , εἷς ὢν τῆς

    ἁγίας Τριάδος , συνδοξαζόμενος τῷ Πατρὶ καὶ

    τῷ ἁγίῳ Πνεύματι  , σῶσον ἡμᾶς. 

    Ἀντίφωνον Γ .́ Ἦχος πλ. β´.  (Ψαλμὸς ριζ´) Στίχ .  α .́  Ἐξομολογεῖσθε τῷ Κυρίῳ ,  ὅτι ἀγα‐θός , ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 

    Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος πλ. β´. 

    Ἀ γγελικαὶ δυνάμεις ἐπὶ τὸ μνῆμά σου ,  καὶ οἱφυλάσσοντες ἀπενεκρώθησαν· καὶ ἵστατο

    Μαρία ἐν τῷ τάφῳ , ζητοῦσα τὸ ἄχραντόν σου

    σῶμα.  Ἐσκύλευσας τὸν ᾅδην ,  μὴ πειρασθεὶς

    ὑπ᾿ αὐτοῦ· ὑπήντησας τῇ Παρθένῳ , δωρούμε‐

     νος τὴν ζωήν. Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν , Κύ‐

    ριε δόξα σοι . 

    Στίχ .  β .́ Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι

    τὸν Κύριον ,  ὅτι ἀγαθός ,  ὅτι εἰς τὸν αἰῶνα τὸ

    ἔλεος αὐτοῦ. Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. 

    Στίχ .  γ .́ Αὕτη ἡ ἡμέρα ,  ἣν ἐποίησεν ὁ Κύριος·

    ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. 

    Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. 

    * * * 

  • 8/20/2019 2015-09-13_kyr_pro_ypswsews-a-6

    12/14

      12

    ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ

    Εἰσοδικόν. Ἦχος β´. (ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς , ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν) 

    Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν

    Χριστῷ.  Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ,  ὁ ἀναστὰς ἐκ

     νεκρῶν… 

    … ψάλλοντάς σοι  , Ἀλληλούϊα. 

    * * * 

    Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος πλ. β´. (ψάλλεται ὑπὸ τῶν ἱερέων , ἐὰν τελεῖται συλλείτουργον) 

    Ἀ γγελικαὶ δυνάμεις ἐπὶ τὸ μνῆμά σου ,  καὶ οἱ

    φυλάσσοντες ἀπενεκρώθησαν· καὶ ἵστατο

    Μαρία ἐν τῷ τάφῳ , ζητοῦσα τὸ ἄχραντόν σου

    σῶμα.  Ἐσκύλευσας τὸν ᾅδην ,  μὴ πειρασθεὶς

    ὑπ᾿ αὐτοῦ· ὑπήντησας τῇ Παρθένῳ , δωρούμε‐

     νος τὴν ζωήν. Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν , Κύ‐

    ριε δόξα σοι . 

    Ἀπολυτίκιον τοῦ Σταυροῦ. Ἦχος β .́ 

    Τὸν ζωοποιὸν Σταυρὸν τῆς σῆς ἀγαθότητος , 

    ὃν ἐδωρήσω ἡμῖν τοῖς ἀναξίοις Κύριε ,  σοὶ

    προσάγομεν εἰς πρεσβείαν.  Σῷζε τοὺς βασι‐

    λεῖς καὶ τὴν πόλιν σου ,  εἰρηνεύοντας διὰ τῆς

    Θεοτόκου , μόνε φιλάνθρωπε. 

    Ἀπολυτίκιον τῶν Ἐγκαινίων. Ἦχος δ .́ 

    Ὡς τοῦ ἄνω στερεώματος τὴν εὐπρέπειαν , καὶ τὴν κάτω συναπέδειξας ὡραιότητα ,  τοῦ

    ἁγίου σκηνώματος τῆς δόξης σου Κύριε. Κρα‐

    ταίωσον αὐτὸ εἰς αἰῶνα αἰῶνος ,  καὶ πρόσδε‐

    ξαι ἡμῶν ,  τὰς ἐν αὐτῷ ἀπαύστως προσαγο‐

    μένας σοι δεήσεις ,  πρεσβείαις τῆς Θεοτόκου , 

     ἡ πάντων ζωὴ καὶ ἀνάστασις. 

    Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. 

    Κοντάκιον τῶν Ἐγκαινίων. (ψάλλεται ὑπὸ τῶν ἱερέων , ἐὰν τελῆται συλλείτουργον) 

    Ἦχος δ´. Ἐπεφάνης σήμερον. 

    Οὐρανὸς πολύφωτος ἡ Ἐκκλησία ,  ἀνεδείχθη

    ἅπαντας ,  φωταγωγοῦσα τοὺς πιστούς ,  ἐν ᾧ

    ἑστῶτες κραυγάζομεν· Τοῦτον τὸν οἶκον , στε‐

    ρέωσον Κύριε. 

    * * * 

    ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ

    * * * 

    ΑΠΟΣΤΟΛΟΣτῆς Κυριακῆς πρὸ τῆς Ὑψώσεως 

    (ζήτει τῇ ΚΒ´ Κυριακῇ) 

    Προκείμενον. Ἦχος πλ. β´. (Ψαλμὸς κζ´) 

    Σῶσον , Κύριε , τὸν λαόν σου καὶ εὐλόγησον

    τὴν κληρονομίαν σου. 

    Στίχ . Πρὸς σέ , Κύριε , κεκράξομαι ὁ Θεός μου. 

    Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνά‐ γνωσμα. (Γαλ. στ´ 11‐18) 

    Ἀδελφοί  ,  ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔ‐

     γραψα τῇ ἐμῇ χειρί . Ὅσοι θέλουσιν εὐπροσω‐

    πῆσαι ἐν σαρκί  ,  οὗτοι ἀναγκάζουσιν ὑμᾶς

    περιτέμνεσθαι  ,  μόνον ἵνα μὴ τῷ σταυρῷ τοῦ

    Χριστοῦ διώκωνται . Οὐδὲ γὰρ οἱ περιτεμνόμε‐

     νοι αὐτοὶ νόμον φυλάσσουσιν ,  ἀλλὰ θέλου‐

    σιν ὑμᾶς περιτέμνεσθαι  ,  ἵνα ἐν τῇ ὑμετέρᾳ

    σαρκὶ καυχήσωνται .  Ἐμοὶ δὲ μὴ γένοιτο καυ‐χᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν

    Ἰησοῦ Χριστοῦ ,  δι᾿ οὗ ἐμοὶ κόσμος ἐσταύρω‐

    ται κἀγὼ τῷ κόσμῳ. Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔ‐

    τε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία ,  ἀλλὰ

    καινὴ κτίσις.  Καὶ ὅσοι τῷ κανόνι τούτῳ στοι‐

    χήσουσιν , εἰρήνη ἐπ᾿ αὐτοὺς καὶ ἔλεος , καὶ ἐ‐

    πὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ.  Τοῦ λοιποῦ κόπους

    μοι μηδεὶς παρεχέτω· ἐγὼ γὰρ τὰ στίγματα

    τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ με‐

    τὰ τοῦ πνεύματος ὑμῶν , ἀδελφοί· ἀμήν. 

    Ἀλληλούϊα. ( γ´) 

    Ἦχος α´. (Ψαλμὸς πη´) 

    Στίχ . Ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου. 

    Ἡ γὰρ χείρ μου συναντιλήψεται αὐτῷ. 

    * * * 

    ΕΥΑΓΓΕΛΙΟΝ

    Τῆς Κυριακῆς πρὸ τῆς Ὑψώσεως

    Ἐκ τοῦ κατὰ Ἰωάννην ( γ´ 13‐17) 

    Εἶπεν ὁ Κύριος· Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν ,  εἰ μὴ ὁ

    ἐκ τοῦ οὐρανοῦ καταβάς ,  ὁ υἱὸς τοῦ ἀνθρώπου ,  ὁ ὢν ἐν τῷ

    οὐρανῷ.  Καὶ καθὼς Μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ , 

    οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου ,  ἵνα πᾶς ὁ πι‐

    στεύων εἰς αὐτὸν μὴ ἀπόληται  ,  ἀλλ᾿ ἔχῃ ζωὴν αἰώνιον.  Οὕ‐

    τω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον ,  ὥστε τὸν υἱὸν αὐτοῦ

    τὸν μονογενῆ ἔδωκεν , ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπό‐

    ληται  ,  ἀλλ᾿ ἔχῃ ζωὴν αἰώνιον.  Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς

    τὸν υἱὸν αὐτοῦ εἰς τὸν κόσμον ,  ἵνα κρίνῃ τὸν κόσμον , ἀλλ᾿ ἵ‐

     να σωθῇ ὁ κόσμος δι᾿ αὐτοῦ. 

    Δόξα σοι  , Κύριε , δόξα σοι . 

  • 8/20/2019 2015-09-13_kyr_pro_ypswsews-a-6

    13/14

      13

    * * * Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱ. Χρυσοστόμου

    * * * 

    Εἰς τό· Ἐξαιρέτως… 

    Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν

    Θεοτόκον ,  τὴν ἀειμακάριστον καὶ παναμώ‐

    μητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιω‐

    τέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγ‐κρίτως τῶν Σεραφίμ ,  τὴν ἀδιαφθόρως Θεὸν

    Λόγον τεκοῦσαν , τὴν ὄντως Θεοτόκον , σὲ με‐

     γαλύνομεν. 

    * * * 

    Κοινωνικόν. 

    Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν.  Ἀλλη‐

    λούϊα. 

    Μετὰ τὴν μετάδοσιν. Ἦχος β .́ Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν , ἐλάβομεν Πνεῦ‐

    μα ἐπουράνιον , εὕρομεν πίστιν ἀληθῆ , ἀδιαί‐

    ρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς

    ἔσωσεν. 

    Εἰς τό· Π  Π  Π άάάννντ τ τ οοοτ τ τ εεε  , , ,  νννῦῦῦννν κκκαααὶὶὶ  ἀἀἀεεεί ί ί ……… 

    Ἦχος β´. 

    Ἀμήν ,  Ἀμήν ,  Ἀμήν.  Πληρωθήτω τὸ στόμα ἡ‐

    μῶν αἰνέσεώς σου ,  Κύριε ,  ὅπως ὑμνήσωμεν

    τὴν δόξαν σου ,  ὅτι ἠξίωσας ἡμᾶς τῶν ἁγίωνσου μετασχεῖν μυστηρίων· τήρησον ἡμᾶς ἐν

    τῷ σῷ ἁγιασμῷ ,  ὅλην τὴν ἡμέραν μελετᾶν

    τὴν δικαιοσύνην σου. Ἀλληλούϊα , ἀλληλούϊα , 

    ἀλληλούϊα. 

    Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β .́ 

    Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ

     νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ´) 

    Ἀπόλυσις· ὉὉὉ ἀἀἀνννααασ σ σ τ τ τ ὰὰὰςςς ἐἐἐκκκ νννεεεκκκ ρ ρ ρῶῶῶννν ... ... ...  

    Δι᾿ εὐχῶν... Ἀμήν. 

    * * * * * 

    Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε

    καὶ διανέμεται δωρεὰν

    ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο

    http://akolouthies.wordpress.com 

    Προσφέρεται γιὰ ἰδιωτικὴ χρῆσι. 

    Δὲν ἐπιτρέπεται ἡ ἐμπόρευσί της. 

    Ἀπολυτίκια τῶν συνεορταζομένων Ἁγίων

    Ἕτερον Ἀπολυτίκιον Προεόρτιον. 

    Ἦχος α´. Χορὸς Ἀγγελικός. 

    Τὸ ξύλον τῆς ζωῆς ,  ἡ οὐράνιος κλῖμαξ ,  ὁ ἄ‐

    χραντος Σταυρός ,  ἡ πηγὴ τῶν χαρίτων ,  χερ‐

    σὶν ἐμφανίζεται  ,  Ἱερέων ὑψούμενος.  Δεῦτεἅπαντες ,  ἐν καθαρᾷ τῇ καρδίᾳ ,  προεόρτιον , 

    τούτῳ προσάξωμεν αἶνον ,  Χριστὸν μεγαλύ‐

     νοντες. 

    Ἀπολυτίκιον τοῦ Ἁγίου. 

    Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. 

    Δικαιοσύνης διαπρέπων τοῖς ἔργοις ,  τὸν φω‐

    τισμὸν τῆς εὐσεβείας ἐδέξω ,  καὶ Ἀποστόλων

    σύμπονος ἐδείχθης ἀληθῶς· τούτοις κοινω‐

     νήσας γάρ ,  δι᾿ ἔνθεον καμάτων ,  τοῦ Χριστοῦτὴν σάρκωσιν ,  ἀνέκραξας πᾶσι· μεθ᾿ ὧν δυ‐

    σώπει σῴζεσθαι ἡμᾶς ,  τοὺς σὲ τιμῶντας , 

    παμμάκαρ Κορνήλιε. 

    Ἀπολυτίκιον τοῦ Ἁ