2015-09-13_kyr_pro_ypswsews-b-6

  • Upload
    sakis87

  • View
    213

  • Download
    0

Embed Size (px)

Citation preview

  • 8/20/2019 2015-09-13_kyr_pro_ypswsews-b-6

    1/18

      1

    13 ΣΕΠΤΕMΒΡΙΟΥ 2015 

    Κυριακὴ πρὸ τῆς Ὑψώσεως

    Τὰ Ἐγκαίνια τῆς Χριστοῦ Ἀναστάσεως , Κορνηλίου Ἑκατοντάρχου , Ἀριστείδου Φιλοσόφου

    Ἦχος πλ. β´. Ἑωθινὸν Δ .́ 

    * * * * * 

    ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

    Μετὰ τὸν Ἑξάψαλμον , Συναπτὴ μεγάλη , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  πππ ρ ρ ρέέέπππεεειιι  σ σ σ οοοιιι  πππᾶᾶᾶσ σ σ ααα δδδόόόξ ξ ξ ααα ... ... ... 

    Ἦχος πλ. β´. 

    Θεὸς Κύριος , καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. 

    Στίχ . α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ , ὅτι ἀγαθός , ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 

    Θεὸς Κύριος , καὶ ἐπέφανεν ἡμῖν... 

    Στίχ . β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με , καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. 

    Θεὸς Κύριος , καὶ ἐπέφανεν ἡμῖν... Στίχ . γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη , καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 

    Θεὸς Κύριος , καὶ ἐπέφανεν ἡμῖν... 

    ΑΠΟΛΥΤΙΚΙΑ

    Τὸ Ἀναστάσιμον. Ἦχος πλ. β´. 

    Ἀ γγελικαὶ δυνάμεις ἐπὶ τὸ μνῆμά σου ,  καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν· καὶ ἵστατο Μαρία

    ἐν τῷ τάφῳ , ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾅδην , μὴ πειρασθεὶς ὑπ᾿ αὐτοῦ· ὑ‐

    πήντησας τῇ Παρθένῳ , δωρούμενος τὴν ζωήν. Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν , Κύριε δόξα σοι . 

    Δόξα. 

    Ἀπολυτίκιον τῶν Ἐγκαινίων. Ἦχος δ .́ Ὡς τοῦ ἄνω στερεώματος τὴν εὐπρέπειαν ,  καὶ τὴν κάτω συναπέδειξας ὡραιότητα ,  τοῦ ἁγίου

    σκηνώματος τῆς δόξης σου Κύριε. Κραταίωσον αὐτὸ εἰς αἰῶνα αἰῶνος , καὶ πρόσδεξαι ἡμῶν , τὰς

    ἐν αὐτῷ ἀπαύστως προσαγομένας σοι δεήσεις ,  πρεσβείαις τῆς Θεοτόκου ,  ἡ πάντων ζωὴ καὶ ἀ‐

     νάστασις. 

    Καὶ νῦν. 

    Τοῦ Σταυροῦ. Ἦχος β .́ 

    Τὸν ζωοποιὸν Σταυρὸν τῆς σῆς ἀγαθότητος ,  ὃν ἐδωρήσω ἡμῖν τοῖς ἀναξίοις Κύριε ,  σοὶ προσά‐

     γομεν εἰς πρεσβείαν. Σῷζε τοὺς βασιλεῖς καὶ τὴν πόλιν σου , εἰρηνεύοντας διὰ τῆς Θεοτόκου , μό‐

     νε φιλάνθρωπε. 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  σ σ σ ὸὸὸννν τ τ τ ὸὸὸ κκκ ρ ρ ράάάτ τ τ οοοςςς ... ... ... 

    * * * 

    ΚΑΘΙΣΜΑΤΑΜετὰ τὴν α´ Στιχολογίαν

    Ἀναστάσιμον. Ἦχος πλ. β´. 

    Τοῦ τάφου ἀνεῳγμένου , τοῦ ᾅδου ὀδυρομένου , ἡ Μαρία ἐβόα , πρὸς τοὺς κεκρυμμένους Ἀποστό‐

    λους· Ἐξέλθετε οἱ τοῦ ἀμπελῶνος ἐργάται  ,

     κηρύξατε τὸν τῆς ἀναστάσεως λόγον· Ἀνέστη ὁ Κύρι‐ος , παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. 

    Δόξα. 

  • 8/20/2019 2015-09-13_kyr_pro_ypswsews-b-6

    2/18

      2

    Κύριε , παρίστατο τῷ τάφῳ σου , Μαρία ἡ Μαγδαληνή , καὶ ἔκλαιε βοῶσα , καὶ κηπουρόν σε νομί‐

    ζουσα ἔλεγε· Ποῦ ἔθηκας τὴν αἰώνιον ζωήν; ποῦ ἔκρυψας τὸν ἐπὶ θρόνου Χερουβίμ; οἱ γὰρ τοῦ‐

    τον φυλάσσοντες , ἀπὸ τοῦ φόβου ἀπενεκρώθησαν· ἢ τὸν Κύριόν μου δότε μοι  , ἢ σὺν ἐμοὶ κραυ‐

     γάσατε· Ὁ ἐν νεκροῖς , καὶ τοὺς νεκροὺς ἀναστήσας , δόξα σοι . 

    Καὶ νῦν. τῶν Ἐγκαινίων

    Ἦχος δ´. Ταχὺ προκατάλαβε. 

    Τὰ πάντα ἐφώτισε τῇ παρουσίᾳ Χριστός· τὸν κόσμον ἀνεκαίνισε Πνεύματι θείῳ αὑτοῦ· ψυχαὶ ἐγ‐καινίζονται . Οἶκος γὰρ ἀνετέθη , νῦν εἰς δόξαν Κυρίου , ἔνθα καὶ ἐγκαινίζει  , τῶν πιστῶν τὰς καρ‐

    δίας , Χριστὸς ὁ Θεὸς ἡμῶν , εἰς σωτηρίαν βροτῶν. 

    Μετὰ τὴν β´ Στιχολογίαν

    Ἦχος πλ. β´. 

    Ἡ ζωὴ ἐν τῷ τάφῳ ἀνέκειτο , καὶ σφραγὶς ἐν τῷ λίθῳ ἐπέκειτο· ὡς βασιλέα ὑπνοῦντα , στρατιῶ‐

    ται ἐφύλαττον Χριστόν· καὶ τοὺς ἐχθροὺς αὐτοῦ , ἀορασίᾳ πατάξας , ἀνέστη ὁ Κύριος. 

    Δόξα. 

    Προϊστορεῖ ὁ Ἰωνᾶς τὸν τάφον σου , καὶ ἑρμηνεύει Συμεὼν τὴν ἔγερσιν , τὴν ἔνθεον ἀθάνατε Κύ‐

    ριε· κατέβης γὰρ ὡσεὶ νεκρὸς ἐν τῷ τάφῳ , ὁ λύσας ᾅδου τὰς πύλας· ἀνέστης δὲ ἄνευ φθορᾶς , ὡςΔεσπότης τοῦ κόσμου εἰς σωτηρίαν , Χριστὲ ὁ Θεὸς ἡμῶν , φωτίσας τοὺς ἐν σκότει . 

    Καὶ νῦν. τῶν Ἐγκαινίων

    Ἦχος δ´. Ταχὺ προκατάλαβε. 

    Ἑόρτιος σήμερον τῶν Ἐγκαινίων πιστοί  ,  ἡμέρα κατέλαβε ,  τὴν ἐκλογὴν τοῦ Χριστοῦ ,  ἡμᾶς καὶ

    προτρέπεται  ,  πάντας ἐγκαινισθῆναι  ,  καὶ φαιδρῷ τῷ προσώπῳ ,  ᾄσματα τῷ Δεσπότῃ ,  ἐκ μυχοῦ

    τῆς καρδίας , ᾆσαι πιστῶς ὡς λυτρωτῇ , καὶ ἡμᾶς ἐγκαινίζοντι . 

    * * * 

    ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑἮχος πλ. α´. 

    Εὐλογητὸς εἶ  , Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 

    Τῶν ἀγγέλων ὁ δῆμος κατεπλάγη ὁρῶν σε ἐν νεκροῖς λογισθέντα , τοῦ θανάτου δέ , Σωτήρ , τὴν ἰ‐

    σχὺν καθελόντα καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα καὶ ἐξ ᾅδου πάντας ἐλευθερώσαντα. 

    Εὐλογητὸς εἶ  , Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 

    Τί τὰ μύρα συμπαθῶς τοῖς δάκρυσιν ,  ὦ μαθήτριαι  ,  κιρνᾶτε;  ὁ ἀστράπτων ἐν τῷ τάφῳ ἄγγελος

    προσεφθέγγετο ταῖς μυροφόροις· Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ

    μνήματος. 

    Εὐλογητὸς εἶ  , Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 

    Λίαν πρωῒ μυροφόροι ἔδραμον πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλ᾿ ἐπέστη πρὸς αὐτὰς ὁ

    ἄγγελος καὶ εἶπε· Θρήνου ὁ καιρὸς πέπαυται· μὴ κλαίετε· τὴν ἀνάστασιν δὲ ἀποστόλοις εἴπατε. 

    Εὐλογητὸς εἶ  , Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 

    Μυροφόροι γυναῖκες μετὰ μύρων ἐλθοῦσαι πρὸς τὸ μνῆμά σου , Σῶτερ , ἐνηχοῦντο ἀγγέλου πρὸς

    αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν τὸν ζῶντα λογίζεσθε;  ὡς Θεὸς γὰρ ἐξανέστη τοῦ μνήμα‐

    τος. 

    Δόξα. 

    Προσκυνοῦμεν Πατέρα καὶ τὸν τούτου Υἱόν τε καὶ τὸ ἅγιον Πνεῦμα , τὴν ἁγίαν Τριάδα ἐν μιᾷ τῇοὐσίᾳ , σὺν τοῖς Σεραφεὶμ κράζοντες τὸ Ἅγιος , Ἅγιος , Ἅγιος εἶ  , Κύριε. 

  • 8/20/2019 2015-09-13_kyr_pro_ypswsews-b-6

    3/18

      3

    Καὶ νῦν. 

    Ζωοδότην τεκοῦσα ,  ἐλυτρώσω ,  Παρθένε ,  τὸν Ἀδὰμ ἁμαρτίας· χαρμονὴν δὲ τῇ Εὔᾳ ἀντὶ λύπης

    παρέσχες· ῥεύσαντα ζωῆς , ἴθυνε πρὸς ταύτην δὲ ὁ ἐκ σοῦ σαρκωθεὶς Θεὸς καὶ ἄνθρωπος. 

    Ἀλληλούϊα , ἀλληλούϊα , ἀλληλούϊα· δόξα σοι ὁ Θεός. ( γ´) 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  ηηηὐὐὐλλλόόόγγγηηητ τ τ αααί ί ί  ΣΣΣοοουυυ ... ... ...  

    * * * 

    ΥΠΑΚΟΗ , ΑΝΑΒΑΘΜΟΙ , ΠΡΟΚΕΙΜΕΝΟΝἩ Ὑπακοή. Ἦχος πλ. β´. 

    Τῷ ἑκουσίῳ καὶ ζωοποιῷ σου θανάτῳ Χριστέ , πύλας τοῦ ᾅδου συντρίψας ὡς Θεός , ἤνοιξας ἡμῖν

    τὸν πάλαι Παράδεισον· καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν , ἐῤῥύσω ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν. 

    οἱ Ἀναβαθμοί . Ἦχος πλ. β´. Ἀντίφωνον Α´. 

    Ἐ ν τῷ οὐρανῷ τοὺς ὀφθαλμούς μου αἴρω , πρὸς σὲ Λόγε· οἴκτειρόν με , ἵνα ζῶ σοι . 

    Ἐλέησον ἡμᾶς τοὺς ἐξουθενημένους , καταρτίζων εὔχρηστα , σκεύη σου Λόγε. 

    Δόξα. Καὶ νῦν. Ἁ γίῳ Πνεύματι  ,  πανσωστικὴ αἰτία· εἴ τινι τοῦτο κατ᾿ ἀξίαν πνεύσει  ,  τάχει ἐξαίρει τῶν τῆς γῆς , 

    πτεροῖ  , αὔξει  , τάττει ἄνω. Ἀντίφωνον Β´. 

    Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν , οὐδεὶς ἡμῶν ἀντισχεῖν ἠδύνατο , ἐχθροῦ πάλαισμα· οἱ νικῶντες γὰρ

    ἔνθεν ὑψοῦνται . 

    Τοῖς ὀδοῦσιν αὐτῶν , μή μου ληφθήτω ἡ ψυχή , ὡς στρουθίον Λόγε· οἴμοι ! πῶς μέλλω τῶν ἐχθρῶν

    ῥυσθῆναι  , φιλαμαρτήμων ὑπάρχων; 

    Δόξα. Καὶ νῦν. 

    Ἁ γίῳ Πνεύματι  ,  ἐνθέωσις τοῖς πᾶσιν ,  εὐδοκία σύνεσις ,  εἰρήνη καὶ ἡ εὐλογία· ἰσουργὸν γὰρ τῷΠατρί ἐστι καὶ Λόγῳ. 

    Ἀντίφωνον Γ´. 

    Οἱ πεποιθότες ἐπὶ Κύριον , ἐχθροῖς φοβεροί  , καὶ πᾶσι θαυμαστικοί· ἄνω γὰρ ὁρῶσιν. 

    Ἐ ν ἀνομίαις χεῖρας αὐτῶν , ὁ τῶν δικαίων κλῆρος , ἐπίκουρόν σε ἔχων , Σῶτερ οὐκ ἐκτείνει . 

    Δόξα. Καὶ νῦν. 

    Ἁ γίῳ Πνεύματι  ,  τὸ κράτος ἐπὶ πάντων· ὅπερ αἱ ἄνω στρατηγίαι προσκυνοῦσι  ,  σὺν πάσῃ πνοῇ

    τῶν κάτω. 

    Προκείμενον. 

    Κύριε , ἐξέγειρον τὴν δυναστείαν σου , καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς. (δίς) 

    Στίχ . Ὁ ποιμαίνων Ἰσραήλ , πρόσχες , ὁ ὁδηγῶν ὡσεὶ πρόβατα τὸν Ἰωσήφ. 

    Κύριε , ἐξέγειρον τὴν δυναστείαν σου... 

    * * * 

    ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥὁ διάκονος· Τ Τ Τ οοοῦῦῦ Κ Κ Κ υυυ ρ ρ ρί ί ί οοουυυ δδδεεεηηηθθθῶῶῶ μ μ μεεεννν ... 

    Κύριε , ἐλέησον. ὁ ἱερεύς· ὍὍὍτ τ τ ιιι  ἅἅἅγγγιιιοοοςςς εεεἶ ἶ ἶ  , , ,  ὁὁὁ ΘΘΘεεεὸὸὸςςς ἡἡἡ μ μ μῶῶῶννν  , , ,  ... ... ... 

    Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. 

    Αἰνεσάτω πνοὴ… πᾶσα τὸν Κύριον. 

  • 8/20/2019 2015-09-13_kyr_pro_ypswsews-b-6

    4/18

      4

    ὁ διάκονος· Κ Κ Κ αααὶὶὶ  ὑὑὑπππὲὲὲ ρ ρ ρ τ τ τ οοοῦῦῦ κκκααατ τ τ αααξ ξ ξ ιιιωωωθθθῆῆῆννναααιιι  ἡἡἡ μ μ μᾶᾶᾶςςς τ τ τ ῆῆῆςςς ἀἀἀκκκ ρ ρ ροοοάάάσ σ σ εεεωωωςςς τ τ τ οοοῦῦῦ ἁἁἁγγγί ί ί οοουυυ ΕΕΕὐὐὐαααγγγγγγεεελλλί ί ί οοουυυ Κ Κ Κ ύύύ ρ ρ ριιιοοοννν τ τ τ ὸὸὸννν ΘΘΘεεεὸὸὸννν ἡἡἡ‐‐‐

     μ μ μῶῶῶννν ἱ ἱ ἱ κκκεεετ τ τ εεεύύύσ σ σ ωωω μ μ μεεεννν ... 

    Κύριε , ἐλέησον. ( γ´) ὁ διάκονος· ΣΣΣοοοφφφί ί ί ααα···  ὀὀὀ ρ ρ ρθθθοοοί ί ί ···  ἀἀἀκκκοοούύύσ σ σ ωωω μ μ μεεεννν τ τ τ οοοῦῦῦ ἁἁἁγγγί ί ί οοουυυ ΕΕΕὐὐὐαααγγγγγγεεελλλί ί ί οοουυυ ...  ὁ ἱερεύς· ΕΕΕἰ ἰ ἰ  ρ ρ ρήήήνννηηη πππᾶᾶᾶσ σ σ ιιι ... 

    Καὶ τῷ Πνεύματί σου. ὁ ἱερεύς·  Ἐ Ἐ Ἐκκκ τ τ τ οοοῦῦῦ κκκααατ τ τ ὰὰὰ Λ Λ Λοοουυυκκκᾶᾶᾶννν ἁἁἁγγγί ί ί οοουυυ ΕΕΕὐὐὐαααγγγγγγεεελλλί ί ί οοουυυ τ τ τ ὸὸὸ ἀἀἀνννάάάγγγνννωωωσ σ σ  μ μ μααα ...  

    ὁ διάκονος· Π  Π  Π  ρ ρ ρόόόσ σ σ  χ  χ  χ ωωω μ μ μεεεννν...

      Δόξα σοι  , Κύριε , δόξα σοι . 

    ὁ Ἱερεὺς ἀναγινώσκει τὸ ἐνδιάτακτον ἑωθινὸν Εὐαγγέλιον

    Ἑωθινὸν Δ´

    Ἐκ τοῦ κατὰ Λουκᾶν(κδ´ 1‐12) 

    Τ ῇ μιᾷ τῶν σαββάτων ὄρθρου βαθέος ἦλθον γυναῖκες ἐπὶ τὸ μνῆμα φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα , καί τινες σὺν αὐταῖς. Εὗ‐

    ρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου , καὶ εἰσελθοῦσαι οὐχ εὗρον τὸ σῶμα τοῦ Κυρίου Ἰησοῦ. Καὶ ἐγένετο ἐν τῷ

    διαπορεῖσθαι αὐτὰς περὶ τούτου καὶ ἰδοὺ ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν ἐσθήσεσιν ἀστραπτούσαις .  Ἐμφόβων δὲ γενομένων

    αὐτῶν καὶ κλινουσῶν τὸ πρόσωπον εἰς τὴν γῆν εἶπον πρὸς αὐτάς· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; Οὐκ ἔστιν ὧδε , ἀλλ᾿ ἠ‐

     γέρθη· μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ , λέγων ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι εἰς χεῖρας ἀνθρώ‐

    πων ἁμαρτωλῶν καὶ σταυρωθῆναι  , καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι . Καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ , καὶ ὑποστρέψασαι ἀπὸτοῦ μνημείου ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσι τοῖς λοιποῖς . Ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία

    Ἰακώβου καὶ αἱ λοιπαὶ σὺν αὐταῖς , αἳ ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα. Καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα

    αὐτῶν , καὶ ἠπίστουν αὐταῖς. Ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον , καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα , καὶ

    ἀπῆλθε πρὸς ἑαυτὸν θαυμάζων τὸ γεγονός. 

    Δόξα σοι  , Κύριε , δόξα σοι . 

    ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης·

    Ἀ νάστασιν Χριστοῦ θεασάμενοι  ,  προσκυνήσωμεν ἅγιον Κύριον Ἰησοῦν ,  τὸν μόνον ἀναμάρτη‐

    τον. Τὸν σταυρόν σου , Χριστέ , προσκυνοῦμεν καὶ τὴν ἁγίαν σου ἀνάστασιν ὑμνοῦμεν καὶ δοξά‐

    ζομεν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν , ἐκτός σου ἄλλον οὐκ οἴδαμεν , τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πά‐

     ντες οἱ πιστοὶ προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν· ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυ‐

    ροῦ χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον , ὑμνοῦμεν τὴν ἀνάστασιν αὐ‐

    τοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι᾿ ἡμᾶς , θανάτῳ θάνατον ὤλεσεν. 

    οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον 

    Ἦχος β´. 

    Ἐλεῆμον , Ἐλέησόν με , ὁ Θεός , κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐ‐

    ξάλειψον τὸ ἀνόμημά μου. 

    Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. 

    Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω , καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. 

    Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα , ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου

    καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. 

    Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην , καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. 

    Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας , τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι . 

     Ῥαντιεῖς με ὑσσώπῳ , καὶ καθαρισθήσομαι· πλυνεῖς με , καὶ ὑπὲρ χιόνα λευκανθήσομαι . 

    Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. 

    Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. 

    Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί  , ὁ Θεός , καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. 

  • 8/20/2019 2015-09-13_kyr_pro_ypswsews-b-6

    5/18

      5

    Μ ὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου , καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. 

    Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου , καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. 

    Διδάξω ἀνόμους τὰς ὁδούς σου , καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι . 

     Ῥῦσαί με ἐξ αἱμάτων , ὁ Θεός , ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιο‐

    σύνην σου. 

    Κύριε , τὰ χείλη μου ἀνοίξεις , καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι  , εἰ ἠθέλησας θυσίαν , ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. 

    Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς

    οὐκ ἐξουδενώσει . 

    Ἀ γάθυνον , Κύριε , ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών , καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. 

    Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης , ἀναφορὰν καὶ ὁλοκαυτώματα. 

    Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Καὶ ἐλέησόν με , ὁ Θεός. 

    Δόξα. Ταῖς τῶν Ἀποστόλων πρεσβείαις , ἐλεῆμον , ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. 

    Καὶ νῦν. 

    Ταῖς τῆς Θεοτόκου πρεσβείαις , ἐλεῆμον , ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. 

    Καὶ τὸ πεντηκοστάριον. Ἦχος ὁ αὐτός. 

    Στίχ . Ἐλέησόν με , ὁ Θεός , κατὰ τὸ μέγα ἔλεός σου , καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψοντὸ ἀνόμημά μου. 

    Ἀ ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου , καθὼς προεῖπεν , ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. 

    ΣΣΣῶῶῶσ σ σ οοοννν  , , ,  ὁὁὁ ΘΘΘεεεόόόςςς  , , ,  τ τ τ ὸὸὸννν λλλαααόόόννν ΣΣΣοοουυυ ... ... ...  Κύριε , ἐλέησον. (ιβ´)  Ἐ Ἐ Ἐλλλέέέεεειιι  κκκαααὶὶὶ  οοοἰ ἰ ἰ κκκτ τ τ ιιι ρ ρ ρ μ μ μοοοῖ ῖ ῖ ςςς ... ... ...  Ἀμήν. 

    * * * 

    ΟΙ ΚΑΝΟΝΕΣὁ Ἀναστάσιμος , ὁ Προεόρτιος τοῦ Σταυροῦ καὶ ὁ τῶν Ἐγκαινίων

    ᾨδὴ α´. ὁ Ἀναστάσιμος εἰς δ´

    (ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ) 

    Ἦχος πλ. β´. Ὁ Εἱρμός. 

    Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ , ἐν ἀβύσσῳ ἴχνεσι  , τὸν διώκτην Φαραώ , καθορῶν ποντούμενον

    Θεῷ , ἐπινίκιον ᾠδήν , ἐβόα ᾄσωμεν. 

    Στίχ . Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου , Κύριε. Ἐκτεταμέναις παλάμαις ἐπὶ Σταυροῦ , πατρικῆς ἐπλήρωσας , εὐδοκίας ἀγαθέ , Ἰησοῦ τὰ σύμπαν‐

    τα· διό , ἐπινίκιον ᾠδήν , σοὶ πάντες ᾄδομεν. 

    Στίχ . Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου , Κύριε. 

    Φόβῳ σοι ὡς θεραπαινὶς ἡ τελευτή ,  προσταχθεῖσα πρόσεισι  ,  τῷ Δεσπότῃ τῆς ζωῆς ,  δι᾿ αὐτῆς

    βραβεύοντι ἡμῖν , ἀτελεύτητον ζωήν , καὶ τὴν ἀνάστασιν. Θεοτοκίον

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Τὸν ἑαυτῆς δεξαμένη δημιουργόν , ὡς αὐτὸς ἠθέλησεν , ἐξ ἀσπόρου σου γαστρός , ὑπὲρ νοῦν σαρ‐

    κούμενον Ἁγνή , τῶν κτισμάτων ἀληθῶς , ἐδείχθης Δέσποινα. 

    Κανὼν ὁ Προεόρτιος , οὗ ἡ Ἀκροστιχὶς κατὰ Ἀλφάβητον , ἄνευ τῶν Θεοτοκίων. Γερμανοῦ. 

  • 8/20/2019 2015-09-13_kyr_pro_ypswsews-b-6

    6/18

      6

    Ἦχος δ´. Τριστάτας κραταιούς. 

    Στίχ . Δόξα τῇ Ἁγίᾳ Σταυρώσει σου , Κύριε. 

    Ἀ γάλλου οὐρανὲ καὶ ἡ γῆ εὐφραινέσθω , ὁ πανάγιος Σταυρός , προέρχεται ἡμᾶς , ἁγιάζων ἐν χά‐

    ριτι  , τοῦτον κατασπαζομένους , ὡς πηγὴν ἁγιάσματος , καὶ τῆς πάντων θεώσεως αἴτιον. 

    Στίχ . Δόξα τῇ Ἁγίᾳ Σταυρώσει σου , Κύριε. 

    Βαδίζειν εὐσεβῶς τὴν οὐράνιον τρίβον ,  ἐνδυνάμωσον ἡμᾶς ,  πανάγιε Σταυρὲ τοὺς πιστῶς προ‐

    σκυνοῦντάς σε , ὅπως τὰ τῶν ἐναντίων ἀποκλίναντες βάραθρα κοινωνοὶ θείας δόξης γενώμεθα. 

    Στίχ . Δόξα τῇ Ἁγίᾳ Σταυρώσει σου , Κύριε. 

    Γ νωστοὶ τῷ Ποιητῇ , διὰ σοῦ γεγονότες , πανσεβάσμιε Σταυρέ , καρδίᾳ καὶ ψυχῇ , προσπτυσσόμε‐

    θα πάντοτε , σὲ προκείμενον ὁρῶντες , καὶ τὸν νοῦν φωτιζόμεθα , τὸν παναίτιον Λόγον δοξάζον‐

    τες. Θεοτοκίον

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Ἡ πόλις τοῦ Θεοῦ , τὸ τοῦ παμβασιλέως , θεοδόχον εὐαγὲς κειμήλιον σεπτόν , Θεοτόκε πανάμω‐

    με , φρούρησον τὴν κληρουχίαν , τὴν ἀεὶ εὐφημοῦσάν σε , καὶ γεραίρουσαν πίστει τὸν τόκον σου. 

    Κανὼν τῶν Ἐγκαινίων

    Ἰωάννου Μοναχοῦ

    Ἦχος δ´. Θαλάσσης , τὸ ἐρυθραῖον. 

    Στίχ . Δόξα σοι  , ὁ Θεὸς ἡμῶν , δόξα σοι . 

    Ὁ στύλῳ καθοδηγῶν τὸ πρότερον τὸν ἐκλεκτὸν Ἰσραήλ , διὰ λουτροῦ βαπτίσματος Χριστέ , ἐν Σι‐

    ὼν κατεφύτευσας τὴν Ἐκκλησίαν κράζουσαν· Ἄσωμεν ᾆσμα τῷ Θεῷ ἡμῶν. 

    Στίχ . Δόξα σοι  , ὁ Θεὸς ἡμῶν , δόξα σοι . 

    Σ ήμερον , τῆς ἀπροσίτου δόξης σου , ἡ ἐπιφοίτησις , τὸν ἐπὶ γῆς παγέντα σοι ναόν , οὐρανὸν κατε‐

    σκεύασεν , ἐν ᾧ συμφώνως ψάλλομεν· Ἄσωμεν ᾆσμα τῷ Θεῷ ἡμῶν. 

    Δόξα. 

    Οὐ νόμῳ , ἡ Ἐκκλησία Κύριε , ἐγκαλλωπίζεται  , οὐ δουλικῶν ἐκτάσεσι χειρῶν , τοῦ Σταυροῦ δὲ τῇ

    χάριτι  , ἐγκαυχωμένη ψάλλει σοι· Ἄσωμεν ᾆσμα τῷ Θεῷ ἡμῶν. 

    Καὶ νῦν. Θεοτοκίον

    Ἀσπόρως ,  τῷ τοῦ Πατρὸς βουλήματι  ,  ἐκ θείου Πνεύματος ,  τὸν τοῦ Θεοῦ συνείληφας Υἱόν ,  καὶ

    σαρκὶ ἀπεκύησας , τὸν ἐκ Πατρὸς ἀμήτορα , καὶ δι᾿ ἡμᾶς ἐκ σοῦ ἀπάτορα. 

    ᾨδὴ γ´. ὁ Ἀναστάσιμος 

    Ἦχος πλ. β´. Ὁ Εἱρμός. Οὐκ ἔστιν ἅγιος ὡς σύ , Κύριε ὁ Θεός μου , ὁ ὑψώσας τὸ κέρας , τῶν πιστῶν σου ἀγαθέ , καὶ στερε‐

    ώσας ἡμᾶς , ἐν τῇ πέτρᾳ , τῆς ὁμολογίας σου. 

    Στίχ . Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου , Κύριε. 

    Θεὸν σταυρούμενον σαρκί  , καθορῶσα ἡ κτίσις , διελύετο φόβῳ· ἀλλὰ τῇ συνεκτικῇ , παλάμῃ τοῦ

    δι᾿ ἡμᾶς , σταυρωθέντος , κραταιῶς συνείχετο. 

    Στίχ . Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου , Κύριε. 

    Θανάτῳ θάνατος λυθείς ,  κεῖται δείλαιος ἄπνους· τῆς ζωῆς γὰρ μὴ φέρων ,  τὴν ἔνθεον προσβο‐

    λήν , νεκροῦται ὁ ἰσχυρός , καὶ δωρεῖται  , πᾶσιν ἡ ἀνάστασις. 

    Θεοτοκίον

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

  • 8/20/2019 2015-09-13_kyr_pro_ypswsews-b-6

    7/18

      7

    Τοῦ θείου τόκου σου Ἁγνή , πᾶσαν φύσεως τάξιν , ὑπερβαίνει τὸ θαῦμα· Θεὸν γὰρ ὑπερφυῶς , συ‐

     νέλαβες ἐν γαστρί  , καὶ τεκοῦσα , μένεις ἀειπάρθενος. 

    ὁ Προεόρτιος

    Ἦχος δ´. Οὐκ ἐν σοφίᾳ. 

    Στίχ . Δόξα τῇ Ἁγίᾳ Σταυρώσει σου , Κύριε. 

    Δόξαν Χριστοῦ σε , χρηματίσαντα πίστει δοξάζομεν , δοξαζόμενοι ταῖς σαῖς , δεδοξασμένε Κυρίου

    Σταυρέ , σεπταῖς περιπτύξεσι  , καὶ φωτιζόμενοι . 

    Στίχ . Δόξα τῇ Ἁγίᾳ Σταυρώσει σου , Κύριε. 

    Ἐ ν εὐφροσύνῃ ,  προσελθόντες πιστοὶ ἀρυσώμεθα ,  ὡς ἐκ κρήνης καθαρᾶς Σταυροῦ ,  ἀείζωα νά‐

    ματα , καὶ διασῳζόμενοι  , Θεὸν ὑμνήσωμεν. 

    Στίχ . Δόξα τῇ Ἁγίᾳ Σταυρώσει σου , Κύριε. 

    Ζωὴ ὑπάρχων ,  Ἰησοῦς κρεμασθεὶς τεθανάτωται  ,  ἐπὶ ξύλου τοῦ Σταυροῦ ,  ὃν νῦν πιστῶς προσ‐

    πτυσσόμενοι  , πάθη ἀποφεύγομεν , θανάτου πρόξενα. 

    Θεοτοκίον

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Ἐπιφανεῖσα ,  τῆς ψυχῆς μου τὸ σκότος ἀπέλασον ,  ἁμαρτίας τὰς σειράς ,  ἁγνὴ Παρθένε διάῤῥη‐ξον , σῶσόν με κυήσασα , τὸν Πανοικτίρμονα. 

    καὶ τῶν Ἐγκαινίων

    Ἦχος δ´. Εὐφραίνεται ἐπὶ σοί . 

    Στίχ . Δόξα σοι  , ὁ Θεὸς ἡμῶν , δόξα σοι . 

    Ἡ γίασας ἐπὶ γῆς , τὴν Ἐκκλησίαν σου Χριστὲ Πνεύματι  , χρίσας αὐτὴν σήμερον , σῆς ἀγαλλιάσε‐

    ως ἔλαιον. 

    Στίχ . Δόξα σοι  , ὁ Θεὸς ἡμῶν , δόξα σοι . 

    Θεμέλιόν σε Χριστέ , ἡ Ἐκκλησία ἀῤῥαγὲς ἔχουσα , τῷ σῷ Σταυρῷ στέφεται  , ὡς βασιλικῷ διαδή‐

    ματι . Δόξα. 

    Ἀ νέδειξας ἀγαθέ , τὴν χειροποίητον σκηνὴν σήμερον , τῆς ὑπὲρ νοῦν δόξης σου , οἰκονομικῶς οἰ‐

    κητήριον. 

    Καὶ νῦν. Θεοτοκίον

    Σὺ μόνη τοῖς ἐπὶ γῆς , τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος , Μήτηρ Θεοῦ γέγονας· ὅθεν σοι τὸ χαῖ‐

    ρε προσάγομεν. 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  σ σ σ ὺὺὺ εεεἶ ἶ ἶ  ὁὁὁ ΘΘΘεεεὸὸὸςςς ἡἡἡ μ μ μῶῶῶννν ... ... ... 

    * * * 

    ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑΜεσῴδιον Κάθισμα τῶν Ἐγκαινίων

    Ἦχος δ´. Ταχὺ προκατάλαβε. 

    Ἐ ν πίστει τὰ Ἐγκαίνια ,  ἐπιτελοῦμεν φαιδρῶς ,  τοῦ οἴκου σου Ἄχραντε ,  εὐλογημένη ἁγνή ,  Παρ‐

    θένε πανύμνητε· χαίροντες τῇ ἐλπίδι  , τῇ εἰς σὲ Θεοτόκε , αἰτοῦμέν σε τοῦ πρεσβεύειν , τῷ Σωτῆρι

    ἀπαύστως , αὐτῷ τῷ σαρκωθέντι ἐκ σοῦ , σῶσαι τὰς ψυχὰς ἡμῶν. 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·

    ΣΣΣὺὺὺ γγγὰὰὰ ρ ρ ρ εεεἶ ἶ ἶ  ὁὁὁ ΒΒΒααασ σ σ ιιιλλλεεεύύύςςς ... ... ...  

    * * * 

  • 8/20/2019 2015-09-13_kyr_pro_ypswsews-b-6

    8/18

      8

    ΚΟΝΤΑΚΙΟΝ , ΟΙΚΟΣ , ΣΥΝΑΞΑΡΙΟΝΚοντάκιον καὶ Οἶκος τὰ Ἀναστάσιμα. 

    Κοντάκιον. Ἦχος πλ. β´. Τὴν ὑπὲρ ἡμῶν. 

    Τ ῇ ζωαρχικῇ , παλάμῃ τοὺς τεθνεῶτας , ἐκ τῶν ζοφερῶν , κευθμώνων ὁ ζωοδότης , ἀναστήσας ἅ‐

    παντας Χριστὸς ὁ Θεός ,  τὴν ἀνάστασιν ἐβράβευσε , τῷ βροτείῳ φυράματι· ὑπάρχει γὰρ πάντων

    Σωτήρ , ἀνάστασις καὶ ζωή , καὶ Θεὸς τοῦ παντός. ὁ Οἶκος

    Τὸν Σταυρὸν καὶ τὴν ταφήν σου Ζωοδότα ,  ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ προσκυνοῦμεν ,  ὅτι τὸν ᾅ‐

    δην ἔδησας Ἀθάνατε ,  ὡς Θεὸς παντοδύναμος ,  καὶ νεκροὺς συνανέστησας ,  καὶ πύλας τοῦ ᾅδου

    συνέτριψας , καὶ κράτος τοῦ θανάτου καθεῖλες ὡς Θεός. Διὸ οἱ γηγενεῖς δοξολογοῦμέν σε πόθῳ

    τὸν ἀναστάντα , καὶ καθελόντα ἐχθροῦ τὸ κράτος τοῦ πανώλους , καὶ πάντας ἀναστήσαντα τοὺς

    ἐπὶ σοὶ πιστεύσαντας , καὶ κόσμον λυτρωσάμενον ἐκ τῶν βελῶν τοῦ ὄφεως , καὶ ὡς μόνον δυνα‐

    τόν , ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ λυτρωσάμενον ἡμᾶς· ὅθεν ἀνυμνοῦμεν εὐσεβῶς τὴν ἀνάστασίν

    σου , δι᾿ ἧς ἔσωσας ἡμᾶς , ὡς Θεὸς τοῦ παντός. 

    Συναξάριον

    Τῇ ΙΓ´ τοῦ αὐτοῦ μηνός , Μνήμη τῶν Ἐγκαινίων τῆς ἁγίας τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν Ἀναστάσε‐

    ως , ἤτοι τοῦ Ναοῦ τῶν ἐν Ἱεροσολύμοις φρικτῶν προσκυνημάτων , τοῦ Γολγοθᾶ καὶ τοῦ Παναγί‐ου Τάφου , ἐν ἔτει τριακοσιοστῷ καὶ τριακοστῷ καὶ πέμπτῳ (335) τελεσθέντων. 

    Στίχοι

    Νόμον παλαιὸν Ἰσραὴλ πληρῶν νέος , 

    Ἐγκαινίοις σοι τὸν τάφον τιμᾷ Λόγε. 

    Τύχθη ἀναστάσεως τρισκαιδεκάτῃ καινισμός. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  Μνήμη τοῦ Ἁγίου Κορνηλίου τοῦ Ἑκατοντάρχου ,  Ἀποστολικοῦ ἀνδρὸς ἐν ταῖς

    Πράξεσι τῶν Ἀποστόλων (κεφ. ι´ ) ἀναφερομένου , ὑπὸ δὲ τοῦ κορυφαίου Ἀποστόλου Πέτρου κα‐

    τηχηθέντος καὶ Ἐπισκόπου Σκεψέων ἢ Σκήψεως τῆς Μοισίας ἀναδειχθέντος. Στίχοι

    Ζωῆς ἀπίστου Κορνήλιον ἐξάγεις , Πιστῶν ἀπαρχὴν τῶν ἐθνῶν , Χριστέ μου. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  Μνήμη τοῦ Ἁγίου Ἀριστείδου ,  Ἀθηναίου Φιλοσόφου ,  Ἀπολογητοῦ καὶ Μάρτυ‐

    ρος , ἐν ἔτει ἑκατοστῷ καὶ εἰκοστῷ (120) ἀγχόνῃ τελειωθέντος , ἐν τῇ Κοίλῃ ὁδῷ τῶν Ἀθηνῶν , πα‐

    ρὰ τὴν Ἀκρόπολιν. Στίχοι

    Ἀριστεὺς ὀφθεὶς ἀθλητῶν , Ἀριστείδη , 

    Κλεινῶν Ἀθηνῶν ἐπορφύρωσας χθόνα. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ Ἁγίου Ἐνδόξου Μάρτυρος Κρονίδου καὶ τῶν μαθητῶν αὐτοῦ Λεοντί‐

    ου καὶ Σεραπίωνος , ἐν τῇ θαλάσσῃ βληθέντων καὶ τελειωθέντων , ἐν Ἀλεξανδρείᾳ κατὰ τὰ ἔτοςτριακόσια καὶ τέσσαρα. (+304) 

    Στίχοι

    Ὑπῆρξεν ᾆθλος ἡ θάλασσα καὶ τάφος , 

    Σεραπίωνι  , Kρονίδῃ , Λεοντίῳ. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , οἱ Ἅγιοι Ἔνδοξοι Μάρτυρες , οἱ ἐν τῇ πόλει Τόμι τῆς Σκυθίας , ἥτις ἐστίν ἡ σημερι‐

     νὴ Κωνστάντζα , τὴν καλὴν ὁμολογίαν δόντες ἐπὶ τοῦ δυσεβοῦς καὶ διψύχουΛικινίου ἐν ἔτει τρι‐

    ακοσιοστῷ καὶ εἰκοστῷ (320), μαρτυρικῶς τελειοῦνται . Ἤτοι·

    Oἱ Ἅγιοι Γορδιανὸς ὁ Παφλαγών , Mακρόβιος ὁ Καππαδόκης καὶ Σέλευκος ,  θηρίοις ἐκδοθέντες

    τελειοῦνται .  Στίχοι

  • 8/20/2019 2015-09-13_kyr_pro_ypswsews-b-6

    9/18

      9

    Tὸν Γορδιανὸν καὶ Σέλευκον θηρίοις , 

    Oἱ θηριώδεις ἐκδιδοῦσιν ἀγρίοις. 

    Ὁ Mακρόβιος τὸν μακρὸν ποθῶν βίον , 

    Θηρῶν ὁδοῦσι τὸν βραχὺν λείπει βίον. 

    Oἱ Ἅγιοι Λουκιανὸς , Ἠλεὶ καὶ Ζωτικός , ξίφει τελειοῦνται . Στίχοι

    Σὺν Λουκιανῷ Ζωτικὸν στέφους ἔρως , 

    Ἐρᾷν ἐποίει καὶ στεφανοῦντος ξίφους. 

    Λύπῃ παρῆλθεν ὁ πρὶν Ἠλεὶ τὸν βίον , Ἠλεὶ δὲ μάρτυς σὺν χαρᾷ θνήσκει ξίφει . 

    Ὁ Ἅγιος Oὐαλλέριος ( ἢ Oὐαλλεριανὸς) τῷ πόθῳ τῶν Mαρτύρων τελειοῦται . Στίχοι

    Oὐαλλέριος ἐκ πόθου τῶν Mαρτύρων , 

    Θνήσκει πρὸς αὐτῷ τῷ τάφῳ τῶν Mαρτύρων. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , ὁ Ἅγιος Ἔνδοξος Μάρτυς τοῦ Χριστοῦ Στράτων , ὁ ἐν Νικομηδείᾳ , ταῖς κορυφαῖς

    κέδρων προσδεθεὶς καὶ τούτων ἐκτιναχθέντων διαμερισθείς ,  τελειοῦται  ,  ἐν ἔτει τριακοσιοστῷ

    καὶ τετάρτῳ (304). Στίχοι

    Kέδροις ὁ Mάρτυς προσδεθεὶς Στράτων δύω , Eἷς ὢν τὸ σῶμα , δείκνυται μέρη δύω. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  ὁ Ὅσιος Πατὴρ ἡμῶν Πέτρος ὁ ἐν τῇ Ἀγρέᾳ ἐν εἰρήνῃ τελειοῦται  ,  κατὰ τὸν Θ´

    αἰῶνα διαλάμψας. Στίχοι

    Pαγεὶς ὁ Πέτρος τῇ λύσει τοῦ σαρκίου , 

    Πρὸς ἀῤῥαγῆ μετῆλθε τὸν Θεὸν πέτραν. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἱεροθέου τοῦ νέου τοῦ ἐκ Καλαμῶν καταγομέ‐

     νου καὶ ἐν τῇ Ἱερᾷ Μονῇ τῶν Ἰβήρων ἀσκήσαντος , τοῦ καὶ Διδασκάλου τοῦ δούλου Γένους χρη‐

    ματίσαντος ἐν τῇ νήσω τῆς Σκοπέλου , καὶ ἐν τῇ νήσῳ Γιούρα τῆς Ἁλονήσου ἐν τέλει κοιμηθέν‐τος , ἐν ἔτει χιλιοστῷ ἑπτακοσιοστῷ τεσσαρακοστῷ καὶ πέμπτῳ (1745). 

    Στίχοι

    Ἱερόθεε ἱερὸς Θεῷ γίνῃ , 

    Kτείνας τὰ πάθη ἐγκρατείας τοῖς πόνοις. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , μνήμη Ἅγίας Ἐνδόξου μεγαλομάρτυρος Κετεβάν , εὐσεβεστάτης βασιλίσσης τῆς

    Ἰβηρίας ,  ἥτις πολλαῖς βασάνοις πρῶτον ὑποβληθεῖσα ,  εἶτα ἀπανθρώπως ἐστραγγαλίσθη ὑπὸ

    τῶν μουσουλμάνων Περσῶν , ἐν ἔτει χιλιοστῷ ἑξακοσιοστῷ εἱκοστῷ καὶ τετάρτῳ. (1624) Στίχοι

    Χριστὸν ποθῶ καὶ τὴν Αὐτοῦ Βασιλείαν , 

    Κετεβὰν κραυγάζουσα ἐστραγγαλίσθη. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰωάννου τοῦ ἐν Πρισλὸπ τῆς Ῥουμανίας ἀσκή‐

    σαντος. Στίχοι

    Νηστείαις βιοὺς καὶ ἀσκήσεσι πλείστοις , 

    Ἰωάννης εἴληφε καὶ μάρτυρος στέφος. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , μνήμη τῶν ὁσίων πατέρων ἡμῶν Κορνηλίου , Διονυσίου καὶ Μιχαήλ , τῶν ἐν Παν‐

    τὰν Ὄλονετς ἀσκησάντων. Στίχοι

    Οἱ τρεῖς ἀσκηταὶ Τριάδος τῇ δυνάμει  , Τὸν πολυμήχανον ἀπέκτεινον ὄφιν. 

  • 8/20/2019 2015-09-13_kyr_pro_ypswsews-b-6

    10/18

      10

    Τῇ αὐτῇ ἡμέρᾳ ,  Κυριακῇ πρὸ τῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ ,  Σύναξιν ἐπιτελοῦμεν πάντων

    τῶν ἐν Σμύρνῃ καὶ Ἰωνίᾳ Νεομαρτύρων , τῶν ἐν τοῖς ἐσχάτοις χαλεποῖς χρόνοις (1922) τραγικῶς

    τὸ ζῇν ἐκμετρησάντων ,  μετὰ τῶν ποιμένων αὐτῶν Χρυσοστόμου Ἐπισκόπου Σμύρνης τοῦ Κα‐

    λαφάτη ,  Ἀμβροσίου Μοσχονησίων τοῦ Πλειανθίδου ,  Γρηγορίου Κυδωνιῶν τοῦ Ὡρολογᾶ ,  Προ‐

    κοπίου Ἰκονίου τοῦ Λαζαρίδη , Εὐθυμίου Ζήλων τοῦ Ἀγριτέλλη , τῶν Ἱερομαρτύρων. Στίχοι

    Τιθεὶς ψυχὴν Χρυσόστομος ὁμοῦ συμμύσταις , 

    λαοῦ καὶ στρατοῦ τε ἀπαρχὴ προσηνέχθη. Πρωτομάρτυς Χρυσόστομος ἀποφράδι ἐτύθη , 

    συνάθλων πληθύος ἑπομένης τῷ πότμῳ. 

    Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις , Χριστέ , ὁ Θεός , ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. 

    * * * 

    ΚΑΤΑΒΑΣΙΑΙτῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ

    ᾨδὴ α´. Ἦχος πλ. δ´. 

    Σταυρὸν χαράξας Μωσῆς ἐπ᾿ εὐθείας ῥάβδῳ ,  τὴν Ἐρυθρὰν διέτεμε τῷ Ἰσραὴλ πεζεύσαντι· τὴν

    δὲ ἐπιστρεπτικῶς Φαραὼ τοῖς ἅρμασι κροτήσας ἥνωσεν ,  ἐπ᾿ εὔρους διαγράψας τὸ ἀήττητον ὅ‐πλον· διὸ Χριστῷ ᾄσωμεν , τῷ Θεῷ ἡμῶν , ὅτι δεδόξασται . 

    ᾨδὴ γ´. 

     Ῥάβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβάνεται· τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα· τῇ στει‐

    ρευούσῃ δὲ πρῴην Ἐκκλησίᾳ νῦν ἐξήνθησε ξύλον Σταυροῦ ... 

    ...εἰς κράτος καὶ στερέωμα. 

    ᾨδὴ δ´. 

    Εἰσακήκοα ,  Κύριε ,  τῆς οἰκονομίας σου τὸ μυστήριον ,  κατενόησα τὰ ἔργα σου καὶ ἐδόξασά σου

    τὴν θεότητα. 

    ᾨδὴ ε´. 

    Ὦ τρισμακάριστον Ξύλον! ἐν ᾧ ἐτάθη Χριστός , ὁ βασιλεὺς καὶ Κύριος· δι᾿ οὗ πέπτωκεν ὁ ξύλῳ ἀ‐

    πατήσας , τῷ ἐν σοὶ δελεασθεὶς Θεῷ τῷ προσπαγέντι σαρκί  , τῷ παρέχοντι τὴν εἰρήνην ταῖς ψυ‐

    χαῖς ἡμῶν. 

    ᾨδὴ Ϛ´. 

    Νοτίου θηρὸς ἐν σπλάγχνοις παλάμας Ἰωνᾶς σταυροειδῶς διεκπετάσας ,  τὸ σωτήριον πάθος

    προδιετύπου σαφῶς· ὅθεν τριήμερος ἐκδύς ,  τὴν ὑπερκόσμιον ἀνάστασιν ὑπεζωγράφησε τοῦ

    σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ καὶ τριημέρῳ ἐγέρσει τὸν κόσμον φωτίσαντος. 

    ᾨδὴ ζ´. 

    Ἔκνοον πρόσταγμα τυράννου δυσσεβοῦς λαοὺς ἐκλόνησε ,  πνέον ἀπειλῆς καὶ δυσφημίας θεο‐

    στυγοῦς· ὅμως τρεῖς παῖδας οὐκ ἐδειμάτωσε θυμὸς θηριώδης ,  οὐ πῦρ βρόμιον· ἀλλ᾿ ἀντηχοῦντι

    δροσοβόλῳ πνεύματι πυρὶ συνόντες ἔψαλλον· Ὁ ὑπερύμνητος τῶν πατέρων καὶ ἡμῶν Θεός , εὐ‐

    λογητὸς εἶ . 

    ᾨδὴ η´. Αἰνοῦμεν , εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. 

    Εὐλογεῖτε , παῖδες , τῆς Τριάδος ἰσάριθμοι  , δημιουργὸν Πατέρα Θεόν· ὑμνεῖτε τὸν συγκαταβάντα

    Λόγον καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα· καὶ ὑπερυψοῦτε τὸ πᾶσι ζωὴν παρέχον Πνεῦμα

    πανάγιον εἰς τοὺς αἰῶνας. 

    ὁ διάκονος· Τ Τ Τ ὴὴὴννν ΘΘΘεεεοοοτ τ τ όόόκκκοοοννν κκκαααὶὶὶ  μ μ μηηητ τ τ έέέ ρ ρ ρααα τ τ τ οοοῦῦῦ φφφωωωτ τ τ όόόςςς  , , ,  ἐἐἐννν ὕὕὕ μ μ μνννοοοιιιςςς τ τ τ ιιι μ μ μῶῶῶννντ τ τ εεεςςς μ μ μεεεγγγαααλλλύύύνννοοο μ μ μεεεννν ...  

  • 8/20/2019 2015-09-13_kyr_pro_ypswsews-b-6

    11/18

      11

    Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ

    Ἦχος πλ. δ´. 

    Στίχ . α .́ Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον , καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί

    μου. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ , τὴν ἀδιαφθόρως Θεὸν

    Λόγον τεκοῦσαν , τὴν ὄντως Θεοτόκον , σὲ μεγαλύνομεν. 

    Στίχ . β .́ Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί

    με πᾶσαι αἱ γενεαί . 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... 

    Στίχ .  γ .́  Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός ,  καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ εἰς

     γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... 

    Στίχ . δ´. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ , διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... 

    Στίχ . ε.´ Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ

    πλουτοῦντας ἐξαπέστειλε κενούς. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... 

    Στίχ .  Ϛ .́  Ἀ ντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους ,  καθὼς ἐλάλησε πρὸς τοὺς πατέ‐

    ρας ἡμῶν , τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... 

    Καταβασία. ᾨδὴ θ .́ 

    Μυστικῶς εἶ Θεοτόκε Παράδεισος ,  ἀγεωργήτως βλαστήσασα Χριστόν ,  ὑφ᾿ οὗ τὸ τοῦ Σταυροῦ , 

    ζωηφόρον ἐν γῇ , πεφυτούργηται δένδρον· δι᾿ οὗ νῦν ὑψουμένου , προσκυνοῦντες αὐτὸν σὲ μεγα‐

    λύνομεν. 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  σ σ σ ὲὲὲ αααἰ ἰ ἰ νννοοοῦῦῦσ σ σ ιιι  πππᾶᾶᾶσ σ σ αααιιι  αααἱ ἱ ἱ  δδδυυυνννάάά μ μ μεεειιιςςς ... ... ... 

    * * * 

    ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

    Ἦχος β´. 

    Ἅ γιος Κύριος ὁ Θεὸς ἡμῶν. 

    Ἅ γιος Κύριος ὁ Θεὸς ἡμῶν. 

    Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ , … ὅτι ἅγιός ἐστιν. 

    Ἀναστάσιμον Ἐξαποστειλάριον Δ .́ 

    Ταῖς ἀρεταῖς ἀστράψαντες ,  ἴδωμεν ἐπιστάντας ,  ἐν ζωηφόρῳ μνήματι  ,  ἄνδρας ἐν ἀστραπτού‐

    σαις ,  ἐσθήσεσι Μυροφόροις ,  κλινούσαις εἰς γῆν ὄψιν· τοῦ οὐρανοῦ δεσπόζοντος ,  ἔγερσιν διδα‐

    χθῶμεν ,  καὶ πρὸς ζωήν ,  ἐν μνημείῳ δράμωμεν σὺν τῷ Πέτρῳ ,  καὶ τὸ πραχθὲν θαυμάσαντες , 

    μείνωμεν Χριστὸν βλέψαι . 

    καὶ τοῦ Μηναίου

    Ἦχος β´. Τοῖς Μαθηταῖς συνέλθωμεν. 

    Μέσον τῆς γῆς ὁ Κύριος ,  καὶ Θεὸς σωτηρίαν ,  διὰ Σταυροῦ εἰργάσατο ,  σαρκωθεὶς ἑκουσίως ,  εἰςἀνακαίνισιν κόσμου· τάφῳ κατατεθεὶς δέ , τριήμερος ἐγήγερται  , καὶ ζωῆς ἀῤῥαβῶνα , τὴν ἑαυτοῦ , 

    προδεικνύει ἔγερσιν , ἧς ἐν πίστει  , τελοῦμεν τὰ ἐγκαίνια , τοῦ Θεοῦ σὺν Ἀγγέλοις. 

  • 8/20/2019 2015-09-13_kyr_pro_ypswsews-b-6

    12/18

      12

    Θεοτοκίον

    Μετ᾿ εὐφροσύνης κράζομεν ,  σοὶ τὸ Χαῖρε Παρθένε· χαῖρε ἀρᾶς ἡ λύτρωσις ,  τοῦ Ἀδὰμ καὶ τῆς

    Εὔας· Χαῖρε δι᾿ ἧς ἀνυψώθη ,  τῶν βροτῶν ἡ οὐσία ,  πρὸς δόξαν ὑπερκόσμιον ,  τοῦ Υἱοῦ καὶ Θεοῦ

    σου· χαῖρε δι᾿ ἧς , ὑπ᾿ Ἀγγέλων πάντοτε προσκυνεῖται  , ἐν οὐρανοῖς πανύμνητε , Θεοτόκε Μαρία. 

    * * * 

    ΑΙΝΟΙ

    Ἦχος πλ. β´. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν , αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψί‐

    στοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. 

    Αἰνεῖτε αὐτόν ,  πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν ,  πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕ‐

    μνος τῷ Θεῷ. 

    Στιχηρὰ Ἀναστάσιμα. Ἦχος πλ. β´. 

    Στίχ . α´. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. 

    Ὁ Σταυρός σου Κύριε , ζωὴ καὶ ἀνάστασις , ὑπάρχει τῷ λαῷ σου· καὶ ἐπ᾿ αὐτῷ πεποιθότες , σὲ τὸν

    ἀναστάντα , Θεὸν ἡμῶν ὑμνοῦμεν· ἐλέησον ἡμᾶς. Στίχ . β´. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. 

    Ἡ ταφή σου Δέσποτα , Παράδεισον ἤνοιξε , τῷ γένει τῶν ἀνθρώπων· καὶ ἐκ φθορᾶς λυτρωθέντες , 

    σὲ τὸν ἀναστάντα , Θεὸν ἡμῶν ὑμνοῦμεν· ἐλέησον ἡμᾶς. 

    Στίχ . γ .́ Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύ‐

     νης αὐτοῦ. 

    Σὺν Πατρὶ καὶ Πνεύματι  , Χριστὸν ἀνυμνήσωμεν τὸν ἀναστάντα ἐκ νεκρῶν , καὶ πρὸς αὐτὸν ἐκ‐

    βοῶμεν· Σὺ ζωὴ ὑπάρχεις , ἡμῶν καὶ ἀνάστασις· ἐλέησον ἡμᾶς. Αὐτόμελον

    Στίχ . δ´. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Τριήμερος ἀνέστης Χριστέ , ἐκ τάφου καθὼς γέγραπται  , συνεγείρας τὸν προπάτορα ἡμῶν· διό σε

    καὶ δοξάζει  , τὸ γένος τῶν ἀνθρώπων , καὶ ἀνυμνεῖ σου τὴν ἀνάστασιν. 

    καὶ τῶν Ἐγκαινίων Στιχηρὰ Ἰδιόμελα , γ´ εἰς δ´. 

    Ἦχος δ´. Ἔδωκας σημείωσιν. 

    Στίχ . ε´. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. 

    Σ ήμερον ὁ ἔνθεος ,  καὶ ἱερὸς καὶ σεβάσμιος ,  τῆς Χριστοῦ Ἀναστάσεως ,  φαιδρῶς ἐγκαινίζεται  , 

    φωτοφόρος οἶκος· καὶ νέμει ἐν κόσμῳ , Τάφος ὁ θεῖος τὴν ζωήν , καὶ ἐμπαρέχει πηγὴν ἀθάνατον , 

    βλυστάνει ῥεῖθρα χάριτος ,  θαυμάτων βρύει τὰ νάματα ,  καὶ δωρεῖται ἰάματα ,  τοῖς αὐτὸν πίστει

    μέλπουσιν. 

    Στίχ .  Ϛ .́  Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ.  Πᾶσα

    πνοὴ αἰνεσάτω τὸν Κύριον. 

    Σ ήμερον ὁ ἔνθεος … 

    Στίχ . ζ´. Κύριε , ἠγάπησα εὐπρέπειαν οἴκου σου , καὶ τόπον σκηνώματος δόξης σου. 

    Ἤστραψεν ἡ ἄνωθεν , φωτοφανὴς αἴγλη λάμπουσα , καὶ τὰ πάντα φωτίζουσα· πιστῶς οὖν τιμή‐

    σωμεν , τὴν Χριστοῦ τοῦ Κτίστου , ἀνάστασιν πάντες , καὶ Ἐγκαινίων ἱερῶν , τὴν ζωηφόρον θείαν

    πανήγυριν ,  ἐν ὕμνοις ἑορτάσωμεν ,  καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν , ὅπως ἵλεων εὕρωμεν ,  τὸν Σω‐

    τῆρα καὶ Κύριον. 

  • 8/20/2019 2015-09-13_kyr_pro_ypswsews-b-6

    13/18

      13

    Στίχ . η´. Σοί πρέπει ὕμνος , ὁ Θεός , ἐν Σιών , καὶ σοί ἀποδοθήσεται εὐχὴ ἐν Ἱερουσαλήμ. 

    Μέσον γῆς ὑψούμενον ,  προκατιδεῖν ἐφιέμενοι  ,  τοῦ Σταυροῦ σκῆπτρον ἅγιον ,  ψυχὰς προκαθά‐

    ρωμεν ,  ἀστραφθῶμεν φρένας ,  φωτὶ λαμπρυνθῶμεν ,  καὶ ἐν δυνάμει θεϊκῇ ,  καταυγασθέντες

    Χριστὸν ὑμνήσωμεν ,  τῷ ξύλῳ τῷ σεπτῷ αὐτοῦ ,  ἁγιασμὸν παρεχόμενον ,  τοῖς ἐν πίστει γεραί‐

    ρουσι  , καὶ θερμῶς αὐτὸν μέλπουσι . 

    Δόξα. Ἑωθινὸν Δ .́ Ἦχος δ´. 

    Ὄρθρος ἦν βαθύς , καὶ αἱ γυναῖκες ἦλθον ἐπὶ τὸ μνῆμά σου Χριστέ· ἀλλὰ τὸ σῶμα οὐχ εὑρέθη , τὸ

    ποθούμενον αὐταῖς· διὸ ἀπορουμέναις ,  οἱ ταῖς ἀστραπτούσαις ἐσθήσεσιν ἐπιστάντες.  Τί τὸν

    ζῶντα ,  μετὰ τῶν νεκρῶν ζητεῖτε;  ἔλεγον· ἠγέρθη ὡς προεῖπε· τί ἀμνημονεῖτε τῶν ῥημάτων αὐ‐

    τοῦ;  Οἷς πεισθεῖσαι  ,  τὰ ὁραθέντα ἐκήρυττον· ἀλλ᾿ ἐδόκει λῆρος τὰ εὐαγγέλια· οὕτως ἦσαν ἔτι

     νωθεῖς οἱ Μαθηταί· ἀλλ᾿ ὁ Πέτρος ἔδραμε , καὶ ἰδὼν ἐδόξασέ σου , πρὸς ἑαυτὸν τὰ θαυμάσια. 

    Καὶ νῦν. Θεοτοκίον. 

    Ὑπερευλογημένη ὑπάρχεις , Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος , ὁ ᾍδης ᾐχμα‐

    λώτισται  , ὁ Ἀδὰμ ἀνακέκληται  , ἡ κατάρα νενέκρωται  , ἡ Εὔα ἠλευθέρωται  , ὁ θάνατος τεθανάτω‐

    ται  , καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν , ὁ οὕ‐

    τως εὐδοκήσας , δόξα σοι . * * * 

    Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

    Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη , ἐν ἀνθρώποις εὐδοκία. 

    Ὑμνοῦμέν σε ,  εὐλογοῦμέν σε ,  προσκυνοῦμέν σε ,  δοξολογοῦμέν σε ,  εὐχαριστοῦμέν σοι διὰ τὴν

    μεγάλην σου δόξαν. 

    Κύριε βασιλεῦ , ἐπουράνιε Θεέ , Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές , Ἰησοῦ Χριστέ , καὶ ἅγι‐

    ον Πνεῦμα. 

    Κύριε ὁ Θεός , ὁ ἀμνὸς τοῦ Θεοῦ , ὁ Υἱὸς τοῦ Πατρός , ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου , ἐλέησον

     ἡμᾶς , ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. 

    Πρόσδεξαι τὴν δέησιν ἡμῶν , ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός , καὶ ἐλέησον ἡμᾶς. 

    Ὅτι σὺ εἶ μόνος ἅγιος , σὺ εἶ μόνος Κύριος , Ἰησοῦς Χριστός , εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. 

    Καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα

    τοῦ αἰῶνος. 

    Καταξίωσον , Κύριε , ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. 

    Εὐλογητὸς εἶ  , Κύριε , ὁ Θεὸς τῶν πατέρων ἡμῶν , καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰςτοὺς αἰῶνας. Ἀμήν. 

    Γένοιτο , Κύριε , τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς , καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. 

    Εὐλογητὸς εἶ  , Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. ( γ´) 

    Κύριε , καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε , ἐλέησόν με· ἴασαι τὴν ψυ‐

    χήν μου , ὅτι ἥμαρτόν σοι . 

    Κύριε , πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου , ὅτι σὺ εἶ ὁ Θεός μου. 

    Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. 

  • 8/20/2019 2015-09-13_kyr_pro_ypswsews-b-6

    14/18

      14

    Ἅ γιος ὁ Θεός , ἅγιος ἰσχυρός , ἅγιος ἀθάνατος· ἐλέησον ἡμᾶς. (ἐκ γ´) 

    Δόξα. Καὶ νῦν. 

    Ἅ γιος ἀθάνατος· ἐλέησον ἡμᾶς. 

    καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ·

    Ἅ γιος ὁ Θεός , ἅ γιος ἰσχυρός , ἅ γιος ἀθάνατος· ἐλέησον ἡμᾶς. 

    Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος β .́ 

    Ἀ ναστὰς ἐκ τοῦ μνήματος καὶ τὰ δεσμὰ διαῤῥήξας τοῦ ᾅδου , ἔλυσας τὸ κατάκριμα τοῦ θανάτου , Κύριε , πάντας ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ ῥυσάμενος· ἐμφανίσας σεαυτὸν τοῖς ἀποστόλοις σου

    ἐξαπέστειλας αὐτοὺς ἐπὶ τὸ κήρυγμα καὶ δι᾿ αὐτῶν τὴν εἰρήνην παρέσχες τῇ οἰκουμένῃ ,  μόνε

    πολυέλεε. 

     ἢ

    τὸ ἕτερον ἀναστάσιμον τροπάριον. Ἦχος δ´. 

    Σ ήμερον σωτηρία τῷ κόσμῳ γέγονεν· ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡ‐

    μῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον τὸ νῖκος ἔδωκεν ἡμῖν καὶ τὸ μέγα ἔλεος. 

    * * * * * 

    ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝἈντίφωνα τῶν Κυριακῶν

    Ἀντίφωνον Α .́ Ἦχος β´. (Ψαλμὸς ρβ´) Στίχ . α´. Εὐλόγει ἡ ψυχή μου , τὸν Κύριον , καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου , Σῶτερ , σῶσον ἡμᾶς. 

    Στίχ . β´. Εὐλόγει  , ἡ ψυχή μου , τὸν Κύριον , καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 

    Στίχ . γ .́ Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ , καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπό‐

    ζει . Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 

    Στίχ . δ´. Εὐλογεῖτε τὸν Κύριον , πάντα τὰ ἔργα αὐτοῦ , ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 

    Δόξα. Καὶ νῦν. 

    Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 

    Ἀντίφωνον Β´. Ἦχος β .́ (Ψαλμὸς ρμε´) Στίχ .  α .́ Αἴνει  , ἡ ψυχή μου , τὸν Κύριον· αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου· ψαλῷ τῷ Θεῷ μου ἕως ὑ‐πάρχω. 

    Σῶσον ἡμᾶς , Υἱὲ Θεοῦ , ὁ ἀναστὰς ἐκ νεκρῶν , ψάλλοντάς σοι  , Ἀλληλούϊα. 

    Στίχ . β´. Μακάριος , οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ , ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ. 

    Σῶσον ἡμᾶς , Υἱὲ Θεοῦ , ὁ ἀναστάς ... 

    Στίχ . γ´. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν , τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς. Σῶσον ἡμᾶς , Υἱὲ Θεοῦ , ὁ ἀναστάς ... 

    Στίχ . δ´. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα , ὁ Θεός σου , Σιών , εἰς γενεὰν καὶ γενεάν. Σῶσον ἡμᾶς , Υἱὲ Θεοῦ , ὁ ἀναστάς ... 

    Δόξα. Καὶ νῦν. 

    Ὁ  μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ ,  ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέ‐

    ραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας ,  ἀτρέπτως ἐναν‐

  • 8/20/2019 2015-09-13_kyr_pro_ypswsews-b-6

    15/18

      15

    θρωπήσας , σταυρωθείς τε , Χριστὲ ὁ Θεός , θανάτῳ θάνατον πατήσας , εἷς ὢν τῆς ἁγίας Τριάδος , 

    συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι  , σῶσον ἡμᾶς. 

    Ἀντίφωνον Γ .́ Ἦχος πλ. β´.  (Ψαλμὸς ριζ´) Στίχ . α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ , ὅτι ἀγαθός , ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 

    Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος πλ. β´. 

    Ἀ γγελικαὶ δυνάμεις ἐπὶ τὸ μνῆμά σου ,  καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν· καὶ ἵστατο Μαρία

    ἐν τῷ τάφῳ , ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾅδην , μὴ πειρασθεὶς ὑπ᾿ αὐτοῦ· ὑ‐

    πήντησας τῇ Παρθένῳ , δωρούμενος τὴν ζωήν. Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν , Κύριε δόξα σοι . 

    Στίχ . β .́ Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον , ὅτι ἀγαθός , ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος

    αὐτοῦ. 

    Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. 

    Στίχ . γ´. Αὕτη ἡ ἡμέρα , ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. 

    Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. 

    * * * 

    ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ

    Εἰσοδικόν. Ἦχος β .́ (ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς , ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν) 

    Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ , ὁ ἀναστὰς ἐκ νεκρῶν… 

    … ψάλλοντάς σοι  , Ἀλληλούϊα. 

    * * * 

    Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος πλ. β´. (ψάλλεται ὑπὸ τῶν ἱερέων , ἐὰν τελεῖται συλλείτουργον) 

    Ἀ γγελικαὶ δυνάμεις ἐπὶ τὸ μνῆμά σου ,  καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν· καὶ ἵστατο Μαρία

    ἐν τῷ τάφῳ , ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾅδην , μὴ πειρασθεὶς ὑπ᾿ αὐτοῦ· ὑ‐πήντησας τῇ Παρθένῳ , δωρούμενος τὴν ζωήν. Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν , Κύριε δόξα σοι . 

    Ἀπολυτίκιον τοῦ Σταυροῦ. Ἦχος β .́ 

    Τὸν ζωοποιὸν Σταυρὸν τῆς σῆς ἀγαθότητος ,  ὃν ἐδωρήσω ἡμῖν τοῖς ἀναξίοις Κύριε ,  σοὶ προσά‐

     γομεν εἰς πρεσβείαν. Σῷζε τοὺς βασιλεῖς καὶ τὴν πόλιν σου , εἰρηνεύοντας διὰ τῆς Θεοτόκου , μό‐

     νε φιλάνθρωπε. 

    Ἀπολυτίκιον τῶν Ἐγκαινίων. Ἦχος δ .́ 

    Ὡς τοῦ ἄνω στερεώματος τὴν εὐπρέπειαν ,  καὶ τὴν κάτω συναπέδειξας ὡραιότητα ,  τοῦ ἁγίου

    σκηνώματος τῆς δόξης σου Κύριε. Κραταίωσον αὐτὸ εἰς αἰῶνα αἰῶνος , καὶ πρόσδεξαι ἡμῶν , τὰς

    ἐν αὐτῷ ἀπαύστως προσαγομένας σοι δεήσεις ,  πρεσβείαις τῆς Θεοτόκου ,  ἡ πάντων ζωὴ καὶἀνάστασις. 

    Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. 

    Κοντάκιον τῶν Ἐγκαινίων. (ψάλλεται ὑπὸ τῶν ἱερέων , ἐὰν τελῆται συλλείτουργον) 

    Ἦχος δ´. Ἐπεφάνης σήμερον. 

    Οὐρανὸς πολύφωτος ἡ Ἐκκλησία , ἀνεδείχθη ἅπαντας , φωταγωγοῦσα τοὺς πιστούς , ἐν ᾧ ἑστῶ‐

    τες κραυγάζομεν· Τοῦτον τὸν οἶκον , στερέωσον Κύριε. 

    * * * 

    ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ

    * * * 

  • 8/20/2019 2015-09-13_kyr_pro_ypswsews-b-6

    16/18

      16

    ΑΠΟΣΤΟΛΟΣτῆς Κυριακῆς πρὸ τῆς Ὑψώσεως 

    (ζήτει τῇ ΚΒ´ Κυριακῇ) 

    Προκείμενον. Ἦχος πλ. β´. (Ψαλμὸς κζ´) 

    Σῶσον , Κύριε , τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου. 

    Στίχ . Πρὸς σέ , Κύριε , κεκράξομαι ὁ Θεός μου. 

    Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. (Γαλ. στ´ 11‐18) 

    Ἀδελφοί  , ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί . Ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν

    σαρκί  , οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι  , μόνον ἵνα μὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκων‐

    ται . Οὐδὲ γὰρ οἱ περιτεμνόμενοι αὐτοὶ νόμον φυλάσσουσιν , ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι  , 

    ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται .  Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ

    Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ , δι᾿ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ. Ἐν γὰρ Χριστῷ Ἰη‐

    σοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία , ἀλλὰ καινὴ κτίσις. Καὶ ὅσοι τῷ κανόνι τούτῳ στοι‐

    χήσουσιν , εἰρήνη ἐπ᾿ αὐτοὺς καὶ ἔλεος , καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ. Τοῦ λοιποῦ κόπους μοι μη‐

    δεὶς παρεχέτω· ἐγὼ γὰρ τὰ στίγματα τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω . Ἡ χάρις τοῦ

    Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν , ἀδελφοί· ἀμήν. 

    Ἀλληλούϊα. ( γ´) 

    Ἦχος α´. (Ψαλμὸς πη´) 

    Στίχ . Ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου. 

    Ἡ γὰρ χείρ μου συναντιλήψεται αὐτῷ. 

    * * * 

    ΕΥΑΓΓΕΛΙΟΝΤῆς Κυριακῆς πρὸ τῆς Ὑψώσεως

    Ἐκ τοῦ κατὰ Ἰωάννην ( γ´ 13‐17) 

    Εἶπεν ὁ Κύριος· Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν , εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς , ὁ υἱὸς τοῦ ἀνθρώπου , ὁ ὢν ἐν τῷ οὐρανῷ. Καὶ καθὼς Μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ , οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου , ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ

    ἀπόληται  , ἀλλ᾿ ἔχῃ ζωὴν αἰώνιον. Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον , ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν , ἵνα πᾶς ὁ

    πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται  , ἀλλ᾿ ἔχῃ ζωὴν αἰώνιον.  Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ εἰς τὸν κόσμον ,  ἵνα κρίνῃ

    τὸν κόσμον , ἀλλ᾿ ἵνα σωθῇ ὁ κόσμος δι᾿ αὐτοῦ. 

    Δόξα σοι  , Κύριε , δόξα σοι . 

    * * * Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱ. Χρυσοστόμου

    * * * 

    Εἰς τό· Ἐξαιρέτως… 

    Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον , τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶμητέρα τοῦ Θεοῦ ἡμῶν.  Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σερα‐

    φίμ , τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν , τὴν ὄντως Θεοτόκον , σὲ μεγαλύνομεν. 

    * * * 

    Κοινωνικόν. 

    Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα. 

    Μετὰ τὴν μετάδοσιν. Ἦχος β .́ 

    Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν , ἐλάβομεν Πνεῦμα ἐπουράνιον , εὕρομεν πίστιν ἀληθῆ ,  ἀδιαίρετον

    Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς ἔσωσεν. 

  • 8/20/2019 2015-09-13_kyr_pro_ypswsews-b-6

    17/18

      17

    Εἰς τό· Π  Π  Π άάάννντ τ τ οοοτ τ τ εεε  , , ,  νννῦῦῦννν κκκαααὶὶὶ  ἀἀἀεεεί ί ί ……… 

    Ἦχος β´. 

    Ἀμήν , Ἀμήν ,  Ἀμήν.  Πληρωθήτω τὸ στόμα ἡμῶν αἰνέσεώς σου , Κύριε , ὅπως ὑμνήσωμεν τὴν δό‐

    ξαν σου , ὅτι ἠξίωσας ἡμᾶς τῶν ἁγίων σου μετασχεῖν μυστηρίων· τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγια‐

    σμῷ , ὅλην τὴν ἡμέραν μελετᾶν τὴν δικαιοσύνην σου. Ἀλληλούϊα , ἀλληλούϊα , ἀλληλούϊα. 

    Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β .́ 

    Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ´) 

    Ἀπόλυσις· ὉὉὉ ἀἀἀνννααασ σ σ τ τ τ ὰὰὰςςς ἐἐἐκκκ νννεεεκκκ ρ ρ ρῶῶῶννν ... ... ... 

    Δι᾿ εὐχῶν... Ἀμήν. 

    * * * * * 

    Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε

    καὶ διανέμεται δωρεὰν

    ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο

    http://akolouthies.wordpress.com 

    Προσφέρεται γιὰ ἰδιωτικὴ χρῆσι. 

    Δὲν ἐπιτρέπεται ἡ ἐμπόρευσί της. 

    Ἀπολυτίκια τῶν συνεορταζομένων Ἁγίων

    Ἕτερον Ἀπολυτίκιον Προεόρτιον. 

    Ἦχος α´. Χορὸς Ἀγγελικός. 

    Τὸ ξύλον τῆς ζωῆς , ἡ οὐράνιος κλῖμαξ , ὁ ἄχραντος Σταυρός , ἡ πηγὴ τῶν χαρίτων , χερσὶν ἐμφα‐

     νίζεται  , Ἱερέων ὑψούμενος. Δεῦτε ἅπαντες , ἐν καθαρᾷ τῇ καρδίᾳ , προεόρτιον , τούτῳ προσάξω‐

    μεν αἶνον , Χριστὸν μεγαλύνοντες. 

    Ἀπολυτίκιον τοῦ Ἁγίου. 

    Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. 

    Δικαιοσύνης διαπρέπων τοῖς ἔργοις , τὸν φωτισμὸν τῆς εὐσεβείας ἐδέξω , καὶ Ἀποστόλων σύμπο‐

     νος ἐδείχθης ἀληθῶς· τούτοις κοινωνήσας γάρ , δι᾿ ἔνθεον καμάτων , τοῦ Χριστοῦ τὴν σάρκωσιν , 

    ἀνέκραξας πᾶσι· μεθ᾿ ὧν δυσώπει σῴζεσθαι ἡμᾶς , τοὺς σὲ τιμῶντας , παμμάκαρ Κορνήλιε. 

    Ἀπολυτίκιον τοῦ Ἁγίου Ἀριστείδου. (Χαραλάμπους Μπούσια) 

    Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον. 

    Τῷ Χριστῷ προσηνέχθης θυσία ἄμωμος καὶ ὁλοκάρπωμα θεῖον αἰωρηθεὶς ἀπηνῶς ἐν ἀγχόνῃ , 

    Ἀριστείδη γενναιότατε ,  γόνε κλεινὲ τῶν Ἀθηνῶν καὶ φιλόσοφε σεπτέ· διὸ σὲ νῦν εὐφημοῦντες

    φωναῖς εὐήχοις βοῶμεν· Χριστὸν δυσώπει ὑπὲρ πάντων ἡμῶν. 

    Ἕτερον Ἀπολυτίκιον τοῦ Ἁγίου Ἀριστείδου. (Χαραλάμπους Μπούσια) 

    Ἦχος δ´. Ταχὺ προκατάλαβε. 

    Χριστὸν ὡμολόγησας ἐν ταῖς Ἀθήναις λαμπρῶς καὶ ἤθλησας ἄριστα τοῦ παμβεβήλου βουλὰςπατάξας στεῤῥότατα· ὅθεν καὶ περατώσας δι᾿ ἀγχόνης σὸν βίον στέφανον ἐξεδρέψω , Ἀριστείδη

     γενναῖε , τῆς δόξης τῆς ἀφάτου χρυσοῦν καὶ πολυτίμητον. 

  • 8/20/2019 2015-09-13_kyr_pro_ypswsews-b-6

    18/18

      18

    Ἀπολυτίκιον τοῦ Ὁσίου. 

    Ἦχος α´. Τῆς ἐρήμου πολίτης. 

    Σοφίᾳ καὶ ἀσκήσει σοῦ τὸν βίον διήνυσας , καὶ ἱερωσύνῃ καὶ πάσῃ ἀρετῇ Ἱερόθεε· διὸ καὶ σεμνύ‐

     νονται ἐν σοὶ Ἰβήρων Μονῆς οἱ φοιτηταί  , καὶ τρυφῶντες τῆς σῆς κάρας σοφέ , βοῶσί σοι τῷ προ‐

    στάτῃ. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ , δόξα τῷ ἁγιάσαντι  , δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ ἡμῖν θαυ‐

    μάσια. 

    Τῶν Ἁγίων Νεομαρτύρων τῆς Μικρασίας. 

    Ἦχος α´. Τῆς ἐρήμου πολίτης. 

    Στρατιὰν ἀθλοφόρων ὀρθοδόξως τιμήσωμεν , τῶν λαμπαδουχούντων τοῦ Γένους τὴν ψυχὴν νέ‐

    οις ἔτεσι .  Σεπτῶν Ἱεραρχῶν παρεμβολήν ,  σὺν στίφει Ἱερέων θεαυγεῖ  ,  καὶ ἁπάντων συνοδείαν

    ἀρτιφανῆ ,  μαρτύρων ἀναμέλποντ