2015 09 14 Ypswsewstimstaurou A

  • Upload
    sakis87

  • View
    212

  • Download
    0

Embed Size (px)

Citation preview

  • 8/20/2019 2015 09 14 Ypswsewstimstaurou A

    1/12

      1

    14 ΣΕΠΤΕΜΒΡΙΟΥ

    Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ

    * * * * * 

    ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

    Μετὰ τὸν Ἑξάψαλμον , 

    Συναπτὴ μεγάλη , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  πππ ρ ρ ρέέέπππεεειιι  σ σ σ οοοιιι  πππᾶᾶᾶσ σ σ ααα δδδόόόξ ξ ξ ααα ... ... ...  

    Ἦχος α´. 

    Θεὸς Κύριος ,  καὶ ἐπέφανεν ἡμῖν· εὐλογημέ‐

     νος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. 

    Στίχ . α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ , ὅτι ἀγα‐

    θός , ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 

    Θεὸς Κύριος , καὶ ἐπέφανεν ἡμῖν... 

    Στίχ . β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με , καὶ τῷ

    ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. 

    Θεὸς Κύριος , καὶ ἐπέφανεν ἡμῖν... 

    Στίχ . γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη , καί ἐστι

    θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 

    Θεὸς Κύριος , καὶ ἐπέφανεν ἡμῖν... 

    ΑΠΟΛΥΤΙΚΙΑ

    Τὸ Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος α .́ 

    Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον

    τὴν κληρονομίαν σου ,  νίκας τοῖς Βασιλεῦσικατὰ βαρβάρων δωρούμενος ,  καὶ τὸ σὸν φυ‐

    λάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα. (τρίς) 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  σ σ σ ὸὸὸννν τ τ τ ὸὸὸ κκκ ρ ρ ράάάτ τ τ οοοςςς ... ... ...  

    * * * 

    ΚΑΘΙΣΜΑΤΑΜετὰ τὴν α´ Στιχολογίαν

    Ἦχος α´. Τοῦ λίθου σφραγισθέντος. Τοῦ Σταυροῦ σου τὸ ξύλον προσκυνοῦμεν Φι‐

    λάνθρωπε ,  ὅτι ἐν αὐτῷ προσηλώθης ἡ ζωὴ

    τῶν ἁπάντων.  Παράδεισον ἠνέῳξας Σωτήρ , 

    τῷ πίστει προσελθόντι σοι Λῃστῇ· καὶ τρυφῆς

    κατηξιώθη , ὁμολογῶν σοι· Μνήσθητί μου Κύ‐

    ριε.  Δέξαι ὥσπερ ἐκεῖνον καὶ ἡμᾶς ,  κραυγά‐

    ζοντας· Ἡμάρτομεν ,  πάντες τῇ εὐσπλαγχνίᾳ

    σου , μὴ ὑπερίδῃς ἡμᾶς. (δίς) 

    Μετὰ τὴν β´ Στιχολογίαν

    Κάθισμα. Ἦχος πλ. β´. 

    Μόνον ἐπάγη τὸ ξύλον Χριστὲ τοῦ Σταυροῦ

    σου , τὰ θεμέλια ἐσαλεύθη τοῦ θανάτου Κύρι‐

    ε· ὃν γὰρ κατέπιε πόθῳ ὁ Ἄδης , ἀπήμεσε τρό‐

    μῳ· ἔδειξας ἡμῖν τὸ σωτήριον σου Ἅγιε ,  καὶ

    δοξολογοῦμέν σε ,  Υἱὲ Θεοῦ ,  ἐλέησον ἡμᾶς. 

    (δίς)  Μετὰ τὸν ΠολυέλεονἮχος πλ. δ´. Τὸ προσταχθέν. 

    Προδιετύπου μυστικῶς πάλαι τῷ χρόνῳ ,  ὁ

    Ἰησοῦς ὁ τοῦ Ναυῆ ,  Σταυροῦ τὸν τύπον ,  ὡς

    τὰς χεῖρας ἐξέτεινε σταυροφανῶς Σωτήρ μου·

    καὶ ἔστη ὁ ἥλιος ἕως ἐχθρούς ,  ἀνεῖλεν ,  ἀνθι‐

    σταμένους σοὶ τῷ Θεῷ· νῦν δὲ οὗτος ἐσκότι‐

    σται  ,  ἐπὶ Σταυροῦ σε ὁρῶν ,  θανάτου κράτος

    λύοντα , καὶ τὸν Ἅδην σκυλεύοντα. 

    * * * 

    ΑΝΑΒΑΘΜΟΙ ΚΑΙ ΠΡΟΚΕΙΜΕΝΟΝτὸ α´ Ἀντίφωνον τοῦ δ´ Ἤχου

    Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη·

    ἀλλ᾿ αὐτὸς ἀντιλαβοῦ , καὶ σῶσον Σωτήρ μου. (δίς) 

    Οἱ μισοῦντες Σιών , αἰσχύνθητε ἀπὸ τοῦ Κυρί‐

    ου· ὡς χόρτος γάρ ,  πυρὶ ἔσεσθε ἀπεξηραμέ‐

     νοι . (δίς) Δόξα. 

    Ἁ γίῳ Πνεύματι πᾶσα ψυχὴ ζῳοῦται  ,  καὶ κα‐

    θάρσει ὑψοῦται  ,  λαμπρύνεται  ,  τῇ Τριαδικῇ

    μονάδι ἱεροκρυφίως. 

    Καὶ νῦν. 

    Ἁ γίῳ Πνεύματι  ,  ἀναβλύζει τὰ τῆς χάριτος

    ῥεῖθρα ,  ἀρδεύοντα ,  ἅπασαν τὴν κτίσιν πρὸς

    ζωογονίαν. 

    Προκείμενον. Ψαλμὸς Ϟζ´ (97) 

    Εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήρι‐

    ον τοῦ Θεοῦ ἡμῶν. (δίς) 

    Στίχ . ᾌ σατε τῷ Κυρίῳ ᾆσμα καινόν. 

    Εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς ... 

    * * * 

    ΤΑΞΙΣ ΕΥΑΓΓΕΛΙΟΥ ΤΟΥ ΟΡΘΡΟΥὁ διάκονος· Τ Τ Τ οοοῦῦῦ Κ Κ Κ υυυ ρ ρ ρί ί ί οοουυυ δδδεεεηηηθθθῶῶῶ μ μ μεεεννν ...  

    Κύριε , ἐλέησον. ὁ ἱερεύς· ὍὍὍτ τ τ ιιι  ἅἅἅγγγιιιοοοςςς εεεἶ ἶ ἶ  , , ,  ὁὁὁ ΘΘΘεεεὸὸὸςςς ἡἡἡ μ μ μῶῶῶννν , , ,  ... ... ...  

    Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. 

  • 8/20/2019 2015 09 14 Ypswsewstimstaurou A

    2/12

      2

    Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. 

    Αἰνεσάτω πνοή… πᾶσα τὸν Κύριον. ὁ διάκονος· Κ Κ Κ αααὶὶὶ   ὑὑὑπππὲὲὲ ρ ρ ρ  τ τ τ οοοῦῦῦ  κκκααατ τ τ αααξ ξ ξ ιιιωωωθθθῆῆῆννναααιιι   ἡἡἡ μ μ μᾶᾶᾶςςς  τ τ τ ῆῆῆςςς 

    ἀἀἀκκκ ρ ρ ροοοάάάσ σ σ εεεωωωςςς  τ τ τ οοοῦῦῦ  ἁἁἁγγγί ί ί οοουυυ  ΕΕΕὐὐὐαααγγγγγγεεελλλί ί ί οοουυυ  Κ Κ Κ ύύύ ρ ρ ριιιοοοννν  τ τ τ ὸὸὸννν 

    ΘΘΘεεεὸὸὸννν ἡἡἡ μ μ μῶῶῶννν ἱ ἱ ἱ κκκεεετ τ τ εεεύύύσ σ σ ωωω μ μ μεεεννν ...  

    Κύριε , ἐλέησον. ( γ´) ὁ διάκονος·  ΣΣΣοοοφφφί ί ί ααα···   ὀὀὀ ρ ρ ρθθθοοοί ί ί ···   ἀἀἀκκκοοούύύσ σ σ ωωω μ μ μεεεννν  τ τ τ οοοῦῦῦ  ἁἁἁγγγί ί ί οοουυυ 

    ΕΕΕὐὐὐαααγγγγγγεεελλλί ί ί οοουυυ ...  

    ὁ ἱερεύς· ΕΕΕἰ ἰ ἰ  ρ ρ ρήήήνννηηη πππᾶᾶᾶσ σ σ ιιι ...  

    Καὶ τῷ Πνεύματί σου. ὁ ἱερεύς· Ἐ Ἐ Ἐκκκ τ τ τ οοοῦῦῦ κκκααατ τ τ ὰὰὰ Ἰ  Ἰ  Ἰ ωωωάάάννννννηηηννν ἁἁἁγγγί ί ί οοουυυ ΕΕΕὐὐὐαααγγγγγγεεελλλί ί ί οοουυυ 

    τ τ τ ὸὸὸ ἀἀἀνννάάάγγγνννωωωσ σ σ  μ μ μααα ...  ὁ διάκονος· Π  Π  Π  ρ ρ ρόόόσ σ σ  χ  χ  χ ωωω μ μ μεεεννν ...  

    Δόξα σοι  , Κύριε , δόξα σοι . 

    ὁ ἱερεὺς ἀναγινώσκει ἀπὸ τῶν Βημοθύρων τὸ

    Εὐαγγέλιον τοῦ Ὄρθρου τῆς Ἑορτῆς

    Ἐκ τοῦ κατὰ Ἰωάννην(ιβ´28‐36) 

    Εἶπεν ὁ Κύριος· Πάτερ͵ δόξασόν σου τὸ ὄνομα.  Ἦλθεν οὖν

    φωνὴ ἐκ τοῦ οὐρανοῦ· Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω. Ὁ οὖν

    ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγε βροντὴν γεγονέναι· ἄλλοι

    ἔλεγον· Ἄγγελος αὐτῷ λελάληκεν.  Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ

    εἶπεν · Οὐ δι᾿ ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν ,  ἀλλὰ δι᾿ ὑμᾶς. Νῦν

    κρίσις ἐστὶ τοῦ κόσμου τούτου͵ νῦν ὁ ἄρχων τοῦ κόσμου

    τούτου ἐκβληθήσεται ἔξω· κἀγώ ,  ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς͵

    πάντας ἑλκύσω πρὸς ἐμαυτόν.  Τοῦτο δὲ ἔλεγε σημαίνων

    ποίῳ θανάτῳ ἤμελλεν ἀποθνῄσκειν.  Ἀπεκρίθη αὐτῷ ὁ

    ὄχλος· Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ Χριστὸς μένει εἰς

    τὸν αἰῶνα͵ καὶ πῶς σύ λέγεις , ὅτι δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ

    ἀνθρώπου; τίς ἐστιν οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου; Εἶπεν οὖναὐτοῖς ὁ Ἰησοῦς· Ἔτι μικρὸν χρόνον τὸ φῶς μεθ᾿ ὑμῶν ἐστι·

    περιπατεῖτε ἕως τὸ φῶς ἔχετε͵ ἵνα μὴ σκοτία ὑμᾶς

    καταλάβῃ· καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδε ποῦ

    ὑπάγει .  Ἕως τὸ φῶς ἔχετε͵ πιστεύετε εἰς τὸ φῶς͵ ἵνα υἱοὶ

    φωτὸς γένησθε. 

    Δόξα σοι  , Κύριε , δόξα σοι . 

    ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης·

    Ἀ νάστασιν Χριστοῦ θεασάμενοι  ,  προσκυνή‐

    σωμεν ἅγιον Κύριον Ἰησοῦν ,  τὸν μόνον ἀνα‐

    μάρτητον.  Τὸν σταυρόν σου ,  Χριστέ ,  προσκυ‐ νοῦμεν καὶ τὴν ἁγίαν σου ἀνάστασιν ὑμνοῦ‐

    μεν καὶ δοξάζομεν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν ,  ἐ‐

    κτός σου ἄλλον οὐκ οἴδαμεν , τὸ ὄνομά σου ὀ‐

     νομάζομεν.  Δεῦτε πάντες οἱ πιστοὶ προσκυ‐

     νήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν· ἰ‐

    δοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ χαρὰ ἐν ὅλῳ

    τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύρι‐

    ον , ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ. Σταυρὸν

     γὰρ ὑπομείνας δι᾿ ἡμᾶς ,  θανάτῳ θάνατον ὤ‐λεσεν. 

    καὶ αὖθις ἀναγινώσκεται χῦμα ὁ Ν´ Ψαλμός 

    Ἐλεῆμον ,  Ἐλέησόν με ,  ὁ Θεός ,  κατὰ τὸ μέγα

    ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν

    σου ἐξάλειψον τὸ ἀνόμημά μου. 

    Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου

    καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. 

    Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω ,  καὶ ἡ ἁ‐

    μαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν

    σου ἐποίησα ,  ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λό‐

     γοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. 

    Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην ,  καὶ ἐν ἁ‐

    μαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. 

    Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας ,  τὰ ἄδηλα καὶ

    τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι . 

     Ῥαντιεῖς με ὑσσώπῳ ,  καὶ καθαρισθήσομαι·

    πλυνεῖς με , καὶ ὑπὲρ χιόνα λευκανθήσομαι . Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀ‐

     γαλλιάσονται ὀστέα τεταπεινωμένα. 

    Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁ‐

    μαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξά‐

    λειψον. 

    Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί  , ὁ Θεός , καὶ

    πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις

    μου. 

    Μ ὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου , καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς

    ἀπ᾿ ἐμοῦ. 

    Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου

    σου , καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. 

    Διδάξω ἀνόμους τὰς ὁδούς σου ,  καὶ ἀσεβεῖς

    ἐπὶ σὲ ἐπιστρέψουσι . 

     Ῥῦσαί με ἐξ αἱμάτων , ὁ Θεός , ὁ Θεὸς τῆς σω‐

    τηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν

    δικαιοσύνην σου. Κύριε ,  τὰ χείλη μου ἀνοίξεις ,  καὶ τὸ στόμα

    μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. 

    Ὅτι  ,  εἰ ἠθέλησας θυσίαν ,  ἔδωκα ἄν· ὁλοκαυ‐

    τώματα οὐκ εὐδοκήσεις. 

    Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρ‐

    δίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ

    Θεὸς οὐκ ἐξουδενώσει . 

    Ἀ γάθυνον ,  Κύριε ,  ἐν τῇ εὐδοκίᾳ σου τὴν Σι‐

    ών , καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. 

    Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ,  ἀναφο‐

    ρὰν καὶ ὁλοκαυτώματα. 

  • 8/20/2019 2015 09 14 Ypswsewstimstaurou A

    3/12

      3

    Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μό‐

    σχους. 

    Δόξα. 

    Ἦχος β´. 

    Σύ μου σκέπη κραταιὰ ὑπάρχεις ,  ὁ τριμερὴς

    Σταυρὸς τοῦ Χριστοῦ· ἁγίασόν με τῇ δυνάμει

    σου ,  ἵνα πίστει καὶ πόθῳ ,  προσκυνῶ καὶ δο‐

    ξάζω σε. Καὶ νῦν. Τὸ αὐτό. 

    Καὶ τὸ Ἰδιόμελον. Ἦχος πλ. β´. 

    Στίχ . Ἐλέησόν με , ὁ Θεός , κατὰ τὸ μέγα ἔλεός

    σου ,  καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου

    ἐξάλειψον τὸ ἀνόμημά μου. 

    Σταυρὲ τοῦ Χριστοῦ ,  Χριστιανῶν ἡ ἐλπίς ,  πε‐

    πλανημένων ὁδηγέ ,  χειμαζομένων λιμήν ,  ἐν

    πολέμοις νῖκος ,  οἰκουμένης ἀσφάλεια ,  ἀσθε‐

     νούντων ἰατρέ , νεκρῶν ἡ ἀνάστασις , ἐλέησον

     ἡμᾶς. 

    ΣΣΣῶῶῶσ σ σ οοοννν , , ,  ὁὁὁ ΘΘΘεεεόόόςςς , , ,  τ τ τ ὸὸὸννν λλλαααόόόννν ΣΣΣοοουυυ ... ... ...  Κύριε , ἐλέησον. 

    (ιβ´)  Ἐ Ἐ Ἐλλλέέέεεειιι  κκκαααὶὶὶ  οοοἰ ἰ ἰ κκκτ τ τ ιιι ρ ρ ρ μ μ μοοοῖ ῖ ῖ ςςς ... ... ...  Ἀμήν. 

    * * * 

    Ο ΚΑΝΩΝτῆς Ἑορτῆς

    ὃς τήνδε τὴν ἀκροστιχίδα φέρει·

    Σταυρῷ πεποιθώς , ὕμνον ἐξερεύγομαι . 

    ποίημα τοῦ Κυρίου Κοσμᾶ

    ᾨδὴ α´. 

    Ἦχος πλ. δ´. Ὁ Εἱρμός. 

    «Σταυρὸν χαράξας Μωσῆς ,  ἐπ᾿ εὐθείας ῥά‐

    βδῳ , τὴν Ἐρυθρὰν διέτεμε , τῷ Ἰσραὴλ πεζεύ‐

    σαντι· τὴν δὲ ἐπιστρεπτικῶς ,  Φαραὼ τοῖς

    ἅρμασι κροτήσας ἥνωσεν· ἐπ᾿ εὔρους διαγρά‐

    ψας ,  τὸ ἀήττητον ὅπλον· διὸ Χριστῷ ᾄσωμεν , 

    τῷ Θεῷ ἡμῶν , ὅτι δεδόξασται ». 

    Τὸν τύπον πάλαι Μωσῆς ,  τοῦ ἀχράντου πά‐θους ,  ἐν ἑαυτῷ προέφηνε ,  τῶν ἱερῶν μεσού‐

    μενος.  Σταυρῷ δὲ σχηματισθείς ,  τεταμέναις

    τρόπαιον ,  παλάμαις ἤγειρε ,  τὸ κράτος διολέ‐

    σας , Ἀμαλὴκ τοῦ πανώλους· διὸ Χριστῷ ᾄσω‐

    μεν , τῷ Θεῷ ἡμῶν , ὅτι δεδόξασται . 

    Δόξα. 

    Ἀ νέθηκε Μωϋσῆς ,  ἐπὶ στήλης ἄκος ,  φθορο‐

    ποιοῦ λυτήριον ,  καὶ ἰοβόλου δήγματος ,  καὶ

    ξύλῳ τύπῳ Σταυροῦ ,  τὸν πρὸς γῆν συρόμε‐

     νον ,  ὄφιν προσέδησεν ,  ἐγκάρσιον ἐν τούτῳ , 

    θριαμβεύσας τὸ πῆμα· διὸ Χριστῷ ᾄσωμεν , 

    τῷ Θεῷ ἡμῶν , ὅτι δεδόξασται . 

    Καὶ νῦν. 

    Ὑπέδειξεν οὐρανός ,  τοῦ Σταυροῦ τὸ τρόπαι‐

    ον ,  τῷ εὐσεβείας κράτορι  ,  καὶ Βασιλεῖ θεό‐

    φρονι  ,  ἐχθρῶν ἐν ᾧ δυσμενῶν ,  κατεβλήθη

    φρύαγμα· ἀπάτη ἀνετράπη δέ ,  καὶ πίστις ἐ‐

    φηπλώθη , γῆς τοῖς πέρασι θεία· διὸ Χριστῷ ᾄ‐

    σωμεν , τῷ Θεῷ ἡμῶν , ὅτι δεδόξασται . 

    ᾨδὴ γ´. 

    Ἦχος πλ. δ´. Ὁ Εἱρμός. 

    « Ῥάβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμ‐

    βάνεται· τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα , 

    τῇ στειρευούσῃ δὲ πρῴην ,  Ἐκκλησίᾳ νῦν ἐξ‐

     ήνθησε ,  ξύλον Σταυροῦ ,  εἰς κράτος καὶ στε‐

    ρέωμα».  Δόξα. 

    Ὡς ἐπαφῆκε ῥαπιζομένη ὕδωρ ἀκρότομος , 

    ἀπειθοῦντι λαῷ ,  καὶ σκληροκαρδίῳ ,  τῆς θεο‐

    κλήτου ἐδήλου , Ἐκκλησίας τὸ μυστήριον· ἧς ὁ

    Σταυρός , τὸ κράτος καὶ στερέωμα. 

    Καὶ νῦν. 

    Πλευρᾶς ἀχράντου λόγχῃ τρωθείσης ,  ὕδωρ

    σὺν αἵματι ἐξεβλήθη ,  ἐγκαινίζον διαθήκην , 

    καὶ ῥυπτικὸν ἁμαρτίας· τῶν πιστῶν γὰρΣταυρὸς καύχημα ,  καὶ Βασιλέων κράτος καὶ

    στερέωμα. 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  σ σ σ ὺὺὺ εεεἶ ἶ ἶ  ὁὁὁ ΘΘΘεεεὸὸὸςςς ἡἡἡ μ μ μῶῶῶννν ... ... ...  

    * * * 

    ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑτῆς Ἑορτῆς

    Ἦχος πλ. δ´. Τὸ προσταχθέν. 

    Ἐ ν Παραδείσῳ με τὸ πρὶν ξύλον ἐγύμνωσεν , 

    οὗπερ τῇ γεύσει  , ὁ ἐχθρὸς εἰσφέρει νέκρωσιν·

    τοῦ Σταυροῦ δὲ τὸ ξύλον ,  τῆς ζωῆς τὸ ἔνδυ‐

    μα , ἀνθρώποις φέρον , ἐπάγη ἐπὶ τῆς γῆς , καὶ

    κόσμος ὅλος ἐπλήσθη πάσης χαρᾶς· ὃν ὁρῶν‐

    τες ὑψούμενον ,  Θεῷ ἐν πίστει λαοί  ,  συμφώ‐

     νως ἀνακράξωμεν· Πλήρης δόξης ὁ οἶκός

    σου. (δίς) 

  • 8/20/2019 2015 09 14 Ypswsewstimstaurou A

    4/12

      4

    ᾨδὴ δ´. 

    Ἦχος πλ. δ´. Ὁ Εἱρμός. 

    «Εἰσακήκοα Κύριε , τῆς οἰκονομίας σου τὸ μυ‐

    στήριον ,  κατενόησα τὰ ἔργα σου ,  καὶ ἐδόξα‐

    σά σου τὴν Θεότητα». 

    Πικρογόνους μετέβαλε , ξύλῳ Μωϋσῆς πηγὰς

    ἐν ἐρήμῳ πάλαι  ,  τῷ Σταυρῷ πρὸς τὴν εὐσέ‐

    βειαν , τῶν ἐθνῶν προφαίνων τὴν μετάθεσιν. 

    Ὁ  βυθῷ κολπωσάμενος ,  τέμνουσαν ἀνέδω‐

    κεν Ἰορδάνης ξύλῳ ,  τῷ Σταυρῷ καὶ τῷ Βα‐

    πτίσματι  ,  τὴν τομὴν τῆς πλάνης τεκμαιρόμε‐

     νος. 

    Δόξα. 

    Ἱερῶς προστοιβάζεται  ,  ὁ τετραμερὴς λαὸς

    προηγούμενος ,  τῆς ἐν τύπῳ μαρτυρίου σκη‐

     νῆς , σταυροτύποις τάξεσι κλεϊζόμενος. Καὶ νῦν. 

    Θαυμαστῶς ἐφαπλούμενος ,  τὰς ἡλιακὰς βο‐

    λὰς ἐξηκόντισεν ,  ὁ Σταυρός ,  καὶ διηγήσαντο , 

    οὐρανοὶ τὴν δόξαν τοῦ Θεοῦ ἡμῶν. 

    ᾨδὴ ε´. 

    Ἦχος πλ. δ´. Ὁ Εἱρμός. 

    «Ὤ ,  τρισμακάριστον ξύλον!  ἐν ᾧ ἐτάθη Χρι‐

    στός , ὁ Βασιλεὺς καὶ Κύριος· δι᾿ οὗ πέπτωκεν

    ὁ ξύλῳ ἀπατήσας , τῷ ἐν σοὶ δελεασθείς , Θεῷτῷ προσπαγέντι σαρκί  ,  τῷ παρέχοντι  ,  τὴν

    εἰρήνην ταῖς ψυχαῖς ἡμῶν». 

    Σὲ τὸ ἀοίδιμον ξύλον ,  ἐν ᾧ ἐτάθη Χριστός , 

    τὴν Ἐδὲμ φυλάττουσα , στρεφομένη ῥομφαία , 

    Σταυρὲ ᾐδέσθη· τὸ φρικτὸν δὲ Χερουβίμ ,  εἶξε

    τῷ σοὶ παγέντι Χριστῷ ,  τῷ παρέχοντι  ,  τὴν

    εἰρήνην ταῖς ψυχαῖς ἡμῶν. 

    Δόξα. Ὑποχθονίων δυνάμεις ,  ἀντίπαλοι τοῦ Σταυ‐

    ροῦ ,  φρίττουσι χαραττόμενον ,  τὸ σημεῖον ἐν

    ἀέρι ᾧ πολοῦσιν· οὐρανίων γηγενῶν ,  γένος

    δὲ γόνυ κάμπτει Χριστῷ ,  τῷ παρέχοντι  ,  τὴν

    εἰρήνην ταῖς ψυχαῖς ἡμῶν. 

    Καὶ νῦν. 

    Μαρμαρυγαῖς ἀκηράτοις ,  φανεὶς ὁ θεῖος

    Σταυρός ,  ἐσκοτισμένοις ἔθνεσι  ,  τοῖς ἐν πλά‐

     νῃ ἀπάτης τὸ θεῖον φέγγος ,  ἀπαστράψας οἰ‐κειοῖ  ,  τῷ ἐν αὐτῷ παγέντι Χριστῷ ,  τῷ παρέ‐

    χοντι  , τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν. 

    ᾨδὴ Ϛ´. 

    Ἦχος πλ. δ´. Ὁ Εἱρμός. 

    «Νοτίου θηρὸς ἐν σπλάγχνοις ,  παλάμας Ἰω‐

     νᾶς ,  σταυροειδῶς διεκπετάσας ,  τὸ σωτήριον

    πάθος προδιετύπου σαφῶς· ὅθεν τριήμερος

    ἐκδύς ,  τὴν ὑπερκόσμιον Ἀνάστασιν ὑπεζω‐

     γράφησε ,  τοῦ σαρκὶ προσπαγέντος ,  Χριστοῦ

    τοῦ Θεοῦ ,  καὶ τριημέρῳ ἐγέρσει  ,  τὸν κόσμονφωτίσαντος». 

    Δόξα. 

    Ὁ  γήρᾳ καμφθείς ,  καὶ νόσῳ τρυχωθείς ,  ἀ‐

     νωρθοῦτο Ἰακὼβ χεῖρας ἀμείψας ,  τὴν ἐνέρ‐

     γειαν φαίνων τοῦ ζωηφόρου Σταυροῦ· τὴν

    παλαιότητα καὶ γάρ ,  τοῦ νομικοῦ σκιώδους , 

     γράμματος ἐκαινογράφησεν , ὁ ἐν τούτῳ σαρ‐

    κὶ προσπαγεὶς Θεός ,  καὶ τὴν ψυχόλεθρον νό‐

    σον , τῆς πλάνης ἀπήλασε. 

    Καὶ νῦν. 

    Νεαζούσαις θεὶς παλάμας ,  ὁ θεῖος Ἰσραήλ , 

    σταυροειδῶς κάραις ἐδήλου , ὡς πρεσβύτερον

    κλέος ὁ νομολάτρης λαός· ὑποπτευθεὶς ὅθεν

    οὕτως ἐξηπατῆσθαι  ,  οὐκ ἠλλοίωσε τὸν ζωη‐

    φόρον τύπον· ὑπερέξει λαὸς γὰρ Χριστοῦ τοῦ

    Θεοῦ ,  νεοπαγὴς ἀνεβόα ,  Σταυρῷ τειχιζόμε‐

     νος. 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ΣΣΣὺὺὺ γγγὰὰὰ ρ ρ ρ εεεἶ ἶ ἶ  ὁὁὁ ΒΒΒααασ σ σ ιιιλλλεεεύύύςςς ... ... ...  

    * * * 

    ΚΟΝΤΑΚΙΟΝ , ΟΙΚΟΣ , ΣΥΝΑΞΑΡΙΟΝΚοντάκιον καὶ Οἶκος τῆς Ἑορτῆς

    Ἦχος δ´. Αὐτόμελον. 

    Ὁ  ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως ,  τῇ ἐπω‐

     νύμῳ σου καινῇ πολιτείᾳ ,  τοὺς οἰκτιρμούς

    σου δώρησαι  ,  Χριστὲ ὁ Θεός.  Εὔφρανον ἐν τῇ

    δυνάμει σου , τοὺς πιστοὺς Βασιλεῖς ἡμῶν , νί‐

    κας χορηγῶν αὐτοῖς , κατὰ τῶν πολεμίων· τὴν

    συμμαχίαν ἔχοιεν τὴν σήν ,  ὅπλον εἰρήνης , 

    ἀήττητον τρόπαιον. ὁ Οἶκος

    Ὁ μετὰ τρίτον οὐρανὸν ἀρθεὶς ἐν Παραδείσῳ , 

    καὶ ῥήματα τὰ ἄῤῥητα καὶ θεῖα ,  ἃ οὐκ ἐξὸν

     γλώσσαις λαλεῖν , τί τοῖς Γαλάταις γράφει  , ὡς

    ἐρασταὶ τῶν Γραφῶν ,  ἀνέγνωτε καὶ ἔγνωτε·

    Ἐμοί  ,  φησί  ,  καυχᾶσθαι μὴ γένοιτο ,  πλὴν εἰμὴ ἐν μόνῳ τῷ Σταυρῷ τῷ τοῦ Κυρίου ,  ἐν ᾧ

  • 8/20/2019 2015 09 14 Ypswsewstimstaurou A

    5/12

      5

    παθών , ἔκτεινε τὰ πάθη. Αὐτὸν οὖν καὶ ἡμεῖς

    βεβαίως κρατῶμεν τοῦ Κυρίου τὸν Σταυρὸν

    καύχημα πάντες· ἐστὶ γὰρ σωτήριον ἡμῖν

    τοῦτο τὸ ξύλον ,  ὅπλον εἰρήνης ἀήττητον

    τρόπαιον. 

    Συναξάριον

    Τῇ ΙΔ´ τοῦ αὐτοῦ μηνός ,

      ἡ παγκόσμιος Ὕψω‐σις τοῦ Τιμίου καὶ Ζωοποιοῦ Σταυροῦ. Στίχοι

    Τὰς ἐν λάρυγγι  , Σῶτερ , ὑψώσεις φέρει  , 

    Ὑψούμενον βλέπουσα τὸν Σταυρὸν κτίσις. 

    Ὑψώθη δεκάτῃ , Σταυροῦ ξύλον , ἠδὲ τετάρτῃ. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  ἡ κοίμησις τοῦ ἐν ἁγίοις Πα‐

    τρὸς ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Κωνστα‐

     ντινουπόλεως τοῦ Χρυσοστόμου· ἐν ταύτῃ

     γὰρ ἀνεπαύσατο , ἀλλὰ διὰ τὴν ἑορτὴν τοῦ Τι‐

    μίου Σταυροῦ μετετέθη ἡ τούτου ἑορτὴ εἰςτὸν Νοέμβριον μῆνα. 

    Στίχοι

    Συσταυρωθείς , Χρυσόστομε , τῷ Κυρίῳ , 

    Τῇ τοῦ Σταυροῦ ἡμέρᾳ Αὐτῷ ἀνεπαύσω. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , καὶ Μνήμη τῆς εὐσεβεστάτης

    βασιλίσσης Πλακίλλης ,  συζύγου γενομένης

    τοῦ μεγάλου βασιλέως Θεοδοσίου. Στίχοι

    Φθαρτὸν λιποῦσα στέμμα γῆς ἡ Πλακίλλα , 

    Ἐν οὐρανοῖς ἄφθαρτον εὕρατο στέφος. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  Μνήμη τῶν ἐν ἁγίοις Πατέ‐

    ρων ἡμῶν ,  τῶν συνελθόντων ἐν τῇ ἁγίᾳ καὶ

    Οἰκουμενικῇ Ἕκτῃ Συνόδῳ , ἐπὶ τῆς βασιλείας

    Κωνσταντίνου τοῦ Πωγωνάτου ,  υἱοῦ Ἰουστι‐

     νιανοῦ τοῦ δευτέρου ,  τοῦ καλουμένου Ῥινο‐

    τμήτου ,  Σεργίου τὴν Ἐκκλησίαν Κωνσταντι‐

     νουπόλεως ἰθύνοντος ,  καὶ Ἀγάθωνος τὴν

     Ῥωμαίων.  Ἠθροίσθη δὲ ἐν τῷ Τρούλλῳ τοῦ

    Παλατίου ,  τῷ λεγομένῳ Ὠάτῳ ,  ἀναθέματι

    καθυποβαλοῦσα Σέργιον καὶ Πύῤῥον καὶ Πέ‐

    τρον καὶ Παῦλον ,  ἐπισκόπους γενομένους

    Κωνσταντινουπόλεως. Μακρόβιόν τε τὸν Ἀν‐

    τιοχείας , καὶ Κῦρον τὸν Ἀλεξανδρείας , καὶ Ὀ‐

     νώριον τὸν Ῥώμης ,  Στέφανόν τε καὶ Πολυ‐

    χρόνιον καὶ τοὺς σὺν αὐτοῖς.  Ἥτις Ἁγία Σύ‐

     νοδος ἐπὶ μὲν τοῦ δηλωθέντος Κωνσταντίνου

    τοῦ Πωγωνάτου συνηθροίσθη· ἡ δὲ τῶν Κα‐

     νόνων ἔκδοσις ἐπὶ Ἰουστινιανοῦ τοῦ υἱοῦ αὐ‐

    τοῦ γέγονε. 

    Στίχοι

    Ὑπόστασιν μὲν τοῦ Θεανθρώπου μίαν , 

    Διττὰς δὲ γνῶθι καὶ θελήσεις καὶ φύσεις. 

    Σέβειν θελήσεις τοῦ Θεναθρώπου δύο , 

    Ἕκτη διδάσκει πληθὺς εὐσεβοφρόνων. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ Μνήμη τοῦ Ἁγίου Ἐνδόξου

    Μάρτυρος Πάπα. Στίχοι

    ᾘδεῖτο Πάπας πρὸς τὰ στίγματα στένειν , 

    Βοηθὸν ἐγγὺς τὸν Θεὸν κεκτημένος. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Ἔνδοξος Μάρτυς Θεο‐

    κλῆς ξίφει τελειοῦται . Στίχοι

    Πρὸς κλῆσιν ἥκει καὶ Θεοκλῆς τὴν ἄνω , 

    Ἔχων ὄχημα τὴν τομὴν τὴν ἐκ ξίφους. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Βαλεριανός ,  τὸ νήπι‐

    ον , ξίφει τελειοῦται . 

    ΣτίχοιΒαλεριανῷ τῷ μικρῷ Θεὸς μέγας , 

    Ἐν οὐρανῷ δέδωκε πάμμεγα στέφος. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  ὁ Ἅγιος Ἔνδοξος Νέος Ὁσιο‐

    μάρτυς Μακάριος ,  ὁ Διονυσιάτης ,  ὁ Εἰσπηδη‐

    τής ,  ὁ ἐν Θεσσαλονίκῃ μαρτυρήσας κατὰ τῷ

    1527, ὁ καὶ μαθητὴς χρηματίσας τοῦ πατριάρ‐

    χου Κωνσταντινουπόλεως Νήφωνος ,  ξίφει

    τελειοῦται . 

    Στίχοι  Μακάριος εἶ καὶ μακάρων εἰς τόπον , 

    Θανὼν ἀνῆλθες διὰ τοῦ μαρτυρίου. 

    Δυνάμει τοῦ Σταυροῦ σου καὶ τῶν σῶν Ἁγίων

    πρεσβείαις ,  Χριστὲ ὁ Θεός ,  ἐλέησον ἡμᾶς. 

    Ἀμήν. 

    * * * 

    ΚΑΤΑΒΑΣΙΑΙτῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ

    ᾨδὴ α´. Ἦχος πλ. δ´. Σταυρὸν χαράξας Μωσῆς ἐπ᾿ εὐθείας ῥάβδῳ , 

    τὴν Ἐρυθρὰν διέτεμε τῷ Ἰσραὴλ πεζεύσαντι·

    τὴν δὲ ἐπιστρεπτικῶς Φαραὼ τοῖς ἅρμασι

    κροτήσας ἥνωσεν ,  ἐπ᾿ εὔρους διαγράψας τὸ

    ἀήττητον ὅπλον· διὸ Χριστῷ ᾄσωμεν ,  τῷ Θεῷ

     ἡμῶν , ὅτι δεδόξασται . 

    ᾨδὴ γ´. 

     Ῥάβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβά‐

     νεται· τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα· τῇ

  • 8/20/2019 2015 09 14 Ypswsewstimstaurou A

    6/12

      6

    στειρευούσῃ δὲ πρῴην Ἐκκλησίᾳ νῦν ἐξήνθη‐

    σε ξύλον Σταυροῦ ... 

    ...εἰς κράτος καὶ στερέωμα. 

    ᾨδὴ δ´. 

    Εἰσακήκοα ,  Κύριε ,  τῆς οἰκονομίας σου τὸ μυ‐

    στήριον , κατενόησα τὰ ἔργα σου καὶ ἐδόξασά

    σου τὴν θεότητα. 

    ᾨδὴ ε´. 

    Ὦ  τρισμακάριστον Ξύλον!  ἐν ᾧ ἐτάθη Χρι‐

    στός , ὁ βασιλεὺς καὶ Κύριος· δι᾿ οὗ πέπτωκεν

    ὁ ξύλῳ ἀπατήσας ,  τῷ ἐν σοὶ δελεασθεὶς Θεῷ

    τῷ προσπαγέντι σαρκί  ,  τῷ παρέχοντι τὴν εἰ‐

    ρήνην ταῖς ψυχαῖς ἡμῶν. 

    ᾨδὴ Ϛ´. 

    Νοτίου θηρὸς ἐν σπλάγχνοις παλάμας Ἰωνᾶς

    σταυροειδῶς διεκπετάσας ,  τὸ σωτήριον πά‐θος προδιετύπου σαφῶς· ὅθεν τριήμερος ἐκ‐

    δύς ,  τὴν ὑπερκόσμιον ἀνάστασιν ὑπεζωγρά‐

    φησε τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ

    Θεοῦ καὶ τριημέρῳ ἐγέρσει τὸν κόσμον φωτί‐

    σαντος. 

    ᾨδὴ ζ´. 

    Ἔκνοον πρόσταγμα τυράννου δυσσεβοῦς λα‐

    οὺς ἐκλόνησε ,  πνέον ἀπειλῆς καὶ δυσφημίας

    θεοστυγοῦς· ὅμως τρεῖς παῖδας οὐκ ἐδειμάτω‐σε θυμὸς θηριώδης , οὐ πῦρ βρόμιον· ἀλλ᾿ ἀν‐

    τηχοῦντι δροσοβόλῳ πνεύματι πυρὶ συνόντες

    ἔψαλλον· Ὁ ὑπερύμνητος τῶν πατέρων καὶ ἡ‐

    μῶν Θεός , εὐλογητὸς εἶ . 

    ᾨδὴ η´. Αἰνοῦμεν , εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. 

    Εὐλογεῖτε , παῖδες , τῆς Τριάδος ἰσάριθμοι  ,  δη‐

    μιουργὸν Πατέρα Θεόν· ὑμνεῖτε τὸν συγκα‐

    ταβάντα Λόγον καὶ τὸ πῦρ εἰς δρόσον μετα‐ποιήσαντα· καὶ ὑπερυψοῦτε τὸ πᾶσι ζωὴν πα‐

    ρέχον Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας. 

    ὁ διάκονος· Τ Τ Τ ὴὴὴννν ΘΘΘεεεοοοτ τ τ όόόκκκοοοννν κκκαααὶὶὶ  μ μ μηηητ τ τ έέέ ρ ρ ρααα τ τ τ οοοῦῦῦ φφφωωωτ τ τ όόόςςς , , ,  ἐἐἐννν ὕὕὕ μ μ μνννοοοιιιςςς τ τ τ ιιι μ μ μῶῶῶννντ τ τ εεεςςς μ μ μεεεγγγαααλλλύύύνννοοο μ μ μεεεννν ...  

    ᾨδὴ θ´.  ἡ Τιμιωτέρα οὐ στιχολογεῖται

    Ἦχος πλ. δ´. Ὁ Εἱρμός. 

    «Μυστικῶς εἶ Θεοτόκε Παράδεισος , ἀγεωργή‐

    τως βλαστήσασα Χριστόν ,  ὑφ᾿ οὗ τὸ τοῦ

    Σταυροῦ ,  ζωηφόρον ἐν γῇ ,  πεφυτούργηται

    δένδρον· δι᾿ οὗ νῦν ὑψουμένου ,  προσκυνοῦν‐

    τες αὐτὸν σὲ μεγαλύνομεν». 

    Ἀ γαλλέσθω τὰ δρυμοῦ ξύλα σύμπαντα ,  ἁγι‐

    ασθείσης τῆς φύσεως αὐτῶν ,  ὑφ᾿ οὗ περ ἐξ

    ἀρχῆς ,  ἐφυτεύθη Χριστοῦ ,  τανυθέντος ἐν ξύ‐

    λῳ· δι᾿ οὗ νῦν ὑψουμένου , προσκυνοῦμεν αὐ‐

    τὸν καὶ μεγαλύνομεν. 

    Ἱερὸν ἠγέρθη κέρας θεόφροσι  ,  τῆς κεφαλῆς

    τῶν ἁπάντων ὁ Σταυρός ,  ἐν ᾧ ἁμαρτωλῶν

     νοουμένων ,  συνθλῶνται τὰ κέρατα πάντα , 

    δι᾿ οὗ νῦν ὑψουμένου ,  προσκυνοῦμεν αὐτὸν

    καὶ μεγαλύνομεν. 

    Εἱρμὸς ἄλλος. 

    «Ὁ διὰ βρώσεως τοῦ ξύλου , τῷ γένει προσγε‐

     νόμενος θάνατος ,  διὰ Σταυροῦ κατήργηται

    σήμερον· τῆς γὰρ Προμήτορος ἡ παγγενὴςκατάρα διαλέλυται  ,  τῷ βλαστῷ τῆς ἁγνῆς

    Θεομήτορος ,  ἣν πᾶσαι αἱ Δυνάμεις ,  τῶν οὐ‐

    ρανῶν μεγαλύνουσι ». 

    Μ ή τὴν πικρίαν τὴν τοῦ ξύλου , ἐάσας ἀναιρέ‐

    σιμον Κύριε ,  διὰ Σταυροῦ τελείως ἐξήλειψας·

    ὅθεν καὶ ξύλον ἔλυσε ποτέ ,  πικρίαν ὑδάτων

    Μεῤῥᾶς ,  προτυποῦν τοῦ Σταυροῦ τὴν ἐνέρ‐

     γειαν ,  ἣν πᾶσαι αἱ Δυνάμεις ,  τῶν οὐρανῶν

    μεγαλύνουσιν. Δόξα. 

    Ἀδιαλείπτως βαπτομένους , τῷ ζόφῳ τοῦ προ‐

    πάτορος Κύριε ,  διὰ Σταυροῦ ἀνύψωσας σή‐

    μερον· ὡς γὰρ τῇ πλάνῃ ἄγαν ἀκρατῶς , ἡ φύ‐

    σις προκατηνέχθη ,  παγκλήρως ἡμᾶς πάλιν

    ἀνώρθωσε , τὸ φῶς τὸ τοῦ Σταυροῦ σου , ὃν οἱ

    πιστοὶ μεγαλύνομεν. 

    Καὶ νῦν. 

    Ἵ να τὸν τύπον ὑποδείξῃς , τῷ κόσμῳ προσκυ‐

     νούμενον Κύριε ,  τὸν τοῦ Σταυροῦ ἐν πᾶσιν

    ὡς ἔνδοξον ,  ἐν οὐρανῷ ἐμόρφωσας ,  φωτὶ ἀ‐

    πλέτῳ ἠγλαϊσμένον , Βασιλεῖ πανοπλίαν ἀήτ‐

    τητον ,  ἣν πᾶσαι αἱ Δυνάμεις ,  τῶν οὐρανῶν

    μεγαλύνουσι . 

    Καταβασίαι . 

    Μυστικῶς εἶ Θεοτόκε Παράδεισος ,  ἀγεωργή‐

    τως βλαστήσασα Χριστόν ,  ὑφ᾿ οὗ τὸ τοῦΣταυροῦ ,  ζωηφόρον ἐν γῇ ,  πεφυτούργηται

  • 8/20/2019 2015 09 14 Ypswsewstimstaurou A

    7/12

      7

    δένδρον ,  δι᾿ οὗ νῦν ὑψουμένου ,  προσκυνοῦν‐

    τες αὐτὸν σὲ μεγαλύνομεν. 

    Ὁ  διὰ βρώσεως τοῦ ξύλου ,  τῷ γένει προσγε‐

     νόμενος θάνατος ,  διὰ Σταυροῦ κατήργηται

    σήμερον· τῆς γὰρ Προμήτορος ἡ παγγενὴς

    κατάρα διαλέλυται  ,  τῷ βλαστῷ τῆς ἁγνῆς

    Θεομήτορος ,  ἣν πᾶσαι αἱ Δυνάμεις ,  τῶν οὐ‐

    ρανῶν μεγαλύνουσι . 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  σ σ σ ὲὲὲ αααἰ ἰ ἰ νννοοοῦῦῦσ σ σ ιιι  πππᾶᾶᾶσ σ σ αααιιι  αααἱ ἱ ἱ  δδδυυυνννάάά μ μ μεεειιιςςς ... ... ...  

    * * * 

    ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑἘξαποστειλάρια τοῦ Σταυροῦ

    Ἦχος β´. Τῶν μαθητῶν ὁρώντων σε. 

    Σταυρός ,  ὁ φύλαξ πάσης τῆς οἰκουμένης·

    Σταυρός ,  ἡ ὡραιότης τῆς Ἐκκλησίας· Σταυ‐ρός ,  Βασιλέων τὸ κραταίωμα· Σταυρός ,  πι‐

    στῶν τὸ στήριγμα· Σταυρός , Ἀγγέλων ἡ δόξα , 

    καὶ τῶν δαιμόνων τὸ τραῦμα. (δίς) Ἕτερον , ὅπερ λέγεται ἅπαξ. 

    Ἦχος β´. Γυναῖκες ἀκουτίσθητε. 

    Σταυρὸς ὑψοῦται σήμερον ,  καὶ κόσμος ἁγιά‐

    ζεται· ὁ γὰρ Πατρὶ συνεδρεύων , καὶ Πνεύματι

    τῷ Ἁγίῳ ,  ἐν τούτῳ χεῖρας ἁπλώσας ,  τὸν κό‐

    σμον ὅλον εἵλκυσας ,  πρὸς σὴν Χριστὲ ἐπί‐ γνωσιν· τοὺς οὖν εἰς σὲ πεποιθότας ,  θείας ἀ‐

    ξίωσον δόξης. 

    * * * 

    ΑΙΝΟΙ

    Ἦχος πλ. δ´. 

    Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν

    Κύριον ἐκ τῶν οὐρανῶν , αἰνεῖτε αὐτὸν ἐν τοῖς

    ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. 

    Αἰνεῖτε αὐτόν ,  πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰ‐

     νεῖτε αὐτόν ,  πᾶσαι αἱ δυνάμεις αὐτοῦ.  Σοὶ

    πρέπει ὕμνος τῷ Θεῷ. 

    Στιχηρὰ Προσόμοια τῆς Ὑψώσεως γ´εἰς δ´

    Στίχ .  α .́ Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ·

    αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. 

    Ἦχος πλ. δ´. Ὤ , τοῦ παραδόξου θαύματος. 

    Ὤ ,  τοῦ παραδόξου θαύματος!  τὸ ζωηφόρον

    φυτόν ,  ὁ Σταυρὸς ὁ πανάγιος ,  εἰς ὕψος αἰρό‐μενος ,  ἐμφανίζεται σήμερον· δοξολογοῦσι

    πάντα τὰ πέρατα· ἐκδειματοῦνται δαίμονες

    ἅπαντες· ὤ ,  οἷον δώρημα ,  τοῖς βροτοῖς κεχά‐

    ρισται ! δι᾿ οὗ Χριστέ , σῶσον τὰς ψυχὰς ἡμῶν , 

    ὡς μόνος εὔσπλαγχνος. 

    Στίχ .  β .́  Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις·

    αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ.  Πᾶ‐

    σα πνοὴ αἰνεσάτω τὸν Κύριον. 

    Ὤ ,  τοῦ παραδόξου θαύματος!  τὸ ζωηφόρον

    φυτόν ,... 

    Στίχ .  γ .́  Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ

    προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ , 

    ὅτι ἅγιος ἐστί . 

    Ὤ , τοῦ παραδόξου θαύματος! ὡς βότρυν πλή‐

    ρη ζωῆς ,  ὁ βαστάσας τὸν Ὕψιστον ,  ἀπὸ γῆς

    ὑψούμενος ,  Σταυρὸς ὁρᾶται σήμερον· δι᾿ οὗ

    πρὸς Θεὸν πάντες εἱλκύσθημεν ,  καὶ κατεπό‐

    θη εἰς τέλος θάνατος.  Ὤ ,  ξύλον ἄχραντον! ὑφ᾿ οὗ ἀπολαύομεν τῆς ἐν Ἐδέμ ,  ἀθανάτου

    βρώσεως , Χριστὸν δοξάζοντες. 

    Στίχ .  δ .́  Ὁ  δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰώ‐

     νων εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς. 

    Ὤ ,  τοῦ παραδόξου θαύματος!  εὗρος καὶ μῆ‐

    κος Σταυροῦ ,  οὐρανοῦ ἰσοστάσιον ,  ὅτι θείᾳ

    χάριτι  ,  ἁγιάζει τὰ σύμπαντα· ἐν τούτῳ ἔθνη

    βάρβαρα ἥττηνται· ἐν τούτῳ σκῆπτρα ἀνά‐

    κτων ἥδρασται .  Ὤ ,  θείας κλίμακος!  δι᾿ ἧς ἀ‐ νατρέχομεν εἰς οὐρανούς , ὑψοῦντες ἐν ᾄσμα‐

    σι  , Χριστὸν τὸν Κύριον. 

    Δόξα. Καὶ νῦν. 

    Ἦχος πλ. β´. 

    Σ ήμερον προέρχεται ὁ Σταυρὸς τοῦ Κυρίου , 

    καὶ πιστοὶ εἰσδέχονται αὐτὸν ἐκ πόθου ,  καὶ

    λαμβάνουσιν ἰάματα ψυχῆς τε καὶ σώματος , 

    καὶ πάσης μαλακίας.  Αὐτὸν ἀσπασώμεθα τῇ

    χαρᾷ καὶ τῷ φόβῳ· φόβῳ διὰ τὴν ἁμαρτίαν , ὡς ἀνάξιοι ὄντες· χαρᾷ δὲ διὰ τὴν σωτηρίαν , 

     ἣν παρέχει τῷ κόσμῳ , ὁ ἐν αὐτῷ προσπαγεὶς

    Χριστὸς ὁ Κύριος , ὁ ἔχων τὸ μέγα ἔλεος. 

    Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

    Ἦχος δ´. Ἅγια. 

    Δόξα σοι τῷ δείξαντι τὸ φῶς.  Δόξα ἐν ὑψί‐

    στοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ,  ἐν ἀνθρώποις

    εὐδοκία. 

  • 8/20/2019 2015 09 14 Ypswsewstimstaurou A

    8/12

      8

    Ὑμνοῦμέν σε , εὐλογοῦμέν σε , προσκυνοῦμέν

    σε ,  δοξολογοῦμέν σε ,  εὐχαριστοῦμέν σοι διὰ

    τὴν μεγάλην σου δόξαν. 

    Κύριε βασιλεῦ , ἐπουράνιε Θεέ ,  Πάτερ παντο‐

    κράτορ· Κύριε Υἱὲ μονογενές ,  Ἰησοῦ Χριστέ , 

    καὶ ἅγιον Πνεῦμα. 

    Κύριε ὁ Θεός ,  ὁ ἀμνὸς τοῦ Θεοῦ ,  ὁ Υἱὸς τοῦΠατρός , ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου , ἐ‐

    λέησον ἡμᾶς ,  ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κό‐

    σμου. 

    Πρόσδεξαι τὴν δέησιν ἡμῶν ,  ὁ καθήμενος ἐν

    δεξιᾷ τοῦ Πατρός , καὶ ἐλέησον ἡμᾶς. 

    Ὅτι σὺ εἶ μόνος ἅγιος , σὺ εἶ μόνος Κύριος , Ἰη‐

    σοῦς Χριστός , εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. 

    Καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέ‐σω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰ‐

    ῶνα τοῦ αἰῶνος. 

    Καταξίωσον ,  Κύριε ,  ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀνα‐

    μαρτήτους φυλαχθῆναι ἡμᾶς. 

    Εὐλογητὸς εἶ  ,  Κύριε ,  ὁ Θεὸς τῶν πατέρων ἡ‐

    μῶν , καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά

    σου εἰς τοὺς αἰῶνας. Ἀμήν. 

    Γένοιτο ,  Κύριε ,  τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς ,  καθά‐περ ἠλπίσαμεν ἐπὶ σέ. 

    Εὐλογητὸς εἶ  , Κύριε· δίδαξόν με τὰ δικαιώμα‐

    τά σου. ( γ´) 

    Κύριε , καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ

     γενεᾷ.  Ἐγὼ εἶπα· Κύριε ,  ἐλέησόν με· ἴασαι

    τὴν ψυχήν μου , ὅτι ἥμαρτόν σοι . 

    Κύριε ,  πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ

    ποιεῖν τὸ θέλημά σου , ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀ‐

    ψόμεθα φῶς. 

    Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. 

    Ἅ γιος ὁ Θεός , ἅγιος ἰσχυρός , ἅγιος ἀθάνατος·

    ἐλέησον ἡμᾶς. (ἐκ γ´) 

    Δόξα. Καὶ νῦν. 

    Ἅ γιος ἀθάνατος· ἐλέησον ἡμᾶς. 

    Εἶτα ἀργῶς καὶ κατανυκτικῶς τὸ Ἀσματικόν·

    Ἅ γιος ὁ Θεός , ἅ γιος ἰσχυρός , ἅ γιος ἀθάνατος·

    ἐλέησον ἡμᾶς. 

    Μετὰ δὲ τὸ τέλος αὐτῆς ἀρχόμεθα ψάλλειν τὸ Ἀσματι‐

    κόν.  Ὁ δὲ Ἱερεύς ,  λαβὼν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ τὸν

    Τίμιον Σταυρὸν ἐπὶ δίσκου ,  μετὰ καὶ κλάδων βασιλι‐

    κῶν  καὶ τριῶν ἀνημμένων κηρίων ,  ἐξέρχεται τοῦ Ἱε‐

    ροῦ ,  καὶ προπορευομένων τῶν ἑξαπτερύγων καὶ λαμ‐πάδων καὶ θυμιατῶν , φέρει αὐτὸν ἐν τῷ μέσῳ τοῦ Να‐

    οῦ , ἔνθα περιελθὼν κύκλῳ τρὶς ηὐτρεπισμένον τετρα‐

    πόδιον , καὶ τοῦ Ἀσματικοῦ ἔχοντος πληρωθῆ , ἐκφωνεῖ·

    Σοφία ,  Ὀρθοί !  καὶ τίθησι τὸν Σταυρὸν ἐπὶ τοῦ Τετρα‐

    ποδίου ,  καὶ θυμιᾷ σταυροειδῶς ,  ψάλλων τό· Σῶσον

    Κύριε τὸν λαόν σου ,  ἅπαξ ,  ὡσαύτως καὶ οἱ δύο Χοροὶ

    ἀνὰ μίαν.  Εἶθ᾿ οὕτω ,  βαλὼν μετανοίας τρεῖς ,  ἐν ᾗ ἂν

     ἡμέρᾳ τύχῃ , καὶ λαβὼν ἀνὰ χεῖρας τὸν Τίμιον Σταυρὸν

    μετὰ βασιλικῶν κλάδων ,  ἵσταται ἔμπροσθεν τοῦ Τε‐

    τραποδίου ,  καὶ βλέπων πρὸς Ἀνατολὰς ἐκφωνεῖ εἰς

    ἐπήκοον πάντων· Ἐλέησον ἡμᾶς ὁ Θεός , κατὰ τὸ μέγα ἔλεός σου , δεόμε‐

    θά σου , ἐπάκουσον καὶ ἐλέησον. 

    Καὶ ἀρχόμεθα τῆς πρώτης Ἑκατοντάδος ,  τοῦ Κύριε ,  ἐ‐

    λέησον , σφραγίζοντος τοῦ Ἱερέως ἐν ταῖς ἐνάρξεσι με‐

    τὰ τοῦ Τιμίου Σταυροῦ τρίς. 

    Εἶτα κλίνει τὴν κεφαλήν ,  ὅσον σπιθαμὴν ἀπέχειν τῆς

     γῆς ,  καὶ κατὰ μικρὸν ἀνίσταται  ,  ἄχρι τῆς συμπληρώ‐

    σεως τῆς Ἑκατοντάδος. 

    Εἶτα στραφεὶς ἐπὶ τὰ δεξιά ,  καὶ βλέπων πρὸς Βοῤῥᾶν , 

    λέγει· 

    Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χρι‐

    στιανῶν. 

    Καὶ ἀρχόμεθα τῆς δευτέρας Ἑκατοντάδος ,  καὶ ποιεῖ ὁ

    Ἱερεὺς τὴν δευτέραν ὕψωσιν , ὡς προγέγραπται . 

    Εἶθ᾿ οὕτω ,  στραφεὶς πρὸς Ἀνατολὰς τοῦ Τετραποδίου , 

    καὶ βλέπων πρὸς δυσμὰς λέγει· 

    Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) 

    καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. 

    Καὶ ἀρχόμεθα τῆς τρίτης Ἑκατοντάδος. 

    Πληρωθείσης δὲ καὶ ταύτης , στρέφεται ὁ Ἱερεὺς ἐπὶ τὸ

    Βόρειον μέρος , καὶ βλέπων πρὸς Νότον , λέγει· 

    Ἔτι δεόμεθα ὑπὲρ πάσης ψυχῆς Χριστιανῶν Ὀρθοδό‐

    ξων , ὑγείας , καὶ σωτηρίας , καὶ ἀφέσεως τῶν ἁμαρτιῶν

    αὐτῶν. 

    Καὶ γίνεται ἡ τετάρτη ὕψωσις. 

    Καὶ αὖθις στρέφεται ἔμπροσθεν τοῦ Τετραποδίου ,  καὶ

    βλέπων κατὰ Ἀνατολάς , λέγει· 

    Ἔτι δεόμεθα ὑπὲρ πάντων τῶν διακονούντων καὶ δια‐

    κονησάντων ἐν τῇ Ἁγίᾳ Μονῇ ( ἢ Ἐκκλησίᾳ)  ταύτῃ ,  ὑ‐ γείας , σωτηρίας καὶ ἀφέσεως τῶν ἁμαρτιῶν αὐτῶν. 

    Καὶ ἀρχόμεθα τῆς πέμπτης Ἑκατοντάδος. 

  • 8/20/2019 2015 09 14 Ypswsewstimstaurou A

    9/12

      9

    Μετὰ δὲ τὴν συμπλήρωσιν αὐτῆς ,  ὑψοῖ τὸν Σταυρόν , 

    ψάλλων τό· Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ , καὶ εὐλογῶν δι᾿

    αὐτοῦ σταυροειδῶς τὸν λαόν. 

    Εἶτα ,  θέμενος τὸν τίμιον Σταυρὸν ἐπὶ τοῦ Τετραποδί‐

    ου , ψάλλει· Τὸν Σταυρόν σου προσκυνοῦμεν Δέσποτα , 

    ἅπαξ , καὶ οἱ Χοροὶ ὁμοίως ἀνὰ μίαν , καὶ προσκυνεῖ εὐ‐

    θὺς τὸν Τίμιον Σταυρόν , καὶ ἐφεξῆς πάντες. 

    Ὅπου δὲ παρευρίσκεται Ἀρχιερεύς ,  αὐτὸς ὑψοῖ τὸν

    Τίμιον Σταυρόν. 

    Ἐν ὅσῳ δὲ γίνεται ἡ προσκύνησις , ψάλλομεν τὰ παρό‐

     ντα Ἰδιόμελα. 

    Ἦχος β´. 

    Δεῦτε πιστοί  , τὸ ζωοποιὸν ξύλον... 

    (βλέπε εἰς τὸ τέλος τῆς Φυλλάδος ταύτης) 

    προσέρχεται δὲ ὁ λαὸς εἰς προσκύνησιν τοῦ Τιμίου

    Σταυροῦ ,  ἧς πληρωθείσης ,  ὁ β´ χορὸς ψάλλει τὸ Ἀπο‐

    λυτίκιον «Σῶσον , Κύριε , τὸν λαόν σου» ἅπαξ. 

    Τὸ Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος α .́ Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον

    τὴν κληρονομίαν σου ,  νίκας τοῖς Βασιλεῦσι

    κατὰ βαρβάρων δωρούμενος ,  καὶ τὸ σὸν φυ‐

    λάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα. 

    * * * * * 

    ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝἈντίφωνα τῆς Ἑορτῆς

    Ἀντίφωνον Α´. Ἦχος β´.  (Ψαλμὸς κα´) 

    Στίχος α´. Ὁ Θεός , ὁ Θεός μου , πρόσχες μοι  ,  ἵ‐

     να τί ἐγκατέλιπές με; 

    Ταῖς πρεσβείαις τῆς Θεοτόκου , Σῶτερ , σῶσον

     ἡμᾶς. 

    Στίχος β´.  Μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ

    λόγοι τῶν παραπτωμάτων μου. 

    Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 

    Στίχος γ´. Ὁ Θεός μου κεκράξομαι ἡμέρας , καὶ

    οὐκ εἰσακούσῃ. 

    Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 

    Στίχος δ´.  Σὺ δὲ ἐν Ἁγίῳ κατοικεῖς ,  ὁ ἔπαινος

    τοῦ Ἰσραήλ. 

    Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 

    Δόξα. Καὶ νῦν. 

    Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 

    Ἀντίφωνον Β .́ Ἦχος β .́  (Ψαλμὸς ογ´) 

    Στίχος α´. Ἵ να τί ὁ Θεὸς ἀπώσω εἰς τέλος; 

    Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ,  ὁ σαρκὶ σταυρωθείς , 

    ψάλλοντάς σοι· Ἀλληλούϊα. 

    Στίχος β´.  Μ νήσθητι τῆς συναγωγῆς σου ,  ἧς

    ἐκτήσω ἀπ᾿ ἀρχῆς. 

    Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ... 

    Στίχος γ´.  Ὄρος Σιὼν τοῦτο ,  ὃ κατεσκήνωσας

    ἐν αὐτῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ... 

    Στίχος δ´. Ὁ  δὲ Θεὸς Βασιλεὺς ἡμῶν πρὸ αἰώ‐

     νων , εἰργάσατο δικαιοσύνην ἐν μέσῳ τῆς γῆς. 

    Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ... 

    Δόξα. Καὶ νῦν. 

    Ὁ  μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ ,  ἀθά‐

     νατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν

     ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας

    Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας ,  ἀτρέ‐

    πτως ἐνανθρωπήσας ,  σταυρωθείς τε ,  Χριστὲ

    ὁ Θεός , θανάτῳ θάνατον πατήσας , εἷς ὢν τῆς

    ἁγίας Τριάδος , συνδοξαζόμενος τῷ Πατρὶ καὶ

    τῷ ἁγίῳ Πνεύματι  , σῶσον ἡμᾶς. 

    Ἀντίφωνον Γ´. Ἦχος α .́  (Ψαλμὸς Ϟη´) 

    Στίχος α´.  Ὁ  Κύριος ἐβασίλευσεν ,  ὀργιζέσθω‐

    σαν λαοί . 

    Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησοντὴν κληρονομίαν σου ,  νίκας τοῖς Βασιλεῦσι

    κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυ‐

    λάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα. 

    Στίχος β´. Κύριος ἐν Σιὼν μέγας καὶ ὑψηλός ἐ‐

    στι . 

    Σῶσον Κύριε τὸν λαόν σου. 

    Στίχος γ´.  Ἐξομολογησάσθωσαν τῷ ὀνόματί

    σου τῷ μεγάλῳ. 

    Σῶσον Κύριε τὸν λαόν σου. 

    * * * 

    ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ

    Εἰσοδικόν. Ἦχος β .́ (ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς , ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν) 

    Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν ,  καὶ προσκυ‐

     νεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ , ὅτι ἅγι‐

    ός ἐστι . Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ,  ὁ σαρκὶ σταυ‐

    ρωθείς ,... … ψάλλοντάς σοι· Ἀλληλούϊα. 

    * * * 

  • 8/20/2019 2015 09 14 Ypswsewstimstaurou A

    10/12

      10

    Τὸ Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος α .́ (ψάλλεται ὑπὸ τῶν ἱερέων , ἐὰν τελῆται συλλείτουργον) 

    Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον

    τὴν κληρονομίαν σου ,  νίκας τοῖς Βασιλεῦσι

    κατὰ βαρβάρων δωρούμενος ,  καὶ τὸ σὸν φυ‐

    λάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα. 

    Τὸ Κοντάκιον τῆς Ἑορτῆς. (ψάλλεται ὑπὸ τῶν ἱερέων , ἐὰν τελῆται συλλείτουργον) 

    Αὐτόμελον. Ἦχος δ .́ 

    Ὁ  ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως ,  τῇ ἐπω‐

     νύμῳ σου καινῇ πολιτείᾳ ,  τοὺς οἰκτιρμούς

    σου δώρησαι  ,  Χριστὲ ὁ Θεός.  Εὔφρανον ἐν τῇ

    δυνάμει σου , τοὺς πιστοὺς Βασιλεῖς ἡμῶν , νί‐

    κας χορηγῶν αὐτοῖς , κατὰ τῶν πολεμίων , τὴν

    συμμαχίαν ἔχοιεν τὴν σήν ,  ὅπλον εἰρήνης , 

    ἀήττητον τρόπαιον. 

    * * * 

    ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣἀντὶ τοῦ· Ἅγιος ὁ Θεός. 

    Ἦχος πλ. β´. 

    Τὸν Σταυρόν σου προσκυνοῦμεν Δέσποτα , 

    καὶ τὴν ἁγίαν σου Ἀνάστασιν δοξάζομεν. 

    * * * 

    ΑΠΟΣΤΟΛΟΣτῆς Ὑψώσεως 

    Προκείμενον τοῦ Ἀποστόλου. Ἦχος βαρύς. 

    Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν. 

    Στίχ . Ὁ Κύριος ἐβασίλευσεν , ὀργιζέσθωσαν

    λαοί . 

    Πρὸς Κορινθίους Α´ Ἐπιστολῆς Παύλου τὸ

    Ἀνάγνωσμα(α´ 18‐24) 

    Ἀδελφοί  ,  ὁ λόγος ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀ‐

    πολλυμένοις μωρία ἐστί  ,  τοῖς δὲ σῳζομένοις

     ἡμῖν δύναμις Θεοῦ ἐστι .  Γέγραπται γάρ· «Ἀ‐

    πολῶ τὴν σοφίαν τῶν σοφῶν ,  καὶ τὴν σύ‐

     νεσιν τῶν συνετῶν ἀθετήσω».  Ποῦ σοφός; 

    Ποῦ γραμματεύς;  Ποῦ συζητητὴς τοῦ αἰῶνος

    τούτου;  Οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν

    τοῦ κόσμου τούτου;  Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ

    τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας

    τὸν Θεόν ,  εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας

    τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας.  Ἐ‐

    πειδὴ καὶ ᾿Ιουδαῖοι σημεῖον αἰτοῦσι καὶ ῞Ελ‐ληνες σοφίαν ζητοῦσιν , ἡμεῖς δὲ κηρύσσομεν

    Χριστὸν ἐσταυρωμένον ,  Ἰουδαίοις μὲν σκάν‐

    δαλον , ῞Ελλησι δὲ μωρίαν , αὐτοῖς δὲ τοῖς κλη‐

    τοῖς ,  Ἰουδαίοις τε καὶ ῞Ελλησι  ,  Χριστὸν Θεοῦ

    δύναμιν καὶ Θεοῦ σοφίαν. 

    Ἀλληλούϊα. ( γ´) 

    Ἦχος α´. 

    Μνήσθητι τῆς Συναγωγῆς σου , ἧς ἐκτήσω ἀπ᾿ ἀρχῆς. 

    Στίχ . Ὁ δὲ Βασιλεὺς ἡμῶν πρὸ αἰώνων , εἰργάσατο σωτηρίαν

    ἐν μέσῳ τῆς γῆς. 

    * * * 

    ΕΥΑΓΓΕΛΙΟΝΚυριακῆς τῆς Ὑψώσεως

    Ἐκ τοῦ κατὰ Ἰωάννην (Ἰω. ιθ´ 6‐11, 13‐20, 25‐28, 30) 

    Τῷ καιρῷ ἐκείνῳ ,  συμβούλιον ἐποίησαν οἱ Ἀρχιερεῖς καὶ οἱ

    Πρεσβύτεροι κατὰ τοῦ Ἰησοῦ ,  ὅπως αὐτόν ἀπολέσωσι .  Καὶ

    παρεγένοντο πρὸς Πιλάτον , λέγοντες· Σταύρωσον ,  σταύρω‐

    σον αὐτόν. Λέγει αὐτοῖς ὁ Πιλᾶτος· Λάβετε αὐτὸν ὑμεῖς καὶσταυρώσατε· ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν. Ἀπεκρί‐

    θησαν αὐτῷ οἱ Ἰουδαῖοι· Ἡμεῖς νόμον ἔχομεν ,  καὶ κατὰ τὸν

     νόμον ἡμῶν ὀφείλει ἀποθανεῖν , ὅτι ἑαυτὸν Υἱὸν τοῦ Θεοῦ ἐ‐

    ποίησεν. Ὅτε οὖν ἤκουσεν ὁ Πιλᾶτος τοῦτον τὸν λόγον , μᾶλ‐

    λον ἐφοβήθη. Καὶ εἰσῆλθεν εἰς τὸ Πραιτώριον πάλιν καὶ λέ‐

     γει τῷ Ἰησοῦ· Πόθεν εἶ σύ;  Ὁ δὲ Ἰησοῦς ἀπόκρισιν οὐκ ἔδω‐

    κεν αὐτῷ.  Λέγει οὖν αὐτῷ ὁ Πιλᾶτος· Ἐμοὶ οὐ λαλεῖς;  οὐκ

    οἶδας ὅτι ἐξουσίαν ἔχω σταυρῶσαί σε , καὶ ἐξουσίαν ἔχω ἀπο‐

    λῦσαί σε;  Ἀπεκρίθη ὁ Ἰησοῦς· Οὐκ εἶχες ἐξουσίαν οὐδεμίαν

    κατ᾿ ἐμοῦ , εἰ μὴ ἦν σοι δεδομένον ἄνωθεν. Ὁ οὖν Πιλᾶτος ἀ‐

    κούσας τοῦτον τὸν λόγον ,  ἤγαγεν ἔξω τὸν Ἰησοῦν ,  καὶ ἐκά‐

    θισεν ἐπὶ τοῦ βήματος ,  εἰς τόπον λεγόμενον Λιθόστρωτον , Ἑβραϊστὶ δὲ Γαββαθᾶ. Ἦν δὲ Παρασκευὴ τοῦ Πάσχα , ὥρα δὲ

    ὡσεὶ ἕκτη· καὶ λέγει τοῖς ᾿Ιουδαίοις· Ἴδε ὁ Βασιλεὺς ὑμῶν. Οἱ

    δὲ ἐκραύγασαν· ᾎρον , ᾆρον , σταύρωσον αὐτόν. Λέγει αὐτοῖς

    ὁ Πιλᾶτος· Τὸν Βασιλέα ὑμῶν σταυρώσω;  Ἀπεκρίθησαν οἱ

    Ἀρχιερεῖς· Οὐκ ἔχομεν βασιλέα , εἰ μὴ Καίσαρα. Τότε οὖν πα‐

    ρέδωκεν αὐτὸν αὐτοῖς , ἵνα σταυρωθῇ.  Παρέλαβον δὲ τὸν Ἰη‐

    σοῦν , καὶ ἀπήγαγον. Καὶ βαστάζων τὸν Σταυρὸν αὐτοῦ ,  ἐξ‐

     ῆλθεν εἰς τὸν λεγόμενον Κρανίου τόπον ,  ὃς λέγεται Ἑβραϊ‐

    στὶ Γολγοθᾶ· ὅπου αὐτὸν ἐσταύρωσαν ,  καὶ μετ᾿ αὐτοῦ ἄλ‐

    λους δύο ἐντεῦθεν καὶ ἐντεῦθεν , μέσον δὲ τὸν Ἰησοῦν. Ἔγρα‐

    ψε δὲ καὶ τίτλον ὁ Πιλᾶτος , καὶ ἔθηκεν ἐπὶ τοῦ Σταυροῦ. Ἦν

    δὲ γεγραμμένον· Ἰησοῦς ὁ Ναζωραῖος ,  ὁ Βασιλεὺς τῶν Ἰου‐

    δαίων.  Τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰου‐

    δαίων , ὅτι ἐγγὺς ἦν ὁ τόπος τῆς πόλεως , ὅπου ἐσταυρώθη ὁ

    Ἰησοῦς· καὶ ἦν γεγραμμένον Ἑβραϊστί  , Ἑλληνιστί  , ῾Ρωμαϊστί . 

    Εἱστήκεισαν δὲ παρὰ τῷ Σταυρῷ τοῦ Ἰησοῦ ἡ Μήτηρ αὐτοῦ , 

    καὶ ἡ ἀδελφὴ τῆς Μητρὸς αὐτοῦ ,  Μαρία ἡ τοῦ Κλωπᾶ καὶ

    Μαρία ἡ Μαγδαληνή.  Ἰησοῦς οὖν ἰδὼν τὴν Μητέρα ,  καὶ τὸν

    Μαθητὴν παρεστῶτα ὃν ἠγάπα ,  λέγει τῇ Μητρί αὐτοῦ· Γύ‐

     ναι  ,  ἰδοὺ ὁ υἱός σου.  Εἶτα λέγει τῷ Μαθητῇ· ἰδοὺ ἡ Μήτηρ

    σου. Καὶ ἀπ᾿ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ Μαθητὴς αὐτὴν εἰς

    τὰ ἴδια.  Μετὰ τοῦτο εἰδὼς ὁ Ἰησοῦς ὅτι πάντα ἤδη τετέλε‐

    σται  , κλίνας τὴν κεφαλὴν παρέδωκε τὸ πνεῦμα. 

    Δόξα σοι  , Κύριε , δόξα σοι . * * * 

    Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱ. Χρυσοστόμου

  • 8/20/2019 2015 09 14 Ypswsewstimstaurou A

    11/12

      11

    * * * 

    Εἰς τό· Ἐξαιρέτως… 

    Ἦχος πλ. δ´. 

    Μυστικὸς εἶ Θεοτόκε Παράδεισος ,  ἀγεωργή‐

    τως βλαστήσασα Χριστόν ,  ὑφ᾿ οὗ τὸ τοῦ

    Σταυροῦ ζωηφόρον ἐν γῇ ,  πεφυτούργηται

    δένδρον.  Διὸ νῦν ὑψουμένου προσκυνοῦντες

    αὐτόν , σέ μεγαλύνομεν. * * * 

    Κοινωνικόν. 

    Ἐσημειώθη ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ προσώπου

    σου , Κύριε. Ἀλληλούϊα. 

    Μετὰ τὴν μετάδοσιν. 

    Ἀντὶ τοῦ «Εἴδομεν τό φῶς...» 

    Ἦχος α´. 

    Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησοντὴν κληρονομίαν σου ,  νίκας τοῖς βασιλεῦσι

    κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυ‐

    λάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα. 

    Εἰς τό· Πάντοτε , νῦν καὶ ἀεί … 

    Ἦχος β´. 

    Ἀμήν ,  Ἀμήν ,  Ἀμήν.  Πληρωθήτω τὸ στόμα ἡ‐

    μῶν αἰνέσεώς σου ,  Κύριε ,  ὅπως ὑμνήσωμεν

    τὴν δόξαν σου ,  ὅτι ἠξίωσας ἡμᾶς τῶν ἁγίων

    σου μετασχεῖν μυστηρίων· τήρησον ἡμᾶς ἐντῷ σῷ ἁγιασμῷ ,  ὅλην τὴν ἡμέραν μελετᾶν

    τὴν δικαιοσύνην σου. Ἀλληλούϊα , ἀλληλούϊα , 

    ἀλληλούϊα. 

    Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β .́ 

    Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ

     νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ´) 

    Ἀπόλυσις· ««« Χ  Χ  Χ  ρ ρ ριιισ σ σ τ τ τ όόόςςς , , ,  ὁὁὁ ἀἀἀλλληηηθθθιιινννὸὸὸςςς ΘΘΘεεεὸὸὸςςς ἡἡἡ μ μ μῶῶῶννν ... ... ...  δδδυυυνννάάά μ μ μεεειιι  τ τ τ οοοῦῦῦ τ τ τ ιιι μ μ μί ί ί οοουυυ κκκαααὶὶὶ  ζζζωωωοοοππποοοιιιοοοῦῦῦ ΣΣΣτ τ τ αααυυυ ρ ρ ροοοῦῦῦ , , ,  οοοὗὗὗ τ τ τ ὴὴὴννν 

    πππαααγγγκκκόόόσ σ σ  μ μ μιιιοοοννν ὕὕὕψψψωωωσ σ σ ιιιννν ἑἑἑοοο ρ ρ ρτ τ τ άάάζζζοοο μ μ μεεεννν , , ,  πππ ρ ρ ροοοσ σ σ τ τ τ ααασ σ σ ί ί ί αααιιιςςς 

    τ τ τ ῶῶῶννν τ τ τ ιιι μ μ μί ί ί ωωωννν ... ... ...»»»  

    Δι᾿ εὐχῶν... Ἀμήν. 

    * * * * * 

    Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε

    καὶ διανέμεται δωρεὰν

    ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο

    http://akolouthies.wordpress.com 

    Προσφέρεται γιὰ ἰδιωτικὴ χρῆσι. 

    Δὲν ἐπιτρέπεται ἡ ἐμπόρευσί της. 

    Παράρτημα Μηνολογίου: 

    ΗΜΕΡΑ ΕΘΕΛΟΝΤΩΝ ΑΙΜΟΔΟΤΩΝ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ

    ΗΜΕΡΑ τῶν Φαρμακοποιῶν ,  δι᾿ὃ καὶ ἀργίαν τελοῦσιτὰ Φαρμακεῖα. 

    Ἰωάννου Β´ ἀρχιεπ. Θεσσαλονίκης.  +680 περίπου

    Μαρίας τῆς ἐν Ταρσῷ. (607) 

    Ματέρνου Ἀποστόλου Ἀλσατίας , Κολωνίας , Τρεβήρων

    καὶ Στρασβούργου. (314) 

    Μεγαλυνάριον. 

    Σ ήμερον ἡ κτίσις πᾶσα Σωτήρ , πόθῳ ἀνυψοῦ‐σα ,  τὸν πανάγιόν σου Σταυρόν ,  τὴν φωνήν

    σοι αἴρει  ,  καὶ πίστει ἐκβοᾷ σοι· Δώρησαι τῷ

    λαῷ σου , Λόγε τὴν χάριν σου. 

    Τὸν Σταυρὸν τὸν Τίμιον τοῦ Χριστοῦ σήμερον

    ἐκ πόθου προσκυνήσωμεν εὐλαβῶς καὶ ἐν

    κατανύξει βοήσωμεν συμφώνως· Σταυρὲ ζω‐

     ῆς τὸ ξύλον πιστοὺς στερέωσον. 

    Πάντες προσκυνοῦμεν πανευλαβῶς ἐν φόβῳ

    καὶ πόθῳ σὺν ἀγάπῃ τε καὶ χαρᾷ , τιμῶντες ὑ‐

    μνοῦμεν τὸ πανάγιον ξύλον ,  χείλεσιν ἀναξί‐

    οις κατασπαζόμενοι . 

    Ἐν δὲ τούτῳ τῷ μεταξύ , ὁ Ἱερεὺς εὐλογεῖ τὸ ἄλευρον

    τὸ ἐκχυλισμένον ἐν τῷ ὕδατι  , ὥστε νὰ λάβουν οἱ πι‐

    στοὶ τὴν εὐλογημένην ζύμην , διὰ νὰ ὑψώσουν προζύ‐

    μι . 

    Ἔστι δὲ καὶ ἑτέρα παράδοσις παρὰ τῷ εὐσεβεῖ λαῷ ἡ‐

    μων· Ὅτε ὁ λειτουργὸς ἐκφωνεῖ τὰς αἰτήσεις κατὰ τὴνὝψωσιν καὶ κύπτει προσκυνῶν ἐν τῇ ἑκατοντάδι τοῦ

    «Κύριε ἐλέησον», ποτίζει ἐν ὕδατι τὸν βασιλικόν , τὸν

    περιβάλλοντα τὸν Τίμιον Σταυρόν , καὶ ἀφίησι σταλά‐

    ζοντα τὰ νάματα εἰς γαβάθαν κάτωθεν πλήρη ἀλεύ‐

    ρου , ἥτις μετὰ τὰς αἰτήσεις πληροῦται ὕδατος καὶ δη‐

    μιουργεῖ ζύμην , ἑτοιμην νὰ φυλαχθῇ ὑπὸ τῶν εὐσε‐

    βῶν γυναικῶν καὶ νὰ ἐπωασθῇ εἰς ζῶσαν ζύμην , ζωο‐

    ποιοῦσαν ἐφεξῆς τὸ φύραμα τῶν προσφόρων. 

    Ἰδιόμελα ψαλλόμενα κατὰ τὴν ὑπὸ τοῦ λαοῦ

    προσκύνησιν τοῦ Τιμίου Σταυροῦ. 

    Ἦχος β´. 

  • 8/20/2019 2015 09 14 Ypswsewstimstaurou A

    12/12

      12

    Δεῦτε πιστοί  ,  τὸ ζωοποιὸν ξύλον προσκυνή‐

    σωμεν , ἐν ᾧ Χριστὸς ὁ Βασιλεὺς τῆς δόξης , ἑ‐

    κουσίως χεῖρας ἐκτείνας ,  ὕψωσεν ἡμᾶς εἰς

    τὴν ἀρχαίαν μακαριότητα , οὓς πρὶν ὁ ἐχθρός , 

    δι᾿ ἡδονῆς συλήσας ,  ἐξορίστους Θεοῦ πεποί‐

     ηκε. Δεῦτε πιστοί  , ξύλον προσκυνήσωμεν ,  δι᾿

    οὗ ἠξιώθημεν ,  τῶν ἀοράτων ἐχθρῶν συντρί‐

    βειν τὰς κάρας.  Δεῦτε πᾶσαι αἱ πατριαὶ τῶνἐθνῶν ,  τὸν Σταυρὸν τοῦ Κυρίου ὕμνοις τιμή‐

    σωμεν· Χαίροις Σταυρὲ τοῦ πεσόντος Ἀδὰμ ἡ

    τελεία λύτρωσις.  Ἐν σοί οἱ πιστότατοι Βασι‐

    λεῖς ἡμῶν καυχῶνται  ,  ὡς τῇ σῇ δυνάμει  ,  Ἰ‐

    σμαηλίτην λαὸν κραταιῶς ὑποτάττοντες.  Σέ

     νῦν μετὰ φόβου Χριστιανοὶ ἀσπαζόμενοι  , τὸν

    ἐν σοὶ προσπαγέντα Θεὸν δοξάζομεν λέγον‐

    τες· Κύριε ,  ὁ ἐν αὐτῷ σταυρωθείς ,  ἐλέησον

     ἡμᾶς , ὡς ἀγαθὸς καὶ φιλάνθρωπος. 

    Ἦχος πλ. α´. 

    Δεῦτε λαοί  ,  τὸ παράδοξον θαῦμα καθορῶν‐

    τες ,  τοῦ Σταυροῦ τὴν δύναμιν προσκυνήσω‐

    μεν· ὅτι ξύλον ἐν Παραδείσῳ θάνατον ἐβλά‐

    στησε· τὸ δέ , τὴν ζωὴν ἐξήνθησεν , ἀναμάρτη‐

    τον ἔχον προσηλωμένον τὸν Κύριον ,  ἐξ οὗ

    πάντα τὰ ἔθνη ,  ἀφθαρσίαν τρυγῶντες κραυ‐

     γάζομεν· Ὁ διὰ Σταυροῦ θάνατον καταργή‐

    σας , καὶ ἡμᾶς ἐλευθερώσας , δόξα σοι . 

    Ἦχος ὁ αὐτός. 

    Ἡ  φωνὴ τῶν Προφητῶν σου ,  Ἡσαΐου καὶ

    Δαυΐδ , ἐπληρώθη ὁ Θεός , ἡ λέγουσα· Ἥξουσι

    πάντα τὰ ἔθνη Κύριε , καὶ προσκυνήσουσιν ἐ‐

     νώπιόν σου· ἰδοὺ γὰρ ὁ λαός ,  ὃς τῆς σῆς Ἀ‐

     γαθὲ χάριτος πεπλήρωται  ,  ἐν ταῖς αὐλαῖς

    σου Ἱερουσαλήμ. Ὁ Σταυρὸν ὑπομείνας ὑπὲρ

     ἡμῶν ,  καὶ τῇ Ἀναστάσει σου ζωοποιῶν ,  φύ‐

    λαξον καὶ σῶσον ἡμᾶς. 

    Ἦχος πλ. β´. 

    Σ ήμερον τὸ φυτὸν τῆς ζωῆς ,  ἐκ τῶν τῆς γῆς

    ἀδύτων ἀνιστάμενον ,  τοῦ ἐν αὐτῷ παγέντος

    Χριστοῦ ,  πιστοῦται τὴν ἀνάστασιν ,  καὶ ἀνυ‐

    ψούμενον χερσὶν ἱεραῖς ,  τὴν αὐτοῦ πρὸς οὐ‐

    ρανοὺς καταγγέλλει ἀνύψωσιν , δι᾿ ἧς τὸ ἡμέ‐

    τερον φύραμα ,  ἐκ τῆς εἰς γῆν καταπτώσεως , 

    εἰς οὐρανοὺς πολιτεύεται· διὸ εὐχαρίστως βο‐

     ήσωμεν ,  Κύριε· Ὁ ὑψωθεὶς ἐν αὐτῷ ,  καὶ δι᾿

    αὐτοῦ συνυψώσας ἡμᾶς , τῆς οὐρανίου χαρᾶς , 

    ἀξίωσον τοὺς ὑμνοῦντάς σε. 

    Ἦχος ὁ αὐτός. 

    Ὁ  τετραπέρατος κόσμος σήμερον ἁγιάζεται  , 

    τοῦ τετραμεροῦς ὑψουμένου σου Σταυροῦ , 

    Χριστὲ ὁ Θεὸς ἡμῶν ,  καὶ τὸ κέρας τῶν πι‐

    στῶν ,  συνυψοῦται Βασιλέων ἡμῶν ,  ἐν αὐτῷ

    τῶν δυσμενῶν συντριβόντων τὰ κέρατα.  Μέ‐

     γας εἶ Κύριε ,  καὶ θαυμαστὸς ἐν τοῖς ἔργοις

    σου! δόξα σοι . 

    Ἦχος ὁ αὐτός. 

    Τῶν Προφητῶν αἱ φωναί  ,  τὸ Ξύλον τὸ ἅγιον

    προκατήγγειλαν ,  δι᾿ οὗ τῆς ἀρχαίας ἠλευθε‐

    ρώθη κατάρας ,  τῆς τοῦ θανάτου ὁ Ἀδάμ· ἡ

    κτίσις σήμερον ,  ὑψουμένου τούτου ,  συνυψοῖ

    τὴν φωνήν ,  τὸ ἐκ Θεοῦ αἰτουμένη πλούσιονἔλεος.  Ἀλλ᾿ ὁ μόνος ἐν ἐλέει ἀμέτρητος Δέ‐

    σποτα ,  ἱλασμὸς γενοῦ ἡμῖν ,  καὶ σῶσον τὰς

    ψυχὰς ἡμῶν. 

    Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ´. 

    Ἡ  φωνὴ τοῦ Προφήτου σου ,  Μωϋσέως ὁ Θε‐

    ός , πεπλήρωται ἡ λέγουσα· Ὄψεσθε τὴν ζωὴν

    ὑμῶν κρεμαμένην ,  ἀπέναντι τῶν ὀφθαλμῶν

    ὑμῶν. Σήμερον Σταυρὸς ὑψοῦται  , καὶ κόσμος

    ἐκ πλάνης ἠλευθέρωται .  Σήμερον τοῦ Χρι‐στοῦ ἡ Ἀνάστασις ἐγκαινίζεται  ,  καὶ τὰ πέρα‐

    τα τῆς γῆς ἀγάλλονται  , ἐν κυμβάλοις Δαυϊτι‐

    κοῖς ,  ὕμνον σοι προσφέροντα ,  καὶ λέγοντα·

    Εἰργάσω σωτηρίαν ἐν μέσῳ τῆς γῆς ὁ Θεός , 

    Σταυρὸν καὶ τὴν Ἀνάστασιν ,  δι᾿ ὧν ἡμᾶς ἔ‐

    σωσας ,  ἀγαθὲ καὶ φιλάνθρωπε ,  Παντοδύνα‐

    με Κύριε δόξα σοι . 

    Ἐν τῇ τραπέζῃ κατάλυσις οἴνου καὶ ἐλαίου.