2015-09-20_ky-meta_ypswsin-a-7

  • Upload
    sakis87

  • View
    214

  • Download
    0

Embed Size (px)

Citation preview

  • 8/20/2019 2015-09-20_ky-meta_ypswsin-a-7

    1/15

      1

    20 ΣΕΠΤΕΜΒΡΙΟΥ 2015 Κυριακὴ μετὰ τὴν Ὕψωσιν

    Μεγαλομάρτυρος Εὐσταθίου καὶ συνοδείας αὐτοῦ

    Ἦχος βαρύς. Ἑωθινὸν Ε .́ 

    * * * * * 

    ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

    Μετὰ τὸν Ἑξάψαλμον , 

    Συναπτὴ μεγάλη , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  πππ ρ ρ ρέέέπππεεειιι  σ σ σ οοοιιι  πππᾶᾶᾶσ σ σ ααα δδδόόόξ ξ ξ ααα ... ... ...  

    Ἦχος βαρύς. 

    Θεὸς Κύριος ,  καὶ ἐπέφανεν ἡμῖν· εὐλογημέ‐

     νος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. 

    Στίχ . α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ , ὅτι ἀγα‐

    θός , ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 

    Θεὸς Κύριος , καὶ ἐπέφανεν ἡμῖν... 

    Στίχ . β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με , καὶ τῷ

    ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. 

    Θεὸς Κύριος , καὶ ἐπέφανεν ἡμῖν... 

    Στίχ . γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη , καί ἐστι

    θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 

    Θεὸς Κύριος , καὶ ἐπέφανεν ἡμῖν... 

    ΑΠΟΛΥΤΙΚΙΑ

    Τὸ Ἀναστάσιμον. Ἦχος βαρύς. Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον· ἠνέ‐

    ῳξας τῷ λῃστῇ τὸν Παράδεισον· τῶν Μυρο‐

    φόρων τὸν θρῆνον μετέβαλες ,  καὶ τοῖς σοῖς

    Ἀποστόλοις κηρύττειν ἐπέταξας ,  ὅτι ἀνέστης

    Χριστὲ ὁ Θεός , παρέχων τῷ κόσμῳ τὸ μέγα ἔ‐

    λεος. 

    Δόξα. 

    Ἀπολυτίκιον τῶν Ἁγίων. Ἦχος δ .́ 

    Οἱ Μάρτυρές σου Κύριε ἐν τῇ ἀθλήσει αὐτῶν , στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας ,  ἐκ

    σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν

    σου , τοὺς τυράννους καθεῖλον· ἔθραυσαν καὶ

    δαιμόνων ,  τὰ ἀνίσχυρα θράση.  Αὐτῶν ταῖς ἱ‐

    κεσίαις ,  Χριστὲ ὁ Θεός ,  σῶσον τὰς ψυχὰς ἡ‐

    μῶν. 

    Καὶ νῦν. 

    Τῆς ἑορτῆς. Ἦχος α .́ 

    Σῶσον ,  Κύριε ,  τὸν λαόν σου ,  καὶ εὐλόγησοντὴν κληρονομίαν σου ,  νίκας τοῖς βασιλεῦσι

    κατὰ βαρβάρων δωρούμενος ,  καὶ τὸ σὸν φυ‐

    λάττων , διὰ τοῦ Σταυροῦ σου πολίτευμα. 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  σ σ σ ὸὸὸννν τ τ τ ὸὸὸ κκκ ρ ρ ράάάτ τ τ οοοςςς ... ... ... 

    * * * 

    ΚΑΘΙΣΜΑΤΑ

    Μετὰ τὴν α´ ΣτιχολογίανἈναστάσιμον. Ἦχος βαρύς. 

    Ἡ  ζωὴ ἐν τῷ τάφῳ ἀνέκειτο ,  καὶ σφραγὶς ἐν

    τῷ λίθῳ ἐπέκειτο· ὡς βασιλέα ὑπνοῦντα , 

    στρατιῶται ἐφύλαττον Χριστόν ,  καὶ Ἄγγελοι

    ἐδόξαζον ,  ὡς Θεὸν ἀθάνατον· γυναῖκες δὲ ἐ‐

    κραύγαζον· Ἀνέστη ὁ Κύριος , παρέχων τῷ κό‐

    σμῳ τὸ μέγα ἔλεος. 

    Δόξα. 

    Τ ῇ τριημέρῳ ταφῇ σου σκυλεύσας τὸν θάνα‐τον ,  καὶ φθαρέντα τὸν ἄνθρωπον , τῇ ζωηφό‐

    ρῳ ἐγέρσει σου , ἀναστήσας Χριστὲ ὁ Θεός , ὡς

    φιλάνθρωπος· δόξα σοι . 

    Καὶ νῦν. Τῆς Ἑορτῆς. 

    Ἦχος πλ. δ´. Ἀνέστης ἐκ νεκρῶν. 

    Ἐ ν μέσῳ τῆς Ἐδέμ , ξύλον ἤνεγκε θάνατον· ἐν

    μέσῳ δὲ τῆς γῆς , ξύλον ζωῆς ἐβλάστησε· γευ‐

    σάμενοι γὰρ τοῦ πρώτου ,  ἄφθαρτοι ὄντες , 

    φθαρτοὶ γεγόναμεν· τυχόντες δὲ τοῦ δευτέ‐ρου ,  τῆς ἀφθαρσίας κατετρυφήσαμεν· διὰ

    Σταυροῦ γὰρ σῴζει ὁ Θεός ,  τὸ γένος τῶν ἀν‐

    θρώπων. Μετὰ τὴν β´ Στιχολογίαν

    Ἦχος βαρύς. 

    Ἐσφραγισμένου τοῦ μνήματος ,  ἡ ζωὴ ἐκ τά‐

    φου ἀνέτειλας Χριστὲ ὁ Θεός· καὶ τῶν θυρῶν

    κεκλεισμένων , τοῖς Μαθηταῖς ἐπέστης , ἡ πά‐

     ντων ἀνάστασις· Πνεῦμα εὐθὲς δι᾿ αὐτῶν ἐγ‐

    καινίζων ἡμῖν , κατὰ τὸ μέγα σου ἔλεος. 

    Δόξα. 

    Ἐπὶ τὸ μνῆμα ἔδραμον γυναῖκες , μετὰ δακρύ‐

    ων μύρα φέρουσαι  ,  καὶ στρατιωτῶν φυλασ‐

    σόντων σε ,  τὸν τῶν ὅλων Βασιλέα ,  ἔλεγον

    πρὸς ἑαυτάς· Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον; 

    καὶ φωνῆς Ἀσωμάτων ἤκουον λεγούσης.  Ἀ‐

     νέστη ὁ μεγάλης βουλῆς Ἄγγελος ,  πατήσας

    τὸν θάνατον. Παντοδύναμε Κύριε , δόξα σοι . 

    Καὶ νῦν. Τῆς Ἑορτῆς. 

    Ἦχος πλ. δ´. Τὸ προσταχθέν. 

  • 8/20/2019 2015-09-20_ky-meta_ypswsin-a-7

    2/15

      2

    Προδιετύπου μυστικῶς πάλαι τῷ χρόνῳ ,  ὁ

    Ἰησοῦς ὁ τοῦ Ναυῆ Σταυροῦ τὸν τύπον ,  ὡς

    τὰς χεῖρας ἐξέτεινε ,  σταυροφανῶς Σωτήρ

    μου· καὶ ἔστη ὁ ἥλιος ἕως ἐχθρούς ,  ἀνεῖλεν

    ἀνθισταμένους σοι τῷ Θεῷ· νῦν δὲ οὗτος ἐ‐

    σκότισται  ,  ἐπὶ Σταυροῦ σε ὁρῶν ,  θανάτου

    κράτος λύοντα , καὶ τὸν Ἅδην σκυλεύοντα. 

    * * * 

    ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ

    Ἦχος πλ. α´. Εὐλογητὸς εἶ  , Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 

    Τῶν ἀγγέλων ὁ δῆμος κατεπλάγη ὁρῶν σε ἐν

     νεκροῖς λογισθέντα ,  τοῦ θανάτου δέ ,  Σωτήρ , 

    τὴν ἰσχὺν καθελόντα καὶ σὺν ἑαυτῷ τὸν Ἀ‐

    δὰμ ἐγείραντα καὶ ἐξ ᾅδου πάντας ἐλευθερώ‐

    σαντα. 

    Εὐλογητὸς εἶ  , Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 

    Τί τὰ μύρα συμπαθῶς τοῖς δάκρυσιν , ὦ μαθή‐

    τριαι  ,  κιρνᾶτε;  ὁ ἀστράπτων ἐν τῷ τάφῳ ἄγ‐

     γελος προσεφθέγγετο ταῖς μυροφόροις· Ἴδετε

    ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐ‐

    ξανέστη τοῦ μνήματος. 

    Εὐλογητὸς εἶ  , Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 

    Λίαν πρωῒ μυροφόροι ἔδραμον πρὸς τὸ μνῆ‐

    μά σου θρηνολογοῦσαι· ἀλλ᾿ ἐπέστη πρὸς αὐ‐τὰς ὁ ἄγγελος καὶ εἶπε· Θρήνου ὁ καιρὸς πέ‐

    παυται· μὴ κλαίετε· τὴν ἀνάστασιν δὲ ἀπο‐

    στόλοις εἴπατε. 

    Εὐλογητὸς εἶ  , Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 

    Μυροφόροι γυναῖκες μετὰ μύρων ἐλθοῦσαι

    πρὸς τὸ μνῆμά σου ,  Σῶτερ ,  ἐνηχοῦντο ἀγγέ‐

    λου πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νε‐

    κρῶν τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γὰρ ἐξα‐

     νέστη τοῦ μνήματος. Δόξα. 

    Προσκυνοῦμεν Πατέρα καὶ τὸν τούτου Υἱόν

    τε καὶ τὸ ἅγιον Πνεῦμα , τὴν ἁγίαν Τριάδα ἐν

    μιᾷ τῇ οὐσίᾳ , σὺν τοῖς Σεραφεὶμ κράζοντες τὸ

    Ἅγιος , Ἅγιος , Ἅγιος εἶ  , Κύριε. 

    Καὶ νῦν. 

    Ζωοδότην τεκοῦσα ,  ἐλυτρώσω ,  Παρθένε ,  τὸν

    Ἀδὰμ ἁμαρτίας· χαρμονὴν δὲ τῇ Εὔᾳ ἀντὶ λύ‐

    πης παρέσχες· ῥεύσαντα ζωῆς ,  ἴθυνε πρὸς

    ταύτην δὲ ὁ ἐκ σοῦ σαρκωθεὶς Θεὸς καὶ ἄν‐

    θρωπος. 

    Ἀλληλούϊα , ἀλληλούϊα , ἀλληλούϊα· δόξα σοι

    ὁ Θεός. ( γ´) 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  ηηηὐὐὐλλλόόόγγγηηητ τ τ αααί ί ί  ΣΣΣοοουυυ ... ... ...  

    * * * 

    ΥΠΑΚΟΗ , ΑΝΑΒΑΘΜΟΙ , ΠΡΟΚΕΙΜΕΝΟΝἩ Ὑπακοή. Ἦχος βαρύς. 

    Ὁ  ἡμετέραν μορφὴν ἀναλαβών ,  καὶ ὑπομεί‐

     νας Σταυρὸν σωματικῶς ,  σῶσόν με τῇ ἀνα‐

    στάσει σου , Χριστὲ ὁ Θεός , ὡς φιλάνθρωπος. 

    οἱ Ἀναβαθμοί . Ἦχος βαρύς. Ἀντίφωνον Α´. 

    Τ ὴν αἰχμαλωσίαν Σιών ,  ἐκ πλάνης ἐπιστρέ‐

    ψας ,

     κἀμὲ Σωτὴρ ζῴωσον ,

     ἐξαίρων δουλοπα‐θείας. 

    Ἐ ν τῷ νότῳ ὁ σπείρων θλίψεις , νηστείας μετὰ

    δακρύων , οὗτος χαρᾶς δρέψεται  , δράγματα ἀ‐

    ειζωοτροφίας. 

    Δόξα. Καὶ νῦν. 

    Ἁ γίῳ Πνεύματι  ,  πηγὴ τῶν θείων θησαυρι‐

    σμάτων ,  ἐξ οὗ σοφία ,  σύνεσις ,  φόβος· αὐτῷ

    αἴνεσις , δόξα , τιμή , καὶ κράτος. 

    Ἀντίφωνον Β´. Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον τὸν τῆς ψυ‐

    χῆς ,  μάτην κοπιῶμεν· πλὴν γὰρ αὐτοῦ ,  οὐ

    πρᾶξις , οὐ λόγος τελεῖται . 

    Τοῦ καρποῦ τῆς γαστρός ,  οἱ Ἅγιοι πνευματο‐

    κινήτως , ἀναβλαστοῦσι  , πατρῷα δόγματα υἱ‐

    οθεσίας. 

    Δόξα. Καὶ νῦν. 

    Ἁ γίῳ Πνεύματι  ,  τὰ σύμπαντα τὸ εἶναι ἔχει·

    πρὸ πάντων γὰρ Θεός ,  τῶν ὅλων κυριότης , φῶς ἀπρόσιτον , ζωὴ τῶν πάντων. 

    Ἀντίφωνον Γ´. 

    Οἱ φοβούμενοι τὸν Κύριον , ὁδοὺς ζωῆς εὑρόν‐

    τες , νῦν καὶ ἀεὶ μακαριοῦνται  , δόξῃ ἀκηράτῳ. 

    Κύκλῳ τῆς τραπέζης σου ,  ὡς στελέχη βλέ‐

    πων τὰ ἔκγονά σου , χαῖρε εὐφραίνου , προσά‐

     γων ταῦτα , τῷ Χριστῷ ποιμενάρχα. 

    Δόξα. Καὶ νῦν. 

    Ἁ γίῳ Πνεύματι  ,  βυθὸς χαρισμάτων ,  πλοῦτοςδόξης ,  κριμάτων βάθος μέγα· ὁμόδοξον Πα‐

    τρὶ καὶ Υἱῷ , λατρευτὸν γάρ. 

  • 8/20/2019 2015-09-20_ky-meta_ypswsin-a-7

    3/15

      3

    Προκείμενον. 

    Ἀ νάστηθι  , Κύριε ὁ Θεός μου , ὑψωθήτω ἡ χείρ

    σου ,  μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος. 

    (δίς) 

    Στίχ . Ἐξομολογήσομαί σοι  , Κύριε , ἐν ὅλῃ καρ‐

    δίᾳ μου , διηγήσομαι πάντα τὰ θαυμάσιά σου. 

    Ἀ νάστηθι  , Κύριε ὁ Θεός μου... 

    * * * 

    ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥὁ διάκονος· Τ Τ Τ οοοῦῦῦ Κ Κ Κ υυυ ρ ρ ρί ί ί οοουυυ δδδεεεηηηθθθῶῶῶ μ μ μεεεννν ... 

    Κύριε , ἐλέησον. ὁ ἱερεύς· ὍὍὍτ τ τ ιιι  ἅἅἅγγγιιιοοοςςς εεεἶ ἶ ἶ  , , ,  ὁὁὁ ΘΘΘεεεὸὸὸςςς ἡἡἡ μ μ μῶῶῶννν  , , ,  ... ... ... 

    Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. 

    Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. 

    Αἰνεσάτω πνοὴ… πᾶσα τὸν Κύριον. 

    ὁ διάκονος· Κ Κ Κ αααὶὶὶ   ὑὑὑπππὲὲὲ ρ ρ ρ  τ τ τ οοοῦῦῦ  κκκααατ τ τ αααξ ξ ξ ιιιωωωθθθῆῆῆννναααιιι   ἡἡἡ μ μ μᾶᾶᾶςςς  τ τ τ ῆῆῆςςς ἀἀἀκκκ ρ ρ ροοοάάάσ σ σ εεεωωωςςς  τ τ τ οοοῦῦῦ  ἁἁἁγγγί ί ί οοουυυ  ΕΕΕὐὐὐαααγγγγγγεεελλλί ί ί οοουυυ  Κ Κ Κ ύύύ ρ ρ ριιιοοοννν  τ τ τ ὸὸὸννν 

    ΘΘΘεεεὸὸὸννν ἡἡἡ μ μ μῶῶῶννν ἱ ἱ ἱ κκκεεετ τ τ εεεύύύσ σ σ ωωω μ μ μεεεννν ... 

    Κύριε , ἐλέησον. ( γ´) ὁ διάκονος· ΣΣΣοοοφφφί ί ί ααα···   ὀὀὀ ρ ρ ρθθθοοοί ί ί ···   ἀἀἀκκκοοούύύσ σ σ ωωω μ μ μεεεννν  τ τ τ οοοῦῦῦ  ἁἁἁγγγί ί ί οοουυυ 

    ΕΕΕὐὐὐαααγγγγγγεεελλλί ί ί οοουυυ ...  ὁ ἱερεύς· ΕΕΕἰ ἰ ἰ  ρ ρ ρήήήνννηηη πππᾶᾶᾶσ σ σ ιιι ... 

    Καὶ τῷ Πνεύματί σου. ὁ ἱερεύς·  Ἐ Ἐ Ἐκκκ  τ τ τ οοοῦῦῦ  κκκααατ τ τ ὰὰὰ  Λ Λ Λοοουυυκκκᾶᾶᾶννν  ἁἁἁγγγί ί ί οοουυυ  ΕΕΕὐὐὐαααγγγγγγεεελλλί ί ί οοουυυ τ τ τ ὸὸὸ ἀἀἀνννάάάγγγνννωωωσ σ σ  μ μ μααα ... 

    ὁ διάκονος·  Π  Π  Π  ρ ρ ρόόόσ σ σ  χ  χ  χ ωωω μ μ μεεεννν...

     Δόξα σοι  , Κύριε , δόξα σοι . 

    ὁ Ἱερεὺς ἀναγινώσκει τὸ ἐνδιάτακτον ἑωθινὸν Εὐαγγέλιον

    Ἑωθινὸν Ε´

    Ἐκ τοῦ κατὰ Λουκᾶν(κδ´ 12‐35) 

    Τῷ καιρῷ ἐκείνῳ ,  ὁ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖ‐

    ον ,  καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα ,  καὶ ἀ‐

    πῆλθε πρὸς ἑαυτὸν θαυμάζων τὸ γεγονός.  Καὶ ἰδοὺ δύο ἐξ

    αὐτῶν ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην ἀπέ‐

    χουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἱερουσαλήμ , ᾗ ὄνομα Ἐμμα‐

    ούς.  Καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶνσυμβεβηκότων τούτων.  Καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς

    καὶ συζητεῖν καὶ αὐτὸς ὁ Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐ‐

    τοῖς· οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι

    αὐτόν.  Εἶπε δὲ πρὸς αὐτούς· Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντι‐

    βάλλετε πρὸς ἀλλήλους περιπατοῦντες ,  καί ἐστε σκυθρω‐

    ποί ; Ἀποκριθεὶς δὲ ὁ εἷς , ᾧ ὄνομα Κλεόπας , εἶπε πρὸς αὐτόν·

    Σὺ μόνος παροικεῖς ἐν Ἱερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενό‐

    μενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις; Καὶ εἶπεν αὐτοῖς· Ποῖ‐

    α; Οἱ δὲ εἶπον αὐτῷ· Τὰ περὶ Ἰησοῦ τοῦ Ναζωραίου , ὃς ἐγένε‐

    το ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ

    Θεοῦ , καὶ παντὸς τοῦ λαοῦ , ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρ‐

    χιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρῖμα θανάτου καὶ ἐσταύ‐ρωσαν αὐτόν· ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων

    λυτροῦσθαι τὸν Ἰσραήλ· ἀλλά γε σὺν πᾶσι τούτοις τρίτην

    ταύτην ἡμέραν ἄγει σήμερον ,  ἀφ᾿ οὗ ταῦτα ἐγένετο.  Ἀλλὰ

    καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς ,  γενόμεναι ὄρ‐

    θριαι ἐπὶ τὸ μνημεῖον ,  καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ ἦλ‐

    θον ,  λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι  ,  οἳ λέγου‐

    σιν αὐτὸν ζῆν.  Καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνη‐

    μεῖον ,  καὶ εὗρον οὕτω ,  καθὼς καὶ αἱ γυναῖκες εἶπον ,  αὐτὸν

    δὲ οὐκ εἶδον.  Καὶ αὐτὸς εἶπε πρὸς αὐτούς· Ὦ ἀνόητοι καὶ

    βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ

    προφῆται ! Οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστὸν καὶ εἰσελθεῖν

    εἰς τὴν δόξαν αὐτοῦ; Καὶ ἀρξάμενος ἀπὸ Μωϋσέως καὶ ἀπὸ

    πάντων τῶν προφητῶν ,  διηρμήνευεν αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ ἑαυτοῦ. Καὶ ἤγγισαν εἰς τὴν κώμην , οὗ ἐπο‐

    ρεύοντο ,  καὶ αὐτὸς προσεποιεῖτο πορρωτέρω πορεύεσθαι . 

    Καὶ παρεβιάσαντο αὐτὸν λέγοντες· Μεῖνον μεθ᾿ ἡμῶν ,  ὅτι

    πρὸς ἑσπέραν ἐστὶ καὶ κέκλικεν ἡ ἡμέρα.  Καὶ εἰσῆλθε τοῦ

    μεῖναι σὺν αὐτοῖς.  Καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν

    μετ᾿ αὐτῶν ,  λαβὼν τὸν ἄρτον ,  εὐλόγησε ,  καὶ κλάσας ἐπεδί‐

    δου αὐτοῖς.  Αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοί  ,  καὶ ἐπέ‐

     γνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ᾿ αὐτῶν.  Καὶ

    εἶπον πρὸς ἀλλήλους· Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡ‐

    μῖν , ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ καὶ ὡς διήνοιγεν ἡμῖν τὰς γρα‐

    φάς; Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἱερουσα‐

    λήμ ,  καὶ εὗρον συνηθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν

    αὐτοῖς ,  λέγοντας· Ὅτι ἠγέρθη ὁ Κύριος ὄντως καὶ ὤφθη Σί‐

    μωνι . Καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ καὶ ὡς ἐγνώσθη αὐ‐

    τοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου. 

    Δόξα σοι  , Κύριε , δόξα σοι . 

    ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης·

    Ἀ νάστασιν Χριστοῦ θεασάμενοι  ,  προσκυνή‐

    σωμεν ἅγιον Κύριον Ἰησοῦν ,  τὸν μόνον ἀνα‐

    μάρτητον.  Τὸν σταυρόν σου ,  Χριστέ ,  προσκυ‐

     νοῦμεν καὶ τὴν ἁγίαν σου ἀνάστασιν ὑμνοῦ‐

    μεν καὶ δοξάζομεν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν ,  ἐ‐κτός σου ἄλλον οὐκ οἴδαμεν , τὸ ὄνομά σου ὀ‐

     νομάζομεν.  Δεῦτε πάντες οἱ πιστοὶ προσκυ‐

     νήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν· ἰ‐

    δοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ χαρὰ ἐν ὅλῳ

    τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύρι‐

    ον , ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ. Σταυρὸν

     γὰρ ὑπομείνας δι᾿ ἡμᾶς ,  θανάτῳ θάνατον ὤ‐

    λεσεν. 

    οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον 

    Ἦχος β´. 

    Ἐλεῆμον ,  Ἐλέησόν με ,  ὁ Θεός ,  κατὰ τὸ μέγα

    ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν

    σου ἐξάλειψον τὸ ἀνόμημά μου. 

    Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου

    καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. 

    Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω ,  καὶ ἡ ἁ‐

    μαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. 

  • 8/20/2019 2015-09-20_ky-meta_ypswsin-a-7

    4/15

      4

    Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν

    σου ἐποίησα ,  ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λό‐

     γοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. 

    Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην ,  καὶ ἐν ἁ‐

    μαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. 

    Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας ,  τὰ ἄδηλα καὶ

    τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι .  Ῥαντιεῖς με ὑσσώπῳ ,  καὶ καθαρισθήσομαι·

    πλυνεῖς με , καὶ ὑπὲρ χιόνα λευκανθήσομαι . 

    Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀ‐

     γαλλιάσονται ὀστέα τεταπεινωμένα. 

    Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁ‐

    μαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξά‐

    λειψον. 

    Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί  , ὁ Θεός , καὶπνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις

    μου. 

    Μ ὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου , 

    καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς

    ἀπ᾿ ἐμοῦ. 

    Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου

    σου , καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. 

    Διδάξω ἀνόμους τὰς ὁδούς σου ,  καὶ ἀσεβεῖςἐπὶ σὲ ἐπιστρέψουσι . 

     Ῥῦσαί με ἐξ αἱμάτων , ὁ Θεός , ὁ Θεὸς τῆς σω‐

    τηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν

    δικαιοσύνην σου. 

    Κύριε ,  τὰ χείλη μου ἀνοίξεις ,  καὶ τὸ στόμα

    μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. 

    Ὅτι  ,  εἰ ἠθέλησας θυσίαν ,  ἔδωκα ἄν· ὁλοκαυ‐

    τώματα οὐκ εὐδοκήσεις. 

    Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρ‐

    δίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ

    Θεὸς οὐκ ἐξουδενώσει . 

    Ἀ γάθυνον ,  Κύριε ,  ἐν τῇ εὐδοκίᾳ σου τὴν Σι‐

    ών , καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. 

    Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ,  ἀναφο‐

    ρὰν καὶ ὁλοκαυτώματα. 

    Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μό‐

    σχους. Καὶ ἐλέησόν με , ὁ Θεός. 

    Δόξα. 

    Ταῖς τῶν Ἀποστόλων πρεσβείαις , ἐλεῆμον ,  ἐ‐

    ξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. 

    Καὶ νῦν. 

    Ταῖς τῆς Θεοτόκου πρεσβείαις ,  ἐλεῆμον ,  ἐξά‐

    λειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. 

    Καὶ τὸ πεντηκοστάριον. Ἦχος ὁ αὐτός. 

    Στίχ . Ἐλέησόν με , ὁ Θεός , κατὰ τὸ μέγα ἔλεός

    σου ,  καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου

    ἐξάλειψον τὸ ἀνόμημά μου. 

    Ἀ ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου ,  καθὼς

    προεῖπεν ,  ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ

    μέγα ἔλεος. 

    ΣΣΣῶῶῶσ σ σ οοοννν  , , ,  ὁὁὁ ΘΘΘεεεόόόςςς  , , ,  τ τ τ ὸὸὸννν λλλαααόόόννν ΣΣΣοοουυυ ... ... ...  Κύριε , ἐλέησον. 

    (ιβ´)  Ἐ Ἐ Ἐλλλέέέεεειιι  κκκαααὶὶὶ  οοοἰ ἰ ἰ κκκτ τ τ ιιι ρ ρ ρ μ μ μοοοῖ ῖ ῖ ςςς ... ... ...  Ἀμήν. 

    * * * 

    ΟΙ ΚΑΝΟΝΕΣὁ Ἀναστάσιμος , ὁ τῆς Ἑορτῆς καὶ τῶν Ἁγίων

    ᾨδὴ α´. ὁ Ἀναστάσιμος εἰς δ´

    (ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ) 

    Ἦχος πλ. β´. Ὁ Εἱρμός. 

    Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ , ἐν ἀβύσσῳ

    ἴχνεσι  , τὸν διώκτην Φαραώ , καθορῶν ποντού‐

    μενον Θεῷ , ἐπινίκιον ᾠδήν , ἐβόα ᾄσωμεν. 

    Στίχ . Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου , Κύριε. 

    Ἐκτεταμέναις παλάμαις ἐπὶ Σταυροῦ ,  πατρι‐

    κῆς ἐπλήρωσας ,  εὐδοκίας ἀγαθέ ,  Ἰησοῦ τὰ

    σύμπαντα· διό , ἐπινίκιον ᾠδήν , σοὶ πάντες ᾄ‐

    δομεν. 

    Στίχ . Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου , Κύριε. 

    Φόβῳ σοι ὡς θεραπαινὶς ἡ τελευτή ,  προστα‐

    χθεῖσα πρόσεισι  ,  τῷ Δεσπότῃ τῆς ζωῆς ,  δι᾿

    αὐτῆς βραβεύοντι ἡμῖν ,  ἀτελεύτητον ζωήν , καὶ τὴν ἀνάστασιν. 

    Θεοτοκίον

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Τὸν ἑαυτῆς δεξαμένη δημιουργόν ,  ὡς αὐτὸς

     ἠθέλησεν ,  ἐξ ἀσπόρου σου γαστρός ,  ὑπὲρ

     νοῦν σαρκούμενον Ἁγνή ,  τῶν κτισμάτων ἀ‐

    ληθῶς , ἐδείχθης Δέσποινα. 

    τῆς Ἑορτῆςποίημα τοῦ Κυρίου Κοσμᾶ

    Ἦχος πλ. δ´. Ὁ Εἱρμός. Στίχ . Δόξα σοι  , ὁ Θεὸς ἡμῶν , δόξα Σοι . 

  • 8/20/2019 2015-09-20_ky-meta_ypswsin-a-7

    5/15

      5

    Σταυρὸν χαράξας Μωσῆς ,  ἐπ᾿ εὐθείας ῥά‐

    βδῳ , τὴν Ἐρυθρὰν διέτεμε , τῷ Ἰσραὴλ πεζεύ‐

    σαντι· τὴν δὲ ἐπιστρεπτικῶς ,  Φαραὼ τοῖς ἅρ‐

    μασι  ,  κροτήσας ἥνωσεν· ἐπ᾿ εὔρους διαγρά‐

    ψας ,  τὸ ἀήττητον ὅπλον· διὸ Χριστῷ ᾄσωμεν , 

    τῷ Θεῷ ἡμῶν· ὅτι δεδόξασται . 

    Στίχ . Δόξα σοι  , ὁ Θεὸς ἡμῶν , δόξα Σοι . 

    Τὸν τύπον πάλαι Μωσῆς ,  τοῦ ἀχράντου πά‐

    θους ,  ἐν ἑαυτῷ προέφηνε ,  τῶν ἱερῶν μεσού‐

    μενος.  Σταυρῷ δὲ σχηματισθείς ,  τεταμέναις

    τρόπαιον ,  παλάμαις ἤγειρε ,  τὸ κράτος διολέ‐

    σας , Ἀμαλὴκ τοῦ πανώλους· διὸ Χριστῷ ᾄσω‐

    μεν , τῷ Θεῷ ἡμῶν , ὅτι δεδόξασται . 

    Στίχ . Δόξα σοι  , ὁ Θεὸς ἡμῶν , δόξα Σοι . 

    Ἀ νέθηκε Μωυσῆς ,  ἐπὶ στήλης ἄκος ,  φθορο‐

    ποιοῦ λυτήριον ,  καὶ ἰοβόλου δήγματος· καὶξύλῳ τύπῳ Σταυροῦ ,  τὸν πρὸς γῆν συρόμε‐

     νον ,  ὄφιν προσέδησεν ,  ἐγκάρσιον ἐν τούτῳ , 

    θριαμβεύσας τὸ πῆμα· διὸ Χριστῷ ᾄσωμεν , 

    τῷ Θεῷ ἡμῶν , ὅτι δεδόξασται . 

    Στίχ . Δόξα σοι  , ὁ Θεὸς ἡμῶν , δόξα Σοι . 

    Ὑπέδειξεν οὐρανός ,  τοῦ Σταυροῦ τὸ τρόπαι‐

    ον ,  τῷ εὐσεβείας κράτορι  ,  καὶ βασιλεῖ θεό‐

    φρονι  ,  ἐχθρῶν ἐν ᾧ δυσμενῶν ,  κατεβλήθη

    φρύαγμα· ἀπάτη ἀνετράπη δέ ,  καὶ πίστις ἐ‐φηπλώθη , γῆς τοῖς πέρασι θεία· διὸ Χριστῷ ᾄ‐

    σωμεν , τῷ Θεῷ ἡμῶν , ὅτι δεδόξασται . 

    καὶ τῶν Ἁγίων , οὗ ἡ Ἀκροστιχίς· Τῆς εὐσταθείας τῷ φερωνύμῳ κρότος. Θεοφάνους. 

    Ἦχος δ´. Θαλάσσης τὸ ἐρυθραῖον. 

    Στίχ . Ἅ γιοι τοῦ Θεοῦ , πρεσβεύσατε ὑπὲρ ἡμῶν. 

    Τῷ λόγῳ ,  τὸ τῶν παθῶν μου σκίρτημα ,  ταῖς

    ἱκεσίαις σου ,  καθυποτάξας Μάρτυς τοῦ Χρι‐

    στοῦ , εὐφημεῖν παρασκεύασον , τὴν ἱερὰν πα‐

     νήγυριν , τῶν σῶν ἀγώνων παμμακάριστε. 

    Στίχ . Ἅ γιοι τοῦ Θεοῦ , πρεσβεύσατε ὑπὲρ ἡμῶν. 

    Ἡ  κλῆσις ,  οὐκ ἀπ᾿ ἀνθρώπων γέγονεν ,  ἡ σὴ

    πανάριστε ,  ἀλλ᾿ οὐρανόθεν Παῦλον ὡς τὸ

    πρίν ,  ὁ Χριστός σε ἐκάλεσεν ,  ἐπιφανεὶς ὡς ἔ‐

    λαφος , τῶν ἰοβόλων ἐκλυτρούμενος. 

    Δόξα. 

    Σοφίας , τῆς ἀνωτάτω ἔμπλεως , Μάρτυς γενό‐

    μενος , τοῦ φθειρομένου πλούτου καὶ τρυφῆς , οὐρανῶν τὴν ἀπόλαυσιν ,  πανευσεβῶς προέ‐

    κρινας , πανοικεσίᾳ στεφανούμενος. 

    Καὶ νῦν. Θεοτοκίον

    Εὑρών σε ,  καθαρωτέραν Πάναγνε ,  πάσης , 

    τῆς κτίσεως ὁ τῶν ἁπάντων Κτίστης καὶ Θε‐

    ός , σαρκωθῆναι ηὐδόκησεν , ἐκ σοῦ σαρκὶ τὸν

    ἄνθρωπον , ἀναμορφῶσαι προμηθούμενος. 

    ᾨδὴ γ´. 

    ὁ Ἀναστάσιμος

    Ἦχος πλ. β´. Ὁ Εἱρμός. 

    Οὐκ ἔστιν ἅγιος ὡς σύ , Κύριε ὁ Θεός μου , ὁ ὑ‐

    ψώσας τὸ κέρας ,  τῶν πιστῶν σου ἀγαθέ ,  καὶ

    στερεώσας ἡμᾶς ,  ἐν τῇ πέτρᾳ , τῆς ὁμολογίας

    σου. 

    Στίχ . Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου , Κύριε. 

    Θεὸν σταυρούμενον σαρκί  ,  καθορῶσα ἡ κτί‐

    σις ,  διελύετο φόβῳ· ἀλλὰ τῇ συνεκτικῇ ,  πα‐

    λάμῃ τοῦ δι᾿ ἡμᾶς ,  σταυρωθέντος ,  κραταιῶςσυνείχετο. 

    Στίχ . Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου , Κύριε. 

    Θανάτῳ θάνατος λυθείς ,  κεῖται δείλαιος ἄ‐

    πνους· τῆς ζωῆς γὰρ μὴ φέρων ,  τὴν ἔνθεον

    προσβολήν ,  νεκροῦται ὁ ἰσχυρός ,  καὶ δωρεῖ‐

    ται  , πᾶσιν ἡ ἀνάστασις. Θεοτοκίον

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Τοῦ θείου τόκου σου Ἁγνή ,  πᾶσαν φύσεωςτάξιν ,  ὑπερβαίνει τὸ θαῦμα· Θεὸν γὰρ ὑπερ‐

    φυῶς ,  συνέλαβες ἐν γαστρί  , καὶ τεκοῦσα ,  μέ‐

     νεις ἀειπάρθενος. 

    τῆς Ἑορτῆς

    Ἦχος πλ. δ´. Ὁ Εἱρμός. 

    Στίχ . Δόξα σοι  , ὁ Θεὸς ἡμῶν , δόξα Σοι . 

     Ῥάβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβά‐

     νεται· τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα· τῇ

    στειρευούσῃ δὲ πρῴην ,  Ἐκκλησίᾳ νῦν ,  ἐξήν‐θησε , ξύλον Σταυροῦ , εἰς κράτος καὶ στερέω‐

    μα. 

    Στίχ . Δόξα σοι  , ὁ Θεὸς ἡμῶν , δόξα Σοι . 

     Ῥάβδος εἰς τύπον… 

    Στίχ . Δόξα σοι  , ὁ Θεὸς ἡμῶν , δόξα Σοι . 

    Ὡς ἐπαφῆκε ῥαπιζομένη ὕδωρ ἀκρότομος ,  ἀ‐

    πειθοῦντι λαῷ καὶ σκληροκαρδίῳ ,  τῆς θεο‐

    κλήτου ἐδήλου , Ἐκκλησίας τὸ μυστήριον· ἧς ὁ

    Σταυρός , τὸ κράτος καὶ στερέωμα. 

    Στίχ . Δόξα σοι  , ὁ Θεὸς ἡμῶν , δόξα Σοι . 

  • 8/20/2019 2015-09-20_ky-meta_ypswsin-a-7

    6/15

      6

    Πλευρᾶς ἀχράντου λόγχῃ τρωθείσης ,  ὕδωρ

    σὺν αἵματι ἐξεβλήθη ,  ἐγκαινίζον διαθήκην , 

    καὶ ῥυπτικὸν ἁμαρτίας· τῶν πιστῶν γὰρ

    Σταυρὸς καύχημα ,  καὶ βασιλέων κράτος καὶ

    στερέωμα. 

    καὶ τῶν Ἁγίων , 

    Ἦχος δ´. Εὐφραίνεται ἐπὶ σοί . 

    Στίχ . Ἅ γιοι τοῦ Θεοῦ , πρεσβεύσατε ὑπὲρ ἡμῶν. Ὑπέφερες πειρασμῶν ,  τὰς τρικυμίας καρτε‐

    ρῶς ἔνδοξε ,  μάρτυς Χριστοῦ Εὐστάθιε ,  τέ‐

    κνων γυναικός τε στερούμενος. 

    Στίχ . Ἅ γιοι τοῦ Θεοῦ , πρεσβεύσατε ὑπὲρ ἡμῶν. 

    Σωθέντες παρὰ Θεοῦ , τῆς τῶν θηρῶν διαρπα‐

     γῆς παῖδές σου ,  μάρτυς Χριστοῦ Εὐστάθιε , 

    θῆρας νοητοὺς ἐτροπώσαντο. 

    Δόξα. Τὸν βίον διαπερῶν ,  ὡς ποταμὸν τοῖς πειρα‐

    σμοῖς ἔνδοξε , σοῦ τῆς ψυχῆς διέσωσας , τὸ θε‐

    οειδὲς ἀταπείνωτον. 

    Καὶ νῦν. Θεοτοκίον

    Ἁ γνείας τὸ καθαρόν ,  καὶ παρθενίας τὸ σε‐

    πτὸν σκήνωμα ,  δεῦτε πιστοὶ ὑμνήσωμεν ,  ἐν

    χαρμονικοῖς μελῳδήμασιν. 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  σ σ σ ὺὺὺ εεεἶ ἶ ἶ  ὁὁὁ ΘΘΘεεεὸὸὸςςς ἡἡἡ μ μ μῶῶῶννν ... ... ... 

    * * * 

    ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑτὸ Κοντάκιον τῆς Ἑορτῆς

    Ἦχος δ´. Αὐτόμελον. 

    Ὁ  ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως ,  τῇ ἐπω‐

     νύμῳ σου καινῇ πολιτείᾳ ,  τοὺς οἰκτιρμούς

    σου δώρησαι  ,  Χριστὲ ὁ Θεός.  Εὔφρανον ἐν τῇ

    δυνάμει σου , τοὺς πιστοὺς Βασιλεῖς ἡμῶν , νί‐κας χορηγῶν αὐτοῖς , κατὰ τῶν πολεμίων· τὴν

    συμμαχίαν ἔχοιεν τὴν σήν ,  ὅπλον εἰρήνης , 

    ἀήττητον τρόπαιον. Μεσῴδια Καθίσματα ἐκ τοῦ Μηναίου

    Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον. 

    Εὐσεβείας τοῖς τρόποις ἀνδραγαθῶν ,  καρτε‐

    ρίας τοῖς πόνοις ὑπεραθλῶν ,  νέος ἀνηγόρευ‐

    σαι  ,  Ἰὼβ μάρτυς πανένδοξε· τῶν γὰρ τερ‐

    πνῶν τοῦ βίου ,  παθῶν τὴν ἀφαίρεσιν ,  σὺν γυναικὶ καὶ τέκνοις , Θεῷ ηὐχαρίστησας· ὅθεν

    ἐπὶ τέλει  ,  τῶν ἀγώνων ὡς νίκης ,  βραβεῖον

    παρέσχε σοι  ,  τὴν τοῦ αἵματος πρόσχυσιν , 

    ἀθλοφόρε Εὐστάθιε ,  πρέσβευε Χριστῷ τῷ

    Θεῷ ,  τῶν πταισμάτων ,  ἄφεσιν δωρήσασθαι  , 

    τοῖς ἑορτάζουσι πόθῳ ,  τὴν ἁγίαν μνήμην

    σου. 

    Δόξα. Καὶ νῦν. τῆς Ἑορτῆς , ὅμοιον

    Τὸν Σταυρὸν τοῦ Σωτῆρος ὑπὸ τὴν γῆν ,  κε‐κρυμμένον ἀνείλετο ἡ σεμνή ,  Ἑλένη ,  καὶ πί‐

    μπλησι  , χαρᾶς κόσμου τὸ πλήρωμα· καὶ τεμέ‐

     νη θεσπίζει  ,  ὑψοῦσθαι ἐν Πνεύματι· καὶ τὸ

    σκῆπτρον κομίζει  ,  ἐπὶ τὰ βασίλεια· ὅπερ καὶ

    δεικνῦσα ,  τῷ υἱῷ ἀνεβόα· Ὑφάπλωσον Δέ‐

    σποτα , τὰς σὰς χεῖρας καὶ πρόσδεξαι  , τὸν δει‐

    κνύμενον ἅπασι  , κράτος σου , καὶ νίκας σοφέ , 

    καὶ τὰ ἔθνη δίδαξον ἐν χάριτι  ,  τοῦ προσκυ‐

     νεῖν μετὰ πόθου ,  Σταυρὸν καὶ τὰ πάθη Χρι‐στοῦ. 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ΣΣΣὺὺὺ γγγὰὰὰ ρ ρ ρ εεεἶ ἶ ἶ  ὁὁὁ ΒΒΒααασ σ σ ιιιλλλεεεύύύςςς ... ... ...  

    * * * 

    ΚΟΝΤΑΚΙΟΝ , ΟΙΚΟΣ , ΣΥΝΑΞΑΡΙΟΝΤὸ Ἀναστάσιμον Κοντάκιον μετὰ τοῦ Οἴκου. 

    Ἦχος βαρύς. Οὐκέτι φλογίνη ῥομφαία. 

    Οὐκέτι τὸ κράτος τοῦ θανάτου ,  ἰσχύσει κατέ‐

    χειν τοὺς βροτούς· Χριστὸς γὰρ κατῆλθε συν‐τρίβων , καὶ λύων τὰς δυνάμεις αὐτοῦ· δεσμεῖ‐

    ται ὁ ᾅδης , Προφῆται συμφώνως ἀγάλλονται·

    Ἐπέστη ,  λέγοντες ,  Σωτὴρ τοῖς ἐν σκότει· ἐ‐

    ξέρχεσθε οἱ πιστοὶ εἰς τὴν ἀνάστασιν. ὁ Οἶκος

    Ἔτρεμε κάτωθεν τὰ καταχθόνια σήμερον ,  ὁ

    ᾅδης καὶ ὁ θάνατος τὸν Ἕνα τῆς Τριάδος· ἡ

     γῆ ἐκλονεῖτο ,  πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔ‐

    πτηξαν· ἡ κτίσις δὲ πᾶσα σὺν τοῖς Προφήταιςχαίρουσα ψάλλει σοι  ,  ἐπινίκιον ᾠδὴν τῷ λυ‐

    τρωτῇ ἡμῶν Θεῷ , τῷ καταλύσαντι νῦν θανά‐

    του τὴν δύναμιν. Ἀλαλάξωμεν καὶ βοήσωμεν

    τῷ Ἀδάμ ,  καὶ τοῖς ἐξ Ἀδάμ· Ξύλον τοῦτον εἰ‐

    σήγαγεν· ἐξέρχεσθε οἱ πιστοὶ εἰς τὴν ἀνάστα‐

    σιν. 

    Συναξάριον

    Τῇ Κ´ τοῦ αὐτοῦ μηνός , Μνήμη τοῦ Ἁγίου Ἐν‐

    δόξου Μεγαλομάρτυρος καὶ Στρατηλάτου Εὐ‐σταθίου τοῦ Πλακίδα ,  καὶ Θεοπίστης ,  συμ‐

    βίας αὐτοῦ , καὶ τῶν δύο υἱῶν αὐτῶν , Ἀγαπίου

  • 8/20/2019 2015-09-20_ky-meta_ypswsin-a-7

    7/15

      7

    καὶ Θεοπίστου ,  ἐν ἔτει ἑκατοστῷ δεκάτῳ καὶ

    ὀγδόῳ (118)  ἐν χαλκίνῳ βοῒ πεπυρωμένῳ ἐγ‐

    κλεισθέντων καὶ τελειωθέντων. Στίχοι  

    Εὐστάθιον βοῦς παγγενῆ χαλκοῦς φλέγει  , 

    Καὶ παγγενῆ σὺ τοῦ Θεοῦ σῴζεις Λόγε. 

    Εἰκάδι Εὐστάθιος γενεῇ ἅμα βοῒ καύθη. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Εὐσταθίου , τοῦ Σοφωτάτου καὶ Θαυμα‐

    τουργοῦ ,  Ἀρχιεπισκόπου Θεσσαλονίκης ,  τοῦ

    Καταφλώρου , ἐν ἔτει χιλιοστῷ ἑκατοστῷ ἐνε‐

     νηκοστῷ καὶ ἕκτῳ (1196) κοιμηθέντος. Στίχοι  

    Εὐσταθὴς πλοηγὸς Εὐστάθιος ὤφθη , 

    Θεσσαλονίκης ποίμνης ἱεραρχήσας. 

    Καὶ λόγῳ καὶ πράξει ὁμοῦ καὶ σοφίᾳ , 

    Εὐστάθιε , ἔλαμψας τῇ Ἐκκλησίᾳ. 

    Εὐσταθίοιο ἄφθιτον κλέος ἐσθλοῦ χρεὼν ἀείδειν. Τ ῇ αὐτῇ ἡμέρᾳ ,  Μνήμη τῶν Ἁγίων Πατέρων

     ἡμῶν καὶ Ὁμολογητῶν , Ὑπατίου Ἐπισκόπου , 

    καὶ Ἀνδρέου Πρεσβυτέρου , ἐν ἔτει ἑπτακοσιο‐

    στῷ εἰκοστῷ καὶ ἕκτῳ (726)  δεινῶς βασανι‐

    σθέντων καὶ κατασφαγέντων. Στίχοι  

    Ὑπὲρ πανάγνων Ὑπάτιον εἰκόνων , 

    Σὺν Ἀνδρέᾳ σφάττουσιν ἄνδρες αἱμάτων. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  Μνήμη τῶν Ἁγίων ,  Μαρτί‐ νου Πάπα Ῥώμης τοῦ Ὁμολογητοῦ , ἔτι δὲ καὶ

    Ἀναστασίου ,  Ἀναστασίου ,  Θεοδώρου καὶ Εὐ‐

    πρεπίου τῶν Ὁμολογητῶν , μαθητῶν τοῦ Με‐

     γάλου Μαξίμου τοῦ Ὁμολογητοῦ , ἐν πολλαῖς

    ὑπερορίαις καὶ βασάνοις ὑπωπιασθέντων καὶ

    τελειωθέντων. Στίχοι  

    Πολλὰ θλιβέντες Mάξιμος καὶ Mαρτίνος , 

    Πολλῶν ἐπαίνων ἀξιούσθων οἱ δύω. 

    Ἀναστάσιοι ταυτὰ τῷ διδασκάλῳ , Xαίροντες ὑπέστησαν εὐσεβοφρόνως. 

    Σὺν Eὐπρεπίῳ καὶ Θεόδωρος μέγας , 

    Eἵλοντο ποινὰς ὀρθοδοξίας χάριν. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡ‐

    μῶν Κυρ‐Ἰωάννου τοῦ Ξένου ,  τοῦ ἐκ Σίββα

    τῆς Μεσαορίας τῆς Κρήτης καταγομένου , τοῦ

    μετὰ τὰς Ἀραβικὰς ἐπιδρομὰς μεγάλως ὠφε‐

    λήσαντος τὴν Ἐκκλησίαν καὶ ἐπιστηρίξαντος

    τὸν λαόν ,  ἀναζωπυρώσαντος τὴν ὀρθόδοξον

    πίστιν καὶ τὸν Μοναχισμὸν ,  ἔτι δὲ καὶ τὰ ἑλ‐

    ληνικὰ γράμματα ἐν ἁπάσῃ τῇ Κρήτῃ , καὶ ἐν

    τῇ Ἐπαρχίᾳ Κισσάμου εἰρηνικῶς τελειωθέν‐

    τος ,  περὶ τὸ ἔτος χίλια καὶ τεσσαράκοντα

    (1040). Στίχοι  

    Χάριτος φωτὶ αὐγασθείς , Ἰωάννη , 

    Αἴγλην ἀγαθῶν ἐν Κρήτῃ διαυγάζεις. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  Μνήμη τῶν Ἁγίων Ἐνδόξων

    τοῦ Χριστοῦ Μαρτύρων Ἀρτεμιδώρου καὶ Θα‐λοῦ , ξίφει τελειωθέντων. 

    Στίχοι  Ἀρτεμίδωρον καὶ Θαλὸν κτείνει ξίφος , 

    Μὴ προσκυνοῦντας Ἄρτεμιν ξενοκτονον. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡ‐

    μῶν Μελετίου , Ἐπισκόπου Κύπρου. Στίχοι  

    Ζωῆς ῥεούσης οὐ μέλει Μελετίῳ·

    Ὅθεν τελευτᾶν , πῶς ἂν εἴποις; ἠγάπα. 

    Καὶ Μνήμη τοῦ ἐν Ὁμολογηταῖς μεγίστου

    Ἰω‐άννου τοῦ Αἰγυπτίου , καὶ τῶν σὺν αὐτῷ

    τριά‐κοντα ἐννέα μαρτύρων , ἐν ἔτει

    τριακοσιοστῷ καὶ ἐννάτῳ (309) τὰς κεφαλὰς

    ἐν Παλαιστίνῃ τμηθέντων καὶ τελειωθέντων. Στίχοι  

    Ὁ Ἰωάννης σὺν δεκαπλῇ τετράδι  , 

    Στεῤῥῶς ὑπῆλθε τὴν τομήν , τὴν ἐκ ξίφους. 

    Ὁ  Ἅγιος Νέος Ὁσιομάρτυς Ἱλαρίων ὁ Ἁγιαν‐

     νανίτης ,  ὁ Κρής ,  ἐν Κωνσταντινουπόλει μαρ‐τυρήσας κατὰ τὸ ἔτος χιλιοστῷ ὀκτακοσιο‐

    στῷ καὶ τετάρτῳ (1804), ξίφει τελειοῦται . Στίχοι  

    Ἀγαρηνῶν σκότος μυκτηρίσας , Μάρτυς , 

    Φῶς τὸ ἱλαρὸν βλέπεις ἐν Παραδείσῳ. 

    Ὁ Ἱλαρίων διττὸν εἵληφε στέφος , 

    Ὅσιος οἷα , καὶ ἀθλητὴς Kυρίου. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῶν ἐνδόξων τοῦ Χρι‐

    στοῦ Μαρτύρων Μιχαήλ , Ἡγεμόνος Τσερνιγ‐κὼφ τοῦ Κιέβου , καὶ Θεοδώρου τοῦ Βογιάρου

    αὐτοῦ ,  ἐν ἔτει χιλιοστῷ διακοσιοστῷ τεσσα‐

    ρακοστῷ καὶ ἕκτῳ (1246)  ὑπὸ τῶν ἀπηνῶν

    Τατάρων ἀναιρεθέντων.  Τὰ δὲ τίμια λείψανα

    αὐτῶν διασῴζονται ἐν τῷ Ναῷ τῶν Ἁγίων

    Ἀρχαγγέλων ἐν Μόσχᾳ. Στίχοι  

    Καὶ τιμὰς πάσας καὶ δόξας ἐπιγείους , 

    Καταφρονήσαντες στέφεσθε ἐνδόξως. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  Μνήμη τοῦ εὐλαβεστάτου

    Πρίγκηπος τοῦ Μπριάνσκ Ὀλέγκ , τοῦ συστη‐

  • 8/20/2019 2015-09-20_ky-meta_ypswsin-a-7

    8/15

      8

    σαμένου τὴν Μονὴν τῶν Ἀποστόλων Πέτρου

    καὶ Παύλου καὶ ἐν αὐτῇ μονάσαντος καὶ κοι‐

    μηθέντος ,  ἐν ἔτει χιλιοστῷ διακοσιοστῷ καὶ

    ὀγδοηκοστῷ (1280). Στίχοι  

    Μέλαιναν στολὴν ἀντὶ πορφύρας μάκαρ , 

    Ὀλέγκ , φορέσας τὸν Χριστὸν ἐνεδύθης. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  Κυριακῇ μετὰ τὴν Ὕψωσιντοῦ Τιμίου Σταυροῦ ,  Σύναξις ἐπιτελεῖται πά‐

     ντων τῶν ἐν τῇ Ἱερᾷ Μητροπόλει Θεσσαλιώ‐

    τιδος διαλαμψάντων Ἁγίων ,  ἤτοι Σεραφεὶμ

    ἱερομάρτυρος ,  τοῦ ἐπισκόπου Φαναρίου ,  Ἀρ‐

    σενίου Ἀρχιεπισκόπου Ἐλασσῶνος ἐκ Καλο‐

     γραιανῶν Καρδίτσης καταγομένου ,  Παρθε‐

     νίου ἱερομάρτυρος Ἐπισκόπου Ῥαδοβυσδίων , 

    τοῦ ἐκ Βατσουνιᾶς ,  Νικολάου Ὁσιομάρτυρος

    τοῦ ἐν Βρυναίνοις ,  Δαμιανοῦ Νέου Ὁσιομάρ‐τυρος τοῦ ἐκ Μυριχόβου κτίτορος δὲ τῆς Μο‐

     νῆς Πελεκητῆς ,  Διονυσίου Ὁσίου τοῦ ἐν Ὀ‐

    λύμπῳ ἐκ Γολίτσης καταγομένου καὶ Κων‐

    σταντίνου τοῦ ἐξ Ἀγαρηνῶν Νεομάρτυρος ἐν

    Καπούῃ Καρδίτσης. Στίχοι

    Σὺν τάγμασιν ἑξαπτερύγων ἀγάλλῃ

    Ὀκτὰς Θεσσαλιώτιδος νῦν Ἁγίων. 

    Τῇ αὐτῇ ἡμέρᾳ ,  τρίτῃ Κυριακῇ τοῦ Σεπτεμ‐

    βρίου ,  Σύναξις ἐπιτελεῖται ἐν Πάρῳ πάντων

    τῶν Ἁγίων τῆς Ἱερᾶς Μητροπόλεως Παρονα‐

    ξίας.  (Ἡ αὐτὴ ἑορτὴ τελεῖται ἐν Νάξῳ τῇ α´

    Κυριακῇ τοῦ Σεπτεμβρίου). Στίχοι

    Σύναξιν τήν δε ποιοῦμεν

    Νάξου τε Πάρου νέων ὁσίων. 

    Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις , Χριστὲ ὁ Θεός , 

    ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. 

    * * * 

    ΚΑΤΑΒΑΣΙΑΙτῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ

    ᾨδὴ α´. Ἦχος πλ. δ´. 

    Σταυρὸν χαράξας Μωσῆς ἐπ᾿ εὐθείας ῥάβδῳ , 

    τὴν Ἐρυθρὰν διέτεμε τῷ Ἰσραὴλ πεζεύσαντι·

    τὴν δὲ ἐπιστρεπτικῶς Φαραὼ τοῖς ἅρμασι

    κροτήσας ἥνωσεν ,  ἐπ᾿ εὔρους διαγράψας τὸ

    ἀήττητον ὅπλον· διὸ Χριστῷ ᾄσωμεν , τῷ Θεῷ

     ἡμῶν , ὅτι δεδόξασται . 

    ᾨδὴ γ´. 

     Ῥάβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβά‐

     νεται· τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα· τῇ

    στειρευούσῃ δὲ πρῴην Ἐκκλησίᾳ νῦν ἐξήνθη‐

    σε ξύλον Σταυροῦ ... 

    ...εἰς κράτος καὶ στερέωμα. 

    ᾨδὴ δ´. 

    Εἰσακήκοα ,  Κύριε ,  τῆς οἰκονομίας σου τὸ μυ‐

    στήριον , κατενόησα τὰ ἔργα σου καὶ ἐδόξασά

    σου τὴν θεότητα. 

    ᾨδὴ ε´. 

    Ὦ  τρισμακάριστον Ξύλον!  ἐν ᾧ ἐτάθη Χρι‐

    στός , ὁ βασιλεὺς καὶ Κύριος· δι᾿ οὗ πέπτωκεν

    ὁ ξύλῳ ἀπατήσας ,  τῷ ἐν σοὶ δελεασθεὶς Θεῷ

    τῷ προσπαγέντι σαρκί  ,  τῷ παρέχοντι τὴν εἰ‐

    ρήνην ταῖς ψυχαῖς ἡμῶν. ᾨδὴ Ϛ´. 

    Νοτίου θηρὸς ἐν σπλάγχνοις παλάμας Ἰωνᾶς

    σταυροειδῶς διεκπετάσας ,  τὸ σωτήριον πά‐

    θος προδιετύπου σαφῶς· ὅθεν τριήμερος ἐκ‐

    δύς ,  τὴν ὑπερκόσμιον ἀνάστασιν ὑπεζωγρά‐

    φησε τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ

    Θεοῦ καὶ τριημέρῳ ἐγέρσει τὸν κόσμον φωτί‐

    σαντος. 

    ᾨδὴ ζ´. Ἔκνοον πρόσταγμα τυράννου δυσσεβοῦς λα‐

    οὺς ἐκλόνησε ,  πνέον ἀπειλῆς καὶ δυσφημίας

    θεοστυγοῦς· ὅμως τρεῖς παῖδας οὐκ ἐδειμάτω‐

    σε θυμὸς θηριώδης , οὐ πῦρ βρόμιον· ἀλλ᾿ ἀν‐

    τηχοῦντι δροσοβόλῳ πνεύματι πυρὶ συνόντες

    ἔψαλλον· Ὁ ὑπερύμνητος τῶν πατέρων καὶ ἡ‐

    μῶν Θεός , εὐλογητὸς εἶ . 

    ᾨδὴ η´. Αἰνοῦμεν , εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. 

    Εὐλογεῖτε , παῖδες , τῆς Τριάδος ἰσάριθμοι  ,  δη‐

    μιουργὸν Πατέρα Θεόν· ὑμνεῖτε τὸν συγκα‐

    ταβάντα Λόγον καὶ τὸ πῦρ εἰς δρόσον μετα‐

    ποιήσαντα· καὶ ὑπερυψοῦτε τὸ πᾶσι ζωὴν πα‐

    ρέχον Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας. 

    ὁ διάκονος· Τ Τ Τ ὴὴὴννν ΘΘΘεεεοοοτ τ τ όόόκκκοοοννν κκκαααὶὶὶ  μ μ μηηητ τ τ έέέ ρ ρ ρααα τ τ τ οοοῦῦῦ φφφωωωτ τ τ όόόςςς  , , ,  ἐἐἐννν ὕὕὕ μ μ μνννοοοιιιςςς τ τ τ ιιι μ μ μῶῶῶννντ τ τ εεεςςς μ μ μεεεγγγαααλλλύύύνννοοο μ μ μεεεννν ... 

  • 8/20/2019 2015-09-20_ky-meta_ypswsin-a-7

    9/15

      9

    Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ

    Ἦχος πλ. δ´. 

    Στίχ .  α .́  Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον , 

    καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ

    σωτῆρί μου. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέ‐

    ραν ἀσυγκρίτως τῶν Σεραφίμ , τὴν ἀδιαφθό‐

    ρως Θεὸν Λόγον τεκοῦσαν , τὴν ὄντως Θεοτό‐κον , σὲ μεγαλύνομεν. 

    Στίχ .  β .́  Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν

    τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μα‐

    καριοῦσί με πᾶσαι αἱ γενεαί . 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... 

    Στίχ .  γ .́  Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός , 

    καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ

    εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐ‐τόν. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... 

    Στίχ .  δ .́  Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ , 

    διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας

    αὐτῶν. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... 

    Στίχ . ε.´ Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕ‐

    ψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγα‐

    θῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... 

    Στίχ .  Ϛ .́  Ἀ ντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ

    μνησθῆναι ἐλέους , καθὼς ἐλάλησε πρὸς τοὺς

    πατέρας ἡμῶν ,  τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι

    αὐτοῦ ἕως αἰῶνος. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... 

    Καταβασία. ᾨδὴ θ´. 

    Μυστικῶς εἶ Θεοτόκε Παράδεισος ,  ἀγεωργή‐τως βλαστήσασα Χριστόν ,  ὑφ᾿ οὗ τὸ τοῦ

    Σταυροῦ ,  ζωηφόρον ἐν γῇ ,  πεφυτούργηται

    δένδρον· δι᾿ οὗ νῦν ὑψουμένου ,  προσκυνοῦν‐

    τες αὐτὸν σὲ μεγαλύνομεν. 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  σ σ σ ὲὲὲ αααἰ ἰ ἰ νννοοοῦῦῦσ σ σ ιιι  πππᾶᾶᾶσ σ σ αααιιι  αααἱ ἱ ἱ  δδδυυυνννάάά μ μ μεεειιιςςς ... ... ... 

    * * * 

    ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

    Ἦχος β´. 

    Ἅ γιος Κύριος ὁ Θεὸς ἡμῶν. 

    Ἅ γιος Κύριος ὁ Θεὸς ἡμῶν. 

    Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυ‐

     νεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ , 

    … ὅτι ἅγιός ἐστιν. 

    Ἀναστάσιμον Ἐξαποστειλάριον Ε´. 

    Ἡ ζωὴ καὶ ὁδὸς Χριστός , ἐκ νεκρῶν τῷ Κλεό‐

    πᾳ καὶ τῷ Λουκᾷ συνώδευσεν ,  οἷς περ καὶ ἐ‐

    πεγνώσθη ,  εἰς Ἐμμαοὺς κλῶν τὸν ἄρτον· ὧν

    ψυχαὶ καὶ καρδίαι  ,  καιόμεναι ἐτύγχανον ,  ὅτε

    τούτοις ἐλάλει ἐν τῇ ὁδῷ ,  καὶ Γραφαῖς ἡρμή‐

     νευεν ,  ἃ ὑπέστη· μεθ᾿ ὧν ,  Ἠγέρθη ,  κράξω‐

    μεν , ὤφθη τε καὶ τῷ Πέτρῳ. 

    τῶν Ἁγίων

    Ἦχος δ´. Ἐν Πνεύματι τῷ ἱερῷ. 

    Τ ῆς ἀθανάτου δόξης τε ,  καὶ ζωῆς τῆς ἀλή‐

    κτου ,  ἐπέτυχες καταλιπών ,  τὰ τοῦ κόσμου ἡ‐

    δέα ,  σὺν παισὶ θεόφροσι  ,  καὶ γυναικὶ πανολ‐

    βίῳ· διὰ τοῦτο σου πόθῳ ,  τὴν πανίερον καὶ

    θείαν , ἑορτάζομεν μνήμην. 

    καὶ Σταυροθεοτοκίον

    Ἡμεῖς ἐν σοὶ θαῤῥοῦντες τῇ Θεοτόκῳ ,  ἐ‐

    χθροὺς διπλοῦς τροπούμεθα κατὰ κράτος , 

    τὸν Σταυρὸν κατέχοντες τοῦ Υἱοῦ σου , ὅπλον

     ἡμῖν καὶ τρόπαιον , ἀσπίδα ξίφος καὶ δόρυ , ... 

    ...θείας ἀξίωσον δόξης. 

    * * * 

    ΑΙΝΟΙ

    Ἦχος βαρύς. 

    Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν

    Κύριον ἐκ τῶν οὐρανῶν , αἰνεῖτε αὐτὸν ἐν τοῖς

    ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. 

    Αἰνεῖτε αὐτόν ,  πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰ‐

     νεῖτε αὐτόν ,  πᾶσαι αἱ δυνάμεις αὐτοῦ.  Σοὶπρέπει ὕμνος τῷ Θεῷ. 

    Στιχηρὰ Ἀναστάσιμα. Ἦχος βαρύς. 

    Στίχ .  α .́  Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγρα‐

    πτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. 

    Ἀ νέστη Χριστὸς ἐκ νεκρῶν ,  λύσας θανάτου

    τὰ δεσμά· εὐαγγελίζου γῆ χαρὰν μεγάλην·

    αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν. 

    Στίχ . β´. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ·

    αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως

    αὐτοῦ. 

  • 8/20/2019 2015-09-20_ky-meta_ypswsin-a-7

    10/15

      10

    Ἀ νάστασιν Χριστοῦ θεασάμενοι  ,  προσκυνή‐

    σωμεν ἅγιον Κύριον ,  Ἰησοῦν τὸν μόνον ἀνα‐

    μάρτητον. 

    Στίχ .  γ .́  Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις

    αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς με‐

     γαλωσύνης αὐτοῦ. 

    Χριστοῦ τὴν ἀνάστασιν ,  προσκυνοῦντες οὐ

    παυόμεθα· αὐτὸς γὰρ ἡμᾶς ἔσωσεν , ἐκ τῶν ἀ‐

     νομιῶν ἡμῶν· ἅγιος Κύριος Ἰησοῦς ,  ὁ δείξας

    τὴν ἀνάστασιν. 

    τῆς Ἑορτῆς β´

    Ἦχος πλ. δ´. Ὢ τοῦ παραδόξου θαύματος. 

    Στίχ .  δ .́  Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰ‐

     νεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. 

    Ὤ ,  τοῦ παραδόξου θαύματος!  τὸ ζωηφόρον

    φυτόν ,  ὁ Σταυρὸς ὁ πανάγιος ,  εἰς ὕψος αἰρό‐

    μενος ,  ἐμφανίζεται σήμερον· δοξολογοῦσι

    πάντα τὰ πέρατα· ἐκδειματοῦνται δαίμονες

    ἅπαντες· ὤ ,  οἷον δώρημα ,  τοῖς βροτοῖς κεχά‐

    ρισται ! δι᾿ οὗ Χριστέ , σῶσον τὰς ψυχὰς ἡμῶν , 

    ὡς μόνος εὔσπλαγχνος. 

    Στίχ .  ε .́  Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ·

    αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. 

    Ὤ , τοῦ παραδόξου θαύματος! ὡς βότρυν πλή‐

    ρη ζωῆς ,  ὁ βαστάσας τὸν Ὕψιστον ,  ἀπὸ γῆςὑψούμενος ,  Σταυρὸς ὁρᾶται σήμερον· δι᾿ οὗ

    πρὸς Θεὸν πάντες εἱλκύσθημεν ,  καὶ κατεπό‐

    θη εἰς τέλος θάνατος.  Ὤ ,  ξύλον ἄχραντον! 

    ὑφ᾿ οὗ ἀπολαύομεν τῆς ἐν Ἐδέμ ,  ἀθανάτου

    βρώσεως , Χριστὸν δοξάζοντες. 

    τῶν Ἁγίων Ἰδιόμελα γ´

    Ἦχος δ´. Ἀνδρέου Πυῤῥοῦ

    Στίχ .  Ϛ .́  Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις·

    αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ.  Πᾶ‐

    σα πνοὴ αἰνεσάτω τὸν Κύριον. 

    Τίς μὴ μακαρίσει σου ,  τὸν πανόλβιον τρόπον

    Εὐστάθιε; ὅτι γενναίως ὑπήνεγκας , τοῦ ἀρχε‐

    κάκου ἐχθροῦ τὰς προσβολάς· τῆς γὰρ συζύ‐

     γου καὶ τῶν τέκνων ,  τὴν στέρησιν οὐκ ἐδυσ‐

    φόρησας ,  ἀλλ᾿ ἐβόας τὴν εὐχάριστον φωνὴν

    τοῦ Ἰώβ· Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός

    μου ,  γυμνὸς καὶ ἀπελεύσομαι πρὸς τὸν μό‐

     νον Δημιουργόν ,  καὶ Σωτῆρα τῶν ψυχῶν ἡ‐μῶν. 

    Ἦχος πλ. β´. 

    Στίχ .  ζ .́ Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐ‐

    τοῦ. 

    Ἀφθόρου τόκου Μαρίας ,  ὑπάρχων Μάρτυς

    καταγώγιον ,  ἀλήκτως τε πέλων ἐν φωτὶ ἀΰ‐

    λῳ , καὶ ἡμῖν εὐμενίζου Τριάδα τὴν ἄκτιστον. 

    Ἦχος πλ. δ´. 

    Στίχ . η .́ Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυ‐

    μάστωσεν ὁ Κύριος. 

    Τῷ ἀδύτῳ γνόφῳ εἰσδύς , καὶ τῷ τῆς δικαιοσύ‐

     νης Ἡλίῳ οἰκειωθείς , τῇ ἐξ ὕψους νοητῶς φα‐

     νείσῃ διὰ ζῴου εἰκόνι  , θείως προσψαύσας , ἔμ‐

    πνους εἴκων ὑπῆρξας ,  παμμάκαρ Εὐστάθιε·

    ὅθεν τὴν ἐκ Πνεύματος καὶ ὕδατος ἐσχηκὼς

    ἐνέργειαν ,  τῷ μαρτυρικῷ τε λουσάμενος αἵ‐

    ματι  ,  ταῖς οὐρανίαις κατηξίωσαι συγχορεύ‐

    ειν , τῶν Ἀγγέλων ὁμηγύρεσιν· ἐν ᾧ καὶ ἡμᾶς

    προσοικείωσον ,  τῷ Σωτῆρι Χριστῷ καὶ Θεῷ

     ἡμῶν. 

    Δόξα. Ἑωθινὸν Ε .́ Ἦχος πλ. α´. 

    Ὢ τῶν σοφῶν σου κριμάτων Χριστέ! πῶς Πέ‐

    τρῳ μὲν τοῖς ὀθονίοις μόνοις ,  ἔδωκας ἐννοῆ‐

    σαί σου τὴν ἀνάστασιν;  Λουκᾷ δὲ καὶ Κλεό‐

    πᾳ ,  συμπορευόμενος ὡμίλεις ,  καὶ ὁμιλῶν , 

    οὐκ εὐθέως σεαυτὸν φανεροῖς; Διὸ καὶ ὀνειδί‐

    ζῃ ,  ὡς μόνος παροικῶν ἐν Ἱερουσαλήμ ,  καὶ

    μὴ μετέχων τῶν ἐν τέλει βουλευμάτων αὐ‐

    τῆς.  Ἀλλ᾿ ὁ πάντα πρὸς τὸ τοῦ πλάσματος

    συμφέρον οἰκονομῶν ,  καὶ τὰς περὶ σοῦ προ‐

    φητείας ἀνέπτυξας ,  καὶ ἐν τῷ εὐλογεῖν τὸν

    ἄρτον ,  ἐγνώσθης αὐτοῖς· ὧν καὶ πρὸ τούτου

    αἱ καρδίαι  , πρὸς γνῶσίν σου ἀνεφλέγοντο· οἳ

    καὶ τοῖς Μαθηταῖς συνηθροισμένοις , ἤδη τρα‐

     νῶς ἐκήρυττόν σου τὴν ἀνάστασιν· δι᾿ ἧς ἐλέ‐

     ησον ἡμᾶς. 

    Καὶ νῦν. Θεοτοκίον. 

    Ὑπερευλογημένη ὑπάρχεις ,  Θεοτόκε Παρθέ‐

     νε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος ,  ὁ ᾍδης

     ᾐχμαλώτισται  ,  ὁ Ἀδὰμ ἀνακέκληται  ,  ἡ κατά‐

    ρα νενέκρωται  ,  ἡ Εὔα ἠλευθέρωται  ,  ὁ θάνα‐

    τος τεθανάτωται  ,  καὶ ἡμεῖς ἐζωοποιήθημεν·

    διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς

    ὁ Θεὸς ἡμῶν , ὁ οὕτως εὐδοκήσας , δόξα σοι . 

    * * * 

  • 8/20/2019 2015-09-20_ky-meta_ypswsin-a-7

    11/15

      11

    Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

    Δόξα σοι τῷ δείξαντι τὸ φῶς.  Δόξα ἐν ὑψί‐

    στοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ,  ἐν ἀνθρώποις

    εὐδοκία. 

    Ὑμνοῦμέν σε , εὐλογοῦμέν σε , προσκυνοῦμέν

    σε ,  δοξολογοῦμέν σε ,  εὐχαριστοῦμέν σοι διὰ

    τὴν μεγάλην σου δόξαν. 

    Κύριε βασιλεῦ , ἐπουράνιε Θεέ ,  Πάτερ παντο‐

    κράτορ· Κύριε Υἱὲ μονογενές ,  Ἰησοῦ Χριστέ , 

    καὶ ἅγιον Πνεῦμα. 

    Κύριε ὁ Θεός ,  ὁ ἀμνὸς τοῦ Θεοῦ ,  ὁ Υἱὸς τοῦ

    Πατρός , ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου , ἐ‐

    λέησον ἡμᾶς ,  ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κό‐

    σμου. 

    Πρόσδεξαι τὴν δέησιν ἡμῶν ,  ὁ καθήμενος ἐν

    δεξιᾷ τοῦ Πατρός , καὶ ἐλέησον ἡμᾶς. 

    Ὅτι σὺ εἶ μόνος ἅγιος , σὺ εἶ μόνος Κύριος , Ἰη‐

    σοῦς Χριστός , εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. 

    Καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέ‐

    σω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰ‐

    ῶνα τοῦ αἰῶνος. 

    Καταξίωσον ,  Κύριε ,  ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀνα‐

    μαρτήτους φυλαχθῆναι ἡμᾶς. 

    Εὐλογητὸς εἶ  ,  Κύριε ,  ὁ Θεὸς τῶν πατέρων ἡ‐

    μῶν , καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά

    σου εἰς τοὺς αἰῶνας. Ἀμήν. 

    Γένοιτο ,  Κύριε ,  τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς ,  καθά‐

    περ ἠλπίσαμεν ἐπὶ σέ. 

    Εὐλογητὸς εἶ  , Κύριε· δίδαξόν με τὰ δικαιώμα‐

    τά σου. ( γ´) 

    Κύριε , καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ.  Ἐγὼ εἶπα· Κύριε ,  ἐλέησόν με· ἴασαι

    τὴν ψυχήν μου , ὅτι ἥμαρτόν σοι . 

    Κύριε ,  πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ

    ποιεῖν τὸ θέλημά σου , ὅτι σὺ εἶ ὁ Θεός μου. 

    Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀ‐

    ψόμεθα φῶς. 

    Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. 

    Ἅ γιος ὁ Θεός , ἅγιος ἰσχυρός , ἅγιος ἀθάνατος·ἐλέησον ἡμᾶς. (ἐκ γ´) 

    Δόξα. Καὶ νῦν. 

    Ἅ γιος ἀθάνατος· ἐλέησον ἡμᾶς. 

    καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ·

    Ἅ γιος ὁ Θεός , ἅ γιος ἰσχυρός , ἅ γιος ἀθάνατος·

    ἐλέησον ἡμᾶς. 

    Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος β .́ 

    Ἀ ναστὰς ἐκ τοῦ μνήματος καὶ τὰ δεσμὰ δι‐αῤῥήξας τοῦ ᾅδου ,  ἔλυσας τὸ κατάκριμα τοῦ

    θανάτου ,  Κύριε ,  πάντας ἐκ τῶν παγίδων τοῦ

    ἐχθροῦ ῥυσάμενος· ἐμφανίσας σεαυτὸν τοῖς

    ἀποστόλοις σου ἐξαπέστειλας αὐτοὺς ἐπὶ τὸ

    κήρυγμα καὶ δι᾿ αὐτῶν τὴν εἰρήνην παρέσχες

    τῇ οἰκουμένῃ , μόνε πολυέλεε. 

     ἢ

    τὸ ἕτερον ἀναστάσιμον τροπάριον. Ἦχος δ´. 

    Σ ήμερον σωτηρία τῷ κόσμῳ γέγονεν· ᾄσω‐μεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς

    ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θά‐

     νατον τὸ νῖκος ἔδωκεν ἡμῖν καὶ τὸ μέγα ἔλε‐

    ος. 

    * * * * * 

    ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝἈντίφωνα τῆς Ἑορτῆς

    Ἀντίφωνον Α .́ Ἦχος β´. Ψαλμὸς κα´ (21) 

    Στίχ . α´. Ὁ Θεός , ὁ Θεός μου , πρόσχες μοι· ἱνα‐τί ἐγκατέλιπές με; Μακρὰν ἀπὸ τῆς σωτηρίαςμου οἱ λόγοι τῶν παραπτωμάτων μου. (κα´ 2) Ταῖς πρεσβείαις τῆς Θεοτόκου , Σῶτερ , σῶσον

     ἡμᾶς. 

    Στίχ .  β .́ Ὁ Θεός μου , κεκράξομαι ἡμέρας ,  καὶοὐκ εἰσακούσῃ ,  καὶ νυκτός ,  καὶ οὐκ εἰς ἄνοι‐αν ἐμοί . (κα´ 3) Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 

    Στίχ . γ´. Πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρι‐σάν με ,  ἐλάλησαν ἐν χείλεσιν ,  ἐκίνησαν κε‐φαλήν. (κα´ 8) 

    Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 

    Στίχ .  δ .́  Περιεκύκλωσάν με μόσχοι πολλοί  , ταῦροι πίονες περιέσχον με. (κα´ 13) Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 

    Δόξα. Καὶ νῦν. 

    Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 

    Ἀντίφωνον Β´. Ἦχος β .́ Ψαλμὸς ογ´ (73) Στίχ . α .́ Ἱ νατί  , ὁ Θεός , ἀπώσω εἰς τέλος; ὠργί‐σθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; (ογ´ 1) 

  • 8/20/2019 2015-09-20_ky-meta_ypswsin-a-7

    12/15

      12

    Σῶσον ἡμᾶς ,  Υἱὲ Θεοῦ ,  ὁ σαρκὶ σταυρωθείς , 

    ψάλλοντάς σοι  , Ἀλληλούϊα. 

    Στίχ .  β .́  Μ νήσθητι τῆς συναγωγῆς σου ,  ἧς ἐ‐κτήσω ἀπ᾿ ἀρχῆς. (ογ´ 2) Σῶσον ἡμᾶς , Υἱὲ Θεοῦ , ὁ σαρκὶ σταυρωθείς... 

    Στίχ .  γ .́ Ἐλυτρώσω ῥάβδον κληρονομίας σου , ὄρος Σιὼν τοῦτο ,  ὃ κατεσκήνωσας ἐν αὐτῷ. (ογ´ 2) Σῶσον ἡμᾶς , Υἱὲ Θεοῦ , ὁ σαρκὶ σταυρωθείς... 

    Στίχ .  δ .́  Ὁ  δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰώ‐ νων ,  εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς. (ογ´ 12) Σῶσον ἡμᾶς , Υἱὲ Θεοῦ , ὁ σαρκὶ σταυρωθείς... 

    Δόξα. Καὶ νῦν. 

    Ὁ  μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ ,  ἀθά‐

     νατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν

     ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας

    Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας ,  ἀτρέ‐

    πτως ἐνανθρωπήσας ,  σταυρωθείς τε ,  Χριστὲ

    ὁ Θεός , θανάτῳ θάνατον πατήσας , εἷς ὢν τῆς

    ἁγίας Τριάδος , συνδοξαζόμενος τῷ Πατρὶ καὶ

    τῷ ἁγίῳ Πνεύματι  , σῶσον ἡμᾶς. 

    Ἀντίφωνον Γ´. Ἦχος α .́ Ψαλμὸς Ϟη´ (98) Στίχ .  α .́  Ὁ  Κύριος ἐβασίλευσεν ,  ὀργιζέσθω‐σαν λαοί· ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ , σα‐

    λευθήτω ἡ γῆ. (Ϟη´ 1) Σῶσον ,  Κύριε ,  τὸν λαόν σου ,  καὶ εὐλόγησον

    τὴν κληρονομίαν σου ,  νίκας τοῖς βασιλεῦσι

    κατὰ βαρβάρων δωρούμενος ,  καὶ τὸ σὸν φυ‐

    λάττων , διὰ τοῦ Σταυροῦ σου πολίτευμα. 

    Στίχ .  β .́  Κύριος ἐν Σιὼν μέγας καὶ ὑψηλός ἐ‐στιν ἐπὶ πάντας τοὺς λαούς. (Ϟη´ 2) Σῶσον , Κύριε , τὸν λαόν σου... 

    Στίχ .  γ .́  Ἐξομολογησάσθωσαν τῷ ὀνόματί

    σου τῷ μεγάλῳ ,  ὅτι φοβερὸν καὶ ἅγιόν ἐστι . (Ϟη´ 3) Σῶσον , Κύριε , τὸν λαόν σου... 

    * * * 

    ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ

    Εἰσοδικόν. Ἦχος β´. (ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς , ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν) 

    Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν

    Χριστῷ.  Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ,  ὁ ἀναστὰς ἐκ

     νεκρῶν… 

    … ψάλλοντάς σοι  , Ἀλληλούϊα. 

    * * * 

    Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος βαρύς. (ψάλλεται ὑπὸ τῶν ἱερέων , ἐὰν τελεῖται συλλείτουργον) 

    Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον· ἠνέ‐

    ῳξας τῷ λῃστῇ τὸν Παράδεισον· τῶν Μυρο‐

    φόρων τὸν θρῆνον μετέβαλες ,  καὶ τοῖς σοῖς

    Ἀποστόλοις κηρύττειν ἐπέταξας ,  ὅτι ἀνέστης

    Χριστὲ ὁ Θεός , παρέχων τῷ κόσμῳ τὸ μέγα ἔ‐λεος. 

    Τὸ Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος α .́ 

    Σῶσον ,  Κύριε ,  τὸν λαόν σου ,  καὶ εὐλόγησον

    τὴν κληρονομίαν σου ,  νίκας τοῖς βασιλεῦσι

    κατὰ βαρβάρων δωρούμενος ,  καὶ τὸ σὸν φυ‐

    λάττων , διὰ τοῦ Σταυροῦ σου πολίτευμα. 

    Ἀπολυτίκιον τῶν Ἁγίων. Ἦχος δ .́ 

    Οἱ Μάρτυρές σου Κύριε ἐν τῇ ἀθλήσει αὐτῶν , στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας ,  ἐκ

    σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν

    σου , τοὺς τυράννους καθεῖλον· ἔθραυσαν καὶ

    δαιμόνων ,  τὰ ἀνίσχυρα θράση.  Αὐτῶν ταῖς

    ἱκεσίαις ,  Χριστὲ ὁ Θεός ,  σῶσον τὰς ψυχὰς

     ἡμῶν. 

     ἢ

    Ἀπολυτίκιον τοῦ Μεγαλομάρτυρος. 

    Ἦχος α´. Τῆς ἐρήμου πολίτης. 

    Ἀ γρευθεὶς οὐρανόθεν ,  πρὸς εὐσέβειαν ἔνδο‐

    ξε ,  τῇ τοῦ σοὶ ὀφθέντος δυνάμει  ,  δι᾿ ἐλάφου

    Εὐστάθιε , ποικίλους καθυπέστης πειρασμοὺς

    καὶ ἤστραψας ἐν ᾄθλοις ἱεροῖς ,  σὺν τῇ θείᾳ

    σου συμβίῳ καὶ τοῖς υἱοῖς ,  φαιδρύνων τοὺς

    βοῶντάς σοι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ , 

    δόξα τῷ σὲ στεφανώσαντι  ,  δόξα τῷ δείξαντί

    σε ἐν παντί  , Ἰὼβ παμμάκαρ δεύτερον. 

    Εἶτα τὸ ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. Κοντάκιον τὴς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ. 

    (ψάλλεται ὑπὸ τῶν ἱερέων , ἐὰν τελῆται συλλείτουργον) 

    Ἦχος δ´. Αὐτόμελον. 

    Ὁ  ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως ,  τῇ ἐπω‐

     νύμῳ σου καινῇ πολιτείᾳ ,  τοὺς οἰκτιρμούς

    σου δώρησαι  ,  Χριστὲ ὁ Θεός.  Εὔφρανον ἐν τῇ

    δυνάμει σου , τοὺς πιστοὺς Βασιλεῖς ἡμῶν , νί‐

    κας χορηγῶν αὐτοῖς , κατὰ τῶν πολεμίων , τὴν

    συμμαχίαν ἔχοιεν τὴν σήν ,

      ὅπλον εἰρήνης ,

     ἀήττητον τρόπαιον. 

    * * * 

  • 8/20/2019 2015-09-20_ky-meta_ypswsin-a-7

    13/15

      13

    ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ

    * * * 

    ΑΠΟΣΤΟΛΟΣΚυριακῆς μετὰ τὴν Ὕψωσιν 

    (ζήτει τῇ ΚΑ´ Κυριακῇ ἑβδομάδος ἐπιστολῶν) 

    Προκείμενον και Ἀλληλουάριον τῆς Ἑορτῆς λόγῳ τῆς Ἀποδόσεως

    Προκείμενον. Ἦχος δ .́ (Ψαλμ. ργ´) 

    Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου Κύριε , πάντα ἐν

    σοφίᾳ ἐποίησας. 

    Στίχ . Εὐλόγει ἡ ψυχή μου τὸν Κύριον. 

    Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνά‐

     γνωσμα. (Γαλ. β´ 16‐20) 

    Ἀδελφοί  ,  εἰδότες ὅτι οὐ δικαιοῦται ἄνθρωπος

    ἐξ ἔργων νόμου ,  ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ

    Χριστοῦ ,

      καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπι‐στεύσαμεν ,  ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χρι‐

    στοῦ καὶ οὐκ ἐξ ἔργων νόμου· διότι οὐ δικαιω‐

    θήσεται ἐξ ἔργων νόμου πᾶσα σάρξ. Εἰ δὲ ζη‐

    τοῦντες δικαιωθῆναι �