2015-09-20_ky-meta_ypswsin-b-7

  • Upload
    sakis87

  • View
    213

  • Download
    0

Embed Size (px)

Citation preview

  • 8/20/2019 2015-09-20_ky-meta_ypswsin-b-7

    1/20

      1

    20 ΣΕΠΤΕΜΒΡΙΟΥ 2015 Κυριακὴ μετὰ τὴν Ὕψωσιν

    Μεγαλομάρτυρος Εὐσταθίου καὶ συνοδείας αὐτοῦ

    Ἦχος βαρύς. Ἑωθινὸν Ε .́ 

    * * * * * 

    ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

    Μετὰ τὸν Ἑξάψαλμον , Συναπτὴ μεγάλη , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  πππ ρ ρ ρέέέπππεεειιι  σ σ σ οοοιιι  πππᾶᾶᾶσ σ σ ααα δδδόόόξ ξ ξ ααα ... ... ... 

    Ἦχος βαρύς. 

    Θεὸς Κύριος , καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. 

    Στίχ . α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ , ὅτι ἀγαθός , ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 

    Θεὸς Κύριος , καὶ ἐπέφανεν ἡμῖν... 

    Στίχ . β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με , καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. 

    Θεὸς Κύριος , καὶ ἐπέφανεν ἡμῖν... 

    Στίχ . γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη , καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 

    Θεὸς Κύριος , καὶ ἐπέφανεν ἡμῖν... 

    ΑΠΟΛΥΤΙΚΙΑ

    Τὸ Ἀναστάσιμον. Ἦχος βαρύς. 

    Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον· ἠνέῳξας τῷ λῃστῇ τὸν Παράδεισον· τῶν Μυροφόρων

    τὸν θρῆνον μετέβαλες , καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας , ὅτι ἀνέστης Χριστὲ ὁ Θεός , 

    παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. 

    Δόξα. 

    Ἀπολυτίκιον τῶν Ἁγίων. Ἦχος δ .́ 

    Οἱ Μάρτυρές σου Κύριε ἐν τῇ ἀθλήσει αὐτῶν , στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας , ἐκ σοῦ τοῦ

    Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου ,  τοὺς τυράννους καθεῖλον· ἔθραυσαν καὶ δαιμόνων ,  τὰ

    ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις , Χριστὲ ὁ Θεός , σῶσον τὰς ψυχὰς ἡμῶν. 

    Καὶ νῦν. 

    τῆς ἑορτῆς. Ἦχος α .́ 

    Σῶσον ,  Κύριε ,  τὸν λαόν σου ,  καὶ εὐλόγησον τὴν κληρονομίαν σου ,  νίκας τοῖς βασιλεῦσι κατὰ

    βαρβάρων δωρούμενος , καὶ τὸ σὸν φυλάττων , διὰ τοῦ Σταυροῦ σου πολίτευμα. 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  σ σ σ ὸὸὸννν τ τ τ ὸὸὸ κκκ ρ ρ ράάάτ τ τ οοοςςς ... ... ... 

    * * * 

    ΚΑΘΙΣΜΑΤΑΜετὰ τὴν α´ Στιχολογίαν

    Ἀναστάσιμον. Ἦχος βαρύς. 

    Ἡ ζωὴ ἐν τῷ τάφῳ ἀνέκειτο , καὶ σφραγὶς ἐν τῷ λίθῳ ἐπέκειτο· ὡς βασιλέα ὑπνοῦντα , στρατιῶ‐

    ται ἐφύλαττον Χριστόν , καὶ Ἄγγελοι ἐδόξαζον , ὡς Θεὸν ἀθάνατον· γυναῖκες δὲ ἐκραύγαζον· Ἀ‐

     νέστη ὁ Κύριος , παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. 

    Δόξα. Τ ῇ τριημέρῳ ταφῇ σου σκυλεύσας τὸν θάνατον , καὶ φθαρέντα τὸν ἄνθρωπον , τῇ ζωηφόρῳ ἐγέρ‐

    σει σου , ἀναστήσας Χριστὲ ὁ Θεός , ὡς φιλάνθρωπος· δόξα σοι . 

  • 8/20/2019 2015-09-20_ky-meta_ypswsin-b-7

    2/20

      2

    Καὶ νῦν. Τῆς Ἑορτῆς. 

    Ἦχος πλ. δ´. Ἀνέστης ἐκ νεκρῶν. 

    Ἐ ν μέσῳ τῆς Ἐδέμ , ξύλον ἤνεγκε θάνατον· ἐν μέσῳ δὲ τῆς γῆς , ξύλον ζωῆς ἐβλάστησε· γευσά‐

    μενοι γὰρ τοῦ πρώτου , ἄφθαρτοι ὄντες , φθαρτοὶ γεγόναμεν· τυχόντες δὲ τοῦ δευτέρου , τῆς

    ἀφθαρσίας κατετρυφήσαμεν· διὰ Σταυροῦ γὰρ σῴζει ὁ Θεός , τὸ γένος τῶν ἀνθρώπων. Μετὰ τὴν β´ Στιχολογίαν

    Ἦχος βαρύς. 

    Ἐσφραγισμένου τοῦ μνήματος , ἡ ζωὴ ἐκ τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός· καὶ τῶν θυρῶν κεκλει‐σμένων ,  τοῖς Μαθηταῖς ἐπέστης ,  ἡ πάντων ἀνάστασις· Πνεῦμα εὐθὲς δι᾿ αὐτῶν ἐγκαινίζων ἡ‐

    μῖν , κατὰ τὸ μέγα σου ἔλεος. 

    Δόξα. 

    Ἐπὶ τὸ μνῆμα ἔδραμον γυναῖκες , μετὰ δακρύων μύρα φέρουσαι  , καὶ στρατιωτῶν φυλασσόντων

    σε , τὸν τῶν ὅλων Βασιλέα , ἔλεγον πρὸς ἑαυτάς· Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον; καὶ φωνῆς Ἀσω‐

    μάτων ἤκουον λεγούσης. Ἀνέστη ὁ μεγάλης βουλῆς Ἄγγελος ,  πατήσας τὸν θάνατον. Παντοδύ‐

     ναμε Κύριε , δόξα σοι . 

    Καὶ νῦν. Τῆς Ἑορτῆς. 

    Ἦχος πλ. δ´. Τὸ προσταχθέν. Προδιετύπου μυστικῶς πάλαι τῷ χρόνῳ , ὁ Ἰησοῦς ὁ τοῦ Ναυῆ Σταυροῦ τὸν τύπον , ὡς τὰς χεῖρας

    ἐξέτεινε , σταυροφανῶς Σωτήρ μου· καὶ ἔστη ὁ ἥλιος ἕως ἐχθρούς , ἀνεῖλεν ἀνθισταμένους σοι τῷ

    Θεῷ· νῦν δὲ οὗτος ἐσκότισται  , ἐπὶ Σταυροῦ σε ὁρῶν , θανάτου κράτος λύοντα , καὶ τὸν Ἅδην σκυ‐

    λεύοντα. 

    * * * 

    ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ

    Ἦχος πλ. α´. Εὐλογητὸς εἶ  , Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 

    Τῶν ἀγγέλων ὁ δῆμος κατεπλάγη ὁρῶν σε ἐν νεκροῖς λογισθέντα , τοῦ θανάτου δέ , Σωτήρ , τὴν ἰ‐σχὺν καθελόντα καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα καὶ ἐξ ᾅδου πάντας ἐλευθερώσαντα. 

    Εὐλογητὸς εἶ  , Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 

    Τί τὰ μύρα συμπαθῶς τοῖς δάκρυσιν ,  ὦ μαθήτριαι  ,  κιρνᾶτε;  ὁ ἀστράπτων ἐν τῷ τάφῳ ἄγγελος

    προσεφθέγγετο ταῖς μυροφόροις· Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ

    μνήματος. 

    Εὐλογητὸς εἶ  , Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 

    Λίαν πρωῒ μυροφόροι ἔδραμον πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλ᾿ ἐπέστη πρὸς αὐτὰς ὁ

    ἄγγελος καὶ εἶπε· Θρήνου ὁ καιρὸς πέπαυται· μὴ κλαίετε· τὴν ἀνάστασιν δὲ ἀποστόλοις εἴπατε. 

    Εὐλογητὸς εἶ  , Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 

    Μυροφόροι γυναῖκες μετὰ μύρων ἐλθοῦσαι πρὸς τὸ μνῆμά σου , Σῶτερ , ἐνηχοῦντο ἀγγέλου πρὸς

    αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν τὸν ζῶντα λογίζεσθε;  ὡς Θεὸς γὰρ ἐξανέστη τοῦ μνήμα‐

    τος. 

    Δόξα. 

    Προσκυνοῦμεν Πατέρα καὶ τὸν τούτου Υἱόν τε καὶ τὸ ἅγιον Πνεῦμα , τὴν ἁγίαν Τριάδα ἐν μιᾷ τῇ

    οὐσίᾳ , σὺν τοῖς Σεραφεὶμ κράζοντες τὸ Ἅγιος , Ἅγιος , Ἅγιος εἶ  , Κύριε. 

    Καὶ νῦν. 

    Ζωοδότην τεκοῦσα ,  ἐλυτρώσω ,  Παρθένε ,  τὸν Ἀδὰμ ἁμαρτίας· χαρμονὴν δὲ τῇ Εὔᾳ ἀντὶ λύπηςπαρέσχες· ῥεύσαντα ζωῆς , ἴθυνε πρὸς ταύτην δὲ ὁ ἐκ σοῦ σαρκωθεὶς Θεὸς καὶ ἄνθρωπος. 

    Ἀλληλούϊα , ἀλληλούϊα , ἀλληλούϊα· δόξα σοι ὁ Θεός. ( γ´) 

  • 8/20/2019 2015-09-20_ky-meta_ypswsin-b-7

    3/20

      3

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  ηηηὐὐὐλλλόόόγγγηηητ τ τ αααί ί ί  ΣΣΣοοουυυ ... ... ...  

    * * * 

    ΥΠΑΚΟΗ , ΑΝΑΒΑΘΜΟΙ , ΠΡΟΚΕΙΜΕΝΟΝἩ Ὑπακοή. Ἦχος βαρύς. 

    Ὁ  ἡμετέραν μορφὴν ἀναλαβών ,  καὶ ὑπομείνας Σταυρὸν σωματικῶς ,  σῶσόν με τῇ ἀναστάσει

    σου , Χριστὲ ὁ Θεός , ὡς φιλάνθρωπος. 

    οἱ Ἀναβαθμοί . Ἦχος βαρύς. Ἀντίφωνον Α´. 

    Τ ὴν αἰχμαλωσίαν Σιών , ἐκ πλάνης ἐπιστρέψας , κἀμὲ Σωτὴρ ζῴωσον , ἐξαίρων δουλοπαθείας. 

    Ἐ ν τῷ νότῳ ὁ σπείρων θλίψεις , νηστείας μετὰ δακρύων , οὗτος χαρᾶς δρέψεται  , δράγματα ἀειζω‐

    οτροφίας. 

    Δόξα. Καὶ νῦν. 

    Ἁ γίῳ Πνεύματι  , πηγὴ τῶν θείων θησαυρισμάτων , ἐξ οὗ σοφία , σύνεσις , φόβος· αὐτῷ αἴνεσις , δό‐

    ξα , τιμή , καὶ κράτος. 

    Ἀντίφωνον Β´. Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον τὸν τῆς ψυχῆς ,  μάτην κοπιῶμεν· πλὴν γὰρ αὐτοῦ ,  οὐ πρᾶξις , 

    οὐ λόγος τελεῖται . 

    Τοῦ καρποῦ τῆς γαστρός ,  οἱ Ἅγιοι πνευματοκινήτως ,  ἀναβλαστοῦσι  ,  πατρῷα δόγματα υἱοθεσί‐

    ας. 

    Δόξα. Καὶ νῦν. 

    Ἁ γίῳ Πνεύματι  ,  τὰ σύμπαντα τὸ εἶναι ἔχει· πρὸ πάντων γὰρ Θεός ,  τῶν ὅλων κυριότης ,  φῶς ἀ‐

    πρόσιτον , ζωὴ τῶν πάντων. Ἀντίφωνον Γ´. 

    Οἱ φοβούμενοι τὸν Κύριον , ὁδοὺς ζωῆς εὑρόντες , νῦν καὶ ἀεὶ μακαριοῦνται  , δόξῃ ἀκηράτῳ. Κύκλῳ τῆς τραπέζης σου , ὡς στελέχη βλέπων τὰ ἔκγονά σου , χαῖρε εὐφραίνου , προσάγων ταῦ‐

    τα , τῷ Χριστῷ ποιμενάρχα. 

    Δόξα. Καὶ νῦν. 

    Ἁ γίῳ Πνεύματι  , βυθὸς χαρισμάτων , πλοῦτος δόξης , κριμάτων βάθος μέγα· ὁμόδοξον Πατρὶ καὶ

    Υἱῷ , λατρευτὸν γάρ. 

    Προκείμενον. 

    Ἀ νάστηθι  , Κύριε ὁ Θεός μου , ὑψωθήτω ἡ χείρ σου , μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος. (δίς) 

    Στίχ . Ἐξομολογήσομαί σοι  , Κύριε , ἐν ὅλῃ καρδίᾳ μου , διηγήσομαι πάντα τὰ θαυμάσιά σου. 

    Ἀ νάστηθι  , Κύριε ὁ Θεός μου... 

    * * * 

    ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥὁ διάκονος· Τ Τ Τ οοοῦῦῦ Κ Κ Κ υυυ ρ ρ ρί ί ί οοουυυ δδδεεεηηηθθθῶῶῶ μ μ μεεεννν ... 

    Κύριε , ἐλέησον. ὁ ἱερεύς· ὍὍὍτ τ τ ιιι  ἅἅἅγγγιιιοοοςςς εεεἶ ἶ ἶ  , , ,  ὁὁὁ ΘΘΘεεεὸὸὸςςς ἡἡἡ μ μ μῶῶῶννν  , , ,  ... ... ... 

    Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. 

    Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. 

    Αἰνεσάτω πνοὴ…

     πᾶσα τὸν Κύριον. ὁ διάκονος· Κ Κ Κ αααὶὶὶ  ὑὑὑπππὲὲὲ ρ ρ ρ τ τ τ οοοῦῦῦ κκκααατ τ τ αααξ ξ ξ ιιιωωωθθθῆῆῆννναααιιι  ἡἡἡ μ μ μᾶᾶᾶςςς τ τ τ ῆῆῆςςς ἀἀἀκκκ ρ ρ ροοοάάάσ σ σ εεεωωωςςς τ τ τ οοοῦῦῦ ἁἁἁγγγί ί ί οοουυυ ΕΕΕὐὐὐαααγγγγγγεεελλλί ί ί οοουυυ Κ Κ Κ ύύύ ρ ρ ριιιοοοννν τ τ τ ὸὸὸννν ΘΘΘεεεὸὸὸννν ἡἡἡ‐‐‐

     μ μ μῶῶῶννν ἱ ἱ ἱ κκκεεετ τ τ εεεύύύσ σ σ ωωω μ μ μεεεννν ... 

  • 8/20/2019 2015-09-20_ky-meta_ypswsin-b-7

    4/20

      4

    Κύριε , ἐλέησον. ( γ´) ὁ διάκονος· ΣΣΣοοοφφφί ί ί ααα···  ὀὀὀ ρ ρ ρθθθοοοί ί ί ···  ἀἀἀκκκοοούύύσ σ σ ωωω μ μ μεεεννν τ τ τ οοοῦῦῦ ἁἁἁγγγί ί ί οοουυυ ΕΕΕὐὐὐαααγγγγγγεεελλλί ί ί οοουυυ ...  ὁ ἱερεύς· ΕΕΕἰ ἰ ἰ  ρ ρ ρήήήνννηηη πππᾶᾶᾶσ σ σ ιιι ... 

    Καὶ τῷ Πνεύματί σου. ὁ ἱερεύς·  Ἐ Ἐ Ἐκκκ τ τ τ οοοῦῦῦ κκκααατ τ τ ὰὰὰ Λ Λ Λοοουυυκκκᾶᾶᾶννν ἁἁἁγγγί ί ί οοουυυ ΕΕΕὐὐὐαααγγγγγγεεελλλί ί ί οοουυυ τ τ τ ὸὸὸ ἀἀἀνννάάάγγγνννωωωσ σ σ  μ μ μααα ...  ὁ διάκονος·  Π  Π  Π  ρ ρ ρόόόσ σ σ  χ  χ  χ ωωω μ μ μεεεννν ...  

    Δόξα σοι  , Κύριε , δόξα σοι . 

    ὁ Ἱερεὺς ἀναγινώσκει τὸ ἐνδιάτακτον ἑωθινὸν Εὐαγγέλιον

    Ἑωθινὸν Ε´

    Ἐκ τοῦ κατὰ Λουκᾶν(κδ´ 12‐35) 

    Τῷ καιρῷ ἐκείνῳ , ὁ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον , καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα , καὶ ἀπῆλθε πρὸς

    ἑαυτὸν θαυμάζων τὸ γεγονός.  Καὶ ἰδοὺ δύο ἐξ αὐτῶν ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην ἀπέχουσαν σταδίους ἑξή‐

    κοντα ἀπὸ Ἱερουσαλήμ , ᾗ ὄνομα Ἐμμαούς. Καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων. Καὶ ἐγέ‐

     νετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν καὶ αὐτὸς ὁ Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς· οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ

    μὴ ἐπιγνῶναι αὐτόν. Εἶπε δὲ πρὸς αὐτούς· Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες , καί ἐστε σκυθρω‐

    ποί ; Ἀποκριθεὶς δὲ ὁ εἷς ,  ᾧ ὄνομα Κλεόπας , εἶπε πρὸς αὐτόν· Σὺ μόνος παροικεῖς ἐν Ἱερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν

    αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις;  Καὶ εἶπεν αὐτοῖς· Ποῖα;  Οἱ δὲ εἶπον αὐτῷ· Τὰ περὶ Ἰησοῦ τοῦ Ναζωραίου ,  ὃς ἐγένετο ἀνὴρ προφή‐

    της δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ Θεοῦ , καὶ παντὸς τοῦ λαοῦ , ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες

     ἡμῶν εἰς κρῖμα θανάτου καὶ ἐσταύρωσαν αὐτόν· ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ· ἀλλά γε

    σὺν πᾶσι τούτοις τρίτην ταύτην ἡμέραν ἄγει σήμερον , ἀφ᾿ οὗ ταῦτα ἐγένετο. Ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς , 

     γενόμεναι ὄρθριαι ἐπὶ τὸ μνημεῖον ,  καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ ἦλθον , λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι  , οἳ λέ‐

     γουσιν αὐτὸν ζῆν. Καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον , καὶ εὗρον οὕτω , καθὼς καὶ αἱ γυναῖκες εἶπον , αὐτὸν δὲ οὐκ

    εἶδον. Καὶ αὐτὸς εἶπε πρὸς αὐτούς· Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται ! Οὐχὶ

    ταῦτα ἔδει παθεῖν τὸν Χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ; Καὶ ἀρξάμενος ἀπὸ Μωϋσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν , 

    διηρμήνευεν αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ ἑαυτοῦ. Καὶ ἤγγισαν εἰς τὴν κώμην , οὗ ἐπορεύοντο , καὶ αὐτὸς προσεποιεῖτο

    πορρωτέρω πορεύεσθαι . Καὶ παρεβιάσαντο αὐτὸν λέγοντες· Μεῖνον μεθ᾿ ἡμῶν , ὅτι πρὸς ἑσπέραν ἐστὶ καὶ κέκλικεν ἡ ἡμέρα. Καὶ

    εἰσῆλθε τοῦ μεῖναι σὺν αὐτοῖς. Καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ᾿ αὐτῶν , λαβὼν τὸν ἄρτον ,  εὐλόγησε , καὶ κλάσας ἐπε‐

    δίδου αὐτοῖς. Αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοί  , καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ᾿ αὐτῶν. Καὶ εἶπον πρὸς

    ἀλλήλους· Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν , ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ καὶ ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς ; Καὶ ἀναστάν‐

    τες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἱερουσαλήμ , καὶ εὗρον συνηθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς , λέγοντας· Ὅτι ἠγέρ‐

    θη ὁ Κύριος ὄντως καὶ ὤφθη Σίμωνι . Καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου. 

    Δόξα σοι  , Κύριε , δόξα σοι . 

    ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης·

    Ἀ νάστασιν Χριστοῦ θεασάμενοι  ,  προσκυνήσωμεν ἅγιον Κύριον Ἰησοῦν ,  τὸν μόνον ἀναμάρτη‐

    τον. Τὸν σταυρόν σου , Χριστέ , προσκυνοῦμεν καὶ τὴν ἁγίαν σου ἀνάστασιν ὑμνοῦμεν καὶ δοξά‐

    ζομεν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν , ἐκτός σου ἄλλον οὐκ οἴδαμεν , τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πά‐

     ντες οἱ πιστοὶ προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν· ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυ‐

    ροῦ χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον , ὑμνοῦμεν τὴν ἀνάστασιν αὐ‐

    τοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι᾿ ἡμᾶς , θανάτῳ θάνατον ὤλεσεν. 

    οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον 

    Ἦχος β´. 

    Ἐλεῆμον , Ἐλέησόν με , ὁ Θεός , κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐ‐

    ξάλειψον τὸ ἀνόμημά μου. 

    Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. 

    Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω , καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. 

    Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα , ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου

    καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. 

    Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην , καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. 

  • 8/20/2019 2015-09-20_ky-meta_ypswsin-b-7

    5/20

      5

    Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας , τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι . 

     Ῥαντιεῖς με ὑσσώπῳ , καὶ καθαρισθήσομαι· πλυνεῖς με , καὶ ὑπὲρ χιόνα λευκανθήσομαι . 

    Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. 

    Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. 

    Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί  , ὁ Θεός , καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. 

    Μ ὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου , καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. 

    Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου , καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. 

    Διδάξω ἀνόμους τὰς ὁδούς σου , καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι . 

     Ῥῦσαί με ἐξ αἱμάτων , ὁ Θεός , ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιο‐

    σύνην σου. 

    Κύριε , τὰ χείλη μου ἀνοίξεις , καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. 

    Ὅτι  , εἰ ἠθέλησας θυσίαν , ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. 

    Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸςοὐκ ἐξουδενώσει . 

    Ἀ γάθυνον , Κύριε , ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών , καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. 

    Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης , ἀναφορὰν καὶ ὁλοκαυτώματα. 

    Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Καὶ ἐλέησόν με , ὁ Θεός. 

    Δόξα. 

    Ταῖς τῶν Ἀποστόλων πρεσβείαις , ἐλεῆμον , ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. 

    Καὶ νῦν. 

    Ταῖς τῆς Θεοτόκου πρεσβείαις , ἐλεῆμον , ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. 

    Καὶ τὸ πεντηκοστάριον. Ἦχος ὁ αὐτός. 

    Στίχ . Ἐλέησόν με , ὁ Θεός , κατὰ τὸ μέγα ἔλεός σου , καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξά‐

    λειψον τὸ ἀνόμημά μου. 

    Ἀ ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου , καθὼς προεῖπεν , ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλε‐

    ος. 

    ΣΣΣῶῶῶσ σ σ οοοννν  , , ,  ὁὁὁ ΘΘΘεεεόόόςςς  , , ,  τ τ τ ὸὸὸννν λλλαααόόόννν ΣΣΣοοουυυ ... ... ...  Κύριε , ἐλέησον. (ιβ´)  Ἐ Ἐ Ἐλλλέέέεεειιι  κκκαααὶὶὶ  οοοἰ ἰ ἰ κκκτ τ τ ιιι ρ ρ ρ μ μ μοοοῖ ῖ ῖ ςςς ... ... ...  Ἀμήν. 

    * * * 

    ΟΙ ΚΑΝΟΝΕΣὁ Ἀναστάσιμος , ὁ τῆς Ἑορτῆς καὶ τῶν Ἁγίων

    ᾨδὴ α´. ὁ Ἀναστάσιμος εἰς δ´

    (ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ) 

    Ἦχος πλ. β´. Ὁ Εἱρμός. 

    Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ , ἐν ἀβύσσῳ ἴχνεσι  , τὸν διώκτην Φαραώ , καθορῶν ποντούμενον

    Θεῷ , ἐπινίκιον ᾠδήν , ἐβόα ᾄσωμεν. 

    Στίχ . Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου , Κύριε. 

    Ἐκτεταμέναις παλάμαις ἐπὶ Σταυροῦ , πατρικῆς ἐπλήρωσας , εὐδοκίας ἀγαθέ , Ἰησοῦ τὰ σύμπαν‐τα· διό , ἐπινίκιον ᾠδήν , σοὶ πάντες ᾄδομεν. 

  • 8/20/2019 2015-09-20_ky-meta_ypswsin-b-7

    6/20

      6

    Στίχ . Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου , Κύριε. 

    Φόβῳ σοι ὡς θεραπαινὶς ἡ τελευτή ,  προσταχθεῖσα πρόσεισι  ,  τῷ Δεσπότῃ τῆς ζωῆς ,  δι᾿ αὐτῆς

    βραβεύοντι ἡμῖν , ἀτελεύτητον ζωήν , καὶ τὴν ἀνάστασιν. Θεοτοκίον

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Τὸν ἑαυτῆς δεξαμένη δημιουργόν , ὡς αὐτὸς ἠθέλησεν , ἐξ ἀσπόρου σου γαστρός , ὑπὲρ νοῦν σαρ‐

    κούμενον Ἁγνή , τῶν κτισμάτων ἀληθῶς , ἐδείχθης Δέσποινα. 

    τῆς Ἑορτῆςποίημα τοῦ Κυρίου Κοσμᾶ

    Ἦχος πλ. δ´. Ὁ Εἱρμός. 

    Στίχ . Δόξα σοι  , ὁ Θεὸς ἡμῶν , δόξα Σοι . 

    Σταυρὸν χαράξας Μωσῆς , ἐπ᾿ εὐθείας ῥάβδῳ , τὴν Ἐρυθρὰν διέτεμε , τῷ Ἰσραὴλ πεζεύσαντι· τὴν

    δὲ ἐπιστρεπτικῶς , Φαραὼ τοῖς ἅρμασι  , κροτήσας ἥνωσεν· ἐπ᾿ εὔρους διαγράψας , τὸ ἀήττητον ὅ‐

    πλον· διὸ Χριστῷ ᾄσωμεν , τῷ Θεῷ ἡμῶν· ὅτι δεδόξασται . 

    Στίχ . Δόξα σοι  , ὁ Θεὸς ἡμῶν , δόξα Σοι . 

    Τὸν τύπον πάλαι Μωσῆς ,  τοῦ ἀχράντου πάθους ,  ἐν ἑαυτῷ προέφηνε ,  τῶν ἱερῶν μεσούμενος. 

    Σταυρῷ δὲ σχηματισθείς ,  τεταμέναις τρόπαιον ,  παλάμαις ἤγειρε ,  τὸ κράτος διολέσας ,  Ἀμαλὴκτοῦ πανώλους· διὸ Χριστῷ ᾄσωμεν , τῷ Θεῷ ἡμῶν , ὅτι δεδόξασται . 

    Στίχ . Δόξα σοι  , ὁ Θεὸς ἡμῶν , δόξα Σοι . 

    Ἀ νέθηκε Μωυσῆς ,  ἐπὶ στήλης ἄκος ,  φθοροποιοῦ λυτήριον ,  καὶ ἰοβόλου δήγματος· καὶ ξύλῳ τύ‐

    πῳ Σταυροῦ ,  τὸν πρὸς γῆν συρόμενον ,  ὄφιν προσέδησεν ,  ἐγκάρσιον ἐν τούτῳ ,  θριαμβεύσας τὸ

    πῆμα· διὸ Χριστῷ ᾄσωμεν , τῷ Θεῷ ἡμῶν , ὅτι δεδόξασται . 

    Στίχ . Δόξα σοι  , ὁ Θεὸς ἡμῶν , δόξα Σοι . 

    Ὑπέδειξεν οὐρανός ,  τοῦ Σταυροῦ τὸ τρόπαιον ,  τῷ εὐσεβείας κράτορι  ,  καὶ βασιλεῖ θεόφρονι  ,  ἐ‐

    χθρῶν ἐν ᾧ δυσμενῶν , κατεβλήθη φρύαγμα· ἀπάτη ἀνετράπη δέ , καὶ πίστις ἐφηπλώθη , γῆς τοῖς

    πέρασι θεία· διὸ Χριστῷ ᾄσωμεν , τῷ Θεῷ ἡμῶν , ὅτι δεδόξασται . 

    καὶ τῶν Ἁγίων , οὗ ἡ Ἀκροστιχίς· Τῆς εὐσταθείας τῷ φερωνύμῳ κρότος. Θεοφάνους. 

    Ἦχος δ´. Θαλάσσης τὸ ἐρυθραῖον. 

    Στίχ . Ἅ γιοι τοῦ Θεοῦ , πρεσβεύσατε ὑπὲρ ἡμῶν. 

    Τῷ λόγῳ ,  τὸ τῶν παθῶν μου σκίρτημα ,  ταῖς ἱκεσίαις σου ,  καθυποτάξας Μάρτυς τοῦ Χριστοῦ , 

    εὐφημεῖν παρασκεύασον , τὴν ἱερὰν πανήγυριν , τῶν σῶν ἀγώνων παμμακάριστε. 

    Στίχ . Ἅ γιοι τοῦ Θεοῦ , πρεσβεύσατε ὑπὲρ ἡμῶν. 

    Ἡ  κλῆσις ,  οὐκ ἀπ᾿ ἀνθρώπων γέγονεν ,  ἡ σὴ πανάριστε ,  ἀλλ᾿ οὐρανόθεν Παῦλον ὡς τὸ πρίν ,  ὁ

    Χριστός σε ἐκάλεσεν , ἐπιφανεὶς ὡς ἔλαφος , τῶν ἰοβόλων ἐκλυτρούμενος. 

    Δόξα. 

    Σοφίας ,  τῆς ἀνωτάτω ἔμπλεως ,  Μάρτυς γενόμενος ,  τοῦ φθειρομένου πλούτου καὶ τρυφῆς , 

    οὐρανῶν τὴν ἀπόλαυσιν , πανευσεβῶς προέκρινας , πανοικεσίᾳ στεφανούμενος. 

    Καὶ νῦν. Θεοτοκίον

    Εὑρών σε ,  καθαρωτέραν Πάναγνε ,  πάσης ,  τῆς κτίσεως ὁ τῶν ἁπάντων Κτίστης καὶ Θεός , 

    σαρκωθῆναι ηὐδόκησεν , ἐκ σοῦ σαρκὶ τὸν ἄνθρωπον , ἀναμορφῶσαι προμηθούμενος. 

  • 8/20/2019 2015-09-20_ky-meta_ypswsin-b-7

    7/20

      7

    ᾨδὴ γ´. ὁ Ἀναστάσιμος

    Ἦχος πλ. β´. Ὁ Εἱρμός. 

    Οὐκ ἔστιν ἅγιος ὡς σύ , Κύριε ὁ Θεός μου , ὁ ὑψώσας τὸ κέρας , τῶν πιστῶν σου ἀγαθέ , καὶ στερε‐

    ώσας ἡμᾶς , ἐν τῇ πέτρᾳ , τῆς ὁμολογίας σου. 

    Στίχ . Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου , Κύριε. 

    Θεὸν σταυρούμενον σαρκί  , καθορῶσα ἡ κτίσις , διελύετο φόβῳ· ἀλλὰ τῇ συνεκτικῇ , παλάμῃ τοῦ

    δι᾿ ἡμᾶς , σταυρωθέντος , κραταιῶς συνείχετο. 

    Στίχ . Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου , Κύριε. 

    Θανάτῳ θάνατος λυθείς ,  κεῖται δείλαιος ἄπνους· τῆς ζωῆς γὰρ μὴ φέρων ,  τὴν ἔνθεον προσβο‐

    λήν , νεκροῦται ὁ ἰσχυρός , καὶ δωρεῖται  , πᾶσιν ἡ ἀνάστασις. Θεοτοκίον

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Τοῦ θείου τόκου σου Ἁγνή , πᾶσαν φύσεως τάξιν , ὑπερβαίνει τὸ θαῦμα· Θεὸν γὰρ ὑπερφυῶς , συ‐

     νέλαβες ἐν γαστρί  , καὶ τεκοῦσα , μένεις ἀειπάρθενος. 

    τῆς Ἑορτῆς

    Ἦχος πλ. δ´. Ὁ Εἱρμός. 

    Στίχ . Δόξα σοι  , ὁ Θεὸς ἡμῶν , δόξα Σοι . 

     Ῥάβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβάνεται· τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα· τῇ στει‐

    ρευούσῃ δὲ πρῴην , Ἐκκλησίᾳ νῦν , ἐξήνθησε , ξύλον Σταυροῦ , εἰς κράτος καὶ στερέωμα. 

    Στίχ . Δόξα σοι  , ὁ Θεὸς ἡμῶν , δόξα Σοι . 

     Ῥάβδος εἰς τύπον… 

    Στίχ . Δόξα σοι  , ὁ Θεὸς ἡμῶν , δόξα Σοι . 

    Ὡς ἐπαφῆκε ῥαπιζομένη ὕδωρ ἀκρότομος , ἀπειθοῦντι λαῷ καὶ σκληροκαρδίῳ , τῆς θεοκλήτου ἐ‐

    δήλου , Ἐκκλησίας τὸ μυστήριον· ἧς ὁ Σταυρός , τὸ κράτος καὶ στερέωμα. Στίχ . Δόξα σοι  , ὁ Θεὸς ἡμῶν , δόξα Σοι . 

    Πλευρᾶς ἀχράντου λόγχῃ τρωθείσης ,  ὕδωρ σὺν αἵματι ἐξεβλήθη ,  ἐγκαινίζον διαθήκην ,  καὶ ῥυ‐

    πτικὸν ἁμαρτίας· τῶν πιστῶν γὰρ Σταυρὸς καύχημα , καὶ βασιλέων κράτος καὶ στερέωμα. 

    καὶ τῶν Ἁγίων , 

    Ἦχος δ´. Εὐφραίνεται ἐπὶ σοί . 

    Στίχ . Ἅ γιοι τοῦ Θεοῦ , πρεσβεύσατε ὑπὲρ ἡμῶν. 

    Ὑπέφερες πειρασμῶν ,  τὰς τρικυμίας καρτερῶς ἔνδοξε ,  μάρτυς Χριστοῦ Εὐστάθιε ,  τέκνων γυ‐

     ναικός τε στερούμενος. 

    Στίχ . Ἅ γιοι τοῦ Θεοῦ , πρεσβεύσατε ὑπὲρ ἡμῶν. 

    Σωθέντες παρὰ Θεοῦ ,  τῆς τῶν θηρῶν διαρπαγῆς παῖδές σου ,  μάρτυς Χριστοῦ Εὐστάθιε ,  θῆρας

     νοητοὺς ἐτροπώσαντο. 

    Δόξα. 

    Τὸν βίον διαπερῶν ,  ὡς ποταμὸν τοῖς πειρασμοῖς ἔνδοξε ,  σοῦ τῆς ψυχῆς διέσωσας ,  τὸ θεοειδὲς

    ἀταπείνωτον. 

    Καὶ νῦν. Θεοτοκίον

    Ἁ γνείας τὸ καθαρόν ,  καὶ παρθενίας τὸ σεπτὸν σκήνωμα ,  δεῦτε πιστοὶ ὑμνήσωμεν ,  ἐν

    χαρμονικοῖς μελῳδήμασιν. 

  • 8/20/2019 2015-09-20_ky-meta_ypswsin-b-7

    8/20

      8

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  σ σ σ ὺὺὺ εεεἶ ἶ ἶ  ὁὁὁ ΘΘΘεεεὸὸὸςςς ἡἡἡ μ μ μῶῶῶννν ... ... ... 

    * * * 

    ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑτὸ Κοντάκιον τῆς Ἑορτῆς

    Ἦχος δ´. Αὐτόμελον. 

    Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως , τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ , τοὺς οἰκτιρμούς σου δώρη‐

    σαι  ,  Χριστὲ ὁ Θεός.  Εὔφρανον ἐν τῇ δυνάμει σου ,  τοὺς πιστοὺς Βασιλεῖς ἡμῶν ,  νίκας χορηγῶναὐτοῖς , κατὰ τῶν πολεμίων· τὴν συμμαχίαν ἔχοιεν τὴν σήν , ὅπλον εἰρήνης , ἀήττητον τρόπαιον. 

    Μεσῴδια Καθίσματα ἐκ τοῦ Μηναίου

    Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον. 

    Εὐσεβείας τοῖς τρόποις ἀνδραγαθῶν , καρτερίας τοῖς πόνοις ὑπεραθλῶν , νέος ἀνηγόρευσαι  , Ἰὼβ

    μάρτυς πανένδοξε· τῶν γὰρ τερπνῶν τοῦ βίου ,  παθῶν τὴν ἀφαίρεσιν ,  σὺν γυναικὶ καὶ τέκνοις , 

    Θεῷ ηὐχαρίστησας· ὅθεν ἐπὶ τέλει  ,  τῶν ἀγώνων ὡς νίκης ,  βραβεῖον παρέσχε σοι  ,  τὴν τοῦ

    αἵματος πρόσχυσιν ,  ἀθλοφόρε Εὐστάθιε ,  πρέσβευε Χριστῷ τῷ Θεῷ ,  τῶν πταισμάτων ,  ἄφεσιν

    δωρήσασθαι  , τοῖς ἑορτάζουσι πόθῳ , τὴν ἁγίαν μνήμην σου. 

    Δόξα. Καὶ νῦν. τῆς Ἑορτῆς , ὅμοιον

    Τὸν Σταυρὸν τοῦ Σωτῆρος ὑπὸ τὴν γῆν ,  κεκρυμμένον ἀνείλετο ἡ σεμνή ,  Ἑλένη ,  καὶ πίμπλησι  , 

    χαρᾶς κόσμου τὸ πλήρωμα· καὶ τεμένη θεσπίζει  , ὑψοῦσθαι ἐν Πνεύματι· καὶ τὸ σκῆπτρον κομί‐

    ζει  ,  ἐπὶ τὰ βασίλεια· ὅπερ καὶ δεικνῦσα ,  τῷ υἱῷ ἀνεβόα· Ὑφάπλωσον Δέσποτα ,  τὰς σὰς χεῖρας

    καὶ πρόσδεξαι  , τὸν δεικνύμενον ἅπασι  , κράτος σου , καὶ νίκας σοφέ , καὶ τὰ ἔθνη δίδαξον ἐν χάρι‐

    τι  , τοῦ προσκυνεῖν μετὰ πόθου , Σταυρὸν καὶ τὰ πάθη Χριστοῦ. 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ΣΣΣὺὺὺ γγγὰὰὰ ρ ρ ρ εεεἶ ἶ ἶ  ὁὁὁ ΒΒΒααασ σ σ ιιιλλλεεεύύύςςς ... ... ...  

    * * * 

    ΚΟΝΤΑΚΙΟΝ , ΟΙΚΟΣ , ΣΥΝΑΞΑΡΙΟΝΤὸ Ἀναστάσιμον Κοντάκιον μετὰ τοῦ Οἴκου. 

    Ἦχος βαρύς. Οὐκέτι φλογίνη ῥομφαία. 

    Οὐκέτι τὸ κράτος τοῦ θανάτου , ἰσχύσει κατέχειν τοὺς βροτούς· Χριστὸς γὰρ κατῆλθε συντρίβων , 

    καὶ λύων τὰς δυνάμεις αὐτοῦ· δεσμεῖται ὁ ᾅδης , Προφῆται συμφώνως ἀγάλλονται· Ἐπέστη ,  λέ‐

     γοντες , Σωτὴρ τοῖς ἐν σκότει· ἐξέρχεσθε οἱ πιστοὶ εἰς τὴν ἀνάστασιν. ὁ Οἶκος

    Ἔτρεμε κάτωθεν τὰ καταχθόνια σήμερον , ὁ ᾅδης καὶ ὁ θάνατος τὸν Ἕνα τῆς Τριάδος· ἡ γῆ ἐκλο‐

     νεῖτο , πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν· ἡ κτίσις δὲ πᾶσα σὺν τοῖς Προφήταις χαίρουσα ψάλ‐λει σοι  , ἐπινίκιον ᾠδὴν τῷ λυτρωτῇ ἡμῶν Θεῷ , τῷ καταλύσαντι νῦν θανάτου τὴν δύναμιν. Ἀλα‐

    λάξωμεν καὶ βοήσωμεν τῷ Ἀδάμ ,  καὶ τοῖς ἐξ Ἀδάμ· Ξύλον τοῦτον εἰσήγαγεν· ἐξέρχεσθε οἱ πι‐

    στοὶ εἰς τὴν ἀνάστασιν. 

    Συναξάριον

    Τῇ Κ´ τοῦ αὐτοῦ μηνός , Μνήμη τοῦ Ἁγίου Ἐνδόξου Μεγαλομάρτυρος καὶ Στρατηλάτου Εὐσταθί‐

    ου τοῦ Πλακίδα ,  καὶ Θεοπίστης ,  συμβίας αὐτοῦ ,  καὶ τῶν δύο υἱῶν αὐτῶν ,  Ἀγαπίου καὶ Θεοπί‐

    στου , ἐν ἔτει ἑκατοστῷ δεκάτῳ καὶ ὀγδόῳ (118) ἐν χαλκίνῳ βοῒ πεπυρωμένῳ ἐγκλεισθέντων καὶ

    τελειωθέντων. Στίχοι  

    Εὐστάθιον βοῦς παγγενῆ χαλκοῦς φλέγει  , 

    Καὶ παγγενῆ σὺ τοῦ Θεοῦ σῴζεις Λόγε. 

  • 8/20/2019 2015-09-20_ky-meta_ypswsin-b-7

    9/20

      9

    Εἰκάδι Εὐστάθιος γενεῇ ἅμα βοῒ καύθη. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Εὐσταθίου , τοῦ Σοφωτάτου καὶ Θαυματουρ‐

     γοῦ ,  Ἀρχιεπισκόπου Θεσσαλονίκης ,  τοῦ Καταφλώρου ,  ἐν ἔτει χιλιοστῷ ἑκατοστῷ ἐνενηκοστῷ

    καὶ ἕκτῳ (1196) κοιμηθέντος. Στίχοι  

    Εὐσταθὴς πλοηγὸς Εὐστάθιος ὤφθη , 

    Θεσσαλονίκης ποίμνης ἱεραρχήσας. 

    Καὶ λόγῳ καὶ πράξει ὁμοῦ καὶ σοφίᾳ , 

    Εὐστάθιε , ἔλαμψας τῇ Ἐκκλησίᾳ. 

    Εὐσταθίοιο ἄφθιτον κλέος ἐσθλοῦ χρεὼν ἀείδειν. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  Μνήμη τῶν Ἁγίων Πατέρων ἡμῶν καὶ Ὁμολογητῶν ,  Ὑπατίου Ἐπισκόπου ,  καὶ

    Ἀνδρέου Πρεσβυτέρου , ἐν ἔτει ἑπτακοσιοστῷ εἰκοστῷ καὶ ἕκτῳ (726) δεινῶς βασανισθέντων καὶ

    κατασφαγέντων. Στίχοι  

    Ὑπὲρ πανάγνων Ὑπάτιον εἰκόνων , 

    Σὺν Ἀνδρέᾳ σφάττουσιν ἄνδρες αἱμάτων. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῶν Ἁγίων , Μαρτίνου Πάπα Ῥώμης τοῦ Ὁμολογητοῦ , ἔτι δὲ καὶ Ἀναστα‐

    σίου , Ἀναστασίου , Θεοδώρου καὶ Εὐπρεπίου τῶν Ὁμολογητῶν , μαθητῶν τοῦ Μεγάλου Μαξίμου

    τοῦ Ὁμολογητοῦ , ἐν πολλαῖς ὑπερορίαις καὶ βασάνοις ὑπωπιασθέντων καὶ τελειωθέντων. Στίχοι  

    Πολλὰ θλιβέντες Mάξιμος καὶ Mαρτίνος , 

    Πολλῶν ἐπαίνων ἀξιούσθων οἱ δύω. 

    Ἀναστάσιοι ταυτὰ τῷ διδασκάλῳ , 

    Xαίροντες ὑπέστησαν εὐσεβοφρόνως. 

    Σὺν Eὐπρεπίῳ καὶ Θεόδωρος μέγας , 

    Eἵλοντο ποινὰς ὀρθοδοξίας χάριν. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κυρ‐Ἰωάννου τοῦ Ξένου , τοῦ ἐκ Σίββα τῆς Με‐

    σαορίας τῆς Κρήτης καταγομένου ,  τοῦ μετὰ τὰς Ἀραβικὰς ἐπιδρομὰς μεγάλως ὠφελήσαντος

    τὴν Ἐκκλησίαν καὶ ἐπιστηρίξαντος τὸν λαόν , ἀναζωπυρώσαντος τὴν ὀρθόδοξον πίστιν καὶ τὸν

    Μοναχισμὸν , ἔτι δὲ καὶ τὰ ἑλληνικὰ γράμματα ἐν ἁπάσῃ τῇ Κρήτῃ , καὶ ἐν τῇ Ἐπαρχίᾳ Κισσάμου

    εἰρηνικῶς τελειωθέντος , περὶ τὸ ἔτος χίλια καὶ τεσσαράκοντα (1040). Στίχοι  

    Χάριτος φωτὶ αὐγασθείς , Ἰωάννη , 

    Αἴγλην ἀγαθῶν ἐν Κρήτῃ διαυγάζεις. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  Μνήμη τῶν Ἁγίων Ἐνδόξων τοῦ Χριστοῦ Μαρτύρων Ἀρτεμιδώρου καὶ Θαλοῦ , 

    ξίφει τελειωθέντων. Στίχοι  

    Ἀρτεμίδωρον καὶ Θαλὸν κτείνει ξίφος , 

    Μὴ προσκυνοῦντας Ἄρτεμιν ξενοκτονον. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μελετίου , Ἐπισκόπου Κύπρου. Στίχοι  

    Ζωῆς ῥεούσης οὐ μέλει Μελετίῳ·Ὅθεν τελευτᾶν , πῶς ἂν εἴποις; ἠγάπα. 

  • 8/20/2019 2015-09-20_ky-meta_ypswsin-b-7

    10/20

      10

    Καὶ Μνήμη τοῦ ἐν Ὁμολογηταῖς μεγίστου Ἰωάννου τοῦ Αἰγυπτίου , καὶ τῶν σὺν αὐτῷ τριάκοντα

    ἐννέα μαρτύρων , ἐν ἔτει τριακοσιοστῷ καὶ ἐννάτῳ (309) τὰς κεφαλὰς ἐν Παλαιστίνῃ τμηθέντων

    καὶ τελειωθέντων. Στίχοι  

    Ὁ Ἰωάννης σὺν δεκαπλῇ τετράδι  , 

    Στεῤῥῶς ὑπῆλθε τὴν τομήν , τὴν ἐκ ξίφους. 

    Ὁ Ἅγιος Νέος Ὁσιομάρτυς Ἱλαρίων ὁ Ἁγιαννανίτης , ὁ Κρής , ἐν Κωνσταντινουπόλει μαρτυρήσαςκατὰ τὸ ἔτος χιλιοστῷ ὀκτακοσιοστῷ καὶ τετάρτῳ (1804), ξίφει τελειοῦται . Στίχοι  

    Ἀγαρηνῶν σκότος μυκτηρίσας , Μάρτυς , 

    Φῶς τὸ ἱλαρὸν βλέπεις ἐν Παραδείσῳ. 

    Ὁ Ἱλαρίων διττὸν εἵληφε στέφος , 

    Ὅσιος οἷα , καὶ ἀθλητὴς Kυρίου. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  Μνήμη τῶν ἐνδόξων τοῦ Χριστοῦ Μαρτύρων Μιχαήλ ,  Ἡγεμόνος Τσερνιγκὼφ

    τοῦ Κιέβου , καὶ Θεοδώρου τοῦ Βογιάρου αὐτοῦ , ἐν ἔτει χιλιοστῷ διακοσιοστῷ τεσσαρακοστῷ καὶ

    ἕκτῳ (1246)  ὑπὸ τῶν ἀπηνῶν Τατάρων ἀναιρεθέντων.  Τὰ δὲ τίμια λείψανα αὐτῶν διασῴζονταιἐν τῷ Ναῷ τῶν Ἁγίων Ἀρχαγγέλων ἐν Μόσχᾳ. Στίχοι  

    Καὶ τιμὰς πάσας καὶ δόξας ἐπιγείους , 

    Καταφρονήσαντες στέφεσθε ἐνδόξως. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ εὐλαβεστάτου Πρίγκηπος τοῦ Μπριάνσκ Ὀλέγκ , τοῦ συστησαμένου

    τὴν Μονὴν τῶν Ἀποστόλων Πέτρου καὶ Παύλου καὶ ἐν αὐτῇ μονάσαντος καὶ κοιμηθέντος , ἐν ἔ‐

    τει χιλιοστῷ διακοσιοστῷ καὶ ὀγδοηκοστῷ (1280). Στίχοι  

    Μέλαιναν στολὴν ἀντὶ πορφύρας μάκαρ ,

     Ὀλέγκ , φορέσας τὸν Χριστὸν ἐνεδύθης. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , Κυριακῇ μετὰ τὴν Ὕψωσιν τοῦ Τιμίου Σταυροῦ , Σύναξις ἐπιτελεῖται πάντων τῶν

    ἐν τῇ Ἱερᾷ Μητροπόλει Θεσσαλιώτιδος διαλαμψάντων Ἁγίων , ἤτοι Σεραφεὶμ ἱερομάρτυρος , τοῦ

    ἐπισκόπου Φαναρίου , Ἀρσενίου Ἀρχιεπισκόπου Ἐλασσῶνος ἐκ Καλογραιανῶν Καρδίτσης κατά‐

     γομένου , Παρθενίου ἱερομάρτυρος Ἐπισκόπου Ῥαδοβυσδίων , τοῦ ἐκ Βατσουνιᾶς , Νικολάου Ὁσι‐

    ομάρτυρος τοῦ ἐν Βρυναίνοις , Δαμιανοῦ Νέου Ὁσιομάρτυρος τοῦ ἐκ Μυριχόβου κτίτορος δὲ τῆς

    Μονῆς Πελεκητῆς ,  Διονυσίου Ὁσίου τοῦ ἐν Ὀλύμπῳ ἐκ Γολίτσης καταγομένου καὶ Κωνσταντί‐

     νου τοῦ ἐξ Ἀγαρηνῶν Νεομάρτυρος ἐν Καπούῃ Καρδίτσης. Στίχοι

    Σὺν τάγμασιν ἑξαπτερύγων ἀγάλλῃ

    Ὀκτὰς Θεσσαλιώτιδος νῦν Ἁγίων. 

    Τῇ αὐτῇ ἡμέρᾳ , τρίτῃ Κυριακῇ τοῦ Σεπτεμβρίου , Σύναξις ἐπιτελεῖται ἐν Πάρῳ πάντων τῶν Ἁγί‐

    ων τῆς Ἱερᾶς Μητροπόλεως Παροναξίας. (Ἡ αὐτὴ ἑορτὴ τελεῖται ἐν Νάξῳ τῇ α´ Κυριακῇ τοῦ Σε‐

    πτεμβρίου). Στίχοι

    Σύναξιν τήν δε ποιοῦμεν

    Νάξου τε Πάρου νέων ὁσίων. 

    Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις , Χριστὲ ὁ Θεός , ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. 

    * * * 

  • 8/20/2019 2015-09-20_ky-meta_ypswsin-b-7

    11/20

      11

    ΚΑΤΑΒΑΣΙΑΙτῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ

    ᾨδὴ α´. Ἦχος πλ. δ´. 

    Σταυρὸν χαράξας Μωσῆς ἐπ᾿ εὐθείας ῥάβδῳ ,  τὴν Ἐρυθρὰν διέτεμε τῷ Ἰσραὴλ πεζεύσαντι· τὴν

    δὲ ἐπιστρεπτικῶς Φαραὼ τοῖς ἅρμασι κροτήσας ἥνωσεν ,  ἐπ᾿ εὔρους διαγράψας τὸ ἀήττητον ὅ‐

    πλον· διὸ Χριστῷ ᾄσωμεν , τῷ Θεῷ ἡμῶν , ὅτι δεδόξασται . 

    ᾨδὴ γ´. 

     Ῥάβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβάνεται· τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα· τῇ στει‐

    ρευούσῃ δὲ πρῴην Ἐκκλησίᾳ νῦν ἐξήνθησε ξύλον Σταυροῦ ... 

    ...εἰς κράτος καὶ στερέωμα. 

    ᾨδὴ δ´. 

    Εἰσακήκοα ,  Κύριε ,  τῆς οἰκονομίας σου τὸ μυστήριον ,  κατενόησα τὰ ἔργα σου καὶ ἐδόξασά σου

    τὴν θεότητα. 

    ᾨδὴ ε´. 

    Ὦ τρισμακάριστον Ξύλον! ἐν ᾧ ἐτάθη Χριστός , ὁ βασιλεὺς καὶ Κύριος· δι᾿ οὗ πέπτωκεν ὁ ξύλῳ ἀ‐

    πατήσας , τῷ ἐν σοὶ δελεασθεὶς Θεῷ τῷ προσπαγέντι σαρκί  , τῷ παρέχοντι τὴν εἰρήνην ταῖς ψυ‐χαῖς ἡμῶν. 

    ᾨδὴ Ϛ´. 

    Νοτίου θηρὸς ἐν σπλάγχνοις παλάμας Ἰωνᾶς σταυροειδῶς διεκπετάσας ,  τὸ σωτήριον πάθος

    προδιετύπου σαφῶς· ὅθεν τριήμερος ἐκδύς ,  τὴν ὑπερκόσμιον ἀνάστασιν ὑπεζωγράφησε τοῦ

    σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ καὶ τριημέρῳ ἐγέρσει τὸν κόσμον φωτίσαντος. 

    ᾨδὴ ζ´. 

    Ἔκνοον πρόσταγμα τυράννου δυσσεβοῦς λαοὺς ἐκλόνησε ,  πνέον ἀπειλῆς καὶ δυσφημίας θεο‐

    στυγοῦς· ὅμως τρεῖς παῖδας οὐκ ἐδειμάτωσε θυμὸς θηριώδης ,  οὐ πῦρ βρόμιον· ἀλλ᾿ ἀντηχοῦντι

    δροσοβόλῳ πνεύματι πυρὶ συνόντες ἔψαλλον· Ὁ ὑπερύμνητος τῶν πατέρων καὶ ἡμῶν Θεός , εὐ‐

    λογητὸς εἶ . 

    ᾨδὴ η´. Αἰνοῦμεν , εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. 

    Εὐλογεῖτε , παῖδες , τῆς Τριάδος ἰσάριθμοι  , δημιουργὸν Πατέρα Θεόν· ὑμνεῖτε τὸν συγκαταβάντα

    Λόγον καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα· καὶ ὑπερυψοῦτε τὸ πᾶσι ζωὴν παρέχον Πνεῦμα

    πανάγιον εἰς τοὺς αἰῶνας. 

    ὁ διάκονος· Τ Τ Τ ὴὴὴννν ΘΘΘεεεοοοτ τ τ όόόκκκοοοννν κκκαααὶὶὶ  μ μ μηηητ τ τ έέέ ρ ρ ρααα τ τ τ οοοῦῦῦ φφφωωωτ τ τ όόόςςς  , , ,  ἐἐἐννν ὕὕὕ μ μ μνννοοοιιιςςς τ τ τ ιιι μ μ μῶῶῶννντ τ τ εεεςςς μ μ μεεεγγγαααλλλύύύνννοοο μ μ μεεεννν ...  

    Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥἮχος πλ. δ´. 

    Στίχ . α .́ Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον , καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί

    μου. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ , τὴν ἀδιαφθόρως Θεὸν

    Λόγον τεκοῦσαν , τὴν ὄντως Θεοτόκον , σὲ μεγαλύνομεν. 

    Στίχ . β .́ Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί

    με πᾶσαι αἱ γενεαί . 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... 

    Στίχ .  γ .́  Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός ,  καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ εἰς

     γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. 

  • 8/20/2019 2015-09-20_ky-meta_ypswsin-b-7

    12/20

      12

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... 

    Στίχ . δ´. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ , διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... 

    Στίχ . ε.´ Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ

    πλουτοῦντας ἐξαπέστειλε κενούς. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... 

    Στίχ .  Ϛ .́  Ἀ ντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους ,  καθὼς ἐλάλησε πρὸς τοὺς πατέ‐ρας ἡμῶν , τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... 

    Καταβασία. ᾨδὴ θ .́ 

    Μυστικῶς εἶ Θεοτόκε Παράδεισος ,  ἀγεωργήτως βλαστήσασα Χριστόν ,  ὑφ᾿ οὗ τὸ τοῦ Σταυροῦ , 

    ζωηφόρον ἐν γῇ , πεφυτούργηται δένδρον· δι᾿ οὗ νῦν ὑψουμένου , προσκυνοῦντες αὐτὸν σὲ μεγα‐

    λύνομεν. 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·

    ὍὍὍτ τ τ ιιι  σ σ σ ὲὲὲ αααἰ ἰ ἰ νννοοοῦῦῦσ σ σ ιιι  πππᾶᾶᾶσ σ σ αααιιι  αααἱ ἱ ἱ  δδδυυυνννάάά μ μ μεεειιιςςς... ... ...

     * * * 

    ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

    Ἦχος β´. 

    Ἅ γιος Κύριος ὁ Θεὸς ἡμῶν. 

    Ἅ γιος Κύριος ὁ Θεὸς ἡμῶν. 

    Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ , 

    … ὅτι ἅγιός ἐστιν. 

    Ἀναστάσιμον Ἐξαποστειλάριον Ε´. 

    Ἡ ζωὴ καὶ ὁδὸς Χριστός , ἐκ νεκρῶν τῷ Κλεόπᾳ καὶ τῷ Λουκᾷ συνώδευσεν , οἷς περ καὶ ἐπεγνώ‐

    σθη , εἰς Ἐμμαοὺς κλῶν τὸν ἄρτον· ὧν ψυχαὶ καὶ καρδίαι  , καιόμεναι ἐτύγχανον , ὅτε τούτοις ἐλά‐

    λει ἐν τῇ ὁδῷ ,  καὶ Γραφαῖς ἡρμήνευεν ,  ἃ ὑπέστη· μεθ᾿ ὧν , Ἠγέρθη ,  κράξωμεν ,  ὤφθη τε καὶ τῷ

    Πέτρῳ. τῶν Ἁγίων

    Ἦχος δ´. Ἐν Πνεύματι τῷ ἱερῷ. 

    Τ ῆς ἀθανάτου δόξης τε ,  καὶ ζωῆς τῆς ἀλήκτου ,  ἐπέτυχες καταλιπών ,  τὰ τοῦ κόσμου ἡδέα ,  σὺν

    παισὶ θεόφροσι  , καὶ γυναικὶ πανολβίῳ· διὰ τοῦτο σου πόθῳ , τὴν πανίερον καὶ θείαν , ἑορτάζομεν

    μνήμην. καὶ Σταυροθεοτοκίον

    Ἡμεῖς ἐν σοὶ θαῤῥοῦντες τῇ Θεοτόκῳ , ἐχθροὺς διπλοῦς τροπούμεθα κατὰ κράτος , τὸν Σταυρὸν

    κατέχοντες τοῦ Υἱοῦ σου , ὅπλον ἡμῖν καὶ τρόπαιον , ἀσπίδα ξίφος καὶ δόρυ , ... 

    ...θείας ἀξίωσον δόξης. 

    * * * 

    ΑΙΝΟΙ

    Ἦχος βαρύς. 

    Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν , αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψί‐στοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. 

  • 8/20/2019 2015-09-20_ky-meta_ypswsin-b-7

    13/20

      13

    Αἰνεῖτε αὐτόν ,  πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν ,  πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕ‐

    μνος τῷ Θεῷ. 

    Στιχηρὰ Ἀναστάσιμα. Ἦχος βαρύς. 

    Στίχ . α´. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. 

    Ἀ νέστη Χριστὸς ἐκ νεκρῶν ,  λύσας θανάτου τὰ δεσμά· εὐαγγελίζου γῆ χαρὰν μεγάλην· αἰνεῖτε

    οὐρανοὶ Θεοῦ τὴν δόξαν. 

    Στίχ . β´. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Ἀ νάστασιν Χριστοῦ θεασάμενοι  ,  προσκυνήσωμεν ἅγιον Κύριον ,  Ἰησοῦν τὸν μόνον ἀναμάρτη‐

    τον. 

    Στίχ . γ .́ Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύ‐

     νης αὐτοῦ. 

    Χριστοῦ τὴν ἀνάστασιν , προσκυνοῦντες οὐ παυόμεθα· αὐτὸς γὰρ ἡμᾶς ἔσωσεν , ἐκ τῶν ἀνομιῶν

     ἡμῶν· ἅγιος Κύριος Ἰησοῦς , ὁ δείξας τὴν ἀνάστασιν. 

    τῆς Ἑορτῆς β´

    Ἦχος πλ. δ´. Ὢ τοῦ παραδόξου θαύματος. 

    Στίχ . δ´. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Ὤ ,  τοῦ παραδόξου θαύματος!  τὸ ζωηφόρον φυτόν ,  ὁ Σταυρὸς ὁ πανάγιος ,  εἰς ὕψος αἰρόμενος , 

    ἐμφανίζεται σήμερον· δοξολογοῦσι πάντα τὰ πέρατα· ἐκδειματοῦνται δαίμονες ἅπαντες· ὤ , οἷον

    δώρημα , τοῖς βροτοῖς κεχάρισται ! δι᾿ οὗ Χριστέ , σῶσον τὰς ψυχὰς ἡμῶν , ὡς μόνος εὔσπλαγχνος. 

    Στίχ . ε´. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. 

    Ὤ ,  τοῦ παραδόξου θαύματος!  ὡς βότρυν πλήρη ζωῆς ,  ὁ βαστάσας τὸν Ὕψιστον ,  ἀπὸ γῆς

    ὑψούμενος ,  Σταυρὸς ὁρᾶται σήμερον· δι᾿ οὗ πρὸς Θεὸν πάντες εἱλκύσθημεν ,  καὶ κατεπόθη εἰς

    τέλος θάνατος.  Ὤ ,  ξύλον ἄχραντον!  ὑφ᾿ οὗ ἀπολαύομεν τῆς ἐν Ἐδέμ ,  ἀθανάτου βρώσεως , 

    Χριστὸν δοξάζοντες. τῶν Ἁγίων Ἰδιόμελα γ´

    Ἦχος δ´. Ἀνδρέου Πυῤῥοῦ

    Στίχ .  Ϛ .́  Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ.  Πᾶσα

    πνοὴ αἰνεσάτω τὸν Κύριον. 

    Τίς μὴ μακαρίσει σου , τὸν πανόλβιον τρόπον Εὐστάθιε; ὅτι γενναίως ὑπήνεγκας , τοῦ ἀρχεκάκου

    ἐχθροῦ τὰς προσβολάς· τῆς γὰρ συζύγου καὶ τῶν τέκνων , τὴν στέρησιν οὐκ ἐδυσφόρησας ,  ἀλλ᾿

    ἐβόας τὴν εὐχάριστον φωνὴν τοῦ Ἰώβ· Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου ,  γυμνὸς καὶ

    ἀπελεύσομαι πρὸς τὸν μόνον Δημιουργόν , καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν. 

    Ἦχος πλ. β´. Στίχ . ζ´. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ. 

    Ἀφθόρου τόκου Μαρίας ,  ὑπάρχων Μάρτυς καταγώγιον ,  ἀλήκτως τε πέλων ἐν φωτὶ ἀΰλῳ ,  καὶ

     ἡμῖν εὐμενίζου Τριάδα τὴν ἄκτιστον. 

    Ἦχος πλ. δ´. 

    Στίχ . η´. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος. 

    Τῷ ἀδύτῳ γνόφῳ εἰσδύς , καὶ τῷ τῆς δικαιοσύνης Ἡλίῳ οἰκειωθείς , τῇ ἐξ ὕψους νοητῶς φανείσῃ

    διὰ ζῴου εἰκόνι  , θείως προσψαύσας , ἔμπνους εἴκων ὑπῆρξας , παμμάκαρ Εὐστάθιε· ὅθεν τὴν ἐκ

    Πνεύματος καὶ ὕδατος ἐσχηκὼς ἐνέργειαν , τῷ μαρτυρικῷ τε λουσάμενος αἵματι  , ταῖς οὐρανίαις

    κατηξίωσαι συγχορεύειν ,  τῶν Ἀγγέλων ὁμηγύρεσιν· ἐν ᾧ καὶ ἡμᾶς προσοικείωσον ,  τῷ ΣωτῆριΧριστῷ καὶ Θεῷ ἡμῶν. 

  • 8/20/2019 2015-09-20_ky-meta_ypswsin-b-7

    14/20

      14

    Δόξα. Ἑωθινὸν Ε .́ Ἦχος πλ. α´. 

    Ὢ τῶν σοφῶν σου κριμάτων Χριστέ! πῶς Πέτρῳ μὲν τοῖς ὀθονίοις μόνοις , ἔδωκας ἐννοῆσαί σου

    τὴν ἀνάστασιν; Λουκᾷ δὲ καὶ Κλεόπᾳ , συμπορευόμενος ὡμίλεις ,  καὶ ὁμιλῶν , οὐκ εὐθέως σεαυ‐

    τὸν φανεροῖς; Διὸ καὶ ὀνειδίζῃ , ὡς μόνος παροικῶν ἐν Ἱερουσαλήμ , καὶ μὴ μετέχων τῶν ἐν τέλει

    βουλευμάτων αὐτῆς.  Ἀλλ᾿ ὁ πάντα πρὸς τὸ τοῦ πλάσματος συμφέρον οἰκονομῶν ,  καὶ τὰς περὶ

    σοῦ προφητείας ἀνέπτυξας , καὶ ἐν τῷ εὐλογεῖν τὸν ἄρτον , ἐγνώσθης αὐτοῖς· ὧν καὶ πρὸ τούτου

    αἱ καρδίαι  , πρὸς γνῶσίν σου ἀνεφλέγοντο· οἳ καὶ τοῖς Μαθηταῖς συνηθροισμένοις , ἤδη τρανῶς ἐ‐

    κήρυττόν σου τὴν ἀνάστασιν· δι᾿ ἧς ἐλέησον ἡμᾶς. 

    Καὶ νῦν. Θεοτοκίον. 

    Ὑπερευλογημένη ὑπάρχεις , Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος , ὁ ᾍδης ᾐχμα‐

    λώτισται  , ὁ Ἀδὰμ ἀνακέκληται  , ἡ κατάρα νενέκρωται  , ἡ Εὔα ἠλευθέρωται  , ὁ θάνατος τεθανάτω‐

    ται  , καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν , ὁ οὕ‐

    τως εὐδοκήσας , δόξα σοι . 

    * * * 

    Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

    Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη , ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε ,  εὐλογοῦμέν σε ,  προσκυνοῦμέν σε ,  δοξολογοῦμέν σε ,  εὐχαριστοῦμέν σοι διὰ τὴν

    μεγάλην σου δόξαν. 

    Κύριε βασιλεῦ , ἐπουράνιε Θεέ , Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές , Ἰησοῦ Χριστέ , καὶ ἅγι‐

    ον Πνεῦμα. 

    Κύριε ὁ Θεός , ὁ ἀμνὸς τοῦ Θεοῦ , ὁ Υἱὸς τοῦ Πατρός , ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου , ἐλέησον

     ἡμᾶς , ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. 

    Πρόσδεξαι τὴν δέησιν ἡμῶν , ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός , καὶ ἐλέησον ἡμᾶς. 

    Ὅτι σὺ εἶ μόνος ἅγιος , σὺ εἶ μόνος Κύριος , Ἰησοῦς Χριστός , εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. 

    Καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα

    τοῦ αἰῶνος. 

    Καταξίωσον , Κύριε , ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. 

    Εὐλογητὸς εἶ  , Κύριε , ὁ Θεὸς τῶν πατέρων ἡμῶν , καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς

    τοὺς αἰῶνας. Ἀμήν. 

    Γένοιτο , Κύριε , τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς , καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. 

    Εὐλογητὸς εἶ  , Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. ( γ´) 

    Κύριε , καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε , ἐλέησόν με· ἴασαι τὴν ψυ‐

    χήν μου , ὅτι ἥμαρτόν σοι . 

    Κύριε , πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου , ὅτι σὺ εἶ ὁ Θεός μου. 

    Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. 

    Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. 

    Ἅ γιος ὁ Θεός , ἅγιος ἰσχυρός , ἅγιος ἀθάνατος· ἐλέησον ἡμᾶς. (ἐκ γ´) 

    Δόξα. Καὶ νῦν. 

    Ἅ γιος ἀθάνατος· ἐλέησον ἡμᾶς. 

  • 8/20/2019 2015-09-20_ky-meta_ypswsin-b-7

    15/20

      15

    καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ·

    Ἅ γιος ὁ Θεός , ἅ γιος ἰσχυρός , ἅ γιος ἀθάνατος· ἐλέησον ἡμᾶς. 

    Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος β .́ 

    Ἀ ναστὰς ἐκ τοῦ μνήματος καὶ τὰ δεσμὰ διαῤῥήξας τοῦ ᾅδου , ἔλυσας τὸ κατάκριμα τοῦ θανάτου , 

    Κύριε , πάντας ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ ῥυσάμενος· ἐμφανίσας σεαυτὸν τοῖς ἀποστόλοις σου

    ἐξαπέστειλας αὐτοὺς ἐπὶ τὸ κήρυγμα καὶ δι᾿ αὐτῶν τὴν εἰρήνην παρέσχες τῇ οἰκουμένῃ ,  μόνε

    πολυέλεε. 

     ἢ

    τὸ ἕτερον ἀναστάσιμον τροπάριον. Ἦχος δ´. 

    Σ ήμερον σωτηρία τῷ κόσμῳ γέγονεν· ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡ‐

    μῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον τὸ νῖκος ἔδωκεν ἡμῖν καὶ τὸ μέγα ἔλεος. 

    * * * * * 

    ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝἈντίφωνα τῆς Ἑορτῆς

    Ἀντίφωνον Α .́ Ἦχος β .́ Ψαλμὸς κα´ (21) 

    Στίχ . α .́ Ὁ Θεός , ὁ Θεός μου , πρόσχες μοι· ἱνατί ἐγκατέλιπές με; Μακρὰν ἀπὸ τῆς σωτηρίας μουοἱ λόγοι τῶν παραπτωμάτων μου. (κα´ 2) 

    Ταῖς πρεσβείαις τῆς Θεοτόκου , Σῶτερ , σῶσον ἡμᾶς. 

    Στίχ . β´. Ὁ Θεός μου , κεκράξομαι ἡμέρας , καὶ οὐκ εἰσακούσῃ , καὶ νυκτός , καὶ οὐκ εἰς ἄνοιαν ἐμοί . (κα´ 3) Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 

    Στίχ .  γ .́ Πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισάν με , ἐλάλησαν ἐν χείλεσιν , ἐκίνησαν κεφαλήν. (κα´ 8) Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 

    Στίχ . δ´. Περιεκύκλωσάν με μόσχοι πολλοί  , ταῦροι πίονες περιέσχον με. (κα´ 13) Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 

    Δόξα. Καὶ νῦν. 

    Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 

    Ἀντίφωνον Β´. Ἦχος β .́ Ψαλμὸς ογ´ (73) Στίχ . α´. Ἱ νατί  , ὁ Θεός , ἀπώσω εἰς τέλος; ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; (ογ´ 1) Σῶσον ἡμᾶς , Υἱὲ Θεοῦ , ὁ σαρκὶ σταυρωθείς , ψάλλοντάς σοι  , Ἀλληλούϊα. 

    Στίχ . β´. Μ νήσθητι τῆς συναγωγῆς σου , ἧς ἐκτήσω ἀπ᾿ ἀρχῆς. (ογ´ 2) Σῶσον ἡμᾶς , Υἱὲ Θεοῦ , ὁ σαρκὶ σταυρωθείς... 

    Στίχ . γ´. Ἐλυτρώσω ῥάβδον κληρονομίας σου , ὄρος Σιὼν τοῦτο , ὃ κατεσκήνωσας ἐν αὐτῷ. (ογ´ 2) Σῶσον ἡμᾶς , Υἱὲ Θεοῦ , ὁ σαρκὶ σταυρωθείς... 

    Στίχ . δ´. Ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰώνων , εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς. (ογ´ 12) Σῶσον ἡμᾶς , Υἱὲ Θεοῦ , ὁ σαρκὶ σταυρωθείς... 

    Δόξα. Καὶ νῦν. 

    Ὁ  μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ ,  ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέ‐

    ραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας ,  ἀτρέπτως ἐναν‐

    θρωπήσας , σταυρωθείς τε , Χριστὲ ὁ Θεός , θανάτῳ θάνατον πατήσας , εἷς ὢν τῆς ἁγίας Τριάδος , 

    συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι  , σῶσον ἡμᾶς. 

  • 8/20/2019 2015-09-20_ky-meta_ypswsin-b-7

    16/20

      16

    Ἀντίφωνον Γ´. Ἦχος α .́ Ψαλμὸς Ϟη´ (98) Στίχ . α .́ Ὁ Κύριος ἐβασίλευσεν , ὀργιζέσθωσαν λαοί· ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ , σαλευθήτω

     ἡ γῆ. (Ϟη´ 1) Σῶσον ,  Κύριε ,  τὸν λαόν σου ,  καὶ εὐλόγησον τὴν κληρονομίαν σου ,  νίκας τοῖς βασιλεῦσι κατὰ

    βαρβάρων δωρούμενος , καὶ τὸ σὸν φυλάττων , διὰ τοῦ Σταυροῦ σου πολίτευμα. 

    Στίχ . β´. Κύριος ἐν Σιὼν μέγας καὶ ὑψηλός ἐστιν ἐπὶ πάντας τοὺς λαούς. (Ϟη´ 2) Σῶσον , Κύριε , τὸν λαόν σου... 

    Στίχ . γ´. Ἐξομολογησάσθωσαν τῷ ὀνόματί σου τῷ μεγάλῳ , ὅτι φοβερὸν καὶ ἅγιόν ἐστι . (Ϟη´ 3) Σῶσον , Κύριε , τὸν λαόν σου... 

    * * * 

    ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ

    Εἰσοδικόν. Ἦχος β .́ (ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς , ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν) 

    Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ , ὁ ἀναστὰς ἐκ νεκρῶν… 

    … ψάλλοντάς σοι  , Ἀλληλούϊα. 

    * * * 

    Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος βαρύς. (ψάλλεται ὑπὸ τῶν ἱερέων , ἐὰν τελεῖται συλλείτουργον) 

    Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον· ἠνέῳξας τῷ λῃστῇ τὸν Παράδεισον· τῶν Μυροφόρων

    τὸν θρῆνον μετέβαλες , καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας , ὅτι ἀνέστης Χριστὲ ὁ Θεός , 

    παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. 

    Τὸ Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος α .́ 

    Σῶσον ,  Κύριε ,  τὸν λαόν σου ,  καὶ εὐλόγησον τὴν κληρονομίαν σου ,  νίκας τοῖς βασιλεῦσι κατὰ

    βαρβάρων δωρούμενος , καὶ τὸ σὸν φυλάττων , διὰ τοῦ Σταυροῦ σου πολίτευμα. 

    Ἀπολυτίκιον τῶν Ἁγίων. Ἦχος δ .́ 

    Οἱ Μάρτυρές σου Κύριε ἐν τῇ ἀθλήσει αὐτῶν , στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας , ἐκ σοῦ τοῦ

    Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου ,  τοὺς τυράννους καθεῖλον· ἔθραυσαν καὶ δαιμόνων ,  τὰ

    ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις , Χριστὲ ὁ Θεός , σῶσον τὰς ψυχὰς ἡμῶν. 

     ἢ

    Ἀπολυτίκιον τοῦ Μεγαλομάρτυρος. 

    Ἦχος α´. Τῆς ἐρήμου πολίτης. 

    Ἀ γρευθεὶς οὐρανόθεν , πρὸς εὐσέβειαν ἔνδοξε , τῇ τοῦ σοὶ ὀφθέντος δυνάμει  , δι᾿ ἐλάφου Εὐστά‐

    θιε , ποικίλους καθυπέστης πειρασμούς , καὶ ἤστραψας ἐν ᾄθλοις ἱεροῖς , σὺν τῇ θείᾳ σου συμβίῳ

    καὶ τοῖς υἱοῖς , φαιδρύνων τοὺς βοῶντάς σοι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ , δόξα τῷ σὲ στεφανώ‐

    σαντι  , δόξα τῷ δείξαντί σε ἐν παντί  , Ἰὼβ παμμάκαρ δεύτερον. 

    Εἶτα τὸ ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. 

    Κοντάκιον τὴς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ. (ψάλλεται ὑπὸ τῶν ἱερέων , ἐὰν τελῆται συλλείτουργον) 

    Ἦχος δ´. Αὐτόμελον. 

    Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως , τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ , τοὺς οἰκτιρμούς σου δώρη‐

    σαι  ,  Χριστὲ ὁ Θεός.  Εὔφρανον ἐν τῇ δυνάμει σου ,  τοὺς πιστοὺς Βασιλεῖς ἡμῶν ,  νίκας χορηγῶν

    αὐτοῖς , κατὰ τῶν πολεμίων , τὴν συμμαχίαν ἔχοιεν τὴν σήν , ὅπλον εἰρήνης , ἀήττητον τρόπαιον. * * * 

  • 8/20/2019 2015-09-20_ky-meta_ypswsin-b-7

    17/20

      17

    ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ

    * * * 

    ΑΠΟΣΤΟΛΟΣΚυριακῆς μετὰ τὴν Ὕψωσιν 

    (ζήτει τῇ ΚΑ´ Κυριακῇ ἑβδομάδος ἐπιστολῶν) 

    Προκείμενον και Ἀλληλουάριον τῆς Ἑορτῆς λόγῳ τῆς Ἀποδόσεως

    Προκείμενον. Ἦχος δ .́ (Ψαλμ. ργ´) 

    Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου Κύριε , πάντα ἐν σοφίᾳ ἐποίησας. 

    Στίχ . Εὐλόγει ἡ ψυχή μου τὸν Κύριον. 

    Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. (Γαλ. β´ 16‐20) 

    Ἀδελφοί  ,  εἰδότες ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ,  ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χρι‐

    στοῦ , καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν ,  ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ

    ἐξ ἔργων νόμου· διότι οὐ δικαιωθήσεται ἐξ ἔργων νόμου πᾶσα σάρξ.  Εἰ δὲ ζητοῦντες δικαιωθῆ‐

     ναι ἐν Χριστῷ εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί  , ἆρα Χριστὸς ἁμαρτίας διάκονος; Μὴ γένοιτο. Εἰ

     γὰρ ἃ κατέλυσα ταῦτα πάλιν οἰκοδομῶ ,

     παραβάτην ἐμαυτὸν συνίστημι . Ἐγὼ γὰρ διὰ νόμου νό‐μῳ ἀπέθανον , ἵνα Θεῷ ζήσω. Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκέτι ἐγώ , ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ

    δὲ νῦν ζῶ ἐν σαρκί  , ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ Θεοῦ , τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυ‐

    τὸν ὑπὲρ ἐμοῦ. 

    Ἀλληλούϊα. ( γ´) 

    Ἦχος δ´. (Ψαλμ. μδ´) 

    Ἔντεινε καὶ κατευοδοῦ καὶ βασίλευε , ἕνεκεν ἀληθείας καὶ πρᾳότητος καὶ δικαιοσύνης. 

    Στίχ . Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν. 

    * * * 

    ΕΥΑΓΓΕΛΙΟΝΚυριακῆς μετὰ τὴν Ὕψωσιν(ζήτει τῇ Κυριακῇ Γ´ Νηστειῶν) 

    Ἐκ τοῦ κατὰ Μᾶρκον( η´ 34‐38, θ´ 1) 

    Εἶπεν ὁ Κύριος· Ὅστις θέλει ὀπίσω μου ἐλθεῖν , ἀπαρνησάσθω ἑαυτόν , καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ , καὶ ἀκολουθείτω μοι . Ὃς

     γὰρ ἐἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι  ,  ἀπολέσει αὐτήν· ὃς δ᾿ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ,  ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου , 

    οὗτος σώσει αὐτήν. Τί γὰρ ὠφελήσει ἄνθρωπος , ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον , καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; ἢ τί δώσει ἄνθρω‐

    πος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; Ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρ‐

    τωλῷ , καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτόν , ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ , μετὰ τῶν ἀγγέλων τῶν ἁγίων. 

    Καὶ ἔλεγεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν , ὅτι εἰσίν τινες τῶν ᾧδε ἑστηκότων , οἵτινες οὐ μὴ γεύσονται θανάτου , ἕως ἂν ἴδωσ�