2015-09-24_myrtidiwtissa-8ekla-b

  • Upload
    sakis87

  • View
    214

  • Download
    0

Embed Size (px)

Citation preview

  • 8/20/2019 2015-09-24_myrtidiwtissa-8ekla-b

    1/16

      1

    24 ΣΕΠΤΕΜΒΡΙΟΥἈνάμνησις τοῦ ἐν Κυθήροις θαύματος τῆς Θεοτόκου τῆς «Μυρτιδιωτίσσης», τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ Ἰσαποστόλου Θέ‐

    κλης , τοῦ Ὁσίου Σιλουανοῦ τοῦ Ἀθωνίτου

    * * * * * 

    ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

    Μετὰ τὸν Ἑξάψαλμον , Συναπτὴ μεγάλη , μεθ᾿ ἣν ἐκφώνησις·

    ὍὍὍτ τ τ ιιι  πππ ρ ρ ρέέέπππεεειιι  σ σ σ οοοιιι  πππᾶᾶᾶσ σ σ ααα δδδόόόξ ξ ξ ααα... ... ...

     Ἦχος γ´. 

    Θεὸς Κύριος , καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. 

    Στίχ . α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ , ὅτι ἀγαθός , ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 

    Θεὸς Κύριος , καὶ ἐπέφανεν ἡμῖν... 

    Στίχ . β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με , καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. 

    Θεὸς Κύριος , καὶ ἐπέφανεν ἡμῖν... 

    Στίχ . γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη , καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 

    Θεὸς Κύριος , καὶ ἐπέφανεν ἡμῖν... 

    ΑΠΟΛΥΤΙΚΙΑ

    Τὸ Ἀπολυτίκιον τῆς Ἁγίας Θέκληςὑπό τοῦ ἀοιδίμου Πατριάρχου Κυρίλλου Ϛ´ 

    Ἦχος γ´. Θείας πίστεως. 

    Θείου κήρυκος διδασκαλίας , πόθῳ Κτίστου σου ἀναφλεχθεῖσα , τῶν γεηρῶν ὡς ῥεόντων ἠλόγη‐

    σας· καὶ σεαυτήν ἱερὸν καλλιέργημα , τῷ Θεῷ δοῦσα ποινῶν κατετόλμησας. Θέκλα ἔνδοξε , Παύ‐

    λου τοῦ θείου συνέκδημε , τὸν σὸν Νυμφίον Χριστόν ἱκέτευε , δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. 

    Δόξα. Καὶ νῦν. 

    Ἀπολυτίκιον Παναγίας τῆς ΜυρτιδιωτίσσηςΣωφρονίου Παγκάλου , Ἐπισκόπου Κυθήρων

    Ἦχος δ´. Ταχύ προκατάλαβε. 

    Λαοὶ   νῦν κροτήσωμεν δεῦτε τὰς χεῖρας πιστῶς ,  καὶ ᾄσωμεν ᾄσμασι τῇ Θεομήτορι  ,  ἐν πόθῳ

    κραυγάζοντες· χαῖρε ἡ προστασία , πάντων τῶν δεομένων· χαῖρε ἡ σωτηρία τῶν τιμώντων σε πό‐

    θῳ· χαῖρε ἡ τῷ παραλύτῳ , τὴν ἴασιν βραβεύσασα. 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  σ σ σ ὸὸὸννν τ τ τ ὸὸὸ κκκ ρ ρ ράάάτ τ τ οοοςςς ... ... ... 

    * * * 

    ΚΑΘΙΣΜΑΤΑΜετὰ τὴν α´ Στιχολογίαν

    τῆς Μυρτιδιωτίσσης

    Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ

    Δεῦτε πάντες οἱ πιστοί  ,  δεῦτε θεάσασθε θερμῶς θαῦμα παράδοξον καὶ γάρ ,  σήμερον ἔλαμψεν

     ἡμῖν , ἐν τῇ πανσέπτῳ καὶ τεσσαρακονθημέρῳ ἡμέρᾳ τῆς ἁγνῆς θείας κοιμήσεως , ἐν ᾗ λαμπρῶς

    τελοῦμεν τὴν πανήγυριν , πᾶς ὁ λαός καὶ παῖδες τῶν Κυθηραίων· καὶ γὰρ Παράλυτον ἤγειρεν ἡ

    Θεοτόκος , ἐν τῷ ἁγίῳ τῶν Μυρτιδίων Ναῷ αὐτῆς. 

    Δόξα. Καὶ νῦν. Δεῦτε πάντες οἱ πιστοί ... 

  • 8/20/2019 2015-09-24_myrtidiwtissa-8ekla-b

    2/16

      2

    Μετὰ τὴν β´ Στιχολογίαν

    τῆς Μυρτιδιωτίσσης

    Τὸ προσταχθέν. Ἦχος πλ. δ´. 

    Τῶν Ὀρθοδόξων ὁ πιστὸς σύλλογος θεῖος ,  ἐν τῷ πανσέπτῳ σου Ναῷ Κόρη πανάχραντε ,  μετὰ

    πόθου προθύμως νῦν προσπελάζων , Παρθένε Μήτηρ Κυρίου κράζει θερμῶς. Ἐν ὥρα τῆς κατα‐

    δίκης τε καὶ ὀργῆς , τῆς μελλούσης Κολάσεως , λύτρωσαι πάντας τοὺς πιστούς , καὶ σωτηρίαν δώ‐

    ρησαι τοῖς πιστῶς προσκυνοῦσί σε. τῆς Ἁγίας Θέκλης

    Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον. 

    Νυμφευθεῖσα Κυρίῳ θεοπρεπῶς , ὥσπερ προῖκα τὸ αἷμα καὶ τὴν σφαγὴν αὐτῷ προσενήνοχας ἀ‐

    θλοφόρε ἀοίδιμε· διὸ καὶ ἀξίως φωτισμοῦ θείου ἔτυχες , πληρουμένη ἀπαύστως θείαν χάριν τοῦ

    Πνεύματος· ὅθεν τὴν ἁγίαν καὶ φαιδρὰν ἑορτήν σου , τελοῦντες ἐν πνεύματι τὸν Σωτῆρα δοξάζο‐

    μεν , καὶ πιστῶς ἀνακράζομεν· Πρέσβευε Χριστῷ τῷ Θεῶ , τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι  , 

    τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου. 

    Δόξα. Καὶ νῦν. Θεοτοκίον

    Παναγία Παρθένε Μήτηρ Θεοῦ , τῆς ψυχῆς μου τὰ πάθη τὰ χαλεπά , θεράπευσον δέομαι  , καὶ

    συγγνώμην παράσχου μοι  , τῶν ἐμῶν πταισμάτων , ἀφρόνως ὧν ἔπραξα , τὴν ψυχὴν καὶ τὸ σῶμα , μολύνας ὁ ἄθλιος· οἴμοι τί ποιήσω ἐν ἐκείνῃ τῇ ὥρᾳ , ἡνίκα οἱ Ἄγγελοι τὴν ψυχήν μου χωρίζου‐

    σιν , ἐκ τοῦ ἀθλίου μου σώματος; Τότε Δέσποινα βοήθειά μοι γενοῦ , καὶ προστάτις θερμότατος·

    σέ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλός σου. * * * 

    Τὸ α´ Ἀντίφωνον τοῦ δ´ Ἤχου. 

    Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη , ἀλλ᾿ αὐτὸς ἀντιλαβοῦ , καὶ σῶσον Σωτήρ μου. (δίς) 

    Οἱ μισοῦντες Σιών ,  αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου ,  ὡς χόρτος γάρ ,  πυρὶ ἔσεσθε ἀπεξηραμμένοι . (δίς) 

    Δόξα. 

    Ἁ γίῳ Πνεύματι  ,  πᾶσα ψυχὴ ζωοῦται  ,  καὶ καθάρσει ὑψοῦται λαμπρύνεται  ,  τῇ Τριαδικῇ Μονάδι

    ἱεροκρυφίως. 

    Καὶ νῦν. 

    Ἁ γίῳ Πνεύματι  ,  ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα ,  ἀρδεύοντα ,  ἅπασαν τὴν κτίσιν πρὸς

    ζωογονίαν. 

    Προκείμενον τῆς Μυρτιδιωτίσσης

    Ἦχος δ´. Ψαλμὸς μδ´ (44) 

    Μ νησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. (δίς) 

    Στίχ . Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. Μ νησθήσομαι  τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. 

    * * * 

    ΤΑΞΙΣ ΕΥΑΓΓΕΛΙΟΥ ΤΟΥ ΟΡΘΡΟΥὁ διάκονος· Τ Τ Τ οοοῦῦῦ Κ Κ Κ υυυ ρ ρ ρί ί ί οοουυυ δδδεεεηηηθθθῶῶῶ μ μ μεεεννν ...  

    Κύριε , ἐλέησον. ὁ ἱερεύς· ὍὍὍτ τ τ ιιι  ἅἅἅγγγιιιοοοςςς εεεἶ ἶ ἶ  , , ,  ὁὁὁ ΘΘΘεεεὸὸὸςςς ἡἡἡ μ μ μῶῶῶννν  , , ,  ... ... ... 

    Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. 

    Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. 

    Αἰνεσάτω πνοὴ… πᾶσα τὸν Κύριον. ὁ διάκονος· Κ Κ Κ αααὶὶὶ  ὑὑὑπππὲὲὲ ρ ρ ρ τ τ τ οοοῦῦῦ κκκααατ τ τ αααξ ξ ξ ιιιωωωθθθῆῆῆννναααιιι  ἡἡἡ μ μ μᾶᾶᾶςςς τ τ τ ῆῆῆςςς ἀἀἀκκκ ρ ρ ροοοάάάσ σ σ εεεωωωςςς τ τ τ οοοῦῦῦ ἁἁἁγγγί ί ί οοουυυ ΕΕΕὐὐὐαααγγγγγγεεελλλί ί ί οοουυυ Κ Κ Κ ύύύ ρ ρ ριιιοοοννν τ τ τ ὸὸὸννν ΘΘΘεεεὸὸὸννν ἡἡἡ‐‐‐

     μ μ μῶῶῶννν ἱ ἱ ἱ κκκεεετ τ τ εεεύύύσ σ σ ωωω μ μ μεεεννν ... 

  • 8/20/2019 2015-09-24_myrtidiwtissa-8ekla-b

    3/16

      3

    Κύριε , ἐλέησον. ( γ´) ὁ διάκονος· ΣΣΣοοοφφφί ί ί ααα···  ὀὀὀ ρ ρ ρθθθοοοί ί ί ···  ἀἀἀκκκοοούύύσ σ σ ωωω μ μ μεεεννν τ τ τ οοοῦῦῦ ἁἁἁγγγί ί ί οοουυυ ΕΕΕὐὐὐαααγγγγγγεεελλλί ί ί οοουυυ ... ὁ ἱερεύς· ΕΕΕἰ ἰ ἰ  ρ ρ ρήήήνννηηη πππᾶᾶᾶσ σ σ ιιι ... 

    Καὶ τῷ Πνεύματί σου. ὁ ἱερεύς·  Ἐ Ἐ Ἐκκκ τ τ τ οοοῦῦῦ κκκααατ τ τ ὰὰὰ Λ Λ Λοοουυυκκκᾶᾶᾶννν ἁἁἁγγγί ί ί οοουυυ ΕΕΕὐὐὐαααγγγγγγεεελλλί ί ί οοουυυ τ τ τ ὸὸὸ ἀἀἀνννάάάγγγνννωωωσ σ σ  μ μ μααα ...  ὁ διάκονος·  Π  Π  Π  ρ ρ ρόόόσ σ σ  χ  χ  χ ωωω μ μ μεεεννν ...  

    Δόξα σοι  , Κύριε , δόξα σοι . 

    Εὐαγγέλιον Θεομητερικὸν Ἐκ τοῦ κατὰ Λουκᾶν

    (α´ 39‐49, 56) 

    Ἐ ν ταῖς ἡμέραις ἐκείναις ἀναστᾶσα Μαριάμ ,  ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς ,  εἰς πόλιν Ἰούδα· καὶ εἰσῆλθεν εἰς τὸν

    οἶκον Ζαχαρίου ,  καὶ ἠσπάσατο τὴν Ἐλισάβετ.  Καὶ ἐγένετο ,  ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας ,  ἐσκίρτησε τὸ

    βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ , καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ , καὶ εἶπεν· Εὐλογημένη σὺ

    ἐν γυναιξί  , καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο , ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ , 

    ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου ,  ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου.  Καὶ μακαρία ἡ

    πιστεύσασα , ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον , καὶ

     ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι μου. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γάρ , ἀπὸ τοῦ

     νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί .  Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός ,  καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ.  Ἔμεινε δὲ Μαριὰμ σὺν

    αὐτῇ ὡσεὶ μῆνας τρεῖς , καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς. 

    Δόξα σοι  , Κύριε , δόξα σοι . 

    Καὶ αὖθις ὁ Ν´ Ψαλμὸς χύμα 

    Ἐλέησόν με , ὁ Θεός , κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον

    τὸ ἀνόμημά μου. 

    Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. 

    Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω , καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. 

    Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα , ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου

    καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. 

    Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην , καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας , τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι . 

     Ῥαντιεῖς με ὑσσώπῳ , καὶ καθαρισθήσομαι· πλυνεῖς με , καὶ ὑπὲρ χιόνα λευκανθήσομαι . 

    Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. 

    Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. 

    Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί  , ὁ Θεός , καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. 

    Μ ὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου , καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. 

    Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου , καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. 

    Διδάξω ἀνόμους τὰς ὁδούς σου , καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι . 

     Ῥῦσαί με ἐξ αἱμάτων , ὁ Θεός , ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιο‐

    σύνην σου. 

    Κύριε , τὰ χείλη μου ἀνοίξεις , καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. 

    Ὅτι  , εἰ ἠθέλησας θυσίαν , ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. 

    Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς

    οὐκ ἐξουδενώσει . 

    Ἀ γάθυνον , Κύριε , ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών , καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. 

    Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης , ἀναφορὰν καὶ ὁλοκαυτώματα. 

    Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. 

    Δόξα. 

    Ταῖς τῆς Θεοτόκου πρεσβείαις , ἐλεῆμον , ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. 

    Καὶ νῦν. 

  • 8/20/2019 2015-09-24_myrtidiwtissa-8ekla-b

    4/16

      4

    Ταῖς τῆς Θεοτόκου πρεσβείαις , ἐλεῆμον , ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. 

    Καὶ τὸ Ἰδιόμελον. Ἦχος β .́ 

    Στίχ . Ἐλέησόν με , ὁ Θεός , κατὰ τὸ μέγα ἔλεός σου , καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξά‐

    λειψον τὸ ἀνόμημά μου. 

    Μέγας  ἦχος τῶν ἑορταζόντων πέφηνεν ,  ἡ θαυματούργησις Ἁγνὴ τῆς πανσέπτου καὶ παντίμου

    σου Εἰκόνος.  Ὅτι τὸν παράλυτον ἤγειρε ,  καὶ τὴν Νῆσον ταύτην περιέπει ἀπὸ παντοίων κινδύ‐

     νων.  Διὸ πάντες πιστοὶ ἐν φωναῖς ἀγαλλιάσεως μεγαλύνομεν τὸ ὄνομά σου ,  Δέσποινα ,  καὶ δο‐

    ξολογοῦμέν σε πᾶσαι αἱ γενεαὶ τῶν πιστῶν. 

    * * * 

    ΟΙ ΚΑΝΟΝΕΣὁ τῆς Θεοτόκου καὶ ὁ τῆς Ἰσαποστόλου

    ᾨδὴ α´. ὁ Κανών τῆς Μυρτιδιωτίσσης , 

    οὗ ἡ ἀκροστιχίς· Ὕμνον ᾄδω σοι καινὸν Παρθένε Μαρία ἁγνή. Μελέτιος Καλλονᾶς. 

    Ἦχος α´. Ὁ Εἱρμός. 

    ᾨ δὴν ἐπινίκιον ,  ᾄσωμεν πάντες ,  Θεῷ τῷ ποιήσαντι  ,  θαυμαστὰ τέρατα ,  βραχίονι ὑψηλῷ ,  καὶ

    σώσαντι τὸν Ἰσραὴλ ὅτι δεδόξασται . 

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Ὑμνήσωμεν ἅπαντες πίστει καὶ πόθῳ , Μαρίαν τὴν ἄχραντον , Βάτον ἀκατάφλεκτον , ἣν εἶδε πά‐

    λαι Μωσῆς , καὶ ὡς Μητέρα τοῦ Θεοῦ πάντες δοξάσωμεν. 

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Ὁ Κύριος ἔδειξέ σε Πλατυτέραν , Οὐρανῶν πανάχραντε Θρόνον τε Χερουβικόν· ἐν ᾧ αὐτὸς ὁ Χρι‐

    στὸς ἐπανεπαύσατο· διὸ πιστῶς σε δοξάζομεν. 

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Νεφέλη ὁλόφωτε σὺ φωτιεῖς μου ,  τὸν νοῦν τὸν ἐν πάθεσιν ἡδονῶν σκοτούμενον· ὡς γὰρ Αὐγὴ

    μυστική , φέρεις τὸν ἥλιον Χριστόν , μεθ᾿ ὃν σὲ δοξάζομεν. 

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Ἀ νάκτων τὸ καύχημα Νύμφη τοῦ Λόγου ,  ἀνύμφευτε Ἄνασσα δεῖξόν με ἀνώτερον ,  τῶν ἐν ἐμοὶ

    κραταιῶς βασιλευόντων παθῶν , ἵνα δοξάζω σε. καὶ τῆς Ἰσαποστόλου

    οὗ ἡ ἀκροστιχίς· Θέκλης σωθείην λιταῖς , ὦ Λόγε. Γερασίμου

    Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας. 

    Στίχ . Ἁ γία τοῦ Θεοῦ , πρέσβευε ὑπὲρ ἡμῶν. 

    Θεὸν τὸν φανέντα σωματικῶς , ἠγάπησας , Θέκλα , καὶ ηὐγάσθης θείῳ φωτί· διὸ φωτοφόροις σου

    πρεσβείαις , τὴν ζοφεράν μου καρδίαν καταύγασον. Στίχ . Ἁ γία τοῦ Θεοῦ , πρέσβευε ὑπὲρ ἡμῶν. 

    Ἐκ πάσης μανίας καὶ προσβολῆς ,  ἐχθροῦ τοῦ δολίου ,  ταῖς πρεσβείαις σου πρὸς Χριστόν ,  ἀπάλ‐

    λαξον , Θέκλα Πρωτομάρτυς , τοὺς ἀδιστάκτῳ ψυχῇ προσιόντάς σοι . 

    Δόξα. 

    Κυρίῳ  νενύμφευσαι ὡς ἁγνή , τῷ ἐκ τῆς Παρθένου , προελθόντι δίχα τροπῆς , ᾧ πρέσβευε , Θέκλα

    Πρωτομάρτυς , ἡμῖν διδόναι πταισμάτων συγχώρησιν. 

    Καὶ νῦν. Θεοτοκίον

    Λυχνία  ἐδείχθης χρυσοφαής ,  ἀστράψασα κόσμῳ ,  τὸ ἀπαύγασμα τοῦ Πατρός ,  ἐν ὅλῃ σαρκὸς

    Παρθενομῆτορ , .. 

    ..φωταγωγοῦν τοὺς ἐν πίστει ὑμνοῦντάς σε. 

  • 8/20/2019 2015-09-24_myrtidiwtissa-8ekla-b

    5/16

      5

    ᾨδὴ γ´. τῆς Μυρτιδιωτίσσης

    Ἦχος α´. Ὁ Εἱρμός. 

    Λίθον ὃν ἀπεδοκίμασαν ,  οἱ οἰκοδομοῦντες ,  οὗτος ἐγενήθη ,  εἰς κεφαλὴν γωνίας· αὐτός ἐστιν ἡ

    πέτρα , ἐν ᾗ ἐστερέωσε , τὴν Ἐκκλησίαν ὁ Χριστός , ἣν ἐξ ἐθνῶν ἐξηγοράσατο. 

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Ὢ Παρθενικὸν ἀπάνθισμα , τὸ τῆς παρθενίας καύχημα καὶ κλέος , καὶ Μητέρων δόξα· σύ γὰρ τῆς

    Παρθενίας τὰ κλεῖθρα πεφύλαξας , Χριστὸς ἐκ σοῦ Κόρη τεχθείς , ἅπαντας πιστοὺς ἐστερέωσε. 

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Σύ εἶ λογικὸς Παράδεισος , πάντες σε ὑμνοῦμεν· Λιμὴν τῶν ἐν ζάλῃ κλυδωνιζομένων , θαλάσσης

    κυμαινούσης τοῦ βίου πλωτήρων τε , σῶσον Παρθένε τῶν δεινῶν , ἅπαντας πιστοὺς καὶ στερέω‐

    σον. 

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Ὅλος οὐρανόθεν ἥλυθεν ὁ Λόγος τοῖς κάτω , καὶ Σκηνὴν ἁγίαν καὶ καθαρὰν εὑρών σε , ὅλως ἐν

    σοὶ Παρθένε ἀῤῥήτως κατῴκησεν , οὐδόλως τῶν ἄνωθεν ἀπών , σῶσόν με , διὸ καὶ στερέωσον. 

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Κάθαρσιν ψυχῆς καὶ σώματος , δὸς κᾀμοὶ Παρθένε· σύ γὰρ ἐκκαθαίρεις μολυσμοὺς πταισμάτων , ὅτι Κολυμβήθρα σωτήριος δείκνυσαι  , δι᾿ ἧς σῳζόμεθα πιστοί  , καὶ σωτηρίᾳ στερεούμεθα. 

    καὶ τῆς Ἰσαποστόλου

    Ἦχος πλ. δ´. Οὐρανίας ἁψῖδος. 

    Στίχ . Ἁ γία τοῦ Θεοῦ , πρέσβευε ὑπὲρ ἡμῶν. 

    Ἠλλοιώθης ,  ὦ Θέκλα , τῷ τοῦ Χριστοῦ ἔρωτι  , Παύλου διδαχαῖς ζωηφόροις· ὅθεν ἀλλοίωσον , κἀ‐

    μὲ πρεσβείαις σου , ἐκ τῆς φθορᾶς θείῳ φόβῳ , πρὸς τὴν εὐαρέστησιν , τοῦ Παντοκράτορος. 

    Στίχ . Ἁ γία τοῦ Θεοῦ , πρέσβευε ὑπὲρ ἡμῶν. 

    Σωτηρίαν ἐξαίτει  , καὶ τῶν παθῶν νέκρωσιν , Θέκλα Πρωτομάρτυς Κυρίου , καὶ Ἰσαπόστολε ,  τοῖς

    καταφεύγουσι  , τῇ θαυμαστῇ σου πρεσβείᾳ , καὶ σὲ μακαρίζουσιν , ὡς καλλιπάρθενον. Δόξα. 

    Συντριβεὶς ταῖς ἐφόδοις , τοῦ πονηροῦ δράκοντος , Θέκλα Πρωτομάρτυς Ἁγία , πιστῶς κραυγάζω

    σοι· θᾶττόν με ἔγειρον , ἀπὸ παθῶν ἀκαθάρτων , καὶ πρὸς μετανοίας με , τρίβον ὁδήγησον. 

    Καὶ νῦν. Θεοτοκίον

    Ὡς πυρίμορφος θρόνος , τὸν τοῦ παντὸς Ἄνακτα , φέρεις ἐν ἀγκάλαις , Παρθένε , ἐκ σοῦ δι᾿ ἔλεος , 

    σάρκα γενόμενον· ὅθεν σαρκός μου τὰ πάθη , καὶ ψυχῆς τὰ τραύματα ,.. 

    .. ἴ ασαι δέομαι . 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  σ σ σ ὺὺὺ εεεἶ ἶ ἶ  ὁὁὁ ΘΘΘεεεὸὸὸςςς ἡἡἡ μ μ μῶῶῶννν ... ... ... 

    * * * 

    ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑτῆς Ἰσαποστόλου

    Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον. 

    Εἰς ἀνδρείαν τὸ θῆλυ δι᾿ ἀρετῶν , μεταθεῖσα τῷ πόθῳ τῷ τοῦ Χριστοῦ , Θεοῦ οἰκητήριον , ἀμφοτέ‐

    ρωθεν γέγονας· τῶν παθῶν γὰρ τὸν γνόφον , ἀσκήσει μειώσασα , μαρτυρικῶς ἐδείχθης , ἀθλήσε‐

    ως καύχημα· ὅθεν καὶ τῷ κόσμῳ ,  ὡς φωστὴρ διαλάμπεις ,  δισσῶς ἐξαστράπτουσα ,  τὰς ἀκτῖνας

    τοῦ Πνεύματος ,  Πρωτομάρτυς πανεύφημε ,  πρέσβευε Χριστῷ τῷ Θεῷ ,  τῶν πταισμάτων ἄφεσιν

    δωρήσασθαι  , τοῖς ἑορτάζουσι πόθῳ , τὴν ἁγίαν μνήμην σου. 

    Δόξα. Καὶ νῦν. 

  • 8/20/2019 2015-09-24_myrtidiwtissa-8ekla-b

    6/16

      6

    τῆς Μυρτιδιωτίσσης

    Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ. 

    Κατεπλάγη εὐλαβῶς ,  τῶν Κυθηραίων ὁ λαός ,  καὶ ἐλάμβανεν εἰς νοῦν ,  τῶν ἀκενώτων δωρεῶν , 

    πηγήν σε εἶναι  ,  Θεόνυμφε καὶ Παρθένε ,  ἄνανδρον ,  Παρθένον καὶ πανέντιμον ,  πύλην κεκλει‐

    σμένην Θεοῦ ἡμῶν , καὶ ἱερόν παλάτιον τοῦ Λόγου , καὶ πλάστου Πατρὸς τοῦ ὑψίστου , τοῦ γεννη‐

    θέντος σπέρματος δίχα , ἐκ τῆς νηδύος σου τῆς θεόπαιδος. 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ΣΣΣὺὺὺ γγγὰὰὰ ρ ρ ρ εεεἶ ἶ ἶ  ὁὁὁ ΒΒΒααασ σ σ ιιιλλλεεεύύύςςς ... ... ...  

    * * * 

    ΚΟΝΤΑΚΙΟΝ , ΟΙΚΟΣ , ΣΥΝΑΞΑΡΙΟΝΚοντάκιον τῆς Μυρτιδιωτίσσης

    Κοντάκιον , ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ. 

    Τ ῇ Θεοτόκῳ , οἱ πιστοὶ νῦν προσπελάσωμεν , ὡς χορηγούσῃ τοῖς πιστοῖς πᾶσιν ἰάματα ,  ἀναμέλ‐

    ποντες ἐφύμνια μετὰ πόθου· ἀλλ᾿ ὡς ἤγειρας παράλυτον Θεόνυμφε ἀπὸ πάσης ἡμᾶς ῥῦσαι πε‐

    ριστάσεως , τούς σοι κράζοντας· χαῖρε δόξα παγκόσμιος. ὁ Οἶκος

    Ἄ γγελοι   ἀοράτως ,  καὶ βροτῶν πᾶσα φύσις ,  συμφώνως ἀνυμνήσωμεν πάντες ,  τὴν πανθαύμα‐στον Θεοτόκον ἁγνήν· πολλῶν γὰρ θαυμάτων αὐτουργὸς πέφηνε ,  καὶ ταύτην χαρμοσύνως εὐ‐

    φημήσωμεν , πιστῶς βοῶντες·

    Χαῖρε Παρθένε Μῆτερ Κυρίου , 

    Χαῖρε ἀρχὴ Μυστηρίου θείου. 

    Χαῖρε ἀνομβρίας αὐχμὸν καταπαύουσα , 

    Χαῖρε ἐναντίους ἐχθροὺς καταθραύουσα. 

    Χαῖρε ὅτι τὸν παράλυτον καθυγείωσας λαμπρῶς , 

    Χαῖρε ὅτι τῶν προσφύγων σου προστατεύεις ἐναργῶς. 

    Χαῖρε ὅτι τῶν Κυθηραίων πέλεις καύχημα πάντων , Χαῖρε παντὸς τοῦ κόσμου ὑπερμέγιστον θάμβος. 

    Χαῖρε δι᾿ ἧς ἡ χαρὰ ἐπέλαμψε , 

    Χαῖρε δι᾿ ἧς ἡ λύπη κατέπαυσε. 

    Χαῖρε ἁγνὴ ἀσθενῶν ἰατρεία. 

    Χαῖρε πάντων τῶν πιστῶν σωτηρία. 

    Χαῖρε δόξα παγκόσμιος. 

    Συναξάριον

    Τῇ ΚΔ´ τοῦ αὐτοῦ μηνός , ἀνάμνησιν ποιούμεθα τῆς εὑρέσεως τῆς σεβασμίας Εἰκόνος τῆς Θεομή‐

    τορος ἐν Μυρτιδίοις , ἐν ἔτει χιλιοστῷ τριακοσιοστῷ καὶ πεντηκοστῷ (1350), ὡς καὶ τοῦ θαύματος

    αὐτῆς ἐν τῇ νήσῳ Κυθήρων , ὅτε τὸν παράλυτον ἤγειρε. Στίχοι

    Τέρας νεουργὸν εὐλογῶ τῆς Παρθένου. 

    Ἔσφιγξε καὶ γὰρ νῦν μέλη παρειμένα. 

    Εἰκάδι ἀμφὶ τετάρτῃ ἔῤῥωται παράλυτος. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῆς Ἁγίας Ἐνδόξου Μεγαλομάρτυρος καὶ πρωτομάρτυρος ἐν γυναιξίν , Ἰ‐

    σαποστόλου Θέκλης , τῆς ἐξ Ἰκονίου , μαθητρίας καὶ συνεκδήμου γενομένης τοῦ Πρωτοκορυφαί‐

    ου Ἀποστόλου Παύλου. 

    ΣτίχοιΑὐτός σε σῴζει Θέκλα ῥήξας τὴν πέτραν , 

    Οὗ τῷ πάθει πρὶν ἐῤῥάγησαν αἱ πέτραι . 

  • 8/20/2019 2015-09-24_myrtidiwtissa-8ekla-b

    7/16

      7

    Πέτρη ἀμφὶ τετάρτην εἰκάδα δέξατο Θέκλην. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κόπριος ,  τοῦ ἐν Παλαιστίνῃ ,  ,  ἐν τῇ Μονῇ τοῦ

    ὁσίου Θεοδοσίου ἀσκήσαντος καὶ ἐν ἔτει πεντακοσιοστῷ καὶ τριακοστῷ (530) κοιμηθέντος. Στίχοι

    Οὐκ ἦν ὁ Κόπρις κόπρις , ἀλλ᾿ ἄλλος βότρυς , 

    Καλὸν κυπρισμὸν προσφέρων τῷ Κυρίῳ. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  Μνήμη τοῦ εὐσεβεστάτου Βασιλέως τῶν Σέρβων Στεφάνου τοῦ Β´ τοῦ Πρωτο‐

    στεφοῦς ,  υἱοῦ Νεμάνια ,  πρώτου στεφθέντος Βασιλέως ὑπὸ τοῦ ἀδελφοῦ αὐτοῦ Σάββα πρώτουἈρχιεπισκόπου Σερβίας ,  τοῦ διὰ τοῦ μοναχικοῦ σχήματος μετονομασθέντος εἰς Σίμωνα καὶ ἐν

    εἰρήνῃ κοιμηθέντος ἐν ἔτει χιλιοστῷ διακοσιοστῷ εἰκοστῷ καὶ τετάρτῳ (1224). Στίχοι

    Ἐκ Στεφάνου γέγονε μοναχὸς Σίμων , 

    Σέρβων βασιλεύς. Ὤ θαύματος τοῦ ξένου! 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , μνήμη τῶν ὁσίων πατέρων ἡμῶν Βλαδισλὰβ βασιλέως τῆς Σερβίας , υἱοῦ Νεμά‐

     νια καὶ αὐτοῦ ,  καὶ τοῦ ἀνεψιοῦ αὐτοῦ Δημητρίου ,  τοῦ διὰ τοῦ ἁγίου σχήματος ὀνομασθέντος

    Δαβὶδ μοναχοῦ. 

    ΣτίχοιΓονικὴν ἔχοντες εὐλάβειαν βάσιν , 

    Βλαδισλὰβ ἡγίασε καὶ Δαβὶδ ἅμα. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ μνήμην ποιούμεθα τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Σιλουανοῦ τοῦ Ἀθωνί‐

    του , Ῥώσου , τοῦ Νεολαμποῦς , τοὐπίκλην Ἰβάνοβιτς ἢ Ἀντώνωφ , τοῦ ἐν τῇ Ἱερᾷ Μονῇ τοῦ Ἁγίου

    Μεγαλομάρτυρος Παντελεήμονος ἤτοι Ῥωσσικοῦ ,  ἐν Ἄθωνι  ,  ἀσκήσαντος ,  θεοφιλῶς δὲ τελειω‐

    θέντος ἐν εἰρήνῃ κατὰ τὸ σωτήριον ἔτος χίλια ἐνακόσια τριάκοντα καὶ ὀκτὼ (1938). Στίχοι

    Χριστόν , Σιλουανέ , Ὃν εἶδες πρὶν ἐν βίῳ , 

    Αὐτὸν καὶ νῦν βλέπεις , ἀλλ᾿ οὐχὶ ἐν ἐσόπτρῳ. 

    Γάννυται Πατρὶς ἡ φθαρτὴ ἐπί σοι φύσει  , Πάτερ , Χαίρει Ἄθως δέ , σὲ ἐν Πνεύματι Ὅσιον θρέψας. 

    Δασώνυμον δέξατ᾿ Οὐρανὸς Ἀθωνίτην. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Νικάνδρου τοῦ ἐν Πσκώφ τῆς Ῥωσσίας. Στίχοι

    Τύπος ὀφθεὶς ὁ Νίκανδρος ἡσυχίας , 

    Γλυκέος Χριστοῦ νῦν ἀπολαύει τῆς θέας. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἀβραμίου , ἡγουμένου τῆς ἐν Μιρόζᾳ ἱερᾶς Μονῆς

    τοῦ Σωτῆρος Χριστοῦ. Στίχοι

    Σωτῆρος Μονήν , Ἀβράμιε , ἱδρύσας , 

    Αὐλίζῃ λαμπρῶς ἐν μοναῖς ταῖς ἀΰλοις. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  Πανήγυρις ἐν τῇ ἐπαρχίᾳ Πσκόφ , παρὰ τὴν Πετρούπολιν , τῆς σεβασμίας Εἰκό‐

     νος τῆς Θεομήτορος , τῆς Δεομένης , τῆς ἐπιλεγομένης τοῦ Μιρόζ , ἔτι δὲ καὶ μνήμη τῶν Ὁσίων Ἀ‐

    βραμίου , Νικάνδρου τοῦ Ἐρημίτου καὶ θαυματουργοῦ καὶ Γαβριὴλ μοναχοῦ , τῶν ἐν Πσκόφ. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , Ἀνάμνησις τῆς ἀφίξεως τῶν πρώτων Ἱεραποστόλων ἐν Ἀλάσκᾳ καὶ Ἀμερικῇ γε‐

     νικῶς , ἐν ἔτει χιλιοστῷ ἑπτακοσιοστῷ ἐννενηκοστῷ καὶ τετάρτῳ (1794), καὶ Σύναξις πάντων τῶν

    ἐν Ἀλάσκᾳ ἀθλήσει καὶ ἀσκήσει διαλαμψάντων Ἁγίων , ἔτι δὲ καὶ Μνήμη τῶν ἐκεῖσε Μαρτύρων

    Ἰουβεναλίου Ἱερομάρτυρος ἐν Ἀλάσκᾳ καὶ Πρωτομάρτυρος τῆς Ἀμερικῆς (1796) καὶ Πέτρου τοῦἈλεουτίου , Μάρτυρος , τοῦ ὑπὸ λατινικῶν μιαιφόνων χειρῶν ἀποκτανθέντος (1815). 

  • 8/20/2019 2015-09-24_myrtidiwtissa-8ekla-b

    8/16

      8

    Ταῖς τῆς σῆς Παναχράντου Μητρὸς θείαις Μεσιτείαις καὶ Προστασίαις ,  ἔτι δὲ καὶ τῶν σῶν

    Ἁγίων ἁγίαις πρεσβείαις , Χριστὲ ὁ Θεός , ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. 

    * * * 

    ΚΑΤΑΒΑΣΙΑΙτῆς Θεοτόκου

    ᾨδὴ α´. Ἦχος δ .́ 

    Ἀ νοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος καὶ λόγον ἐρεύξομαι τῇ βασιλίδι Μητρί· καὶ

    ὀφθήσομαι φαιδρῶς πανηγυρίζων καὶ ᾄσω γηθόμενος ταύτης τὰ θαύματα. 

    ᾨδὴ γ´. 

    Τοὺς σοὺς ὑμνολόγους , Θεοτόκε , ἡ ζῶσα καὶ ἄφθονος πηγή , θίασον συγκροτήσαντας πνευματι‐

    κόν , στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου ... 

    …στεφάνων δόξης ἀξίωσον. 

    ᾨδὴ δ´. 

    Τ ὴν ἀνεξιχνίαστον θείαν βουλὴν τῆς ἐκ τῆς Παρθένου σαρκώσεως σοῦ τοῦ ὑψίστου ὁ προφήτης

    Ἀββακοὺμ κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου , Κύριε. 

    ᾨδὴ ε´. 

    Ἐξέστη τὰ σύμπαντα ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γάρ , ἀπειρόγαμε Παρθένε , ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ

    πάντων Θεὸν καὶ τέτοκας ἄχρονον Υἱόν , πᾶσι τοῖς ὑμνοῦσί σε σωτηρίαν βραβεύοντα. 

    ᾨδὴ ς´. 

    Τ ὴν θείαν ταύτην καὶ πάντιμον τελοῦντες ἑορτὴν οἱ θεόφρονες τῆς Θεομήτορος δεῦτε τὰς χεῖ‐

    ρας κροτήσωμεν , τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες. 

    ᾨδὴ ζ´. 

    Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες παρὰ τὸν Κτίσαντα· ἀλλὰ πυρὸς ἀπειλὴν ἀνδρείως πα‐

    τήσαντες χαίροντες ἔψαλλον· Ὑπερύμνητε , ὁ τῶν πατέρων Κύριος καὶ Θεός , εὐλογητὸς εἶ . 

    ᾨδὴ η´. Αἰνοῦμεν , εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. 

    Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ ὁ τόκος τῆς Θεοτόκου διεσώσατο ,  τότε μὲν τυπούμενος· νῦν δὲ ἐ‐

     νεργούμενος τὴν οἰκουμένην ἅπασαν ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα καὶ ὑπε‐

    ρυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. 

    ὁ διάκονος· Τ Τ Τ ὴὴὴννν ΘΘΘεεεοοοτ τ τ όόόκκκοοοννν κκκαααὶὶὶ  μ μ μηηητ τ τ έέέ ρ ρ ρααα τ τ τ οοοῦῦῦ φφφωωωτ τ τ όόόςςς  , , ,  ἐἐἐννν ὕὕὕ μ μ μνννοοοιιιςςς τ τ τ ιιι μ μ μῶῶῶννντ τ τ εεεςςς μ μ μεεεγγγαααλλλύύύνννοοο μ μ μεεεννν ...  

    Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ

    Ἦχος δ´. Στίχ . α .́ Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον , καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί

    μου. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ , τὴν ἀδιαφθόρως Θεὸν

    Λόγον τεκοῦσαν , τὴν ὄντως Θεοτόκον , σὲ μεγαλύνομεν. 

    Στίχ . β .́ Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί

    με πᾶσαι αἱ γενεαί . 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... 

    Στίχ .  γ .́  Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός ,  καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ εἰς

     γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... 

  • 8/20/2019 2015-09-24_myrtidiwtissa-8ekla-b

    9/16

      9

    Στίχ . δ´. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ , διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... 

    Στίχ . ε.´ Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ

    πλουτοῦντας ἐξαπέστειλε κενούς. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... 

    Στίχ .  Ϛ .́  Ἀ ντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους ,  καθὼς ἐλάλησε πρὸς τοὺς πατέ‐

    ρας ἡμῶν , τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... 

    Καταβασία. ᾨδὴ θ .́ 

    Ἅπας  γηγενὴς σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος· πανηγυριζέτω δὲ ἀΰλων νόων φύσις , 

     γεραίρουσα τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος ,  καὶ βοάτω· Χαίροις ,  παμμακάριστε Θεοτόκε

    ἁγνή , ἀειπάρθενε. 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  σ σ σ ὲὲὲ αααἰ ἰ ἰ νννοοοῦῦῦσ σ σ ιιι  πππᾶᾶᾶσ σ σ αααιιι  αααἱ ἱ ἱ  δδδυυυνννάάά μ μ μεεειιιςςς ... ... ... 

    * * * 

    ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑτῆς Ἰσαποστόλου

    Ἦχος β´. Γυναῖκες ἀκουτίσθητε. 

     Ῥωσθεῖσα καλλιπάρθενε ,  ταῖς θείαις εἰσηγήσεσι  ,  τοῦ θεοκήρυκος Παύλου ,  φθαρτὸν μνηστῆρα

    παρεῖδες , καὶ τούτῳ ἠκολούθησας , Πρωτομάρτυς πολύαθλε , ὦ Θέκλα ἰσαπόστολε· διὸ καὶ νίκης

    τὸ στέφος παρὰ Χριστοῦ ἐκομίσω. τῆς Μυρτιδιωτίσσης

    Ἁ γνὴ Μυρτιδιώτισσα , ἐκ συμφορῶν καὶ θλίψεων καὶ τοῦ Σατὰν ἐπηρείας λύτρωσαι πάντας σοὺς

    δούλους· σέ γὰρ προστάτιν ἔνθερμον καὶ ταχινὴν βοήθειαν οἱ σάλῳ χειμαζόμενοι τρικυμιῶν

    τῶν ἐν βίῳ ἔχομεν , Μῆτερ ἁγία. 

    ἕτερον τῆς Μυρτιδιωτίσσης

    Ἦχος β´. Τοῖς Μαθηταῖς συνέλθωμεν. 

    Νῦν τῷ τεμένει δράμωμεν ,  Μυρτιδίων τῷ θείῳ ,  ὅπως ψυχῆς καὶ σώματος ,  λάβωμεν τὰς ἰάσεις , 

    παρὰ Μαρίας Παρθένου , καὶ Θεοῦ ἡμῶν Λόγου , τοῦ γεννηθέντος ἐξ αὐτῆς , ὑπὲρ νοῦν τε καὶ λό‐

     γον , ἵνα ἡμᾶς , ἐκ χειρός ἁρπάσῃ τοῦ διαβόλου , καὶ πρὸς ζωὴν αἰώνιον ,.. 

    .. καὶ τρυφὴν ἐπανάγῃ. * * * 

    ΑΙΝΟΙ

    Ἦχος α´. 

    Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν , αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψί‐

    στοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. 

    Αἰνεῖτε αὐτόν ,  πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν ,  πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕ‐

    μνος τῷ Θεῷ. 

    τῆς Μυρτιδιωτίσσης

    Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων. 

    Στίχ . α .́ Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύ‐

     νης αὐτοῦ. 

  • 8/20/2019 2015-09-24_myrtidiwtissa-8ekla-b

    10/16

      10

    Θυμιατήριον θεῖον , ἐν ᾧ ὁ ἄνθραξ Χριστός , ἐκκαίων ἁμαρτίαις , τῶν πιστῶς προσδραμόντων , τῷ

    ἱερῷ τεμένει Μητρὸς τῆς αὐτοῦ ,  ἀνυμνήσωμεν ἅπαντες ,  καὶ ἀλαλάξωμεν αἶνον ἀγγελικόν ,  τῷ

    ἐξ αὐτῆς ἀποτεχθέντι σαρκί . 

    Στίχ . β´. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. 

    Δεῦτε  προθύμῳ καρδίᾳ ἀνευφημήσωμεν ,  τὴν ἄχραντον Παρθένον τὴν ἡμᾶς ῥυσαμένην ,  παγί‐

    δων διαβόλου καὶ τῆς φθορᾶς , καὶ πρὸς ζωὴν ἐπανάγουσαν· διὰ παντὸς γὰρ παρίσταται τῷ Θεῷ , 

    καὶ πρεσβεύει ὑπὲρ πάντων ἡμῶν. 

    Στίχ . γ´. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. 

    Ὡς θαυμαστά σου τὰ ἔργα τῶν ἀγαθῶν χορηγέ· ὡς θησαυρὸν γὰρ μέγαν τὴν ἁγίαν Παρθένον , 

    παρέδωκας τῷ κόσμῳ , ἐξ ἧς ἡ ζωή , καὶ τῶν νόσων ἡ ἴασις· αὐτὴν γὰρ ἔχομεν πάντες μετὰ Θεόν , 

    ἀντιλήπτορα καὶ φύλακα. τῆς Ἰσαποστόλου

    Ἦχος πλ. δ´. Κύριε , εἰ καὶ κριτηρίῳ. 

    Στίχ . δ´. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνο‐

     ὴ αἰνεσάτω τὸν Κύριον. 

    Κύριε , εἰ καὶ ἐν θυρίδι ἡ Θέκλα , προσεπάγη τῷ πόθῳ σου , ἀλλὰ νοερῶς ἐν ὑψίστοις , παρισταμέ‐

     νη τῷ θρόνῳ σου ,  ἐξεπλήττετο τὴν σήν ,  ἀσύγκριτον εὐπρέπειαν ,  τοῦ σαρκωθέντος φιλανθρώ‐

    πως , ἵνα σώσῃς τὰς ψυχὰς ἡμῶν. 

    Στίχ . ε´. Ὑπομένων ὑπέμεινα τὸν Κύριον , καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου. 

    Κύριε , εἰ καὶ δεσμευθέντι ἡ Θέκλα , τῷ Ἀποστόλῳ προσέδραμεν , ἀλλὰ προσπαθείας γηΐνων , τὸν

    δεσμὸν ἐναπεσείσατο , καὶ κραταιότητι τῆς σῆς , ἁλοῦσα ἀγαπήσεως , βεβαιωθεῖσα συνεδέθη , σοὶ

    τῷ Σωτῆρι τῶν ψυχῶν ἡμῶν. 

    Στίχ . Ϛ´. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου. 

    Κύριε ,  εἰ καὶ τῷ πυρὶ παρεδόθη ,  ἡ ἁγνὴ καὶ Πρωτομάρτυς σου ,  ἀλλ᾿ οὐ κατεφλέχθη ἐν τούτῳ , 

    δροσισμὸν ἐγκεκτημένη σε ,  καὶ ἐν θηρίοις πολλοῖς ,  ἀνάλωτος διέμεινε ,  τῇ χειρί σου φυλαχθεῖ‐σα , τοῦ Σωτῆρος τῶν ψυχῶν ἡμῶν. 

    Δόξα. 

    Ἦχος δ´. 

    Τ ὴν σὴν ὑπὲρ ἄνθρωπον ἄθλησιν , Πρωτομάρτυς Χριστοῦ , οὐκ ἀνθρώπων μόνον ἐθαύμασαν τὰ

     γένη ,  ἀλλὰ καὶ θῆρες τεθήπασιν ἄγριοι· αἱ φλόγες ,  οὐ φλόγες ἐλογίσθησάν σοι καλλιπάρθενε

    Θέκλα , διὰ τὸν σὸν νυμφίον Χριστόν· γέγηθας γὰρ δι᾿ αὐτὸν πάσχουσα , καὶ κόσμου χωριζομένη , 

    ἵνα τῆς ἐπουρανίου τύχῃς μακαριότητος , ἐν παῤῥησίᾳ πρεσβεύουσα , ὑπὲρ τῶν ψυχῶν ἡμῶν. 

    Καὶ νῦν. τῆς Μυρτιδιωτίσσης

    Ἦχος πλ. α´. 

    Ὅπου ἐπισκιάσῃ ἡ χάρις σου ,  Πανάχραντε ,  ἐκεῖθεν τῶν ἀνιάτων ἀλγηδόνων διώκεται ἡ δύνα‐

    μις· τίς γὰρ μετοχὴ φωτὸς πρὸς σκότος , ἢ εὐεργετικῶν ἀγαθῶν πρὸς τιμωρίαν ἀθεράπευτον; διὸ

    καὶ ἡμᾶς τῇ κραταιᾷ τῆς εὐσπλαγχνίας σου σκέπῃ προστρέχοντας ,  μή ὑπερίδῃς δεόμεθα· ἀλλ᾿

    ἐν τῇ τῆς δυνάμεώς σου φρούρησον σκέπη , Μαρία , Χριστιανῶν τὸ καύχημα. 

    * * * 

    Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

    Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη , ἐν ἀνθρώποις εὐδοκία. 

    Ὑμνοῦμέν σε ,  εὐλογοῦμέν σε ,  προσκυνοῦμέν σε ,  δοξολογοῦμέν σε ,  εὐχαριστοῦμέν σοι διὰ τὴν

    μεγάλην σου δόξαν. 

  • 8/20/2019 2015-09-24_myrtidiwtissa-8ekla-b

    11/16

      11

    Κύριε βασιλεῦ , ἐπουράνιε Θεέ , Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές , Ἰησοῦ Χριστέ , καὶ ἅγι‐

    ον Πνεῦμα. 

    Κύριε ὁ Θεός , ὁ ἀμνὸς τοῦ Θεοῦ , ὁ Υἱὸς τοῦ Πατρός , ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου , ἐλέησον

     ἡμᾶς , ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. 

    Πρόσδεξαι τὴν δέησιν ἡμῶν , ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός , καὶ ἐλέησον ἡμᾶς. 

    Ὅτι σὺ εἶ μόνος ἅγιος , σὺ εἶ μόνος Κύριος , Ἰησοῦς Χριστός , εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. 

    Καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα

    τοῦ αἰῶνος. 

    Καταξίωσον , Κύριε , ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. 

    Εὐλογητὸς εἶ  , Κύριε , ὁ Θεὸς τῶν πατέρων ἡμῶν , καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς

    τοὺς αἰῶνας. Ἀμήν. 

    Γένοιτο , Κύριε , τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς , καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. 

    Εὐλογητὸς εἶ  , Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. ( γ´) 

    Κύριε , καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε , ἐλέησόν με· ἴασαι τὴν ψυ‐

    χήν μου , ὅτι ἥμαρτόν σοι . 

    Κύριε , πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου , ὅτι σὺ εἶ ὁ Θεός μου. 

    Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. 

    Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. 

    Ἅ γιος ὁ Θεός , ἅγιος ἰσχυρός , ἅγιος ἀθάνατος· ἐλέησον ἡμᾶς. (ἐκ γ´) 

    Δόξα. Καὶ νῦν. 

    Ἅ γιος ἀθάνατος· ἐλέησον ἡμᾶς. 

    καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ·

    Ἅ γιος ὁ Θεός , ἅ γιος ἰσχυρός , ἅ γιος ἀθάνατος· ἐλέησον ἡμᾶς. 

    Ἀπολυτίκιον Παναγίας τῆς Μυρτιδιωτίσσης

    Ἦχος δ´. Ταχύ προκατάλαβε. 

    Λαοὶ   νῦν κροτήσωμεν δεῦτε τὰς χεῖρας πιστῶς ,  καὶ ᾄσωμεν ᾄσμασι τῇ Θεομήτορι  ,  ἐν πόθῳ

    κραυγάζοντες· χαῖρε ἡ προστασία , πάντων τῶν δεομένων· χαῖρε ἡ σωτηρία τῶν τιμώντων σε πό‐

    θῳ· χαῖρε ἡ τῷ παραλύτῳ , τὴν ἴασιν βραβεύσασα. 

    * * * * * 

    ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝἈντίφωνα Θεομητορικὰ

    Ἀντίφωνον Α´. Ἦχος β .́ (Ψαλμὸς ρλα´) 

    Στίχ . α´. Μ νήσθητι Κύριε τοῦ Δαυῒδ καὶ πάσης τῆς πρᾳότητος αὐτοῦ. 

    Ταῖς πρεσβείαις τῆς Θεοτόκου , Σῶτερ , σῶσον ἡμᾶς. 

    Στίχ . β´. Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθᾶ , εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ. 

    Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 

    Στίχ . γ´. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ πόλις τοῦ Θεοῦ. 

    Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 

    Στίχ . δ´. Ὁ Θεὸς ἐν μέσῳ αὐτῆς καὶ οὐ σαλευθήσεται . 

  • 8/20/2019 2015-09-24_myrtidiwtissa-8ekla-b

    12/16

      12

    Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 

    Δόξα. Καὶ νῦν. 

    Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 

    Ἀντίφωνον Β´. Ἦχος β .́ 

    Στίχ . α´. Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν. 

    Σῶσον ἡμᾶς , Υἱὲ Θεοῦ , ὁ ἐν Ἁγίοις θαυμαστός , ψάλλοντάς σοι  , Ἀλληλούϊα. 

    Στίχ . β´. Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου. Σῶσον ἡμᾶς , Υἱὲ Θεοῦ ,  ... 

    Στίχ . γ´. Ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυΐδ , ἡτοίμασα λύχνον τῷ χριστῷ μου. 

    Σῶσον ἡμᾶς , Υἱὲ Θεοῦ , ... 

    Στίχ . δ´. Ὅτι ἐξελέξατο Κύριος τὴν Σιών , ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ. 

    Σῶσον ἡμᾶς , Υἱὲ Θεοῦ ,  ... 

    Δόξα. Καὶ νῦν. 

    Ὁ  μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ ,  ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέ‐

    ραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας ,  ἀτρέπτως ἐναν‐θρωπήσας , σταυρωθείς τε , Χριστὲ ὁ Θεός , θανάτῳ θάνατον πατήσας , εἷς ὢν τῆς ἁγίας Τριάδος , 

    συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι  , σῶσον ἡμᾶς. 

    Ἀντίφωνον Γ .́ Ἦχος δ´. 

    Στίχ . α´. ᾯ δε κατοικήσω , ὅτι ᾑρετισάμην αὐτήν. 

    Ἀπολυτίκιον Παναγίας τῆς Μυρτιδιωτίσσης

    Ἦχος δ´. Ταχύ προκατάλαβε. 

    Λαοὶ   νῦν κροτήσωμεν δεῦτε τὰς χεῖρας πιστῶς ,  καὶ ᾄσωμεν ᾄσμασι τῇ Θεομήτορι  ,  ἐν πόθῳ

    κραυγάζοντες· χαῖρε ἡ προστασία , πάντων τῶν δεομένων· χαῖρε ἡ σωτηρία τῶν τιμώντων σε πό‐

    θῳ· χαῖρε ἡ τῷ παραλύτῳ , τὴν ἴασιν βραβεύσασα. 

    Στίχ . β´. Ἡ γίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος. 

    Λαοὶ   νῦν κροτήσωμεν .. 

    Στίχ . γ´. Ἅ γιος ὁ ναός σου , θαυμαστὸς ἐν δικαιοσύνῃ. 

    Λαοὶ   νῦν κροτήσωμεν .. 

    * * * 

    ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ

    Εἰσοδικόν. Ἦχος β .́ (ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς , ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν) 

    Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ , ὁ ἐν Ἁγίοις θαυμαστός , 

    ψάλλοντάς σοι  , Ἀλληλούϊα. 

    * * * 

    Ἀπολυτίκιον Παναγίας τῆς Μυρτιδιωτίσσης(ψάλλεται ὑπὸ τῶν ἱερέων , ἐὰν τελῆται συλλείτουργον) 

    Ἦχος δ´. Ταχύ προκατάλαβε. 

    Λαοὶ   νῦν κροτήσωμεν δεῦτε τὰς χεῖρας πιστῶς ,  καὶ ᾄσωμεν ᾄσμασι τῇ Θεομήτορι  ,  ἐν πόθῳ

    κραυγάζοντες· χαῖρε ἡ προστασία , πάντων τῶν δεομένων· χαῖρε ἡ σωτηρία τῶν τιμώντων σε πό‐θῳ· χαῖρε ἡ τῷ παραλύτῳ , τὴν ἴασιν βραβεύσασα. 

  • 8/20/2019 2015-09-24_myrtidiwtissa-8ekla-b

    13/16

      13

    Τὸ Ἀπολυτίκιον τῆς Ἁγίας Θέκλης

    Ἦχος γ´. Θείας πίστεως. 

    Θείου κήρυκος διδασκαλίας , πόθῳ Κτίστου σου ἀναφλεχθεῖσα , τῶν γεηρῶν ὡς ῥεόντων ἠλόγη‐

    σας· καὶ σεαυτήν ἱερὸν καλλιέργημα , τῷ Θεῷ δοῦσα ποινῶν κατετόλμησας. Θέκλα ἔνδοξε , Παύ‐

    λου τοῦ θείου συνέκδημε , τὸν σὸν Νυμφίον Χριστόν ἱκέτευε , δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. 

    Εἶτα τὸ τοῦ Ἁγίου τοῦ Ναοῦ. 

    Κοντάκιον τῆς Θεοτόκου. Ἦχος β .́ (ψάλλεται ὑπὸ τῶν ἱερέων , ἐὰν τελῆται συλλείτουργον) 

    Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε , μεσιτεία πρὸς τὸν ποιητὴν ἀμετάθετε , μὴ παρίδῃς ἁ‐

    μαρτωλῶν δεήσεων φωνάς ,  ἀλλὰ πρόφθασον ὡς ἀγαθὴ εἰς τὴν βοήθειαν ἡμῶν ,  τῶν πιστῶς

    κραυγαζόντων σοι· Τάχυνον εἰς πρεσβείαν καὶ σπεῦσον εἰς ἱκεσίαν , ἡ προστατεύουσα ἀεί  , Θεο‐

    τόκε , τῶν τιμώντων σε. 

    * * * 

    ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ

    * * * 

    ΑΠΟΣΤΟΛΟΣτῆς Μεγαλομάρτυρος

    Προκείμενον ἦχος δ´. (Ψαλμὸς ξζ´) 

    Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ. 

    Στίχ . Ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν. 

    Πρὸς Τιμόθεον Β´ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα(Β´ Τιμ. γ´ 10‐15) 

    Τέκνον Τιμόθεε , παρηκολούθηκάς μου τῇ διδασκαλίᾳ , τῇ ἀγωγῇ , τῇ προθέσει  , τῇ πίστει  , τῇ μα‐

    κροθυμίᾳ , τῇ ἀγάπῃ , τῇ ὑπομονῇ , τοῖς διωγμοῖς , τοῖς παθήμασιν , οἷά μοι ἐγένετο ἐν Ἀντιοχείᾳ , 

    ἐν Ἰκονίῳ ,  ἐν Λύστροις· οἵους διωγμοὺς ὑπήνεγκα∙ καὶ ἐκ πάντων με ἐῤῥύσατο ὁ Κύριος.  Καὶ

    πάντες δὲ οἱ θέλοντες εὐσεβῶς ζῇν ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται· πονηροὶ δὲ ἄνθρωποι καὶ γό‐

     ητες προκόψουσιν ἐπὶ τὸ χεῖρον , πλανῶντες καὶ πλανώμενοι . Σύ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπι‐

    στώθης , εἰδὼς παρὰ τίνος ἔμαθες , καὶ ὅτι ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα οἶδας , τὰ δυνάμενά σε

    σοφίσαι εἰς σωτηρίαν , διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. 

    Ἀλληλούϊα. ( γ´) 

    * * * 

    ΕΥΑΓΓΕΛΙΟΝ

    Ἐκ τοῦ κατὰ Λουκᾶν(Λουκ. ι´ 38‐42, ια´ 27‐28) 

    Τῷ καιρῷ ἐκείνῳ , εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινά. Γυνὴ δέ τις , ὀνόματι Μάρθα , ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. Καὶ τῇδε

     ἦν ἀδελφὴ καλουμένη Μαρία , ἣ καὶ παρακαθήσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ ἤκουε τῶν λόγων αὐτοῦ. Ἡ δὲ Μάρθα περιε‐

    σπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε· Κύριε , οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐ‐

    τῇ ἵνα μοι συναντιλάβηται . Ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Μάρθα , Μάρθα , μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· ἑνὸς δὲ ἐστι

    χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο , ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾿ αὐτῆς. Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα , ἐπάρα‐

    σά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ· Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοί οὓς ἐθήλασας . Αὐτὸς δὲ εἶπε· Μεν‐

    οῦν γε , μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν. 

    Δόξα σοι  , Κύριε , δόξα σοι . 

    * * * Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱ. Χρυσοστόμου

    * * * 

  • 8/20/2019 2015-09-24_myrtidiwtissa-8ekla-b

    14/16

      14

    Εἰς τό· Ἐξαιρέτως… 

    Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον , τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ

    μητέρα τοῦ Θεοῦ ἡμῶν.  Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σερα‐

    φίμ , τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν , τὴν ὄντως Θεοτόκον , σὲ μεγαλύνομεν. 

    * * * 

    Κοινωνικόν. 

    Ποτήριον σωτηρίου λήψομαι  , καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι . Ἀλληλούϊα. * * * 

    Μετὰ τὴν μετάδοσιν. Ἦχος β .́ 

    Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν , ἐλάβομεν Πνεῦμα ἐπουράνιον , εὕρομεν πίστιν ἀληθῆ ,  ἀδιαίρετον

    Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς ἔσωσεν. 

    Εἰς τό· Π  Π  Π άάάννντ τ τ οοοτ τ τ εεε  , , ,  νννῦῦῦννν κκκαααὶὶὶ  ἀἀἀεεεί ί ί ……… 

    Ἦχος β´. 

    Ἀμήν , Ἀμήν ,  Ἀμήν.  Πληρωθήτω τὸ στόμα ἡμῶν αἰνέσεώς σου , Κύριε , ὅπως ὑμνήσωμεν τὴν δό‐

    ξαν σου , ὅτι ἠξίωσας ἡμᾶς μετασχεῖν τῶν ἁγίων καὶ φρικτῶν σου μυστηρίων· τήρησον ἡμᾶς ἐν

    τῷ σῷ ἁγιασμῷ , ὅλην τὴν ἡμέραν μελετᾶν τὴν δικαιοσύνην σου. Ἀλληλούϊα , ἀλληλούϊα , ἀλλη‐

    λούϊα. 

    Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β .́ 

    Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ´) 

    Ἀπόλυσις· Χ  Χ  Χ  ρ ρ ριιισ σ σ τ τ τ ὸὸὸςςς ὁὁὁ ἀἀἀλλληηηθθθιιινννὸὸὸςςς ΘΘΘεεεὸὸὸςςς ἡἡἡ μ μ μῶῶῶννν  , , ,  τ τ τ αααῖ ῖ ῖ ςςς πππ ρ ρ ρεεεσ σ σ  β β βεεεί ί ί αααιιιςςς τ τ τ ῆῆῆςςς πππααανννααα χ  χ  χ  ρ ρ ράάάννντ τ τ οοουυυ κκκαααὶὶὶ  πππααανννααα μ μ μώώώ μ μ μοοουυυ αααὐὐὐτ τ τ οοοῦῦῦ  Μ  Μ  Μ ηηητ τ τ  ρ ρ ρόόόςςς  , , ,  ἧἧἧςςς τ τ τ ὰὰὰ ἐἐἐννν Κ Κ Κ υυυθθθηηη ρ ρ ρί ί ί οοοιιιςςς ἐἐἐξ ξ ξ αααί ί ί σ σ σ ιιιααα σ σ σ ηηη μ μ μαααῖ ῖ ῖ ααα ἑἑἑοοο ρ ρ ρτ τ τ άάάζζζοοο μ μ μεεεννν ... ... ... 

    Δι᾿ εὐχῶν... Ἀμήν. 

    * * * * * Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε

    καὶ διανέμεται δωρεὰν

    ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο

    http://akolouthies.wordpress.com 

    Προσφέρεται γιὰ ἰδιωτικὴ χρῆσι. 

    Δὲν ἐπιτρέπεται ἡ ἐμπόρευσί της. 

    Ἀπολυτίκια τῶν συνεορταζομένων Ἁγίων

    Ἀπολυτίκιον τῆς Μυρτιδιωτίσσης. 

    Ἦχος δ´. Ταχὺ προκατάλαβε. 

    Ὡς κρήνη ἀκένωτος , τῶν παρὰ σοὶ ἀγαθῶν , Εἰκών σου ἡ ἄχραντος , τοῖς Κυθηρίοις Ἁγνή , ἐδόθη

    κραυγάζουσι  , χαῖρε ἡ προστασία , πάντων τῶν δεομένων , χαῖρε ἡ σωτηρία , τῶν τιμώντων σε

    πόθῳ ,

     χαῖρε ἡ τῷ παραλύτῳ ,

     τὴν ἴασιν βραβεύουσα. 

  • 8/20/2019 2015-09-24_myrtidiwtissa-8ekla-b

    15/16

      15

    Ἕτερον Ἀπολυτίκιον τῆς Μυρτιδιωτίσσης. (Σωφρονίου Παγκάλου , Ἐπισκόπου Κυθήρων) 

    Ἦχος δ´. Ταχὺ προκατάλαβε. 

    Λαοί  , νῦν κροτήσωμεν δεῦτε τὰς χεῖρας πιστῶς , καὶ ᾄσωμεν ᾄσμασι τῇ Θεομήτορι  , ἐν πόθῳ

    κραυγάζοντες· χαῖρε , ἡ προστασία πάντων τῶν δεομένων· χαῖρε , ἡ σωτηρία τῶν τιμώντων σε

    πόθῳ· χαῖρε , ἡ τῷ παραλύτῳ τὴν ἴασιν βραβεύσασα. 

    Ἕτερον Ἀπολυτίκιον τῆς Μυρτιδιωτίσσης. 

    (ποίημα Σοφοκλέους Καλούτση) Ἦχος α´. Τῆς ἐρήμου πολίτης. 

    Ὥσπερ καύχημα θεῖον ὡς ὡράϊσμα τίμιον , σοῦ τὴν Παναγίαν εἰκόνα Κυθηρίοις δεδώρησαι θαυ‐

    μάτων ὡς ἀείροον πηγὴν κινδύνων καὶ δεινῶν ἀπαλλαγήν , ἀειπάρθενε Μαρία ὅθεν συμφώνως

    πόθῳ Σοι κραυγάζομεν· Δόξα τῷ σαρκωθέντι διὰ σοῦ , δόξα τῷ σὲ ἀναδείξαντι πάντων τῶν Κυ‐

    θηρίων κραταιὰν σκέπην καὶ πρόμαχον. 

    Ἀπολυτίκιον Παναγίας Παληανῆς ἐν Κρήτῃ. (Γερασίμου Μικραγιαννανίτου) 

    Ἦχος δ´. Ταχὺ προκατάλαβε. 

    Εἰκών σου ἡ πάνσεπτος , φανερωθεῖσα ἡμῖν , ἐν μύρτῳ ἐσκήνωσε , τῇ ἐπινεύσει τῇ σῇ καὶ βλύζειἰάματα. Ὅθεν Παληανήν σε , Θεοτόκε καλοῦμεν , πόθῳ σε ἀνυμνοῦντες , καὶ πιστῶς ἐκβοῶμεν·

    Χαῖρε Κεχαριτωμένη , ὁ Κύριος μετὰ σοῦ. 

    Ἕτερον. (Κυρίλλου Ἐπισκ. Ῥόδου , τοῦ Κογεράκη) 

    Ἦχος α´. Τῆς ἐρήμου πολίτης. 

    Τ ὴν σεπτήν σου Εἰκόνα , τοῦ πυρὸς διασώσασα , ταύτην ἐν μυρσίνῃ οἰκῆσαι  , παραδόξως ηὐδό‐

    κησας· ἣν δένδρον ἀναδείξασα Ἁγνή , θερμῇ σου προμηθείᾳ εὐθαλές , ἐξ αὐτῆς ὑπερεκβλύζεις

    ὡς ἐκ πηγῆς , τὴν χάριν σου τοῖς βοῶσι· Δόξα τοῖς μεγαλείοις σου Σεμνή , δόξα τοῖς θαυμασίοις

    σου , δόξα Παληανὴ τῇ πρὸς ἡμᾶς ἐπιστασίᾳ σου. 

    Ἀπολυτίκιον Παναγίας Φιλερήμου ἐν Ῥόδῳ. (Κυρίλλου Ἐπισκ. Ῥόδου , τοῦ Κογεράκη) 

    Ἦχος α´. Τῆς ἐρήμου πολίτης. 

    Ὡς ἀπόρθητον τεῖχος , καὶ ἀκρόπολιν ἄσειστον , Ῥόδος ἡ περίφημος νῆσος , τὸν Ναόν σου ἐκτή‐

    σατο , ἐν ᾧ ὥσπερ ἐν θρόνῳ ὑψηλῷ , ἐνίδρυται ἡ θεία σου Εἰκών , ἀναβλύζουσα τῆς χάριτος μυ‐

    στικῶς , τὰ ῥεῖθρα τοῖς ἐκβοῶσι∙ Δόξα τοῖς μεγαλείοις σου Ἁγνή , δόξα τοῖς θαυμασίοις σου , δόξα

    Μῆτερ Φιλέρημε τῇ σῇ , πλουσίᾳ χρηστότητι . 

    Ἕτερον. 

    (Κυρίλλου Ἐπισκ. Ῥόδου , τοῦ Κογεράκη) Ἦχος δ´. Ταχὺ προκατάλαβε. 

    Τ ὴν θείαν Εἰκόνα σου , ὡς θησαυρὸν τιμαλφῆ , τοῦ πλούτου Φιλέρημε , τῆς μητρικῆς σου στοργῆς , 

    τιμῶμεν οἱ δοῦλοί σου∙ βρύεις γὰρ ἀενάως ,  ἐξ αὐτῆς πᾶσι χάριν ,  τοῖς προσιοῦσι πόθῳ ,  καὶ πι‐

    στῶς ἐκβοῶσι∙ Χαῖρε Κεχαριτωμένη , ὁ Κύριος μετὰ σοῦ. 

  • 8/20/2019 2015-09-24_myrtidiwtissa-8ekla-b

    16/16

      16

     

    Ἀπολυτίκιον τῆς Ἁγίας Θέκλης. 

    Ἦχος δ´. Ταχὺ προκατάλαβε. 

    Τοῦ Παύλου συνέκδημος , ὡς καθαρὰ τὴν ψυχήν , καὶ πρώταθλος πέφηνας , ἐν γυναιξὶν εὐκλεῶς , 

    Χριστὸν ἀγαπήσασα· οὗ γὰρ τῆς εὐσεβείας , πτερωθεῖσα τῷ πόθῳ , ἤθλησας ὑπὲρ φύσιν , Ἰσαπό‐

    στολε Θέκλα. Διό σε ὁ Πανοικτίρμων , νύμφην ἠγάγετο. 

    Ἔτερον Ἀπολυτίκιον τῆς Ἁγίας. (Κυρίλλου Ϛ´ Πατριάρχου Κωνσταντινουπόλεως) 

    Ἦχος γ´. Θείας πίστεως. 

    Θείου κήρυκος διδασκαλίας , πόθῳ Κτίστου σου ἀναφλεχθεῖσα , τὸν γεηρῶν ὡς ῥεόντων ἠλό‐

     γησας· καὶ σεαυτὴν ἱερὸν καλλιέργημα , τῷ Θεῷ δοῦσα ποινῶν κατετόλμησας. Θέκλα ἔνδοξε , 

    Παύλου τοῦ θείου συνέκδημε , τὸν σὸν Νυμφίον Χριστὸν ἱκέτευε , δωρήσασθαι ἡμῖν τὸ μέγα

    ἔλεος. 

    Ἔτερον Ἀπολυτίκιον τῆς Ἁγίας. 

    Ἦχος β´. 

    Ὡς τῷ Παύλῳ μαθητευθεῖσα πανεύφημε , καὶ τῇ πίστει στηριχθεῖσα Πέτρου Θεόσοφε· Πρωτο‐

    μάρτυς ἀνεδείχθης καὶ πρωτόαθλος γυναιξίν , ἐπέβης τῇ φλογί  , ὡς ἐν λειμῶνι εὐθαλής , θῆρεςκαὶ ταῦροι ἔφριξάν σε ὁπλισθεῖσα τῷ Σταυρῷ. Πρέσβευε Χριστῷ τῷ Θεῷ , Ἀποστόλων Θέκλα

    συνέκδημε , σωθῆναι τὰς ψυχὰς ἡμῶν. 

    Ἔτερον Ἀπολυτίκιον τῆς Ἁγίας. 

    Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ. 

    Ἡ ἀμνάς σου Ἰησοῦ , κράζει μεγάλῃ τῇ φωνῇ· Σὲ νυμφίε μου ποθῶ , καὶ σὲ ζητοῦσα ἀθλῶ , καὶ

    συσταυροῦμαι  , καὶ συνθάπτομαι τῷ βαπτισμῷ σου· καὶ πάσχω διὰ σέ , ὡς βασιλεύσω σὺν σοί  , 

    καὶ θνῄσκω ὑπὲρ σοῦ , ἵνα καὶ ζήσω ἐν σοί· ἀλλ᾿ ὡς θυσίαν ἄμωμον , προσδέχου τὴν μετὰ πόθου

    τυθεῖσαν σοι . Αὐτῆς πρεσβείαις , ὡς ἐλεήμων σῶσον τὰς ψυχὰς ἡμῶν. 

    Ἀπολυτίκιον τοῦ Ὁσίου Σιλουανοῦ. (ποίημα Παύλου Ἱερομονάχου) 

    Ἦχος γ´. Θείας πίστεως. 

    Κ ῆρυξ δέδοσαι τῇ οἰκουμένῃ σὺ γλυκύτατος ἐν θεολόγοις , τῆς τοῦ Χριστοῦ ἀγάπης , τρισόλβιε·

    τὸν Ταπεινὸν γὰρ καὶ Πρᾶον ἑώρακας , καὶ τὴν Ἐκείνου καρδίαν κατέμαθες. Ὅθεν ἅπαντες , Σι‐

    λουανέ , ἑλλαμπόμενοι τοῖς θεογλώσσοις ῥήμασι  , δοξάζομεν τὸ πνεῦμα τὸ δοξάσαν σε. 

    Ἔτερον Ἀπολυτίκιον τοῦ Ὁσίου. 

    Ἦχος δ´. Κανόνα πίστεως. 

    Χριστὸν διδάσκαλον ἐν ὁδῷ ταπεινώσεως προσευξάμενος ἔλαβες , μαρτυροῦντος τοῦ Πνεύμα‐

    τος , ἐν σῇ καρδίᾳ τὴν λύτρωσιν , διὰ τοῦτο ἀσκήσεως ἀνεδείχθης σὺ ὁδηγός , ὡς φωτὸς θείου ἔμ‐πλεως. Ὅσιε πάτερ Σιλουανέ , πρέσβευε Χριστῷ τῷ Θεῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν. 

    Ἀπολυτίκιον τῆς Ὁσίου Σιλουανοῦ(ὑπὸ Ἀθανασίου Σιμωνοπετρίτου) 

    Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον. 

    Κατηγλάϊσας Πάτερ Ὄρος τοῦ Ἄθωνος , ὑπὲρ φύσιν βιώσας καὶ τὴν τοῦ Πνεύματος , ἐπιδειξάμε‐

     νος ἡμῖν θείαν ἐνέργειαν ,  ὅθεν τιμῶντές σου σεπτῶς ,  τὴν μνήμην ὦ Σιλουανέ ,  δοξάζομεν ἐκ

    καρδίας , τὸν παρασχόντα σε μέγαν , τῇ Ἐκκλησίᾳ χριστοκήρυκα.