484
Commentarii ad Homeri Iliadem i <ΕΥΣΤΑΘΙΟΥΠΑΡΕΚΒΟΛΑΙΕΙΣΤΗΝΟΜΗΡΟΥΙΛΙΑ∆Α> Τῶν Ὁμήρου Σειρήνων καλὸν μὲν ἴσως εἴ τις ἀπόσχοιτο τὴν ἀρχὴν κηρῷτὰς ἀκοὰς ἀλειψάμενος ἀλλ' ἑτέραν τραπόμενος, ὡς ἂν ἀποφύγῃ τὸ θέλγητρον.μὴ ἀποσχόμενος δέ, ἀλλὰ διὰ τῆς ᾠδῆς ἐκείνης ἐλθών, οὐκ ἄν, οἶμαι, οὔτεπαρέλθῃ ῥᾳδίως, εἰ καὶ πολλὰ δεσμὰ κατέχοι, οὔτε παρελθὼν εἴη ἂν εὔχαρις.εἰ γάρ που, ὥσπερ θεάματά τινα, ὁποῖα τὰ θρυλλούμενα ἑπτὰ ἐν λόγοις κεῖνται,ἀριθμήσει τις καὶ ἀκούσματά τινα ἐπιστροφῆς ἄξια, εἴη ἂν ἐν αὐτοῖς μάλιστακαὶ Ὁμηρικὴ ποίησις, ἧς οὐκ οἶμαι εἴ τις τῶν πάλαι σοφῶν οὐκ ἐγεύσατο καὶμάλιστα τῶν ὅσοι τῆς ἔξω σοφίας ἠρύσαντο. ἐξ Ὠκεανοῦ μὲν γὰρ ποταμοὶπάντες, πηγαὶ πᾶσαι, φρέατα πάντα κατὰ τὸν πάλαι λόγον· ἐξ Ὁμήρου δέ, εἰκαὶ μὴ πᾶσα, πολλὴ γοῦν παρεισέρρευσε τοῖς σοφοῖς λόγου ἐπιρροή. οὐδεὶςγοῦν οὔτε τῶν τὰ ἄνω περιεργαζομένων οὔτε τῶν περὶ φύσιν οὔτε τῶν περὶἦθος οὔθ' ἁπλῶς τῶν περὶ λόγους ἐξωτερικούς, ὁποίους ἂν εἰπῇ τις, παρῆλθετὴν Ὁμηρικὴν σκηνὴν ἀξεναγώγητος, ἀλλὰ πάντες παρ' αὐτῷ κατέλυσαν, οἱμὲν ὡς καὶ διάγειν παρ' αὐτῷ μέχρι τέλους καὶ τῶν αὐτοῦ συσσιτίων ἀποτρέφεσθαι, οἱ δὲ ὥστε χρείαν ἀποπλῆσαί τινα καὶ συνεισενεγκεῖν ἐξ αὐτοῦ τῷ λόγῳτι χρήσιμον. ἐν οἷς καὶ Πυθία, πολλοὺς τῶν χρησμῶν πρὸς Ὁμηρικὴν μέθοδονἀποξέουσα. φιλόσοφοι περὶ αὐτόν, εἰ καὶ Ἵππαρχος φθονεῖ, ὡς μετ' ὀλίγαἱστορηθήσεται. ῥήτορες περὶ αὐτόν. γραμματικοὶ δὲ οὐκ ἄλλως εἰς τέλος, εἰ μὴδι' αὐτοῦ. ὅσοι δὲ μετ' αὐτὸν ποιηταί, οὐκ ἔστιν ὃς ἔξω τι τῶν αὐτοῦ μεθόδωντεχνάζεται, μιμούμενος, παραποιῶν, πάντα ποιῶν δι' ὧν ὁμηρίζειν δυνήσεται.ἄγουσιν αὐτὸν καὶ γεωγράφοι διὰ ζήλου πολλοῦ καὶ θαύματος. περὶ τὴνἈσκληπιαδῶν δίαιταν καὶ τὰ τραύματα ἐρανίζεται καὶ αὐτὸς ἐκεῖθεν ἀγαθά.ἐφέλκεται τὸ πρᾶγμα καὶ βασιλεῖς· καὶ μαρτυρεῖ μέγας Ἀλέξανδρος, κειμήλιον εἴτε καὶ ἐφόδιον καὶ ἐν αὐταῖς μάχαις τὴν Ὁμηρικὴν βίβλον ἐπαγόμενος 1.2 καὶ τὴν κεφαλήν, ὅτε ὑπνοῦν δέοι, ἐπαναπαύων αὐτῇ, ἵνα τάχα μηδὲ ἐν ὕπνοιςαὐτοῦ ἀπέχοιτο, ἀλλὰ καὶ φανταζόμενος εἴη εὐόνειρος. καὶ ἔστιν ἀληθῶς βασιλικὸν πρᾶγμα Ὁμήρου ποίησις καὶ μάλιστα Ἰλιάς. καὶ παροιμία μέν τις κακῶν Ἰλιάδα φησίν· αὐτὴ δὲ καλοῦ παντός ἐστιν Ἰλιάς· δραματικώτερον μὲν σχηματιζομένη διὰ τῆς μονοειδοῦς μέν, πολυπροσώπου δὲ ἀφηγήσεως, γέμουσαδὲ μυρίων ὧν ἄν τις εἴποι καλῶν, φιλοσοφίας, ῥητορείας, στρατηγικῆς εὐτεχνίας,διδασκαλίας τῆς περὶ ἠθικῶν ἀρετῶν, τεχνῶν ὅλως παντοίων καὶ ἐπιστημῶν.ἔχει τις καὶ δόλους ἐπαινετοὺς ἐκεῖθεν μαθεῖν καὶ ψευδῶν κερδαλέων συνθέσειςκαὶ σκωμμάτων δριμύτητας καὶ ἐγκωμίων μεθόδους. φρόνησιν δὲ οὐκ ἔστινεἰπεῖν ὅσην περιποιεῖται τῷ προσέχειν ἐθέλοντι. καὶ ὅσα δὲ τῇ ἱστορίᾳ ἐπιθεωροῦνται σεμνά, οὐκ ἂν οὐδὲ τὴν Ὁμήρου τέχνην τῶν τοιούτων ἀποστερήσῃ τις,τῆς πολυπειρίας, τοῦ τὰς ἀκοὰς ἡδύνειν, τοῦ τὰς ψυχὰς παιδεύειν, τοῦ εἰς ἀρετὴνἐπαίρειν, τῶν ἄλλων οἷς ἱστορῶν ἐνευδοκιμεῖ. εἰ δ', ὅτι μύθων γέμει, ἐκπίπτειναὐτὸν κίνδυνός ἐστι τοῦ θαυμάζεσθαι, ἀλλὰ πρῶτον μὲν οὐ πρὸς γέλωτα οἱὉμηρικοὶ μῦθοι ἀλλὰ ἐννοιῶν εὐγενῶν σκιαί εἰσιν παραπετάσματα, οἱ μὲν ὑπ'αὐτοῦ πλαττόμενοι πρὸς τὰ ὑποκείμενα, οἳ καὶ πρὸς αὐτὰ οἰκείως ἀλληγοροῦνται,πολλοὶ δὲ καὶ ὑπὸ τῶν παλαιῶν μὲν τεθειμένοι, ἑλκόμενοι δὲ χρησίμως καὶ εἰςτὴν τούτου ποίησιν, ὧν ἀλληγορία οὐ πάντῃ πάντως πρὸς τὰ Τρωϊκά, ἀλλὰὅπως ἂν ἐξ ἀρχῆς ᾐνίξαντο οἱ αὐτοὺς πλασάμενοι. ἔπειτα οὐδὲ ἔχαιρεν αὐτόθενμύθοις τῆς σοφίας τρόφιμος. (Χρηματοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισμικής Κληρονομιάς, www.aegean.gr/culturaltec/chmlab. 1

Commentarii ad Homeri Iliadem i - Ελληνική Πατρολογία 3...Commentarii ad Homeri Iliadem i

  • Upload
    others

  • View
    3

  • Download
    0

Embed Size (px)

Citation preview

  • Commentarii ad Homeri Iliadem i

    Τῶν Ὁμήρου Σειρήνων καλὸν μὲν ἴσως εἴ τις ἀπόσχοιτο τὴν ἀρχὴν ἢ κηρῷτὰς ἀκοὰς ἀλειψάμενος ἢ ἀλλ' ἑτέραν τραπόμενος, ὡς ἂν ἀποφύγῃ τὸ θέλγητρον.μὴ ἀποσχόμενος δέ, ἀλλὰ διὰ τῆς ᾠδῆς ἐκείνης ἐλθών, οὐκ ἄν, οἶμαι, οὔτεπαρέλθῃ ῥᾳδίως, εἰ καὶ πολλὰ δεσμὰ κατέχοι, οὔτε παρελθὼν εἴη ἂν εὔχαρις.εἰ γάρ που, ὥσπερ θεάματά τινα, ὁποῖα τὰ θρυλλούμενα ἑπτὰ ἐν λόγοις κεῖνται,ἀριθμήσει τις καὶ ἀκούσματά τινα ἐπιστροφῆς ἄξια, εἴη ἂν ἐν αὐτοῖς μάλιστακαὶ ἡ Ὁμηρικὴ ποίησις, ἧς οὐκ οἶμαι εἴ τις τῶν πάλαι σοφῶν οὐκ ἐγεύσατο καὶμάλιστα τῶν ὅσοι τῆς ἔξω σοφίας ἠρύσαντο. ἐξ Ὠκεανοῦ μὲν γὰρ ποταμοὶπάντες, πηγαὶ πᾶσαι, φρέατα πάντα κατὰ τὸν πάλαι λόγον· ἐξ Ὁμήρου δέ, εἰκαὶ μὴ πᾶσα, πολλὴ γοῦν παρεισέρρευσε τοῖς σοφοῖς λόγου ἐπιρροή. οὐδεὶςγοῦν οὔτε τῶν τὰ ἄνω περιεργαζομένων οὔτε τῶν περὶ φύσιν οὔτε τῶν περὶἦθος οὔθ' ἁπλῶς τῶν περὶ λόγους ἐξωτερικούς, ὁποίους ἂν εἰπῇ τις, παρῆλθετὴν Ὁμηρικὴν σκηνὴν ἀξεναγώγητος, ἀλλὰ πάντες παρ' αὐτῷ κατέλυσαν, οἱμὲν ὡς καὶ διάγειν παρ' αὐτῷ μέχρι τέλους καὶ τῶν αὐτοῦ συσσιτίων ἀποτρέφεσθαι, οἱ δὲ ὥστε χρείαν ἀποπλῆσαί τινα καὶ συνεισενεγκεῖν ἐξ αὐτοῦ τῷ λόγῳτι χρήσιμον. ἐν οἷς καὶ ἡ Πυθία, πολλοὺς τῶν χρησμῶν πρὸς Ὁμηρικὴν μέθοδονἀποξέουσα. φιλόσοφοι περὶ αὐτόν, εἰ καὶ Ἵππαρχος φθονεῖ, ὡς μετ' ὀλίγαἱστορηθήσεται. ῥήτορες περὶ αὐτόν. γραμματικοὶ δὲ οὐκ ἄλλως εἰς τέλος, εἰ μὴδι' αὐτοῦ. ὅσοι δὲ μετ' αὐτὸν ποιηταί, οὐκ ἔστιν ὃς ἔξω τι τῶν αὐτοῦ μεθόδωντεχνάζεται, μιμούμενος, παραποιῶν, πάντα ποιῶν δι' ὧν ὁμηρίζειν δυνήσεται.ἄγουσιν αὐτὸν καὶ γεωγράφοι διὰ ζήλου πολλοῦ καὶ θαύματος. ὁ περὶ τὴνἈσκληπιαδῶν δίαιταν καὶ τὰ τραύματα ἐρανίζεται καὶ αὐτὸς ἐκεῖθεν ἀγαθά.ἐφέλκεται τὸ πρᾶγμα καὶ βασιλεῖς· καὶ μαρτυρεῖ ὁ μέγας Ἀλέξανδρος, κειμήλιον εἴτε καὶ ἐφόδιον καὶ ἐν αὐταῖς μάχαις τὴν Ὁμηρικὴν βίβλον ἐπαγόμενος 1.2 καὶ τὴν κεφαλήν, ὅτε ὑπνοῦν δέοι, ἐπαναπαύων αὐτῇ, ἵνα τάχα μηδὲ ἐν ὕπνοιςαὐτοῦ ἀπέχοιτο, ἀλλὰ καὶ φανταζόμενος εἴη εὐόνειρος. καὶ ἔστιν ἀληθῶς βασιλικὸν πρᾶγμα ἡ Ὁμήρου ποίησις καὶ μάλιστα ἡ Ἰλιάς. καὶ παροιμία μέν τις κακῶν Ἰλιάδα φησίν· αὐτὴ δὲ καλοῦ παντός ἐστιν Ἰλιάς· δραματικώτερον μὲν σχηματιζομένη διὰ τῆς μονοειδοῦς μέν, πολυπροσώπου δὲ ἀφηγήσεως, γέμουσαδὲ μυρίων ὧν ἄν τις εἴποι καλῶν, φιλοσοφίας, ῥητορείας, στρατηγικῆς εὐτεχνίας,διδασκαλίας τῆς περὶ ἠθικῶν ἀρετῶν, τεχνῶν ὅλως παντοίων καὶ ἐπιστημῶν.ἔχει τις καὶ δόλους ἐπαινετοὺς ἐκεῖθεν μαθεῖν καὶ ψευδῶν κερδαλέων συνθέσειςκαὶ σκωμμάτων δριμύτητας καὶ ἐγκωμίων μεθόδους. φρόνησιν δὲ οὐκ ἔστινεἰπεῖν ὅσην περιποιεῖται τῷ προσέχειν ἐθέλοντι. καὶ ὅσα δὲ τῇ ἱστορίᾳ ἐπιθεωροῦνται σεμνά, οὐκ ἂν οὐδὲ τὴν Ὁμήρου τέχνην τῶν τοιούτων ἀποστερήσῃ τις,τῆς πολυπειρίας, τοῦ τὰς ἀκοὰς ἡδύνειν, τοῦ τὰς ψυχὰς παιδεύειν, τοῦ εἰς ἀρετὴνἐπαίρειν, τῶν ἄλλων οἷς ὁ ἱστορῶν ἐνευδοκιμεῖ. εἰ δ', ὅτι μύθων γέμει, ἐκπίπτειναὐτὸν κίνδυνός ἐστι τοῦ θαυμάζεσθαι, ἀλλὰ πρῶτον μὲν οὐ πρὸς γέλωτα οἱὉμηρικοὶ μῦθοι ἀλλὰ ἐννοιῶν εὐγενῶν σκιαί εἰσιν ἢ παραπετάσματα, οἱ μὲν ὑπ'αὐτοῦ πλαττόμενοι πρὸς τὰ ὑποκείμενα, οἳ καὶ πρὸς αὐτὰ οἰκείως ἀλληγοροῦνται,πολλοὶ δὲ καὶ ὑπὸ τῶν παλαιῶν μὲν τεθειμένοι, ἑλκόμενοι δὲ χρησίμως καὶ εἰςτὴν τούτου ποίησιν, ὧν ἡ ἀλληγορία οὐ πάντῃ πάντως πρὸς τὰ Τρωϊκά, ἀλλὰὅπως ἂν ἐξ ἀρχῆς ᾐνίξαντο οἱ αὐτοὺς πλασάμενοι. ἔπειτα οὐδὲ ἔχαιρεν αὐτόθενμύθοις ὁ τῆς σοφίας τρόφιμος. (ἡ

    Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

    Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

    Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. 1

  • σοφία τε γὰρ θεωρία ἐστὶν ἀληθευτική· καὶ ὁσοφὸς δὲ τοιοῦτος· οὐκοῦν καὶ ὁ Ὅμηρος;) ἀλλὰ διὰ τὸ τῶν πολλῶν ἐπαγωγὸναὐτοὺς τῇ ποιήσει παρεμπλέκων τεχνάζεται, ἵνα δελεάσας καὶ θέλξας τῷπροφαινομένῳ δικτύων, ὅ φασιν, ἔσω λάβῃ τοὺς ὀκνοῦντας τὸ τῆς φιλοσοφίαςγλαφυρόν, εἶτα καὶ γεύσας τῆς ἐν ἀληθείᾳ γλυκύτητος ἀφήσει σοφοὺς πορεύεσθαικαὶ θηρᾶσθαι αὐτὴν καὶ ἄλλοθεν. ἔτι δὲ γίνεται καὶ μεθοδευτὴς οὕτω τῆς τῶνμύθων πιθανῆς πλάσεως, ἵνα καὶ τούτου τοῖς φιλομαθέσιν, ὡς καὶ τῶν λοιπῶνεἰδῶν τοῦ λόγου, καθηγήσηται. ἐκεῖνο δὲ καὶ μάλιστα θαυμαστὸν ἐν τούτοιςὍμηρος ἔχει, ὅτι καὶ μύθοις μεμεστωμένος ὅμως οὐ φεύγεται, ἀλλὰ στέργεται,καὶ οἱ μισεῖν αὐτὸν προϊσχόμενοι οὐκ ὀκνοῦσιν αὐτοῦ ἄλλως ἅπτεσθαι, καὶἀποδιοπομποῦντες αὖθις προσίενται, ὅμοιοι τῷ παροιμιακῷ Σκύθῃ, ὃς θεωμένωνμὲν Ἑλλήνων ἀπέσχετο ἵππου εὐγενοῦς ἐκπεπνευκότος, ἀνακάμψας δὲ καθ'ἡσυχίαν τὸ σύνηθες ἔπραττεν, ἀπολαύων οὗ ἤθελεν. εἰ δὲ καὶ οἱ χρώμενοι δηλοῦσιτὸ χρηστὸν πρᾶγμα, οὐκ ἔχει ἀντιλογίαν πολύχρηστον εἶναι χρῆμα τὴν Ὁμηρικὴνποίησιν. ἀλλ' ὅτι μὲν εὔχρηστος ὁ ποιητής, οὕτως ἀμυδρῶς δηλοῦντες ὑπεκρουσάμεθα, ὅτι μηδὲ πρόθεσις ἡμῖν Ὁμήρου ὑπερλαλεῖν. ὡς εἴγε τις ἐν σκοπῷθήσει τὸ πρᾶγμα, οὐ πολλῶν δεήσεται λόγων, ἀλλὰ προβαλεῖται τὰς βίβλους ἐκπροχείρου, ὧν αἱ μὲν εἰς αὐτόν, αἱ δὲ ἐξ αὐτοῦ συνεκροτήθησαν, καὶ ἀνύσειῥᾳδίως τὸ προτεθέν. 1.3 Λείπεται δὴ ἡμῖν, ἐπεὶ ἀποπέφανται μὴ γελοῖος εἶναι πάντῃ ὁ πονησάμενοςπερὶ τὴν Ὁμήρου ποίησιν, γενέσθαι οὗ ἐσκοπήσαμεν καὶ μὴ ἐπὶ πλέον συνιστᾶντὸν ποιητήν, ἀλλὰ ποιεῖν ὅπερ εἰς αὐτὸν οὐ πρὸς μεγιστάνων τινῶν ἐπετάχθημεν,ὁποῖά τινα πλάττονται οἱ κομψοί, ἀλλὰ πρὸς φίλων ὁμιλητῶν, οἷς ὑπολήψεώςτι χρηστῆς περὶ ἡμῶν ὕπεστιν. ἦν δὲ τὸ φιλικὸν θέλημα διὰ τῆς Ἰλιάδος ἐλθεῖνκαὶ ἐκπορίσασθαι τὰ χρήσιμα τῷ διεξοδεύοντι, οὐ λέγω ἀνδρὶ λογίῳ, ἐκεῖνονγὰρ οὐδὲν ἂν τῶν τοιούτων εἰκὸς λανθάνειν, ἀλλὰ νέῳ ἄρτι μανθάνοντι· τυχὸνδὲ καὶ μαθόντι μέν, δεομένῳ δὲ ἀναμνήσεως. καὶ δὴ γίνεται τοῦτο· καὶ τὰχρήσιμα κατὰ ἀκολουθίαν εὐσυνθέτως ἐκλέγονται, οὐχ' ὥστε μέντοι τὰ πάντωνἐνταῦθα εἶναι τῶν πονησαμένων εἰς τὸν ποιητήν, (τοῦτο γὰρ καὶ μόχθος μάταιοςκαὶ περιττὸς καὶ οὐδὲ ῥᾷον ἀνύσιμος,) ἀλλ' ὥστε τὸν γινώσκειν ἐθέλοντα εὑρίσκεινκατὰ τόπον εὐτάκτως τὰ μὴ παρέλκοντα, οἷον· ἐννοίας εὐχρήστους τῷ καταλογάδην γράφοντι καὶ βουλομένῳ ῥητορικὰς ποιεῖν εὐκαίρως παραπλοκάς·μεθόδους, ἐξ ὧν καὶ ὠφελεῖταί τις μιμεῖσθαι θέλων καὶ τῆς εὐτεχνίας θαυμάζειτὸν ποιητήν· λέξεις, τὰς πλείους μὲν ὡς πεζῷ λόγῳ προσηκούσας, πολλάκις δὲκαὶ σκληρὰς καὶ τραχείας καὶ ποιητικάς, ἃς εἰ μὴ ἀναπτύξει τις ἐτυμολογικώτερον, οὐκ εὔγνωστον ἔσται τὸ χωρίον, ὃ παρεκβέβληται· γνώμας, αἷς καὶ αὐταῖςπολλαχοῦ ἡ Ὁμηρικὴ σεμνύνεται ποίησις· ἱστορίας, οὐ μόνον αἷς ὁ ποιητὴςχρᾶται κατὰ κανόνα οἰκεῖον, ἀλλ' ἔστιν ὅπου καὶ πλατύτερον, ὡς ἐξ ὧν ἱστόρησανἕτεροι· ἔτι δὲ μύθους, τοὺς μὲν ἀκράτους καὶ ἀθεραπεύτους καὶ κατὰ μόνονθεωρουμένους τὸ προφερόμενον, τοὺς δὲ καὶ μετὰ θεραπείας ἀλληγορικῆς εἴτε καὶἀναγωγικῆς· καὶ ἕτερα μυρία καλὰ εἰς βίον χρήσιμα· καὶ ταῦτα οὐ μόνον συντόμως, ἀλλὰ καὶ ποικίλως. ὥστε εἴ τις ἀφθονήτως τὸ πᾶν περιελθὼν τοῦτο πόνημαεἴποι ἐπιεικέστερον, ὡς οὐκ ἀνωφελὲς πάντῃ ἐστὶ τὸ ἐγχείρημα, οἶμαι, οὐψεύσεται. νέων γὰρ ἀγωγὴ καὶ διατριβὴ ἀναγνώσεως συντελοῦσα εἰς τὴνὉμηρικὴν Ἰλιάδα, καλὴ ἂν καὶ αὕτη γένοιτο, εἴτε κατὰ μόνας τις ἀπολαβὼν τὸ παρὸν ἔργον αὐτὸ καθ' αὑτὸ θεωροίη εἴτε καὶ τὴν Ἰλιάδα χειριζόμενος σκέπτεσθαι τὴν ἐργασίαν ταύτην βούλεται, εἴ τί που ἐν χρῷ ἐκείνης παράπτεται. πρὸς δὲτοῖς ἄλλοις οὐδὲ ἐκτέταται τὸ προκείμενον ἔργον εἰς ἓν ὕφος καὶ σῶμα κατὰσυνέχειαν ἀδιάστατον, ἵνα τῷ ἀδιακόπῳ ἀποκναίῃ τὸν ἐντυγχάνοντα καὶ δυσεύρετον ἔχῃ τὸ κατάλυμα, ἀλλ'

    Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

    Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

    Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. 2

  • ἕκαστον τῶν χρησίμων καθ' αὑτὸ ἰδίᾳ κεῖται καὶπερατωθέντος αὐτοῦ μετάβασις ὡς ἐξ ὑπαρχῆς ἐπὶ ἕτερον γίνεται. καὶ οὕτωςὁ διὰ τοῦ συγγράμματος τούτου ἐρχόμενος συχνὰ οἷον καταλύων ἀναπαύεται.ὁποῖόν τι καὶ ἐν τοῖς εἰς τὸν Περιηγητὴν ἡμῖν γέγονε καὶ εἰς τὴν Ὀδύσσειαν δέ.καὶ ἐκεῖ γὰρ ὁμοίως τὸ ἔργον μεθώδευται παρεκβαλοῦσι τὰ εὔχρηστα ὡς ἐνἐκλογῇ κατὰ ἀκολουθίαν εὐσύνθετον, οὐ μὴν πλατεῖαν ποιησαμένοις αὐτὸ τοῦτο 1.4 ἐξήγησιν, ἵνα μή τις ἐκφλυαρίζων τὸ πρᾶγμα μυκτηρίσῃ μηδὲν ἡμᾶς καινότερονπραγματεύσασθαι. ὅπου γε καὶ νῦν ὁ μὴ πάνυ εὐγνώμων τοιοῦτος ἴσως ἔσταικαὶ θαρρῶν τὰ παρ' ἄλλοις ἀριζήλως εἰρημένα ἐξευρίσκειν καὶ ἐνταῦθα κείμεναοὐδὲν ἱερὸν εἶναι κατὰ τὴν παροιμίαν τὸ παρὸν ἔργον ἐρεῖ. ἀλλ' ὁ τοιοῦτος ἴστωκακῶς κρίνων, ἵνα μή τι πλεῖον ἐροῦμεν, συνιστῶντες ἑαυτοὺς κατὰ τὸν παροιμιακὸν Ἀστυδάμαντα. εἰ δὲ καὶ τυχὸν ὁ οὕτω δοξάζων ὀρθῶς ἔκρινεν, ἀλλ' ἡμεῖςκαὶ οὕτως ἐπιβαλοῦμεν τῷ ἔργῳ, ἵνα, εἰ μὴ ἑτέροις, ἀλλὰ τοῖς γοῦν ἀγγαρεύσασινἀρέσωμεν, ἀγογγύστως τὸ ἐπιτεθὲν φορτίον ἄραντες. ὅσα μὲν οὖν ἐκ προθύρωνοἱ σοφοὶ τῆς Ἰλιάδος προγράφουσιν, ἐξ ἐκείνων ἀναλεκτέον, ὅτι μηδὲ πρόκειταιἡμῖν ἀμαυρῶσαι τὰ τῶν ἄλλων καὶ κενὴν δόξαν θηράσασθαι καὶ σκῶμμα τοῦπάντῃ τὰ ἀλλότρια μεταγράφειν ἐφελκύσασθαι. Ἐκεῖνα δὲ καὶ μόνα πάνυ συντόμως προγραπτέον ἐνταῦθα, ὅτι τὴν Ὁμήρου ποίησιν οἱ μὲν εἰς τὸ παντελὲςἐσκίασαν καὶ ὡς οἷον αἰσχυνόμενοι, ἐὰν ὁ ποιητὴς ἀνθρωπίνως λαλῇ, ἀνήγαγονπάντα καὶ εἰς ἀλληγορίαν μετέθεντο, καὶ οὐ μόνον εἴ τί που μυθικόν, ἀλλὰ καὶτὰ ὁμολογουμένως ἱστορούμενα, τὸν Ἀγαμέμνονα, τὸν Ἀχιλλέα, τὸν Νέστορα, τὸν Ὀδυσσέα, τοὺς λοιποὺς ἥρωας, ὡς δοκεῖν τὸν ποιητὴν ἐν ὀνείροις ἡμῖνὁμιλεῖν. ἕτεροι δὲ ἀπεναντίας πάντῃ ἐκείνοις ἐλθόντες ἐξέσπασαν τὰ Ὁμηρικὰπτερὰ καὶ οὐκ ἀφῆκαν αὐτὸν πτερύσσεσθαι ὅλως μετέωρον, ἀλλὰ τοῦ φαινομένουγενόμενοι μόνου καὶ κατασπάσαντες τοῦ ἀναγωγικοῦ ὕψους τὸν ποιητὴν οὐδὲνοὐδ' ὅλως ἀφῆκαν ἀλληγορεῖσθαι παρ' αὐτῷ, ἀλλὰ καὶ τὰς ἱστορίας ἀφῆκανοὕτως ἔχειν, καλῶς γε τοῦτο ποιοῦντες, καὶ τοὺς μύθους δὲ ἀπαραποιήτουςεἰς ἀλληγορίαν εἶναι προσέταξαν. ἐν οἷς, ὡς καὶ ἐν τοῖς ἑξῆς δηλωθήσεται, καὶὁ Ἀρίσταρχος, οὐ πάνυ καλῶς τοῦτο νομοθετήσας. οἱ δὲ ἀκριβέστεροι, ὥσπερτὰς ἱστορίας ἐφ' ἑαυτῶν μένειν ἀφῆκαν, οὕτω καὶ τοὺς μύθους τὰ πρῶτα μὲντίθενται οὕτως ἔχειν ὡς λέγονται, καὶ ἐπισκέπτονται τὴν πλάσιν αὐτῶν καὶ τὴνἐν αὐτῇ πιθανότητα, δι' ἧς ἐν μύθοις ἀλήθειά τις εἰκονίζεται. εἶτα διὰ τὸ ἐναὐτοῖς φύσει ψευδὲς ἀφέντες τὸ σωματικὸν εἰκόνισμα ἀνατρέχουσιν εἰς τὴν ἐξἀλληγορίας θεραπείαν τοῦ μύθου ἢ φυσικῶς ἐξετάζοντες, ὡς ἄλλοι δηλοῦσιπλατύτερον, ἢ κατὰ ἦθος· πολλαχοῦ δὲ καὶ ἱστορικῶς. οὐκ ὀλίγοι γὰρ μῦθοι καὶπρὸς ἱστορίαν ἐκθεραπεύονται, ὡς ἀληθῶς μὲν γενομένου τοῦδέ τινος πράγματοςἐν τῷ καθ' ἡμᾶς βίῳ, τοῦ δὲ μύθου τὸ ἀληθὲς ἐκβιαζομένου πρὸς τὸ τερατωδέστερον. ταύτης τῆς ὁδοῦ ἐχομένη καὶ ἡ παροῦσα πραγματεία οὐδὲ τοὺς μύθουςἀνεπισκέπτους εἰς τὸ πᾶν ἀφήσει, ἀλλὰ περιεργάσεταί που αὐτοὺς ἀκολούθωςτοῖς παλαιοῖς. οὐ χρὴ δὲ ἀναπεσεῖν οὐδὲ νῦν τὸν ἀκούσαντα τοῖς παλαιοῖς ἡμᾶς 1.5 καὶ ἐν τούτοις ἀκολουθεῖν, ὡς δυνατὸν ὂν καὶ αὐτὸν ἐκεῖθεν τὰ τοιαῦτα ἐρανίσασθαι. πρῶτον μὲν γάρ, καθάπερ τοῖς μαγειρεύουσι χάρις, οὐχ' ὅτι τὰ μὴ ὄνταδαιτρεύουσιν, ἀλλ' ὅτι τὰ ἐπιπόνως ἔχοντα τοῦ συναγαγεῖν αὐτοὶ ἀγείραντεςεἰς ἓν παρέθεντο, οὕτω καὶ ἡμῖν ἔσται τι χάριτος, ὅτι πόνου δίχα οἱ περιτυχόντεςἔχουσι πολλαχόθεν ἐπισυναχθὲν τὸ ζητούμενον. εἶτα, εἰ καὶ ἀγέρωχόν τι καὶγαῦρον ὁ λόγος ἔχει, οὐκ οἶδα, εἰ μή τινες τῶν ὑπονώθρων μόλις περιτύχοιενἐκείνοις, ἐξ ὧν πολλὰ τῶν ἐνταῦθα ἠράνισται. εἰ δέ τι ἐν διαφόροις καὶ προσεπινενόηται, αὐτό, φασί, δείξει. Ἐπεὶ δὲ ποιητὴν μέγαν περιεργαζόμεθα, σκοπητέον τὸ τοιοῦτον ὄνομα καὶσημειωτέον, ὅτι,

    Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

    Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

    Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. 3

  • καθάπερ ἔπος ἁπλῶς μὲν ὁ λόγος, ὡς τὸ «ἔπεα πτερόεντα»,ἰδίως δὲ ἔπος ὁ ἔμμετρος λόγος, οὕτω καὶ ποιεῖν ὅλως μὲν τὸ πράττειν· καὶἔστιν ἡ χρῆσις καὶ παρὰ τῷ ποιητῇ πολλαχοῦ, ἰδιάζεται δὲ ἡ λέξις καὶ ἐπὶ τῶνῥαψῳδούντων κατά τι ἐξαίρετον διὰ τὸ τῆς ἐν αὐτοῖς πράξεως ταύτης [ἐξέχονὡς] θεῖον καὶ ἔλλογον. ὅθεν καὶ συνθέμενοί τινες τὸ ἔμμετρον ἔπος καὶ τὸ ῥαψῳδικῶς ποιεῖν ὠνόμασαν συνθέτως ἐποποιοὺς τοὺς ἐν ἁπλότητι λεγομένους καὶποιητάς, μάλιστα δὲ τοὺς ἐν ἑξαμέτρῳ τόνῳ ἡρωΐζοντας. ὧν κατάρξαι λέγεταίτις Φημονόη, γυνὴ προφῆτις Ἀπόλλωνος, ἐφευροῦσα, φασίν, αὐτὴ πρώτη τὸἔπος, κληθὲν οὕτω κατὰ τοὺς παλαιοὺς οὐ μόνον καθ' ὑπεροχήν, δι' ἣν τὸἑξάμετρον ἰδιώσατο τὴν κοινὴν προσηγορίαν τοῦ λόγου, ἀλλὰ καὶ διότι ἕπονται,φασί, τὰ πράγματα τοῖς χρησμοῖς. εἰ δὲ ἡ τοιαύτη ἐτυμολογία δασύνεσθαι ἀπαιτεῖ τὸ ἔπος, ἀλλ' ἔστι συνηγορῆσαι καὶ τῇ ψιλώσει τούτου πιθανῶς, εἴ τιςβουληθείη. τίς δὲ ἡ ἐποποιΐα καὶ ὅτι ποιήσεως εἶδος καὶ αὐτὴ ὡς καὶ ἡ τραγῳδίακαὶ ἡ κωμῳδία καὶ ἡ τῶν Κυκλίων ποιημάτων καὶ ἡ λυρικὴ καὶ ἕτεραι, ζητητέονἐν ἄλλοις. καὶ οὕτω μὲν κατέστη τὸ ποιεῖν, ἐξ οὗ καὶ ὁ ποιητὴς καὶ ἡ ποίησις.καὶ δῆλον ὅτι ποιεῖν παρὰ τοῖς παλαιοῖς, ὡς καὶ ὁ Κωμικὸς ἐμφαίνει, τὸ ποιητικῶς ἤγουν ἐμμέτρως ἀείδειν καὶ γράφειν, ὡς τὸ «ἐποίησάς ποτε ὦ Εὐριπίδη»ἀντὶ τοῦ «ἔγραψας ἐν τῇ ποιήσει σου». καὶ τοίνυν καὶ ποιητὴς ὁ οὕτω γράφων,ὁποῖος ἂν καὶ εἴη εἴτε κωμικὸς εἴτε ὁστισοῦν ἕτερος, ἐξόχως δὲ Ὅμηρος.ὡς γάρ, εἴ τις εἴπῃ ὁ ῥήτωρ, ὁ ∆ημοσθένης εὐθὺς ὑπερεχόντως ἐνοήθη, κἂν τὸνλυρικὸν ἀκούσωμεν, εἰς τὸν Πίνδαρον ἀναγόμεθα, οὕτω καὶ τὸν ποιητὴν ἀκούσαςτις μετὰ τοῦ ἄρθρου τὸν Ὅμηρον ἐνόησε. διὰ τί; ὅτι ἐν αὐτῷ ἀρετὴ πᾶσα 1.6 ποιήσεως καὶ διότι σπερματικῶς ἀρχὴ καὶ καθηγητὴς αὐτὸς πᾶσι γέγονεποιηταῖς τοῦ εἶναι, ὅπερ λέγονται. καὶ ταῦτα μὲν οὕτως, ἵνα μὴ ἐπὶ πλέον πόρρωτοῦ σκοποῦ πλαζώμεθα. Ὁμήρου δὲ γένος οὐδ' αὐτὸ περιεργασόμεθα. εἴρηται γὰρ πολλοῖς ἑτέροις,ὡς οὐκ ἂν ἡμεῖς κρειττόνως εἴπωμεν· εἰ μὴ ἄρα τοῦτο καὶ μόνον ῥητέον κατὰτὸ ἐπιτρέχον, ὅτι ἐπικρύψας ἑαυτὸν ὁ ποιητὴς καὶ σιγήσας, ὅστις ποτὲ καὶὅθεν ἦν, περιμάχητος μᾶλλον ἐγένετο καὶ πολύπατρις. ἔστι γὰρ κατὰ τὴν τῶνποθούντων ἔφεσιν καὶ Ἰήτης καὶ Σμυρναῖος καὶ Ἀθηναῖος καὶ Αἰγύπτιος, ἤδη δὲ καὶ Ἰταλός. ἀμφισβητοῦσι δ' αὐτοῦ καὶ Χῖοι, μαρτύριον προχειριζόμενοιτοὺς καλουμένους Ὁμηρίδας, ὧν καὶ Πίνδαρος μέμνηται. καὶ ἕτεροι δὲ πολλοὶὉμήρου μεταποιοῦνται σφετεριζόμενοι καὶ ἁβρυνόμενοι αὐτὸν ἔχειν πολίτην ἢἑτέροις ἀγαθοῖς σεμνύνεσθαι. Ὅτι δὲ καὶ ἕτεροι πρὸ αὐτοῦ ἦσαν ποιηταί, ὧνκαὶ Μουσαῖος ἀκέσεις νόσων συγγραψάμενος, καὶ ὅτι, ὡς καὶ Αἰλιανὸς ἱστορεῖ,μετὰ Ὀρφέα καὶ Μουσαῖον Σύαγρος γέγονε ποιητής, ὃς πρῶτος τὸν Τρωϊκὸν ᾖσε πόλεμον, καὶ τοῦτο ἐς τοσοῦτον εἰρήσθω. καὶ ὅτι ἔπνεε τὰ ἔπη Ὅμηροςκαὶ οὕτως εἶχε τῆς περιέργου καὶ ἐμμελοῦς Μούσης, ὡς οὐδὲ τοῦ ἐν ἁπλότητιπεζολογεῖν ἕτεροι, καθὰ καὶ Ἡρόδοτος ἱστορεῖ ἐν οἷς ἔγραψεν εἰς τὸν Ὅμηρον. ὡς δὲ καὶ πολλοὶ Ὅμηροι, καὶ αὐτὸ ἱστόρησαν ἕτεροι, καὶ ὅτι δὲ ὁ νῦν προκείμενος ἢ ἀπὸ τοῦ μὴ ὁρᾶν ὠνόμασται, ὡς οἱονεὶ μήορος καὶ κατὰ μετάθεσινὍμηρος, ἢ ὡς αὐτὸ τοῦτο γενόμενος Ὅμηρος, ὁποίους τοὺς ἐπὶ εἰρήνῃ διδομένους εἰς ἐνέχυρον οἴδαμεν, καὶ τοῦτο εἰς πλάτος κεῖται παρ' ἄλλοις. οἳ καίφασι τὰ ἐπὶ εἰρήνῃ ὅμηρα οὕτω λέγεσθαι παρὰ τὸ ὁμοῦ καὶ τὸ ἀρῶ τὸ ἁρμόζω·εἰς ὁμόνοιαν γὰρ ἁρμόττονται διὰ τῶν ὁμήρων οἱ διεστῶτες ἀλλήλων καὶστασιάζοντες. [χρῆσις δὲ τοιαύτης λέξεως παρὰ πολλοῖς τε ἄλλοις καὶ παρ' Εὐριπίδῃ ἐν τῷ «συλλάβετε ὅμηρον τήνδε».] Εἰ δὲ καὶ ἕτερα ποιήματά εἰσινὉμήρου, οἷον καὶ ὁ Μαργίτης καὶ ἡ τῶν μυῶν καὶ βατράχων Μάχη, ἄλλοικαὶ αὐτὸ ἐξήτασαν πρὸς ἀκρίβειαν, καὶ ἐὰν ἡ Ἰλιὰς τῆς Ὀδυσσείας προπεποίηται ἢ καὶ ἀνάπαλιν. Εἰ δὲ καὶ ἤρισεν Ὅμηρος Ἡσιόδῳ τῷ Ἀσκραίῳ καὶ ἡττήθη,ὅπερ ὄκνος τοῖς Ὁμηρίδαις καὶ λέγειν,

    Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

    Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

    Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. 4

  • ζητητέον ἐν τοῖς εἰς τοῦτο γράψασιν, 1.7 ἐν οἷς ἔκκεινται καὶ τὰ ῥητὰ τῆς ἔριδος. ὡσαύτως καὶ ἐὰν ἐπὶ τῶν Τρωϊκῶνἔτυχεν ὢν ἢ μᾶλλον μετὰ τὰ Τρωϊκά. ταῦτα γὰρ πάντα εἰ ἐπιμελῶς φυλοκρινήσειτις, βίβλος ἱστορικὴ πολύλογος συντεθήσεται. ἡμῖν δὲ οὐ τοῦτο σκοπός, ἐκεῖνοδὲ μᾶλλον ὃ καὶ προεξεθέμεθα. Ἔτι κἀκεῖνο προλαβεῖν χρὴ ἐχόμενον ἤδη καὶπροκλητικὸν τοῦ παρεκβολικοῦ σκοποῦ, ὅτι ἀνδρώδης μὲν ἡ Ἰλιὰς καὶ σεμνοτέρακαὶ ὕψος ἔχουσα, ἐπεὶ καὶ ἡρωϊκωτέρα· ἠθικὴ δὲ ἡ Ὀδύσσεια, ὡς ἐκεῖ σαφέστερον γέγραπται· καὶ ὅτι τὴν Ὁμηρικὴν ἰσχὺν οὐ τοσοῦτον ἐν τῇ Ἰλιάδι ἔστι καταμαθεῖν, ὅσον ἐν τῇ Ὀδυσσείᾳ. ἐνταῦθα μὲν γὰρ πολλαὶ ἀφορμαὶ εἰςῥητορείας δαψίλειαν, ἐκεῖ δὲ γλισχρότατος καὶ πάντῃ ὀλιγόϋλος ὁ τοῦ βιβλίουσκοπός. καὶ ὅμως ἐξήρκεσεν ὁ ποιητὴς βίβλον καὶ ἐκείνην τηλικήνδε καὶ τοιαύτην διασκευάσασθαι παραδεικνύων, ὅτι παμπλούσιός ἐστι καὶ πάνυ φιλότιμοςἔν τε πολυαφόρμοις καὶ ἐν μὴ τοιαύταις γραφαῖς. ὅθεν ἐκεῖνο μὲν τὸ βιβλίον ἀπὸἑνὸς προσώπου τοῦ Ὀδυσσέως ὠνόμασεν ὑποδηλῶν τὸ ὀλίγον τῆς τοῦ γράφεινὕλης, ὡς μόνα δῆθεν λέξων τὰ κατὰ τὸν Ὀδυσσέα, εἰ καὶ ἄλλως κατὰ μέθοδονοἰκείαν καὶ ἕτερα πολλὰ παρενέπλεξε. ταύτην δὲ τὴν βίβλον συλληπτικώτερονἸλιάδα ἐκάλεσε καὶ οὔτε ἀπὸ ἑνός τινος ὡς ἐὰν Ἀχίλλεια ἤ τι τοιοῦτον ἐκαλεῖτο, οὔτε διὰ τοὺς Ἰλιεῖς, ὡς δηλαδὴ τὰ τῶν Ἰλιέων μόνων περιέχουσαν κακά, ἀλλ' ὅτι περιέχει τὰ κατὰ τὴν Ἴλιον συμπεσόντα ἤτοι τὰ Τρωϊκά, εἰ δέ τινεςἐπαγωνίζονται δεῖξαι, ὅτι ὡς οἷον ἀπὸ προσώπου παθόντος, τοῦ τῶν Ἰλιέωνδηλαδὴ λαοῦ, ἡ ποίησις αὕτη ὠνόμασται Ἰλιάς, ὅθεν κερδήσαντες καὶ οἱ μετὰτὸν Ὅμηρον τραγικοὶ καὶ ἕτεροι ἐκ προσώπων παθόντων οἰκεῖα πολλάκιςἐπιγράφουσι δράματα, οἱ τοιοῦτοι αὐτόθεν ἐλέγχονται ἄλλως τε καὶ ὅτι οὐχ'ἁπλῶς ἐνταῦθα ὁ ποιητὴς περὶ τῶν Ἰλιέων λέγει τί ἔπαθον, ἀλλὰ καὶ τοῦτομέν, σκοπὸς δὲ αὐτῷ τοῦ βιβλίου, ὡς καὶ αὐτὸς ἐν προοιμίῳ ἐκτίθεται, εἰπεῖνὅσα κακὰ ἐν τῷ καιρῷ τῆς τοῦ Ἀχιλλέως μήνιδος καὶ οἱ Τρῶες καὶ οἱ Ἕλληνες ἔπαθον καὶ μάλιστα οἱ Ἕλληνες. διὸ καὶ «οὐλομένην» εἰπὼν τὴν τοῦ Ἀχιλλέως μῆνιν ἐπάγει «ἣ μυρί' Ἀχαιοῖς ἄλγε' ἔθηκε» μονονουχὶ λέγων ὀλεθρίαν γενέσθαιτὴν τοιαύτην μῆνιν, διότι κακὰ ἐξ αὐτῆς οἱ Ἀχαιοὶ ἔπαθον κατά τινα εἱμαρμένην, ὡς ἐν τοῖς ἑξῆς δηλωθήσεται. καὶ διὰ ταῦτα μὲν τὸ βιβλίον τοῦτο καλεῖταιἸλιάς. ∆οκεῖ δὲ ἡ τοιαύτη λέξις κτητικὴ εἶναι καὶ ἐλλειπτικῶς ἔχειν. ὥσπεργὰρ λόγχη καὶ γῆ καὶ Τροία καὶ μάχη καὶ σκοπιὰ Ἰλιὰς παρὰ τοῖς τραγικοῖς 1.8 ἀντὶ τοῦ Ἰλιακή, ὅ ἐστι Τρωϊκή, οὕτω καὶ ἐνταῦθα Ἰλιάς, βίβλος δηλαδή, ἢ Ἰλιὰς ποίησις ἢ ἱστορία Ἰλιάς. ὥσπερ καὶ τὸ Ἰάς. καὶ τοῦτο γὰρ ἐλλέλειπταιδηλοῦν ὅτι Ἰωνικὴ διάλεκτος. Σημείωσαι δὲ ἐνταῦθα καὶ ὅτι τὸ μὲν εἰπεῖνὉμήρου Ἰλιάς ταὐτόν ἐστι τῷ Ὁμήρου Τρωϊκά, τὸ δὲ Ἰλιὰς μάχη τραγικῶἴσον δύναται τῷ Τρωϊκὸς πόλεμος. ἀλλὰ γὰρ ἤδη τῷ σκοπῷ ἐγχειρητέον,ἵνα μή ποθεν ἀκούσωμεν περιττὰ ἐν οὐ δέοντι σοφίζεσθαι.

    1.9 ΕΚ ΤΩΝ ΤΗΣ ΑΛΦΑ ΡΑΨΩΙ∆ΙΑΣ Ὅτι ἓν μέν τι σῶμα συνεχὲς διόλου καὶ εὐάρμοστον ἡ τῆς Ἰλιάδος ποίησις,οἱ δὲ συνθέμενοι ταύτην κατ' ἐπιταγήν, ὥς φασι, Πεισιστράτου τοῦ τῶνἈθηναίων τυράννου γραμματικοὶ καὶ διορθωσάμενοι κατὰ τὸ ἐκείνοις ἀρέσκον,ὧν κορυφαῖος ὁ Ἀρίσταρχος καὶ μετ' ἐκεῖνον Ζηνόδοτος, διὰ τὸ ἐπίμηκες καὶδυσεξίτητον καὶ διὰ τοῦτο προσκορὲς κατέτεμον αὐτὸ εἰς πολλά. καὶ τὰτοιαῦτα τμήματα οὐκ ἠθέλησαν ὀνομάσαι πρῶτον τυχὸν λόγον καὶ δεύτερον καὶτρίτον καὶ τὰ ἑξῆς, καθάπερ ἐποίησε Κόϊντος ἐν τοῖς μετὰ τὸν Ὅμηρον,ἀλλ' ἐπειδήπερ ἡ βίβλος ἐξήρκει πρὸς πλείω τμήματα, ἔκριναν σεμνὸν ὀνομάσαιτὰς τομὰς τοῖς ὀνόμασι τῶν εἰκοσιτεσσάρων στοιχείων τῆς

    Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

    Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

    Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. 5

  • ἀνθρωπίνηςἐναρμονίου φωνῆς. ὅθεν καὶ τὸ μὲν προκατάρχον τμῆμα ἄλφα ὠνόμασαν, τὸ δὲμετ' αὐτὸ βῆτα καὶ γάμμα τὸ ἐφεξῆς καὶ τὰ ἐχόμενα ὁμοίως κατὰ εὔτακτον λόγονἕως τοῦ μεγάλου ˉω, τιμῶντες οὕτω τὴν Ὁμηρικὴν ποίησιν τῷ πρεσβείῳ τῶνστοιχειωδῶν γραμμάτων καὶ μηδὲ πράγματα ἔχοντες τῇ εὑρεσιλογίᾳ τῶνἐπιγραφῶν καὶ φιλοσόφων δὲ ἔργον ποιοῦντες, οἳ πολλαχοῦ τὰ οἰκεῖα συγγράμματα οὕτως ἐπιγράφουσι σεμνότερον. διὸ καὶ τὰ εἰκοσιτέσσαρα τμήματατῆς Ὁμηρικῆς ποιήσεως, τῆς τε κατὰ τὴν Ἰλιάδα καὶ τῆς ἐν τῇ Ὀδυσσείᾳ,οὐ μόνον ἄλφα καὶ βῆτα καὶ γάμμα ὀνομάζονται καὶ τὰ ἑξῆς, ἀλλὰ καὶ γράμματα καλοῦνται, καθὰ καὶ τὰ ῥηθέντα στοιχεῖα τῆς φωνῆς, οὐ μὴν δράματα,ὡς τὰ παρὰ τοῖς τραγικοῖς· αὐτὰ γὰρ ἀπὸ τοῦ μιμηλῶς ἐν θεάτροις δρᾶσθαιδράματα λέγονται, οὐ μὴν γράμματα. εἰ δὲ καὶ τὴν Ὁμηρικὴν ποίησιν οἱὕστερον ὑπεκρίνοντο δραματικώτερον, τὴν μὲν Ὀδύσσειαν ἐν ἁλουργοῖςἐσθήμασι, τὴν δὲ Ἰλιάδα ἐν ἐρυθροβαφέσιν, ἐκεῖνο μὲν κατὰ τοὺς παλαιοὺςδιὰ τὴν ἐν θαλάσσῃ πλάνην τοῦ Ὀδυσσέως, τοῦτο δὲ διὰ τοὺς ἐν Τροίᾳ φόνουςκαὶ τὰ ἐντεῦθεν αἵματα, ἀλλὰ τοῦτο μὲν σύμβαμα καὶ καινότερον ἐπινόημα τῶνἐσύστερον. ὁ δὲ ποιητὴς εἰ καὶ δραματικῶς ἔγραψεν, ἀλλ' οὐκ ἐδραματούργησεσκηνικῶς. διὸ οὐδὲ δράματα τὰ τῆς ἐκείνου ποιήσεως τμήματα. οὐ μόνον δὲγράμματα τὰ τοιαῦτα, ἀλλὰ καὶ ῥαψῳδίαι καλοῦνται διὰ τὸ κατὰ συνθήκην τεχνικὴν ῥάπτεσθαι οἷον τὴν ᾠδήν. καὶ φέρεται εἰς τὴν τοιαύτην ἔννοιαν Ἡσιόδου 1.10 χρῆσις αὕτη ἐν μέτρῳ ἡρῴῳ·Ἐν ∆ήλῳ τότε πρῶτον ἐγὼ καὶ Ὅμηρος ἀοιδοὶ μέλπομεν, ἐν νεαροῖς ὕμνοις ῥάψαντες ἀοιδήν. Ὅτι δὲ καὶ παρὰ τὴν ῥάβδον ἡ ῥαψῳδία εἴρηται, οἱονεὶ ῥαβδῳδία τις οὖσα,φασὶ καὶ τοῦτο οἱ παλαιοί, ἀκολουθοῦντες Καλλιμάχῳ εἰπόντι «τὸν ἐπὶ ῥάβδῳμῦθον ὑφαινόμενον». δαφνίνη δὲ ἦν ἡ ῥάβδος, ἣν κατέχοντες ἐποιοῦντο τὰςτοιαύτας ᾠδάς. καὶ τὴν αἰτίαν οἱ τῆς γραμματικῆς ἐξηγηταὶ λέγουσι. καὶοὕτω μὲν τὰ Ὁμηρικὰ εἰκοσιτέσσαρα γράμματα καὶ ῥαψῳδίαι ἐλέγοντο,μερικαί τινες οὖσαι περιπέτειαι, ὥς φασιν οἱ παλαιοί, καὶ μικραὶ ὑποθέσεις.αἱ δὲ αὐταὶ ῥαψῳδίαι καὶ ποιήματα ἐκαλοῦντο ὡς μέρη. ποίησις μὲν γὰρ ἡ ὅληβίβλος· ποίημα δὲ τόδε τὸ γράμμα ἤγουν ἥδε ἡ ῥαψῳδία, τὸ ἄλφα, τὸ βῆτακαὶ τὰ λοιπά. οἱ δὲ πλείους τῶν παλαιῶν τήν τε ὅλην Ὁμηρικὴν ποίησινῥαψῳδίαν λέγουσι καὶ ῥαψῳδοὺς τοὺς αὐτὴν ᾄδοντας· ἔτι δὲ καὶ ῥαβδῳδοὺςδιὰ τὴν ἄνω ῥηθεῖσαν δαφνίνην ῥάβδον· διὰ δὲ τὴν αὐτὴν καὶ στιχῳδούς· στίχοιγάρ, φασίν, ὑπό τινων αἱ ῥάβδοι ἐλέγοντο. ἀλλὰ καὶ ἀρνῳδούς, ἐπειδὴ οἱἀγωνιζόμενοι ἐν ᾠδῇ Ὁμηρικῇ καὶ νικῶντες ἄρνα ἐλάμβανον ἔπαθλον. Πινδάρῳδὲ ἀρέσκει οὐκ ἀπὸ ῥάβδου ἀλλ' ἐκ τοῦ ῥάπτειν τοὺς ῥαψῳδοὺς λέγεσθαι. περιφράζων γὰρ τοὺς ῥαψῳδούς «ῥαπτῶν ἐπέων ἀοιδούς» αὐτοὺς λέγει. ῥάπτειν δὲἢ ἁπλῶς, ὡς εἴρηται, τὸ συντιθέναι ἢ τὸ κατὰ εἱρμόν τινα ῥαφῇ ὁμοίως εἰς ἓνἄγειν τὰ διεστῶτα. σποράδην γάρ, φασί, κειμένης καὶ κατὰ μέρος διῃρημένηςτῆς Ὁμηρικῆς ποιήσεως, οἱ ᾄδοντες αὐτὴν συνέρραπτον οἷον τὰ εἰς ἓν ὕφοςἀδόμενα. ἢ καὶ ἄλλως, διότι κατὰ μέρος, φασί, τῆς ποιήσεως διαδεδομένης τὴνσύμπασαν ποίησιν ἐπιόντες οἱ ᾄδοντες καὶ τὰ ἐξ ἑκατέρας Ὁμηρικῆς βίβλουσυρράπτοντες, ὡς ἐβούλοντο, ῥαψῳδοὶ ἐντεῦθεν προσηγορεύθησαν. τῆς δὲτοιαύτης ῥάψεως παράδειγμα σαφὲς καὶ οἱ κέντρωνες, τουτέστι τὰ λεγόμεναὉμηρόκεντρα. κέντρωνές τε γὰρ κυρίως λέγονται τὰ ἐκ διαφόρων χροιῶνσυνερραμμένα εἰς ἕν, οἷς ὡμοίωνταί πως τὰ Ὁμηρόκεντρα. καὶ ῥαψῳδία δὲ ἡἐξ ἑκατέρων τῶν Ὁμηρικῶν ποιήσεων συρραφεῖσα ᾠδὴ ἀναλόγως τῷ ὑποκειμένῳ πράγματι, γάμῳ τυχὸν ἢ ἑορτῇ. Τοῦ δὲ ἀπαγγέλλειν τὴν Ὁμήρουποίησιν σκεδασθεῖσαν ἀρχὴν ἐποιήσατο Κύναιθος ὁ Χῖος. ἐλυμήναντο δέ, φασίν, 1.11 αὐτῇ πάμπολλα οἱ περὶ τὸν Κύναιθον καὶ πολλὰ τῶν ἐπῶν αὐτοὶ ποιήσαντεςπαρενέβαλον. διὸ καὶ

    Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

    Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

    Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. 6

  • διωρθώθησαν αἱ Ὁμηρικαὶ βίβλοι, ὡς ἀνωτέρω εἴρηται.τοῦτο δὲ οὐ μόνον οἱ περὶ Πεισίστρατον γραμματικοὶ ἐποίησαν, ἀλλὰ καὶἕτεραι Ὁμηρικαὶ διορθώσεις μνημονεύονται, οἷον καὶ ἡ ἱστορουμένη ἀπὸ νάρθηκος καὶ Μασσαλιωτικὴ δέ τις καὶ Σινωπική. καὶ ταῦτα μὲν ἱκανῶς ἕως ὧδε. Τὸ δὲ πᾶν τοῦ παρόντος λόγου εἰπεῖν ἐν βραχεῖ, ἐπιγραφὴ τοῦ παρόντοςγράμματος τριπλῆ· Ἰλιάδος Ἄλφα καὶ Ῥαψῳδία καὶ Γράμμα. καὶ δηλοῦταιἐν τούτοις τοῖς τρισὶ κατὰ πολυωνυμίαν ἓν νόημα. φέρονται δὲ καὶ ἕτεραιἑκάστου γράμματος ἐπιγραφαὶ ἀνὰ δύο· μία μὲν ἐν πεζαῖς λέξεσιν, ἑτέρα δὲἐν στίχῳ ἡρωϊκῷ. καὶ αἱ μὲν ἄλλαι ῥηθήσονται κατὰ καιρόν. τῆς δὲ παρούσηςῥαψῳδίας ἡ μὲν πεζὴ ἐπιγραφὴ αὕτη· Λοιμὸς καὶ Μῆνις. ἡ δὲ ἔμμετρος ἥδε·Ἄλφα, λιτὰς Χρύσου, λοιμὸν στρατοῦ, ἔχθος ἀνάκτων. λείπεται δὲ πάντωςαὕτη ῥήματος, ἵνα λέγῃ ὅτι ἡ ἄλφα ῥαψῳδία περιέχει ἢ ἱστορεῖ τὰ καὶ τά.Ὅτι δέκα ἐτῶν περιπλομένων τοῖς Ἕλλησι περὶ τὸν Τρωϊκὸν πόλεμον Ὅμηροςτὴν Ἰλιάδα ἐκ τῶν τελευταίων ἤγουν ἐκ τοῦ δεκάτου ἔτους ἐποίησεν καὶ οὐδὲἐξ αὐτοῦ ὅλου, ἀλλ' ἐκ μέρους τινός, τουτέστι τῆς ἐν αὐτῷ συμπεσούσηςμήνιδος τοῦ Ἀχιλλέως. ἐμεθώδευσε δὲ ὁ ποιητὴς τοῦτο ἅμα μὲν διὰ τὸ καινοπρεπὲς καὶ τῷ ἀνελπίστῳ ξενίζον, τὸ γὰρ κατὰ φύσιν ἀπὸ τῶν πρώτων ἄρξασθαιοὔτε καινόν τι ἔχει καὶ ὁ ἀκροατὴς δὲ ὡς ἐπὶ πολὺ οὕτως ἐλπίζει γενέσθαι,ἅμα δὲ καὶ διὰ τὸ δεινότερον, τουτέστιν οἰκονομικώτερον. οὐδὲ γὰρ εἶχεν ἄλλωςἀξιόλογον ὕλην γραφῆς, διότι τὰ μὲν προηγησάμενα ἐννέα ἔτη ἀνειμένωςεἶχον τῆς μάχης, πολεμαρχοῦντος τοῦ ἀνδρειοτάτου Ἀχιλλέως καὶ τοὺς Τρῶας ὡς τὰ πολλὰ τῇ πόλει διὰ δέος ἐγκατακλείοντος. ὅτε δὲ αὐτὸς ἐμήνισε,συνετάθη ὁ πόλεμος ἀναθαρρησάντων τῶν Τρώων. καὶ τεχνικὴν εὐπορίανἐνταῦθα εὗρε τοῦ γράφειν ὁ ποιητής, ὃν καὶ οἱ μετ' αὐτὸν μιμησάμενοι τραγικοίτε καὶ κωμικοὶ καθ' ὁμοιότητά τινα καὶ αὐτοὶ μετεχειρίζοντο τὰ οἰκεῖα ποιήματα. ἡ αὐτὴ δὲ τῷ Ὁμήρῳ μέθοδος καὶ ἐν Ὀδυσσείᾳ διεχειρίσθη. ἐὰν δέ τις λίχνος τὴν ἀκοὴν καὶ ζητητικὸς τὰ εἰς μάθησιν δυσκόλως ἔχῃ περὶ τὴν μέθοδονβαρυνόμενος, ὅτι τὸ τέλος μαθὼν ἀνήκουστος ἔσται τῶν πρὸ τοῦ τέλους,πραϋνέσθω οἷς οὐδὲ τὰ ἐν ἀρχῇ παραλείπουσιν οἱ ὄντως ἐκ τῶν τελευταίωνἀρχόμενοι, ἀλλ' εὐμεθόδως καὶ αὐτὰ τῇ τοῦ βιβλίου ὁλότητι παρενσπείρουσιν.οἷον μετὰ τὴν τοῦ Πάριδος κρίσιν ἐπὶ ταῖς θεαῖς ἀρχὴ τοῦ Τρωϊκοῦ πολέμου,Ἑλένης ἁρπαγή, καὶ μετὰ ταύτην, συνελόντα φάναι, ἀνάπλους Ἑλλήνων εἰςΤροίαν διὰ ἄμυναν ὑπὸ καθηγητῇ τῷ Κάλχαντι. εἶτα μερισμὸς Ἑλλήνων εἴς τε1.12 τοὺς πολιορκοῦντας καὶ εἰς τοὺς ὑπ' Ἀχιλλεῖ πολεμάρχῳ ληϊζομένους, ὅπουτε νῆσοι καὶ ὅπου χερσαῖαι πόλεις. μετὰ δὲ μυρία τὰ ἐν μέσῳ ἅλωσις καὶ τῶνὑποπλακίων Θηβῶν καὶ αἰχμαλωσία Χρυσηΐδος, ἐφ' ᾗ πρεσβεία Χρύσου καὶπαρόρασις, ἣν ἔπαθε, καὶ χόλος Φοίβου καὶ λοιμὸς καὶ μῆνις Ἀχιλλέως. ὁ δὲποιητὴς τὰ φθάσαντα παραδραμὼν ἐκ ταύτης ἤρξατο. καὶ διῆλθε μὲν καὶ αὐτὴνκαὶ τὰ κατ' αὐτήν, οὐκ ἀφῆκε δὲ ὅμως οὐδὲ τὰ πρὸ ταύτης, ἀλλὰ καὶ ἐκεῖνακαὶ ἄλλα μυρία τῶν παλαιοτέρων παρενέθετο ἐνσπείρας ὧδε καὶ ἐκεῖ, ὅπῃπαρήκοι, ὡς αὐτὸς ἐνόει καλὸν εἶναι. καὶ οὐ ταῦτα μόνον, ἀλλὰ πολλὰ καὶ τῶνἐφεξῆς τῆς μήνιδος τῇ Ἰλιάδι ἐπελευστικώτερον παρενέβαλεν, οἷον τὸν τοῦἈχιλλέως θάνατον, τὴν τῆς Τροίας ἅλωσιν, ὅτι ὁ Αἰνείας ἄρξει ποτὲ τῶν Τρώωνκαὶ ἄλλα τοιαῦτα. ὥστε εἴ τις εἴποι, τὸν Ὅμηρον μὴ αὐτὸ τοῦτο ἐκ τῶν τελευταίων ἄρξασθαι, ἀλλὰ μᾶλλον ἐκ τῆς τῶν ἔργων ἀκμῆς, παρεισκυκλῆσαι δὲ καὶτὰ τοῦ φθάσαντος χρόνου δεξιώτατα καὶ τὰ τοῦ μέλλοντος, ὑγιῶς ἂν εἴποι εἴςτε τὴν Ἰλιάδα καὶ εἰς τὴν Ὀδύσσειαν ἀπιδών, ἐν αἷς καὶ ἀμφοτέραις τῇ αὐτῇ μεθόδῳ ἐχρήσατο. τοῦτο δὲ καὶ ἄλλοι μέν, ὡς εἴρηται, τῶν παλαιῶν ἀπονάμενοιὉμήρου ἐμιμήσαντο, μάλιστα δὲ Εὐριπίδης, ὃς καὶ αὐτὸς φανερῶς ἐκ τοῦμέσου τῶν δραματικῶν ἀρχόμενος ὑποθέσεων,

    Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

    Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

    Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. 7

  • εἶτα καὶ τὰ φθάσαντα παρεισάγεικαὶ τὰ μέλλοντα δὲ ὕστερον εὐφυέστατα παρενείρει τῷ λόγῳ, στοχαστικῶςἐκεῖνα ἐκ τοῦ εἰκότος ἢ καὶ μαντικῶς σχηματίζων, ὅπερ καὶ ἐν ταῖς ἠθοποιΐαιςγίνεται, ἵνα μηδενὸς μέρους τῆς προκειμένης ἱστορίας ἢ ἁπλῶς ὑποθέσεωςἀνήκοος εἴη ὁ θεατής τε καὶ ἀκροατής. Ὅτι δὲ οἶδεν ὁ ποιητὴς καὶ τὴν κατὰφύσιν ἀφήγησιν ἤτοι τὴν ἀπὸ τῶν πρώτων ἀρχομένην διὰ σαφήνειαν καὶπροϊοῦσαν ἐπὶ τὰ ἐφεξῆς δειχθήσεται πολλαχοῦ. ἐνταῦθα δὲ ἰστέον καὶ ὅτι σχῆμαεὐκρινείας καὶ σαφηνείας παρὰ τοῖς παλαιοῖς ἡ προέκθεσις, προδιδάσκουσακεφαλαιωδῶς καὶ προεκτιθεμένη τὸν τοῦ ἐφεξῆς λόγου σκοπόν. ὃ δὴ καὶἐνταῦθα ποιεῖ Ὅμηρος λέγων, ὅτι ἐκ τῆς τοῦ Ἀχιλλέως ἀρξάμενος μήνιδος ἀφηγήσεται τὰ ἐν αὐτῇ συμβεβηκότα κακὰ οὐ μόνον τοῖς Ἀχαιοῖς, εἰ καὶ τούτοιςἐπὶ πλέον, ἀλλ' ὡς εἰκὸς καὶ τοῖς Τρωσίν. οὐ γὰρ ἦν αὐτοὺς καθ' Ἑλλήνων εὐδοκιμοῦντας μὴ καὶ ἀντιπάσχειν τὰ κατὰ νόμον πολέμου. ∆ιὰ τί δὲ ἀπὸ τῆς τοῦἈχιλλέως ἤρξατο μήνιδος, εἴρηται. Ὁ δὲ σχηματισμὸς τῆς προεκθέσεως ταύτης κατὰ τοιαύτην προάγεται μέθοδον. προκαλεῖται ὁ ποιητὴς Μοῦσαν, ὡςκαὶ μετ' ὀλίγα ῥηθήσεται σαφέστερον καὶ πλατύτερον, ὥστε εἰπεῖν τήν τε τοῦ 1.13 Ἀχιλλέως μῆνιν τὴν ὀλεθρίαν, τὴν πολλοὺς καὶ ἀλγύνασαν καὶ θανατώσασανκαὶ τὴν αἰτίαν δὲ καὶ τὸν καιρὸν τῆς τοιαύτης μήνιδος. εἶτα οἱονεὶ τὴν Μοῦσανεὑρὼν ὑπακούουσαν εἰς ἀφήγησιν τοῦ ζητηθέντος αὐτὸς μὲν τοῦ λοιποῦ δῆθενσιωπᾷ στήσας τὸν ἑαυτοῦ λόγον ἢ εἰς τὸ «Ἀτρείδης ἄναξ ἀνδρῶν», ὥς τινεςεἶπον, ἢ μάλιστα εἰς τὸ «τίς δὴ αὐτοὺς θεὸς ἔριδι ξυνέηκε μάχεσθαι;» τὸ δὲἐντεῦθεν ἡ Μοῦσα διαδεξαμένη τὸν λόγον περαίνει τὴν ὅλην ποίησιν, ἐρωτωμένηπου πάλιν κατά τινα ποσὰ διαστήματα ἢ καὶ ἄλλως ἀφήγησιν ζητουμένη ὑπὸτοῦ ποιητοῦ καὶ αὖθις λαλοῦσα, ὡς φανήσεται. Ἰστέον δὲ ὅτι, ὥσπερ ἡ Ἰλιὰς ἀπὸ προεκθέσεως ἄρχεται, οὕτω καὶ ἡ Ὀδύσσεια, ὡς δῆλόν ἐστι τοῖς μετιοῦσιναὐτήν. (ῃ. 1) Ὅτι μῆνις κατὰ τοὺς παλαιοὺς ἡ ἐπιμένουσα ὀργή, ἐκ τοῦ μένειν, οὐμὴν ἐκ τοῦ μαίνεσθαι· ἀπὸ τούτου γὰρ ἡ μανία γίνεται, οὐκέτι μῆνις αὐτὴοὖσα οὐδὲ ἄλλο τι εἶδος ὀργῆς, ἀλλὰ φρενῶν ἔκστασις. τινὲς δὲ μῆνίν φασι παρὰτὸ μὴ ἕν· στερεῖ γὰρ τῆς ἑνότητος διϊστῶσα τοὺς ἐρίζοντας. δεῖ δὲ εἰδέναιὅτι ἐπὶ τῶν παροξυνομένων ἀνθρώπων τέσσαρα ταῦτα λέγονται ὀνόματα παρὰτῷ ποιητῇ· θυμός, χόλος, μῆνις, κότος. ὧν θυμὸς μὲν καὶ χόλος ταὐτά ἐστιν,ὥσπερ καὶ ἡ κοινότερον μεθ' Ὅμηρον λεγομένη ὀργή· καί εἰσι τὰ τρία ταῦτα, ὁθυμός, ὁ χόλος καὶ ἡ ὀργή, συνώνυμα κατὰ τοὺς γραμματικούς. κατὰ δὲ ἄλλουςπολυώνυμα, καθὰ καὶ τὸ βροτός, μέροψ, ἄνθρωπος καὶ τὸ ξίφος, ἄορ, σπάθη,φάσγανον. παρῆκται δὲ ὁ μὲν θυμὸς παρὰ τὸ θύειν, ὃ δηλοῖ τὸ ὁρμᾶν, καὶ τὸ αἷμα,οἱονεὶ θύαιμός τις ὤν· κίνησις γὰρ αἵματος ἐν καρδίᾳ ἐστὶν ὁ θυμός. ὁ δὲ χόλοςπαρὰ τὴν χολήν. ἡ δὲ ὀργὴ παρὰ τὸ ὀρέγω. καὶ γὰρ ἀντιλυπήσεώς ἐστιν ὄρεξιςὁ θυμός. καὶ οὕτω μὲν χόλος καὶ ὀργὴ καὶ θυμὸς πολυωνυμοῦσιν ἐν ταὐτότητισημασίας καί εἰσιν ἔτι ἐν καταρχῇ τινι καὶ κινήσει καὶ πάθους θυμικοῦ ἀρχομένουεἰσὶν ὀνόματα. ὃ δὴ πάθος, εἰ παραμείνῃ, μῆνις λέγεται· ἐγκαθίσαν δὲ τῇ ψυχῇἐπὶ πλέον εἰς κότον ἀποκαθίσταται, ὃς οὕτω λέγεται ἀπὸ τοῦ κεῖται ῥήματος.καὶ ἡ μὲν κυριολεξία τῶν ῥηθέντων ὀνομάτων τοιαύτη· παρὰ δὲ τῷ ποιητῇποτε καὶ συγχέονται, ὡς τήν τε μῆνιν χόλον λέγεσθαι, οἷον «μὴ ἐμὲ γοῦντοιοῦτος χόλος λάβοι», ὡς ἐν τῇ πʹ ῥαψῳδίᾳ, καὶ ἀνάπαλιν, οἷον «Ἀτρείδης δ' 1.14 ἑτέρωθεν ἐμήνιεν» ἀντὶ τοῦ ἐχολοῦτο, ἀδιαφορεῖν δέ ποτε καὶ τὸν χόλον καὶ τὸνκότον, ὡς δηλοῖ τὸ «οὐδ' ὄθομαι κοτέοντος» ἤγουν χολουμένου, καὶ ἁπλῶς ἀντὶἀλλήλων κεῖσθαι, ὡς εἴπερ ἅπαντα ἓν ἦσαν. Ἰστέον δὲ ὅτι τινὲς οὐχ', ὡςεἴρηται, ταὐτίζουσι θυμὸν καὶ ὀργήν, ἀλλὰ διαφορὰς αὐτῶν οἴδασι καὶ ἑτέραςμὲν καὶ ταύτην δέ, ὡς ὁ μὲν θυμὸς ὀξεῖαν τοῦ πάθους ἔχει κίνησιν, λεγόμενος,φασίν, οὕτω διὰ τὸ ἐξ ἀναθυμιάσεως χυμῶν

    Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

    Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

    Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. 8

  • γίνεσθαι· ἡ δὲ ὀργὴ μονιμωτέραν καὶπαρατεταμένην, φασίν, ἐμφαίνει τὴν ἐπὶ τῇ λύπῃ ἐκπλήρωσιν. Ὅτι τὸ μῆνινἈττικόν ἐστι καὶ Ἰωνικόν· μήνιδα δὲ τὸ κοινὸν οὐκ οἶμαι εἴ τις ἐν χρήσει εὑρήσει, ὥσπερ ἐν τῇ γʹ ῥαψῳδίᾳ τὸ ἔριδα. δῆλον δὲ ὅτι ἐν πολλοῖς ἐπικοινωνοῦσιν αἱδύο αὗται διάλεκτοι διὰ τὸ καὶ ἀποίκους Ἀθηναίων εἶναι τοὺς Ἴωνας, Ἰώνωνκαλουμένων ποτὲ καὶ αὐτῶν ἀπὸ ἄρχοντος Ἴωνος. ὅμοιον δέ τι καὶ περὶ τῆς Αἰολίδος καὶ ∆ωρίδος διαλέκτου λέγεται, ὡς καὶ αὐτῶν ὁμοιότητά τινα ἐχουσῶν. ∆ωριεὺς δὲ τὴν παρὰ Ἀττικοῖς μῆνιν μᾶνιν εἴποι ἄν. κανὼν δὲ τοῦ βραχυκαταληκτεῖν τὴν μῆνιν κατὰ Ἡρωδιανὸν τοιοῦτος· τὰ εἰς ˉν λήγοντα ἐν τῇ αἰτιατικῇπάντα βραχέα ἐστίν· οἷον, Εὔπολιν, Ἄλεξιν, ἔχιν, Θέτιν. οὕτω γοῦν καὶ μῆνιν.διό, φησί, τὴν κνημῖδα καὶ σφραγῖδα οἱ Αἰολεῖς κναμὶν καὶ σφραγὶν λέγοντεςμετὰ ὀλιγότητος συλλαβῶν συστέλλουσιν. Ὅτι τὸ ἀείδειν, ὃ πρωτότυπόν ἐστικαὶ ἐντελέστερον τοῦ ᾄδειν, κυρίως ἐπὶ ποιημάτων διὰ τὸ ἐμμελὲς τῆς ποιήσεως. καὶ οὐκ ἔστι καιριωτέραν τούτου λέξιν ἐνταῦθα εἰπεῖν, οὔτε τὸ φάσθαιοὔτε τὸ μυθεῖσθαι οὔτε ἄλλο τι τοιοῦτον, ὁποῖον καὶ τὸ λέγειν· ὅπου γε καὶ ἡἁρμονικὴ σοφία διαφορὰν οἶδε τοῦ ᾄδειν καὶ τοῦ λέγειν, τὸ μὲν ᾄδειν ἀπονέμουσα τῇ ἐμμελείᾳ, τὸ δὲ λέγειν τῷ ἀμελεῖ λόγῳ διδοῦσα. ἀείδεσθαι γοῦν φαμεντὰ ποιήματα, ἀείδειν δέ ἐστι τὸ ἐμμελῶς λέγειν, καὶ ᾠδὴ ὁ μεμελισμένος λόγος,ὃς καὶ ἔξαρμα ἔχει ἤγουν ὕψος, ὄγκον, μέγεθος, καί πως διὰ τὸ ὑπερηρμένονἔποχος ὁ τοιοῦτος λόγος εἶναι δοκεῖ. διόπερ ὁ μὴ τοιοῦτος πεζὸς λέγεται διὰ τὸταπεινὸν καὶ τὸ ὡς ἀπὸ ὕψους τινὸς καὶ ὀχήματος καταβῆναι εἰς τοὔδαφος. οἱγὰρ περὶ Φερεκύδην καὶ Ἑκαταῖον λύσαντες μὲν τὸ μέτρον, ἄλλα δὲ φυλάξαντες τὰ ποιητικὰ συνέγραψαν. εἶτα οἱ ὕστερον ἀφαιροῦντες ἀεί τι τῶν τοιούτωνεἰς τὸ νῦν εἶδος κατήγαγον, ὡς ἀπὸ ὕψους τινός. ταῦτα ὁ Γεωγράφος. ἔοικεδὲ καὶ Ἡρόδοτος τῷ Φερεκύδῃ καὶ Ἑκαταίῳ εἶναι ὅμοιος τοῖς καταβαλοῦσι τὸ τῆς ποιήσεως εὐδόκιμον, ὅπερ εἶχεν ὅτε πρῶτον εἰς μέσον παρῆλθε. δοκεῖ 1.15 δὲ καὶ τὸ ἐνέπειν ἰσοδυναμεῖν τῷ ᾄδειν, ὡς δηλοῖ τὸ «ἄνδρα μοι ἔννεπε Μοῦσα»[καὶ παρ' Ἡσιόδῳ «Μοῦσαι, ἐννέπετε».] ἐξ οὗ καὶ ἔπη τὰ ποιήματα λέγονται.οἰκειότερον δὲ τῇ ἐμμελείᾳ τὸ ᾄδειν· ὅθεν καὶ ἐπὶ μουσικῶν ὀρνίθων ᾄδεινλέγομεν, οὐ μὴν ἐννέπειν, ὥσπερ οὐδὲ λέγειν. περὶ ἀλεκτρυόνων γὰρ ᾠδάς φαμενκαὶ ὄρνις ᾠδικούς τινας λέγομεν· καὶ ἡ ἀηδὼν δὲ ἐκ τοῦ ἀείδειν παρετυμολογεῖται [τροπῇ, φασίν, Αἰολικῇ τῆς ˉεˉι διφθόγγου εἰς ˉη.] διὸ καὶ τὰς Σειρῆνας[ὡς καλὸν ἀειδούσας] ἀηδόνας ὁ Λυκόφρων ἐκάλεσε. γίνεται δὲ τὸ ἀείδειν ἐκ τῆςˉα ἐπιτάσεως καὶ τοῦ εἴδω τὸ γινώσκω. πάνυ γὰρ εἰδότες καὶ ἐπιστήμονες, ὡςφιλόσοφοι, ἐδόκουν οἱ ποιηταί. ὅθεν καὶ τὸν ἐν Ὀδυσσείᾳ ἀοιδόν, τὸν τῆς Κλυταιμνήστρας φύλακα, φιλόσοφόν τινες ἡρμηνεύκασιν, ὡς εὖ εἰδότα τὰ πάνταἐκ Μουσῶν. καὶ μαντικοὶ δὲ διὰ σοφίαν οἱ ἀοιδοὶ ἐνομίζοντο, καθὰ καὶ ἀλλαχοῦφανήσεται. οὗ σύμβολον καὶ ἡ ἐκ δάφνης ῥάβδος, ἡ τοῦ Ἀπόλλωνος, ἥν, ὡςπροερρέθη, κατεῖχον ᾄδοντες οἱ ῥαψῳδοί. τὴν τοιαύτην πρόγνωσιν ὑπεμφαίνεικαὶ Πίνδαρος εἰπών, ὡς κατωτέρω ῥηθήσεται, «μαντεύεο Μοῦσα». [Ἰστέον δὲὅτι τε παρὰ τῇ κοινῇ διαλέκτῳ ἀργεῖ τὸ ἀείδειν καὶ ἡ ἐκεῖθεν ἀοιδή, ἐνεργεῖταιδὲ τὸ ᾄδειν καὶ ἡ ᾠδή, τὰ παθόντα κρᾶσιν καὶ συναίρεσιν, ὥσπερ καὶ ἀντὶ τοῦπατέρος καὶ μητέρος, τῶν κοινῶς ἀπαθῶν, τὰ κατὰ πάθος φασὶ πατρὸς καὶμητρός. καὶ ὅτι ἐπὶ τοῦ ἑτέρου ἀχρήστου ἀείδειν ἤγουν μὴ βλέπειν ἑτεροία ἡκρᾶσις, ὡς ἐκφωνοῦσα τὸ ˉι ἐν τῷ αἴδω καὶ αἰδῶς, ὁμοίως τῷ ἀεικίζω αἰκίζω,ἀείρω αἴρω, φαείνω φαίνω. καὶ ὅτι διὰ τὸ ἐνέπειν ἰσοδυναμεῖ τῷ ᾄδειν καὶ τὸεἰπεῖν, οἷον «εἰπὲ θεὰ Κρονίδαο διάκτορον αἴθοπος εὐνῆς».] Ὅτι ἐν τῷ «ἄειδεθεά» θεὰν ὁ ποιητὴς τὴν ἐν τῇ ἑαυτοῦ ψυχῇ γνῶσιν λέγει, τερατωδέστερον τὸνλόγον ὑψώσας. θεῖον μὲν γάρ τι ἡ γνῶσις, ὥσπερ καὶ ἡ ψυχή, οὐ μὴν θεά. ὅλωςδὲ ἡ

    Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

    Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

    Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. 9

  • ποίησις πᾶν τὸ παρηλλαγμένον καὶ ξενίζον καὶ ἐξαίρετον καὶ τεράστιον ἢκαὶ τερατῶδες εἴς τε θεῖον γένος καὶ εἰς θεὸν ἀποκαθιστᾷ. ταὐτὸν δέ ἐστινἐνταῦθα θεὰν εἰπεῖν καὶ Μοῦσαν· τὸ μὲν παρὰ τὸ θέειν καὶ τὸ τάχος τῆς γνώσεως, τὸ δὲ παρὰ τὸ μῶ, τὸ ζητῶ. καὶ γὰρ καὶ ζητεῖ ἡ γνῶσις καὶ ἐκ ζητήσεως 1.16 δὲ περιγίνεται, εἴπερ εὐπορίας γνωστικῆς μήτηρ ἡ ζητητικὴ ἀπορία κατὰ τοὺςσοφούς. ταύτῃ τῇ θεᾷ, τῇ Μούσῃ, τῇ οἰκείᾳ ἐπιστήμῃ, ἐγκελεύεται ὁ ποιητὴςτὴν Ἀχιλλέως μῆνιν ἀείδειν, ἀνεγείρων οἷον τὴν οἰκουροῦσαν τέχνην ἢ τὸ φίλονἦτορ κατὰ Πίνδαρον καὶ ἀναρριπίζων τὸ ἐν αὐτῷ τῆς φιλοσοφίας ζώπυρον.οὗ ἀνάπαλιν Πίνδαρος ποιεῖ ἐν τῷ «Μοῦσα ἀνέηκέ με» ἤγουν ἀνέπεισεν· οὐγὰρ αὐτὸς Μοῦσαν, ἐκείνη δὲ αὐτὸν ἀνέπεισεν. Ὁμηρικῶς δέ πως καὶ ἡ λυρικὴ Σαπφὼ σχηματίζουσα τῇ κιθάρᾳ ἐγκελεύεται «ἄγε μοι, δῖα χέλυ, φωνάεσσαγένοιο». λέγει δέ που καὶ ὁ Κωμικός «ὦ θυμέ, βωμολόχον τι ἔξευρε». τῷ δὲ Ὁμηρικῷ τούτῳ σχήματι πολλοὶ καὶ ἄλλοι ἐνηγλαΐσαντο. οὐ μόνον γὰρ Ἡσίοδοςἐκ τῆς τῶν Μουσῶν ἐπικλήσεως ἄρχεται, ἀλλὰ καὶ Ἀντίμαχος Ὁμηρικῷ ζήλῳ φησίν «ἐννέπετε, Κρονίδαο ∆ιὸς μεγάλοιο θύγατρες». καὶ Πίνδαρος ὁκατὰ τὸ ἐπ' αὐτῷ πρόγραμμα μουσοποιὸς λέγει «μαντεύεο, Μοῦσα· προφατεύσω δ' ἐγώ». ἀλλὰ καὶ Στησίχορος ἐν τῷ «δεῦρ' ἄγε, Καλλιόπεια λίγεια».πάντως δὲ καὶ ὁ ποιητὴς τὴν Καλλιόπην θέλων ἐπικαλέσασθαι οὐκ ἐκφωνεῖαὐτήν, ἀλλὰ σεμνότερον ὀνόματι γενικῷ τῷ θεά χρῆται καὶ ἀφίησι ζητεῖν τὸνσυνετὸν ἀκροατήν, τίς ἂν εἴη αὕτη, ἐμφήνας μόνον, ὅτι Μοῦσαν καλεῖ· Μούσηςγὰρ τὸ ἀείδειν. ὥσπερ δὲ ὁ Ὅμηρος γενικῷ μὲν ὀνόματι ζῷον λογικόν ἐστιν,εἰδικῷ δὲ ἄνθρωπος, οὕτω καὶ ἡ Καλλιόπη γενικῶς μὲν θεὰ λέγεται, εἰδικῶςδὲ Μοῦσα, ὡς ἐν Ὀδυσσείᾳ. Στησίχορος δὲ τὸ κύριον ἐκφωνεῖ ἐν τῷ «Καλλιόπεια λίγεια». οὐ μόνον δὲ ὁ θεὰν ἢ Μοῦσαν ἀείδειν ἐπικαλεσάμενος πᾶσαν Μοῦσαν ἐκάλεσε διὰ τὸ καθολικὸν τῶν τοιούτων λέξεων, ἀλλὰ τρόπον τινὰοὕτω ποιεῖ καὶ ὁ τὴν Καλλιόπην ἐπικαλούμενος, εἴπερ, ὡς ὁ ποιητής πούφησι «πᾶσαι τὸν Ἀπόλλωνα ἀμείβονται ὀπὶ καλῇ». ὅθεν ἡ Καλλιόπησύγκειται, τὴν κλῆσιν σύνθετον σχοῦσα ἐκ τῆς ἐνεργείας πασῶν τῶν Μουσῶνἤγουν τῆς καλῆς ὀπός. [οὕτω δέ πως προκαλοῦνται καὶ οἱ ἐκ ∆ιὸς εἰπόντεςἄρχεσθαι, εἴγε Ζεὺς μὲν ὁ νοῦς, Μοῦσαι δὲ ἡ κατὰ νοῦν γνῶσις.] Ὅτι δὲ ἐννέααἱ Μοῦσαι καὶ διὰ τί καὶ ὅτι Μνημοσύνης καὶ ∆ιὸς θυγατέρες καὶ ὅσα ἄλλαπερὶ τούτων λέγονται, πολλοῖς καὶ πολλαχοῦ εἴρηται. διὸ περίεργον διαληφθῆναι νῦν ταῦτα. εἴ που δὲ παρεμπέσῃ τόπος, οὐ σιγηθήσεται τὸ καίριον. Σημείωσαιδὲ ὅτι καλῶς ὁ ποιητὴς καὶ νῦν καὶ ἐν τοῖς ἑξῆς δὲ πολλαχοῦ ἐπίστροφονἑαυτοῦ τὴν Μοῦσαν ποιεῖ, ἵνα ἐμμούσως λαλεῖν δείξῃ καὶ ἐμμελῶς καὶ ἐλλόγως 1.17 κατὰ τὸν ὄντως ἄνθρωπον. κατὰ γὰρ τὸν εἰπόντα σοφόν «οὓς οὐ προσορῶσιν αἱ Μοῦσαι, τούτους ποτῷ δηλήσατο Κίρκη» τουτέστι τούτους ἡ θηριώδης ἀλογίαἔβλαψεν. Ἔτι σημείωσαι καὶ ὅτι ὁ μὲν δραστήριος λόγος ὁ κατὰ τὴν πρακτικὴντὴν ἐμβριθῆ καὶ οἷον εἰπεῖν ἀνδρώδη θεωρούμενος Ἑρμῆς λέγεται κατὰ προφορὰνἀρρενικήν, [ἵνα ὥσπερ ἰαχὴ πόντου μεγάλη τροπικῶς ἀρρενοῦται, λεγομένη»κτύπος ἄρσην πόντου», οὕτω καὶ λόγος γενναῖος, ταὐτὸν δ' εἰπεῖν εὐγενὴςφιλοσοφία φεύγουσα τὸ θηλύφωνον, ἑρμαΐζηται τῇ προφορᾷ.] ᾧ δὴ Ἑρμῇ καὶχρᾶται ἀγγέλῳ Ζεὺς ὁ νοῦς καὶ ὥσπερ ὑποδρηστῆρι. ὅσον μέντοι τοῦ λόγουμὴ τοιοῦτον, ἀλλ' οἷον θηλύστολον, τῷ στοχάζεσθαι ὡραϊσμοῦ τὰ πλείω καὶἡδονῆς καὶ φαιδρότητος καὶ κάλλους, Καλλιόπη Μοῦσα ἢ ὅλως Μοῦσαι τὸτοιοῦτον εἶδος, θηλυγενῶς ἐκφωνούμεναι καὶ ∆ιὸς μὲν οὖσαι καὶ αὐταί, τῷφιλῳδῷ δὲ Ἀπόλλωνι μάλιστα μέλουσαι, ὃν καὶ ἀμείβονται ὀπὶ καλῇ [κατὰ τὸ»Φοῖβος ἁγήτωρ μελέων», ὃς διὰ τοῦτο καὶ Μουσηγέτης λέγεται.] καὶ οὕτωςαὑταῖς ὑπεμφαίνουσαι τὸ πρὸς τὸν Ἑρμῆν διάφορον, [οὗ τὸ συγγενὲς πρὸς τὰς Μούσας καὶ ἡ μήτηρ αὐτοῦ Μαῖα δηλοῖ. Μοῦσά τε

    Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

    Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

    Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. 10

  • γὰρ ἐκ τοῦ μῶ, τὸ ζητῶ,γίνεται καὶ Μαῖα ὡσαύτως.] Ἰστέον δὲ καὶ ὅτι τὸ ἄειδε καὶ ὅλως τὰ προστακτικὰ οὐκ ἐξ ἀνάγκης ὑπεροχὴν δηλοῦσι τοῦ προφέροντος αὐτὰ προσώπου πρὸςτὸ προστασσόμενον, εἰ μή που κατά τι σύμβαμα καί ποτε. ὑποκινοῦσι γὰρμόνον τὰ προστακτικὰ καὶ ἐρεθίζουσι πρὸς ἔργον, οὐ μὴν καὶ αὐθεντίαν πάντωςδεσποτικὴν ἐνδείκνυνται. καὶ γέμει παραδειγμάτων ὁ βίος ἅπας. δηλοῖ δὲκαὶ ἡ λέξις τὴν φύσιν τοῦ πράγματος· τὸ γὰρ προστάσσειν [σύγκειται ἀπὸτῆς ˉπˉρˉοˉς προθέσεως τῆς δηλούσης τὸ ἐγγύς καὶ ἀπὸ τοῦ τάσσειν καὶ δηλοῖ τὸἐγγὺς τάσσειν] τινὰ καὶ πλησίον τῆσδε τῆς ἐνεργείας, ἧς πρὶν ἐχωρίζετο.τοῦτο δὲ οὐ μόνον δεσπότης ἢ πατὴρ ποιεῖ πρὸς δοῦλον καὶ υἱόν, ἀλλὰ καὶἀνάπαλιν γίνεται. δεῖ γὰρ εἰδέναι ὅτι ἀπανούργως καὶ φυσικῶς πᾶσα παρακίνησις καὶ διέγερσις καὶ ἅπας εἰς ἔργον ἐρεθισμὸς διὰ προστακτικοῦ ῥήματοςγίνεται. εἰ δέ ποτε δυσωπία τις ὕπεστιν ἢ φόβος ἢ αἰδὼς ἢ ἔφεσις ἢ ἄλλη τιςἔνδειξις φυσικῆς θερμότητος ἐνδιάθετος, τότε ἀντὶ προστακτικοῦ εὐκτικῶςὁ λόγος σχηματίζεται. καὶ τοῦτό ἐστιν, ὅπερ ἐφεῦρε τὰ εὐκτικὰ ῥήματα. καὶἐνταῦθα οὖν ὁ ποιητὴς ἁπλούστερον ἐλάλησε τὸ «ἄειδε» πρὸς μυθικὴν θεάν.εἰ δὲ ἐνεδοίαζεν ὡς οὐχ' ὑπακουσθήσεται, ἐσχημάτισεν ἂν τὸ «ἄειδε» εὐκτικώτερον. Ὅτι δὲ τὸ θεός ὄνομα ἐπί τε ἄστρων λέγεται παρὰ τὸ θέειν καὶ ἐπὶ 1.18 στοιχείων παρὰ τὴν εὔτακτον θέσιν αὐτῶν καὶ ἐπὶ τοῦ τὰ πάντα εὖ διατιθεμένου νοὸς καὶ ἐπὶ σοφῶν δὲ ἀνδρῶν, οἳ πρὸς τὸν πρῶτον νοῦν ἑαυτοὺςἀνάγουσι διὰ δυνατῆς ἐξομοιώσεως, καὶ αὐτὸ εἰς πλάτος ἔστιν εὑρεῖν παρὰτοῖς παλαιοῖς. διὸ εἰς τοσοῦτον ἄρτι εἰρήσθω καὶ περὶ αὐτοῦ. Κἀκεῖνο δὲ ἰστέον,ὅτι μυθικώτερον θεὰν ἤτοι Μοῦσαν ἐπικαλεῖται ὁ ποιητὴς διά τε προσοχὴν τῶνἀκροωμένων, ἵνα ὡς Μούσης λαλούσης προσέχοιεν τοῖς λεγομένοις τὰς ἀκοὰςκαὶ ἵνα καὶ ἑαυτὸν σεμνύνῃ ὡς θεοφιλῆ καὶ ἐν ψυχῇ ἔχοντα ἢ μίαν ἢ πάσας τὰς Μούσας καὶ διὰ τοῦτο ἔνθεον, μάλιστα δὲ διὰ τὸ πιθανὸν τῶν πλασμάτων,ὁπηνίκα μυθικά τινα λέγει, οἷον θεῶν βουλὰς καὶ πολέμους ἐκείνων καὶ ἐπιβουλὰςκαὶ ἔρωτας καὶ ἀποδημίας καὶ ὅλως πράξεις παντοίας. μαθὼν γὰρ ὁ ἀκροατής,ὅτι Μοῦσα προκληθεῖσα λαλεῖ, οὐκ ἂν ἀπορήσῃ, πόθεν τὰ τοιαῦτα οἶδεν ὁ ποιητής, εἰδὼς τὸν μὲν ποιητὴν καθάπαξ μουσόληπτον, τὴν δὲ Μοῦσαν πάνταεἰδυῖαν ὡς θεάν. Ταὐτὸν δὲ Μοῦσαν καὶ θεὰν εἰπεῖν καὶ Μούσας πληθυντικῶςκαὶ θεάς, ὥσπερ καὶ Εἰλείθυια ἑνικῶς καὶ Εἰλείθυιαι πληθυντικῶς παρὰ τῷποιητῇ εὕρηνται. διὸ καὶ ἐν τῇ βῆτα ῥαψῳδίᾳ ἐρεῖ, ὅτι αἱ Μοῦσαι, θεαὶ οὖσαι,πάρεισί τε ἴσασί τε πάντα. ἔνθα καὶ δῆλον ἔσται ὅτι κάτοχός ἐστιν ἁπάσαις ταῖς Μούσαις· ὥστε καὶ νῦν θεὰν εἰπὼν καὶ ἐν Ὀδυσσείᾳ Μοῦσαν καὶ μὴ ὀνομάσας ταύτην ἢ ἐκείνην ὅμως ἐμφαίνει, ὅτι ἁπάσας καλεῖ, τουτέστι τὰς ἐννέα. καὶἀληθῶς οὕτω χρὴ νοεῖν, ὅτι καὶ πασῶν δέεται, εἴπερ ἐκείνων μὲν ἑκάστημερίζονται τὰς λογικὰς τέχνας καὶ ἐπιστήμας ἐπιστατοῦσαι ἄλλη ἄλλης ἰδίᾳ, ἡδὲ Ὁμηρικὴ ποίησις ἁπάσης σοφίας θεωρεῖται ἔμπλεως. [ὡς δὲ καὶ ταὐτόνποτέ ἐστι Μοῦσαν εἰπεῖν καὶ ᾠδήν, δηλοῖ καὶ ἡ μουσουργὸς γυνὴ καὶ παρὰ Σοφοκλεῖ τὸ «φιλαύλους Μούσας».] Ὅτι τὸ «Πηληϊάδεω Ἀχιλῆος» οὐ φυσικῶςἔχει τοῦ ἡρωϊκοῦ μέτρου τοῦ ἐκ δακτύλων καὶ σπονδείων συγκειμένου, ἀλλὰπάθος ἴσχει, ὃ λέγεται συνίζησις. αἱ γὰρ τέσσαρες συλλαβαί, αἱ μετὰ τοὺςτέσσαρας πόδας ἤγουν τὸ ˉδˉε καὶ τὸ ˉω καὶ τὸ ˉα καὶ τὸ ˉχˉι εἰς δάκτυλον καταλογίζονται, τοῦ ˉδˉε καὶ τοῦ ˉω λαμβανομένων ἀντὶ μιᾶς μακρᾶς. κατὰ δέ τινας ἡμετὰ τοὺς πρώτους τρεῖς πόδας τετρασυλλαβία, τὸ ληϊάδε, δακτυλικῶς ποδίζεται, ὡς τοῦ ˉι καὶ τοῦ ˉα καταλογιζομένων ἀντὶ βραχείας μιᾶς. λέγεται δὲ τὸπάθος συνίζησις, [καθά που καὶ ἡ συναίρεσις παρὰ Ἡρωδιανῷ,] κατὰ μίμησιντῶν συνιζανόντων καὶ συμπιπτόντων σωμάτων καὶ πυκνουμένων ἐξ ἀραιότητοςκαὶ ἐκ πλείονος κατεχόντων ὀλιγώτερον τόπον κατὰ συμπίλησίν τινα, ὃ δὴ καὶ 1.19 ἐπὶ

    Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

    Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

    Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. 11

  • σεισμῶν ποτε γίνεται. καὶ γὰρ καὶ ἐνταῦθα ὁ καταλογισμὸς τῶν δύο συλλαβῶν εἰς μίαν συλλαβὴν δοκεῖ ποιῆσαι αὐτὰς συνιζῆσαι καὶ οἷον κατασμικρυνθῆναι καὶ στενοχωρηθῆναι ἐκ πλατυσμοῦ εἰς στενότητα. τὸ δὲ αὐτὸ καὶ συνεκφώνησις λέγεται, διότι τὰ τῶν δύο λέξεων φωνήεντα ἐν τῷ μετρεῖσθαι νοοῦνταιοὐκέτι ὡς δύο, ἀλλ' ὥσπερ ἐὰν τῇ φωνῇ τοῦ ἑνὸς συνανεκράθη καὶ ἡ τοῦ ἑτέρουκαὶ ὡς ἕν τι ἄμφω συνεξεφωνήθησαν. καὶ πάσχουσι τοῦτο φυσικῶς αἱ χασμῳδίαι ἤγουν αἱ τῶν φωνηέντων ἐπαλληλίαι καὶ συμπτώσεις. τάχιον γὰρ αὐτὰκαθ' ἑαυτὰ λεγόμενα ἐκφωνοῦνται ἤπερ μετὰ συμφώνων· καὶ δηλοῦσι τοῦτοφανερῶς καὶ οἱ δημοτικοὶ στίχοι οἱ τὸ παλαιὸν μὲν τροχαϊκῶς ποδιζόμενοι,καθὰ καὶ Αἰσχύλος ἐν Πέρσαις δηλοῖ, ἄρτι δὲ πολιτικοὶ ὀνομαζόμενοι. μέτρονμὲν γὰρ αὐτοῖς πεντεκαίδεκα συλλαβαί· οἱ δὲ πολλοὶ καὶ εἰς ἑπτακαίδεκα ἢκαὶ πλείονας αὐτούς ποτε παρεκτείνουσι συλλαβάς, αἵτινες, αἱ πλείονες δηλαδὴτῶν πεντεκαίδεκα, εἰ μὲν μετὰ συμφώνων λαλοῦνται, γελῶνται ὡς ἄρρυθμοικαὶ σκώπτονται ὡς πολύποδες· εἰ δὲ μόνοις ἐκφωνοῦνται καθαροῖς φωνήεσι,λανθάνον τὸ πολύπουν ἔχουσι τῇ ταχείᾳ συνεκφωνήσει τῶν φωνηέντων καὶσῴζεται ὁ τροχαϊκὸς ῥυθμός. Ἐνταῦθα δὲ σημείωσαι καὶ ὅτι ἐπίτηδες ὁ ποιητὴςἐχασμῴδησε διὰ εὐρυστομίαν καὶ σεμνὸν ὄγκον φωνῆς, ὃς γίνεται μὲν καὶἄλλως, μάλιστα δὲ διὰ τῆς συνδρομῆς τοῦ ˉω καὶ ˉα, ὡς δηλοῦσιν οἱ τεχνικοί.ἄλλως γάρ, εἰ μὴ τοῦτο ἐπραγματεύσατο, ἴσχυε τῆς χάσμης ἀπαλλαγεὶςἀπαθῆ τὴν συνθήκην τοῦ στίχου τέλεον ποιῆσαι, εἰπών «Πηλείδου» ἤ «Πηληϊάδου Ἀχιλῆος». ἀλλ' οὐκ ἤθελε· πλεονάσας δὲ καθαροῖς φωνήεσιν ἐσέμνυνεκαὶ τῇ χασμῳδίᾳ τὸ τοῦ νοήματος ὕψος ἤγουν τῷ ἐντεῦθεν ὄγκῳ τῆς φωνῆς.[ὡς δὲ καὶ ἀνειμένου εἴδους τὰ τοιαῦτά εἰσι, δηλοῖ ὁ γράψας τεχνικός, ὅτι χαίρειἡ ἀνειμένη φράσις τῇ ἀλλεπαλληλίᾳ τῶν φωνηέντων, ὁποία τις ἐνταῦθα καὶ ἡτῶν τεσσάρων ἄλφα μετὰ τῶν σὺν αὐτοῖς χάσμησις, στομφαστικὸν ὄγκον ἔχουσα,οὐ μὴν λειότατον, κατὰ τὴν τῶν πέντε ἄλφα ἐν τῷ «Ἀτρείδης τε ἄναξ ἀνδρῶνκαὶ δῖος Ἀχιλλεύς». ἐκεῖνα γὰρ οὐ σεμνῶς βαίνουσιν, ἀλλὰ τροχάζουσιν.Ἀθηναῖοι δὲ προελόμενοι τοῦ «ὦ ∆ήμητερ» κοινοῦ ὄντος καὶ Ἀττικοῦ τὸ «ὦ ∆άματερ» ∆ωρικόν, ὅτε τι θαυμαστικῶς λέγουσι, μαρτυροῦσι καὶ αὐτοὶσεμνὰ τῇ φωνῇ τοῦ ἄλφα. εἰ δέ τινες τὴν χασμῳδίαν ἤτοι κεχηνυῖαν στίχουσύνδεσιν, μίαν εἶπον τῶν πέντε ἢ ἓξ κακιῶν τοῦ ἔπους, αἳ ἀλλαχόθι δηλοῦνται,οἷον «ἐκ μέν μ' ἀλλάων ἁλιάων ἀνδρὶ δάμασσε» λεγέτωσαν