33
Φροντιστήρια Μ.Ε.«ΠΡΟΟΠΤΙΚΗ» - Μ. Αλεξάνδρου 29 Σελίδα 1 Σοφοκλέους Ἀντιγόνη Ἀντιγόνη ὦ κοινὸν αὐτάδελφον Ἰσμήνης κάρα, ἆρ᾽ οἶσθ᾽ ὅ τι Ζεὺς τῶν ἀπ᾽ Οἰδίπου κακῶν ὁποῖον οὐχὶ νῷν ἔτι ζώσαιν τελεῖ; οὐδὲν γὰρ οὔτ᾽ ἀλγεινὸν οὔτ᾽ ἄτης ἄτερ οὔτ᾽ αἰσχρὸν οὔτ᾽ ἄτιμόν ἐσθ᾽, ὁποῖον οὐ 5 τῶν σῶν τε κἀμῶν οὐκ ὄπωπ᾽ ἐγὼ κακῶν. καὶ νῦν τί τοῦτ᾽ αὖ φασι πανδήμῳ πόλει κήρυγμα θεῖναι τὸν στρατηγὸν ἀρτίως; ἔχεις τι κεἰσήκουσας; ἤ σε λανθάνει πρὸς τοὺς φίλους στείχοντα τῶν ἐχθρῶν κακά; 10 Ἰσμήνη ἐμοὶ μὲν οὐδεὶς μῦθος, Ἀντιγόνη φίλων οὔθ᾽ ἡδὺς οὔτ᾽ ἀλγεινὸς ἵκετ᾽ ἐξ ὅτου δυοῖν ἀδελφοῖν ἐστερήθημεν δύο, μιᾷ θανόντοιν ἡμέρᾳ διπλῇ χερί· ἐπεὶ δὲ φροῦδός ἐστιν Ἀργείων στρατὸς 15 ἐν νυκτὶ τῇ νῦν, οὐδὲν οἶδ᾽ ὑπέρτερον, οὔτ᾽ εὐτυχοῦσα μᾶλλον οὔτ᾽ ἀτωμένη. Ἀντιγόνη ᾔδη καλῶς, καί σ᾽ ἐκτὸς αὐλείων πυλῶν τοῦδ᾽ οὕνεκ᾽ ἐξέπεμπον, ὡς μόνη κλύοις. Ἰσμήνη τί δ᾽ ἔστι; δηλοῖς γάρ τι καλχαίνουσ᾽ ἔπος. 20 Ἀντιγόνη οὐ γὰρ τάφου νῷν τὼ κασιγνήτω Κρέων τὸν μὲν προτίσας, τὸν δ᾽ ἀτιμάσας ἔχει; Ἐτεοκλέα μέν, ὡς λέγουσι, σὺν δίκης χρήσει δικαίᾳ καὶ νόμου κατὰ χθονὸς ἔκρυψε τοῖς ἔνερθεν ἔντιμον νεκροῖς· 25 τὸν δ᾽ ἀθλίως θανόντα Πολυνείκους νέκυν ἀστοῖσί φασιν ἐκκεκηρῦχθαι τὸ μὴ τάφῳ καλύψαι μηδὲ κωκῦσαί τινα, ἐᾶν δ᾽ ἄκλαυτον, ἄταφον, οἰωνοῖς γλυκὺν θησαυρὸν εἰσορῶσι πρὸς χάριν βορᾶς. 30 τοιαῦτά φασι τὸν ἀγαθὸν Κρέοντα σοὶ κἀμοί, λέγω γὰρ κἀμέ, κηρύξαντ᾽ ἔχειν, καὶ δεῦρο νεῖσθαι ταῦτα τοῖσι μὴ εἰδόσιν σαφῆ προκηρύξοντα, καὶ τὸ πρᾶγμ᾽ ἄγειν οὐχ ὡς παρ᾽ οὐδέν, ἀλλ᾽ ὃς ἂν τούτων τι δρᾷ, 35 φόνον προκεῖσθαι δημόλευστον ἐν πόλει. οὕτως ἔχει σοι ταῦτα, καὶ δείξεις τάχα εἴτ᾽ εὐγενὴς πέφυκας εἴτ᾽ ἐσθλῶν κακή.

Sophocles, Antigone (ed R Jebb), unicode, 1‘ντιγόνη.pdf · ΦροντιστήριαΜ.Ε.«ΠΡΟΟΠΤΙΚΗ» - Μ. Αλεξάνδροȧ 29 Σελίδα2 Ἰσμήνη

  • Upload
    others

  • View
    0

  • Download
    0

Embed Size (px)

Citation preview

  • Φ ρ ο ν τ ι σ τ ή ρ ι α Μ . Ε . « Π Ρ Ο Ο Π Τ Ι Κ Η » - Μ . Α λ ε ξ ά ν δ ρ ο υ 2 9 Σελίδα 1

    Σοφοκλέους Ἀντιγόνη

    Ἀντιγόνηὦ κοινὸν αὐτάδελφον Ἰσμήνης κάρα,ἆρ᾽ οἶσθ᾽ ὅ τι Ζεὺς τῶν ἀπ᾽ Οἰδίπου κακῶνὁποῖον οὐχὶ νῷν ἔτι ζώσαιν τελεῖ;οὐδὲν γὰρ οὔτ᾽ ἀλγεινὸν οὔτ᾽ ἄτης ἄτεροὔτ᾽ αἰσχρὸν οὔτ᾽ ἄτιμόν ἐσθ᾽, ὁποῖον οὐ 5τῶν σῶν τε κἀμῶν οὐκ ὄπωπ᾽ ἐγὼ κακῶν.καὶ νῦν τί τοῦτ᾽ αὖ φασι πανδήμῳ πόλεικήρυγμα θεῖναι τὸν στρατηγὸν ἀρτίως;ἔχεις τι κεἰσήκουσας; ἤ σε λανθάνειπρὸς τοὺς φίλους στείχοντα τῶν ἐχθρῶν κακά; 10Ἰσμήνηἐμοὶ μὲν οὐδεὶς μῦθος, Ἀντιγόνη φίλωνοὔθ᾽ ἡδὺς οὔτ᾽ ἀλγεινὸς ἵκετ᾽ ἐξ ὅτουδυοῖν ἀδελφοῖν ἐστερήθημεν δύο,μιᾷ θανόντοιν ἡμέρᾳ διπλῇ χερί·ἐπεὶ δὲ φροῦδός ἐστιν Ἀργείων στρατὸς 15ἐν νυκτὶ τῇ νῦν, οὐδὲν οἶδ᾽ ὑπέρτερον,οὔτ᾽ εὐτυχοῦσα μᾶλλον οὔτ᾽ ἀτωμένη.Ἀντιγόνηᾔδη καλῶς, καί σ᾽ ἐκτὸς αὐλείων πυλῶντοῦδ᾽ οὕνεκ᾽ ἐξέπεμπον, ὡς μόνη κλύοις.Ἰσμήνητί δ᾽ ἔστι; δηλοῖς γάρ τι καλχαίνουσ᾽ ἔπος. 20Ἀντιγόνηοὐ γὰρ τάφου νῷν τὼ κασιγνήτω Κρέωντὸν μὲν προτίσας, τὸν δ᾽ ἀτιμάσας ἔχει;Ἐτεοκλέα μέν, ὡς λέγουσι, σὺν δίκηςχρήσει δικαίᾳ καὶ νόμου κατὰ χθονὸςἔκρυψε τοῖς ἔνερθεν ἔντιμον νεκροῖς· 25τὸν δ᾽ ἀθλίως θανόντα Πολυνείκους νέκυνἀστοῖσί φασιν ἐκκεκηρῦχθαι τὸ μὴτάφῳ καλύψαι μηδὲ κωκῦσαί τινα,ἐᾶν δ᾽ ἄκλαυτον, ἄταφον, οἰωνοῖς γλυκὺνθησαυρὸν εἰσορῶσι πρὸς χάριν βορᾶς. 30τοιαῦτά φασι τὸν ἀγαθὸν Κρέοντα σοὶκἀμοί, λέγω γὰρ κἀμέ, κηρύξαντ᾽ ἔχειν,καὶ δεῦρο νεῖσθαι ταῦτα τοῖσι μὴ εἰδόσινσαφῆ προκηρύξοντα, καὶ τὸ πρᾶγμ᾽ ἄγεινοὐχ ὡς παρ᾽ οὐδέν, ἀλλ᾽ ὃς ἂν τούτων τι δρᾷ, 35φόνον προκεῖσθαι δημόλευστον ἐν πόλει.οὕτως ἔχει σοι ταῦτα, καὶ δείξεις τάχαεἴτ᾽ εὐγενὴς πέφυκας εἴτ᾽ ἐσθλῶν κακή.

  • Φ ρ ο ν τ ι σ τ ή ρ ι α Μ . Ε . « Π Ρ Ο Ο Π Τ Ι Κ Η » - Μ . Α λ ε ξ ά ν δ ρ ο υ 2 9 Σελίδα 2

    Ἰσμήνητί δ᾽, ὦ ταλαῖφρον, εἰ τάδ᾽ ἐν τούτοις, ἐγὼλύουσ᾽ ἂν ἢ ᾽φάπτουσα προσθείμην πλέον; 40Ἀντιγόνηεἰ ξυμπονήσεις καὶ ξυνεργάσει σκόπει.Ἰσμήνηποῖόν τι κινδύνευμα; ποῦ γνώμης ποτ᾽ εἰ;Ἀντιγόνηεἰ τὸν νεκρὸν ξὺν τῇδε κουφιεῖς χερί.Ἰσμήνηἢ γὰρ νοεῖς θάπτειν σφ᾽, ἀπόρρητον πόλει;Ἀντιγόνητὸν γοῦν ἐμὸν καὶ τὸν σόν ἢν σὺ μὴ θέλῃς 45ἀδελφόν· οὐ γὰρ δὴ προδοῦσ᾽ ἁλώσομαι.Ἰσμήνηὦ σχετλία, Κρέοντος ἀντειρηκότος;Ἀντιγόνηἀλλ᾽ οὐδὲν αὐτῷ τῶν ἐμῶν μ᾽ εἴργειν μέτα.Ἰσμήνηοἴμοι. φρόνησον, ὦ κασιγνήτη, πατὴρὡς νῷν ἀπεχθὴς δυσκλεής τ᾽ ἀπώλετο, 50πρὸς αὐτοφώρων ἀμπλακημάτων διπλᾶςὄψεις ἀράξας αὐτὸς αὐτουργῷ χερί.ἔπειτα μήτηρ καὶ γυνή, διπλοῦν ἔπος,πλεκταῖσιν ἀρτάναισι λωβᾶται βίον·τρίτον δ᾽ ἀδελφὼ δύο μίαν καθ᾽ ἡμέραν 55αὐτοκτονοῦντε τὼ ταλαιπώρω μόρονκοινὸν κατειργάσαντ᾽ ἐπαλλήλοιν χεροῖν.νῦν δ᾽ αὖ μόνα δὴ νὼ λελειμμένα σκόπειὅσῳ κάκιστ᾽ ὀλούμεθ᾽, εἰ νόμου βίᾳψῆφον τυράννων ἢ κράτη παρέξιμεν. 60ἀλλ᾽ ἐννοεῖν χρὴ τοῦτο μὲν γυναῖχ᾽ ὅτιἔφυμεν, ὡς πρὸς ἄνδρας οὐ μαχουμένα.ἔπειτα δ᾽ οὕνεκ᾽ ἀρχόμεσθ᾽ ἐκ κρεισσόνων,καὶ ταῦτ᾽ ἀκούειν κἄτι τῶνδ᾽ ἀλγίονα.ἐγὼ μὲν οὖν αἰτοῦσα τοὺς ὑπὸ χθονὸς 65ξύγγνοιαν ἴσχειν, ὡς βιάζομαι τάδε,τοῖς ἐν τέλει βεβῶσι πείσομαι· τὸ γὰρπερισσὰ πράσσειν οὐκ ἔχει νοῦν οὐδένα.Ἀντιγόνηοὔτ᾽ ἂν κελεύσαιμ᾽ οὔτ᾽ ἄν, εἰ θέλοις ἔτιπράσσειν, ἐμοῦ γ᾽ ἂν ἡδέως δρῴης μέτα. 70ἀλλ᾽ ἴσθ᾽ ὁποῖά σοι δοκεῖ, κεῖνον δ᾽ ἐγὼθάψω· καλόν μοι τοῦτο ποιούσῃ θανεῖν.φίλη μετ᾽ αὐτοῦ κείσομαι, φίλου μέτα,ὅσια πανουργήσασ᾽. ἐπεὶ πλείων χρόνοςὃν δεῖ μ᾽ ἀρέσκειν τοῖς κάτω τῶν ἐνθάδε. 75

  • Φ ρ ο ν τ ι σ τ ή ρ ι α Μ . Ε . « Π Ρ Ο Ο Π Τ Ι Κ Η » - Μ . Α λ ε ξ ά ν δ ρ ο υ 2 9 Σελίδα 3

    ἐκεῖ γὰρ αἰεὶ κείσομαι· σοὶ δ᾽, εἰ δοκεῖ,τὰ τῶν θεῶν ἔντιμ᾽ ἀτιμάσασ᾽ ἔχε.Ἰσμήνηἐγὼ μὲν οὐκ ἄτιμα ποιοῦμαι, τὸ δὲβίᾳ πολιτῶν δρᾶν ἔφυν ἀμήχανος.Ἀντιγόνησὺ μὲν τάδ᾽ ἂν προὔχοι᾽· ἐγὼ δὲ δὴ τάφον 80χώσουσ᾽ ἀδελφῷ φιλτάτῳ πορεύσομαι.Ἰσμήνηοἴμοι ταλαίνης, ὡς ὑπερδέδοικά σου.Ἀντιγόνημὴ ᾽μοῦ προτάρβει· τὸν σὸν ἐξόρθου πότμον.Ἰσμήνηἀλλ᾽ οὖν προμηνύσῃς γε τοῦτο μηδενὶτοὔργον, κρυφῇ δὲ κεῦθε, σὺν δ᾽ αὔτως ἐγώ. 85Ἀντιγόνηοἴμοι, καταύδα· πολλὸν ἐχθίων ἔσεισιγῶσ᾽, ἐὰν μὴ πᾶσι κηρύξῃς τάδε.Ἰσμήνηθερμὴν ἐπὶ ψυχροῖσι καρδίαν ἔχεις.Ἀντιγόνηἀλλ᾽ οἶδ᾽ ἀρέσκουσ᾽ οἷς μάλισθ᾽ ἁδεῖν με χρή.Ἰσμήνηεἰ καὶ δυνήσει γ᾽· ἀλλ᾽ ἀμηχάνων ἐρᾷς. 90Ἀντιγόνηοὐκοῦν, ὅταν δὴ μὴ σθένω, πεπαύσομαι.Ἰσμήνηἀρχὴν δὲ θηρᾶν οὐ πρέπει τἀμήχανα.Ἀντιγόνηεἰ ταῦτα λέξεις, ἐχθαρεῖ μὲν ἐξ ἐμοῦ,ἐχθρὰ δὲ τῷ θανόντι προσκείσει δίκῃ.ἀλλ᾽ ἔα με καὶ τὴν ἐξ ἐμοῦ δυσβουλίαν 95παθεῖν τὸ δεινὸν τοῦτο· πείσομαι γὰρ οὐτοσοῦτον οὐδὲν ὥστε μὴ οὐ καλῶς θανεῖν.Ἰσμήνηἀλλ᾽ εἰ δοκεῖ σοι, στεῖχε· τοῦτο δ᾽ ἴσθ᾽ ὅτιἄνους μὲν ἔρχει, τοῖς φίλοις δ᾽ ὀρθῶς φίλη.Χορόςἀκτὶς ἀελίου, τὸ κάλλιστον ἑπταπύλῳ φανὲν 100Θήβᾳ τῶν προτέρων φάος,ἐφάνθης ποτ᾽, ὦ χρυσέαςἁμέρας βλέφαρον,Διρκαίων ὑπὲρ ῥεέθρων μολοῦσα, 105τὸν λεύκασπιν Ἀργόθεν ἐκβάντα φῶτα πανσαγίᾳφυγάδα πρόδρομον ὀξυτέρῳ κινήσασα χαλινῷ·ὃς ἐφ᾽ ἡμετέρᾳ γᾷ Πολυνείκους 110ἀρθεὶς νεικέων ἐξ ἀμφιλόγων

  • Φ ρ ο ν τ ι σ τ ή ρ ι α Μ . Ε . « Π Ρ Ο Ο Π Τ Ι Κ Η » - Μ . Α λ ε ξ ά ν δ ρ ο υ 2 9 Σελίδα 4

    ὀξέα κλάζωνἀετὸς εἰς γᾶν ὣς ὑπερέπτα,λευκῆς χιόνος πτέρυγι στεγανός,πολλῶν μεθ᾽ ὅπλων 115ξύν θ᾽ ἱπποκόμοις κορύθεσσιν.ξύν θ᾽ ἱπποκόμοις κορύθεσσιν.στὰς δ᾽ ὑπὲρ μελάθρων φονώσαισιν ἀμφιχανὼν κύκλῳλόγχαις ἑπτάπυλον στόμαἔβα, πρίν ποθ᾽ ἁμετέρωναἱμάτων γένυσιν πλησθῆναί τε καὶ στεφάνωμα πύργων 120πευκάενθ᾽ Ἥφαιστον ἑλεῖν. τοῖος ἀμφὶ νῶτ᾽ ἐτάθηπάταγος Ἄρεος, ἀντιπάλῳ δυσχείρωμα δράκοντος. 125Ζεὺς γὰρ μεγάλης γλώσσης κόμπουςὑπερεχθαίρει, καὶ σφας ἐσιδὼνπολλῷ ῥεύματι προσνισσομένουςχρυσοῦ καναχῆς ὑπεροπλίαις, 130παλτῷ ῥιπτεῖ πυρὶ βαλβίδωνἐπ᾽ ἄκρων ἤδηνίκην ὁρμῶντ᾽ ἀλαλάξαι.ἀντιτύπᾳ δ᾽ ἐπὶ γᾷ πέσε τανταλωθεὶςπυρφόρος, ὃς τότε μαινομένᾳ ξὺν ὁρμᾷ 135βακχεύων ἐπέπνειῥιπαῖς ἐχθίστων ἀνέμων.εἶχε δ᾽ ἄλλᾳ τὰ μέν,ἄλλα δ᾽ ἐπ᾽ ἄλλοις ἐπενώμα στυφελίζων μέγας Ἄρηςδεξιόσειρος. 140ἑπτὰ λοχαγοὶ γὰρ ἐφ᾽ ἑπτὰ πύλαιςταχθέντες ἴσοι πρὸς ἴσους ἔλιπονΖηνὶ τροπαίῳ πάγχαλκα τέλη,πλὴν τοῖν στυγεροῖν, ὣ πατρὸς ἑνὸςμητρός τε μιᾶς φύντε καθ᾽ αὑτοῖν 145δικρατεῖς λόγχας στήσαντ᾽ ἔχετονκοινοῦ θανάτου μέρος ἄμφω.ἀλλὰ γὰρ ἁ μεγαλώνυμος ἦλθε Νίκατᾷ πολυαρμάτῳ ἀντιχαρεῖσα Θήβᾳ,ἐκ μὲν δὴ πολέμων 150τῶν νῦν θέσθαι λησμοσύναν,θεῶν δὲ ναοὺς χοροῖςπαννυχίοις πάντας ἐπέλθωμεν, ὁ Θήβας δ᾽ ἐλελίχθωνΒάκχιος ἄρχοι.ἀλλ᾽ ὅδε γὰρ δὴ βασιλεὺς χώρας, 155Κρέων ὁ Μενοικέως [ἄρχων] νεοχμὸςνεαραῖσι θεῶν ἐπὶ συντυχίαιςχωρεῖ, τίνα δὴ μῆτιν ἐρέσσων,ὅτι σύγκλητον τήνδε γερόντων 160προὔθετο λέσχην,κοινῷ κηρύγματι πέμψας; 161b

  • Φ ρ ο ν τ ι σ τ ή ρ ι α Μ . Ε . « Π Ρ Ο Ο Π Τ Ι Κ Η » - Μ . Α λ ε ξ ά ν δ ρ ο υ 2 9 Σελίδα 5

    Κρέωνἄνδρες, τὰ μὲν δὴ πόλεος ἀσφαλῶς θεοὶπολλῷ σάλῳ σείσαντες ὤρθωσαν πάλιν.ὑμᾶς δ᾽ ἐγὼ πομποῖσιν ἐκ πάντων δίχαἔστειλ᾽ ἱκέσθαι τοῦτο μὲν τὰ Λαΐου 165σέβοντας εἰδὼς εὖ θρόνων ἀεὶ κράτη,τοῦτ᾽ αὖθις, ἡνίκ᾽ Οἰδίπους ὤρθου πόλιν,κἀπεὶ διώλετ᾽, ἀμφὶ τοὺς κείνων ἔτιπαῖδας μένοντας ἐμπέδοις φρονήμασιν.ὅτ᾽ οὖν ἐκεῖνοι πρὸς διπλῆς μοίρας μίαν 170καθ᾽ ἡμέραν ὤλοντο παίσαντές τε καὶπληγέντες αὐτόχειρι σὺν μιάσματι,ἐγὼ κράτη δὴ πάντα καὶ θρόνους ἔχωγένους κατ᾽ ἀγχιστεῖα τῶν ὀλωλότων.ἀμήχανον δὲ παντὸς ἀνδρὸς ἐκμαθεῖν 175ψυχήν τε καὶ φρόνημα καὶ γνώμην, πρὶν ἂνἀρχαῖς τε καὶ νόμοισιν ἐντριβὴς φανῇ.ἐμοὶ γὰρ ὅστις πᾶσαν εὐθύνων πόλινμὴ τῶν ἀρίστων ἅπτεται βουλευμάτωνἀλλ᾽ ἐκ φόβου του γλῶσσαν ἐγκλῄσας ἔχει 180κάκιστος εἶναι νῦν τε καὶ πάλαι δοκεῖ·καὶ μεῖζον ὅστις ἀντὶ τῆς αὑτοῦ πάτραςφίλον νομίζει, τοῦτον οὐδαμοῦ λέγω.ἐγὼ γάρ, ἴστω Ζεὺς ὁ πάνθ᾽ ὁρῶν ἀεί,οὔτ᾽ ἂν σιωπήσαιμι τὴν ἄτην ὁρῶν 185στείχουσαν ἀστοῖς ἀντὶ τῆς σωτηρίας,οὔτ᾽ ἂν φίλον ποτ᾽ ἄνδρα δυσμενῆ χθονὸςθείμην ἐμαυτῷ, τοῦτο γιγνώσκων ὅτιἥδ᾽ ἐστὶν ἡ σῴζουσα καὶ ταύτης ἔπιπλέοντες ὀρθῆς τοὺς φίλους ποιούμεθα. 190τοιοῖσδ᾽ ἐγὼ νόμοισι τήνδ᾽ αὔξω πόλιν,καὶ νῦν ἀδελφὰ τῶνδε κηρύξας ἔχωἀστοῖσι παίδων τῶν ἀπ᾽ Οἰδίπου πέρι·Ἐτεοκλέα μέν, ὃς πόλεως ὑπερμαχῶνὄλωλε τῆσδε, πάντ᾽ ἀριστεύσας δόρει, 195τάφῳ τε κρύψαι καὶ τὰ πάντ᾽ ἀφαγνίσαιἃ τοῖς ἀρίστοις ἔρχεται κάτω νεκροῖς.τὸν δ᾽ αὖ ξύναιμον τοῦδε, Πολυνείκη λέγω,ὃς γῆν πατρῴαν καὶ θεοὺς τοὺς ἐγγενεῖςφυγὰς κατελθὼν ἠθέλησε μὲν πυρὶ 200πρῆσαι κατ᾽ ἄκρας, ἠθέλησε δ᾽ αἵματοςκοινοῦ πάσασθαι, τοὺς δὲ δουλώσας ἄγειν,τοῦτον πόλει τῇδ᾽ ἐκκεκήρυκται τάφῳμήτε κτερίζειν μήτε κωκῦσαί τινα,ἐᾶν δ᾽ ἄθαπτον καὶ πρὸς οἰωνῶν δέμας 205καὶ πρὸς κυνῶν ἐδεστὸν αἰκισθέν τ᾽ ἰδεῖν.τοιόνδ᾽ ἐμὸν φρόνημα, κοὔποτ᾽ ἔκ γ᾽ ἐμοῦ

  • Φ ρ ο ν τ ι σ τ ή ρ ι α Μ . Ε . « Π Ρ Ο Ο Π Τ Ι Κ Η » - Μ . Α λ ε ξ ά ν δ ρ ο υ 2 9 Σελίδα 6

    τιμὴν προέξουσ᾽ οἱ κακοὶ τῶν ἐνδίκων·ἀλλ᾽ ὅστις εὔνους τῇδε τῇ πόλει, θανὼνκαὶ ζῶν ὁμοίως ἐξ ἐμοῦ τιμήσεται. 210Χορόςσοὶ ταῦτ᾽ ἀρέσκει, παῖ Μενοικέως Κρέον,τὸν τῇδε δύσνουν κἀς τὸν εὐμενῆ πόλει·νόμῳ δὲ χρῆσθαι παντί που πάρεστί σοικαὶ τῶν θανόντων χὠπόσοι ζῶμεν πέρι.Κρέωνὡς ἂν σκοποὶ νῦν εἴτε τῶν εἰρημένων. 215Χορόςνεωτέρῳ τῳ τοῦτο βαστάζειν πρόθες.Κρέωνἀλλ᾽ εἴσ᾽ ἑτοῖμοι τοῦ νεκροῦ γ᾽ ἐπίσκοποι.Χορόςτί δῆτ᾽ ἂν ἄλλο τοῦτ᾽ ἐπεντέλλοις ἔτι;Κρέωντὸ μὴ ᾽πιχωρεῖν τοῖς ἀπιστοῦσιν τάδε.Χορόςοὔκ ἔστιν οὕτω μῶρος ὃς θανεῖν ἐρᾷ. 220Κρέωνκαὶ μὴν ὁ μισθός γ᾽, οὗτος· ἀλλ᾽ ὑπ᾽ ἐλπίδωνἄνδρας τὸ κέρδος πολλάκις διώλεσεν.Φύλαξἄναξ, ἐρῶ μὲν οὐχ ὅπως τάχους ὕποδύσπνους ἱκάνω κοῦφον ἐξάρας πόδα.πολλὰς γὰρ ἔσχον φροντίδων ἐπιστάσεις, 225ὁδοῖς κυκλῶν ἐμαυτὸν εἰς ἀναστροφήν·ψυχὴ γὰρ ηὔδα πολλά μοι μυθουμένη·τάλας, τί χωρεῖς οἷ μολὼν δώσεις δίκην;τλήμων, μενεῖς αὖ; κεἰ τάδ᾽ εἴσεται Κρέωνἄλλου παρ᾽ ἀνδρός; πῶς σὺ δῆτ᾽ οὐκ ἀλγύνει; 230τοιαῦθ᾽ ἑλίσσων ἤνυτον σχολῇ βραδύς.χοὔτως ὁδὸς βραχεῖα γίγνεται μακρά.τέλος γε μέντοι δεῦρ᾽ ἐνίκησεν μολεῖνσοί. κεἰ τὸ μηδὲν ἐξερῶ, φράσω δ᾽ ὅμως·τῆς ἐλπίδος γὰρ ἔρχομαι δεδραγμένος, 235τὸ μὴ παθεῖν ἂν ἄλλο πλὴν τὸ μόρσιμον.Κρέωντί δ᾽ ἐστὶν ἀνθ᾽ οὗ τήνδ᾽ ἔχεις ἀθυμίαν;Φύλαξφράσαι θέλω σοι πρῶτα τἀμαυτοῦ· τὸ γὰρπρᾶγμ᾽ οὔτ᾽ ἔδρασ᾽ οὔτ᾽ εἶδον ὅστις ἦν ὁ δρῶν,οὐδ᾽ ἂν δικαίως ἐς κακὸν πέσοιμί τι. 240Κρέωνεὖ γε στοχάζει κἀποφάργνυσαι κύκλῳτὸ πρᾶγμα· δηλοῖς δ᾽ ὥς τι σημανῶν νέον.

  • Φ ρ ο ν τ ι σ τ ή ρ ι α Μ . Ε . « Π Ρ Ο Ο Π Τ Ι Κ Η » - Μ . Α λ ε ξ ά ν δ ρ ο υ 2 9 Σελίδα 7

    Φύλαξτὰ δεινὰ γάρ τοι προστίθησ᾽ ὄκνον πολύν.Κρέωνοὔκουν ἐρεῖς ποτ᾽, εἶτ᾽ ἀπαλλαχθεὶς ἄπει;Φύλαξκαὶ δὴ λέγω σοι. τὸν νεκρόν τις ἀρτίως 245θάψας βέβηκε κἀπὶ χρωτὶ διψίανκόνιν παλύνας κἀφαγιστεύσας ἃ χρή·Κρέωντί φής; τίς ἀνδρῶν ἦν ὁ τολμήσας τάδε;Φύλαξοὐκ οἶδ᾽· ἐκεῖ γὰρ οὔτε του γενῇδος ἦνπλῆγμ᾽, οὐ δικέλλης ἐκβολή. στύφλος δὲ γῆ 250καὶ χέρσος, ἀρρὼξ οὐδ᾽ ἐπημαξευμένητροχοῖσιν, ἀλλ᾽ ἄσημος οὑργάτης τις ἦν.ὅπως δ᾽ ὁ πρῶτος ἡμὶν ἡμεροσκόποςδείκνυσι, πᾶσι θαῦμα δυσχερὲς παρῆν.ὁ μὲν γὰρ ἠφάνιστο, τυμβήρης μὲν οὔ, 255λεπτὴ δ᾽, ἄγος φεύγοντος ὥς, ἐπῆν κόνιςσημεῖα δ᾽ οὔτε θηρὸς οὔτε του κυνῶνἐλθόντος, οὐ σπάσαντος ἐξεφαίνετο.λόγοι δ᾽ ἐν ἀλλήλοισιν ἐρρόθουν κακοί,φύλαξ ἐλέγχων φύλακα, κἂν ἐγίγνετο 260πληγὴ τελευτῶς᾽, οὐδ᾽ ὁ κωλύσων παρῆν.εἷς γάρ τις ἦν ἕκαστος οὑξειργασμένος,κοὐδεὶς ἐναργής, ἀλλ᾽ ἔφευγε μὴ εἰδέναι.ἦμεν δ᾽ ἑτοῖμοι καὶ μύδρους αἴρειν χεροῖνκαὶ πῦρ διέρπειν καὶ θεοὺς ὁρκωμοτεῖν, 265τὸ μήτε δρᾶσαι μήτε τῳ ξυνειδέναιτὸ πρᾶγμα βουλεύσαντι μηδ᾽ εἰργασμένῳ.τέλος δ᾽ ὅτ᾽ οὐδὲν ἦν ἐρευνῶσιν πλέον,λέγει τις εἷς, ὃ πάντας ἐς πέδον κάρανεῦσαι φόβῳ προὔτρεψεν· οὐ γὰρ εἴχομεν 270οὔτ᾽ ἀντιφωνεῖν οὔθ᾽ ὅπως δρῶντες καλῶςπράξαιμεν. ἦν δ᾽ ὁ μῦθος ὡς ἀνοιστέονσοὶ τοὔργον εἴη τοῦτο κοὐχὶ κρυπτέον.καὶ ταῦτ᾽ ἐνίκα, κἀμὲ τὸν δυσδαίμοναπάλος καθαιρεῖ τοῦτο τἀγαθὸν λαβεῖν. 275πάρειμι δ᾽ ἄκων οὐχ ἑκοῦσιν, οἶδ᾽ ὅτι·στέργει γὰρ οὐδεὶς ἄγγελον κακῶν ἐπῶν.Χορόςἄναξ, ἐμοί τοί, μή τι καὶ θεήλατοντοὔργον τόδ᾽, ἡ ξύννοια βουλεύει πάλαιΚρέωνπαῦσαι, πρὶν ὀργῆς καὶ ᾽μὲ μεστῶσαι λέγων, 280μὴ ᾽φευρεθῇς ἄνους τε καὶ γέρων ἅμα.λέγεις γὰρ οὐκ ἀνεκτὰ δαίμονας λέγων

  • Φ ρ ο ν τ ι σ τ ή ρ ι α Μ . Ε . « Π Ρ Ο Ο Π Τ Ι Κ Η » - Μ . Α λ ε ξ ά ν δ ρ ο υ 2 9 Σελίδα 8

    πρόνοιαν ἴσχειν τοῦδε τοῦ νεκροῦ πέρι.πότερον ὑπερτιμῶντες ὡς εὐεργέτηνἔκρυπτον αὐτόν, ὅστις ἀμφικίονας 285ναοὺς πυρώσων ἦλθε κἀναθήματακαὶ γῆν ἐκείνων καὶ νόμους διασκεδῶν;ἢ τοὺς κακοὺς τιμῶντας εἰσορᾷς θεούς;οὔκ ἔστιν. ἀλλὰ ταῦτα καὶ πάλαι πόλεωςἄνδρες μόλις φέροντες ἐρρόθουν ἐμοί, 290κρυφῇ κάρα σείοντες, οὐδ᾽ ὑπὸ ζυγῷλόφον δικαίως εἶχον, ὡς στέργειν ἐμέ.ἐκ τῶνδε τούτους ἐξεπίσταμαι καλῶςπαρηγμένους μισθοῖσιν εἰργάσθαι τάδε.οὐδὲν γὰρ ἀνθρώποισιν οἷον ἄργυρος 295κακὸν νόμισμ᾽ ἔβλαστε. τοῦτο καὶ πόλειςπορθεῖ, τόδ᾽ ἄνδρας ἐξανίστησιν δόμων·τόδ᾽ ἐκδιδάσκει καὶ παραλλάσσει φρέναςχρηστὰς πρὸς αἰσχρὰ πράγματ᾽ ἵστασθαι βροτῶν·πανουργίας δ᾽ ἔδειξεν ἀνθρώποις ἔχειν 300καὶ παντὸς ἔργου δυσσέβειαν εἰδέναι.ὅσοι δὲ μισθαρνοῦντες ἤνυσαν τάδε,χρόνῳ ποτ᾽ ἐξέπραξαν ὡς δοῦναι δίκην.ἀλλ᾽ εἴπερ ἴσχει Ζεὺς ἔτ᾽ ἐξ ἐμοῦ σέβας,εὖ τοῦτ᾽ ἐπίστασ᾽, ὅρκιος δέ σοι λέγω· 305εἰ μὴ τὸν αὐτόχειρα τοῦδε τοῦ τάφουεὑρόντες ἐκφανεῖτ᾽ ἐς ὀφθαλμοὺς ἐμούς,οὐχ ὑμὶν Ἅιδης μοῦνος ἀρκέσει, πρὶν ἂνζῶντες κρεμαστοὶ τήνδε δηλώσηθ᾽ ὕβριν,ἵν᾽ εἰδότες τὸ κέρδος ἔνθεν οἰστέον 310τὸ λοιπὸν ἁρπάζητε, καὶ μάθηθ᾽ ὅτιοὐκ ἐξ ἅπαντος δεῖ τὸ κερδαίνειν φιλεῖν.ἐκ τῶν γὰρ αἰσχρῶν λημμάτων τοὺς πλείοναςἀτωμένους ἴδοις ἂν ἢ σεσωσμένους.Φύλαξεἰπεῖν τι δώσεις ἢ στραφεὶς οὕτως ἴω; 315Κρέωνοὐκ οἶσθα καὶ νῦν ὡς ἀνιαρῶς λέγεις;Φύλαξἐν τοῖσιν ὠσὶν ἢ ᾽πὶ τῇ ψυχῇ δάκνει;Κρέωντί δὲ ῥυθμίζεις τὴν ἐμὴν λύπην ὅπου;Φύλαξὁ δρῶν σ᾽ ἀνιᾷ τὰς φρένας, τὰ δ᾽ ὦτ᾽ ἐγώ.Κρέωνοἴμ᾽ ὡς λάλημα δῆλον ἐκπεφυκὸς εἶ. 320Φύλαξοὔκουν τό γ᾽ ἔργον τοῦτο ποιήσας ποτέ.Κρέων

  • Φ ρ ο ν τ ι σ τ ή ρ ι α Μ . Ε . « Π Ρ Ο Ο Π Τ Ι Κ Η » - Μ . Α λ ε ξ ά ν δ ρ ο υ 2 9 Σελίδα 9

    καὶ ταῦτ᾽ ἐπ᾽ ἀργύρῳ γε τὴν ψυχὴν προδούς.Φύλαξφεῦ·ἦ δεινὸν ᾧ δοκῇ γε καὶ ψευδῆ δοκεῖν.Κρέωνκόμψευέ νυν τὴν δόξαν· εἰ δὲ ταῦτα μὴφανεῖτέ μοι τοὺς δρῶντας, ἐξερεῖθ᾽ ὅτι 325τὰ δειλὰ κέρδη πημονὰς ἐργάζεται.Φύλαξἀλλ᾽ εὑρεθείη μὲν μάλιστ᾽· ἐὰν δέ τοιληφθῇ τε καὶ μή, τοῦτο γὰρ τύχη κρινεῖ,οὐκ ἔσθ᾽ ὅπως ὄψει σὺ δεῦρ᾽ ἐλθόντα με·καὶ νῦν γὰρ ἐκτὸς ἐλπίδος γνώμης τ᾽ ἐμῆς 330σωθεὶς ὀφείλω τοῖς θεοῖς πολλὴν χάριν.Χορόςπολλὰ τὰ δεινὰ κοὐδὲν ἀνθρώπου δεινότερον πέλει.τοῦτο καὶ πολιοῦ πέραν πόντου χειμερίῳ νότῳ 335χωρεῖ, περιβρυχίοισινπερῶν ὑπ᾽ οἴδμασιν.θεῶν τε τὰν ὑπερτάταν, Γᾶνἄφθιτον, ἀκαμάταν, ἀποτρύεταιἰλλομένων ἀρότρων ἔτος εἰς ἔτοςἱππείῳ γένει πολεύων. 340κουφονόων τε φῦλον ὀρνίθων ἀμφιβαλὼν ἄγεικαὶ θηρῶν ἀγρίων ἔθνη πόντου τ᾽ εἰναλίαν φύσιν 345σπείραισι δικτυοκλώστοις,περιφραδὴς ἀνήρ·κρατεῖ δὲ μηχαναῖς ἀγραύλουθηρὸς ὀρεσσιβάτα, λασιαύχενά θ᾽ 350ἵππον ὀχμάζεται ἀμφὶ λόφον ζυγῶνοὔρειόν τ᾽ ἀκμῆτα ταῦρον.καὶ φθέγμα καὶ ἀνεμόεν φρόνημα καὶ ἀστυνόμους 355ὀργὰς ἐδιδάξατο καὶ δυσαύλωνπάγων ὑπαίθρεια καὶ δύσομβρα φεύγειν βέληπαντοπόρος· ἄπορος ἐπ᾽ οὐδὲν ἔρχεταιτὸ μέλλον· Ἅιδα μόνον φεῦξιν οὐκ ἐπάξεται· 360νόσων δ᾽ ἀμηχάνων φυγὰς ξυμπέφρασται.σοφόν τι τὸ μηχανόεν τέχνας ὑπὲρ ἐλπίδ᾽ ἔχων 365τοτὲ μὲν κακόν, ἄλλοτ᾽ ἐπ᾽ ἐσθλὸν ἕρπει,νόμους γεραίρων χθονὸς θεῶν τ᾽ ἔνορκον δίκαν,ὑψίπολις· ἄπολις ὅτῳ τὸ μὴ καλὸν 370ξύνεστι τόλμας χάριν. μήτ᾽ ἐμοὶ παρέστιοςγένοιτο μήτ᾽ ἴσον φρονῶν ὃς τάδ᾽ ἔρδει. 375ἐς δαιμόνιον τέρας ἀμφινοῶτόδε· πῶς εἰδὼς ἀντιλογήσωτήνδ᾽ οὐκ εἶναι παῖδ᾽ Ἀντιγόνην.ὦ δύστηνος

  • Φ ρ ο ν τ ι σ τ ή ρ ι α Μ . Ε . « Π Ρ Ο Ο Π Τ Ι Κ Η » - Μ . Α λ ε ξ ά ν δ ρ ο υ 2 9 Σελίδα 10

    καὶ δυστήνου πατρὸς Οἰδιπόδα, 380τί ποτ᾽; οὐ δή που σέ γ᾽ ἀπιστοῦσαντοῖς βασιλείοισιν ἄγουσι νόμοιςκαὶ ἐν ἀφροσύνῃ καθελόντες;Φύλαξἥδ᾽ ἔστ᾽ ἐκείνη τοὔργον ἡ ᾽ξειργασμένη·τήνδ᾽ εἵλομεν θάπτουσαν. ἀλλὰ ποῦ Κρέων; 385Χορόςὅδ᾽ ἐκ δόμων ἄψορρος εἰς δέον περᾷ.Κρέωντί δ᾽ ἔστι; ποίᾳ ξύμμετρος προὔβην τύχῃ;Φύλαξἄναξ, βροτοῖσιν οὐδέν ἔστ᾽ ἀπώμοτον.ψεύδει γὰρ ἡ ᾽πίνοια τὴν γνώμην· ἐπεὶσχολῇ ποθ᾽ ἥξειν δεῦρ᾽ ἂν ἐξηύχουν ἐγὼ 390ταῖς σαῖς ἀπειλαῖς αἷς ἐχειμάσθην τότεἀλλ᾽ ἡ γὰρ ἐκτὸς καὶ παρ᾽ ἐλπίδας χαρὰἔοικεν ἄλλῃ μῆκος οὐδὲν ἡδονῇ,ἥκω, δι᾽ ὅρκων καίπερ ὢν ἀπώμοτος,κόρην ἄγων τήνδ᾽, ἣ καθῃρέθη τάφον 395κοσμοῦσα. κλῆρος ἐνθάδ᾽ οὐκ ἐπάλλετο,ἀλλ᾽ ἔστ᾽ ἐμὸν θοὔρμαιον, οὐκ ἄλλου, τόδε.καὶ νῦν, ἄναξ, τήνδ᾽ αὐτός, ὡς θέλεις, λαβὼνκαὶ κρῖνε κἀξέλεγχ᾽· ἐγὼ δ᾽ ἐλεύθεροςδίκαιός εἰμι τῶνδ᾽ ἀπηλλάχθαι κακῶν. 400Κρέωνἄγεις δὲ τήνδε τῷ τρόπῳ πόθεν λαβών;Φύλαξαὕτη τὸν ἄνδρ᾽ ἔθαπτε· πάντ᾽ ἐπίστασαι.Κρέωνἦ καὶ ξυνίης καὶ λέγεις ὀρθῶς ἃ φῄς;Φύλαξταύτην γ᾽ ἰδὼν θάπτουσαν ὃν σὺ τὸν νεκρὸνἀπεῖπας. ἆρ᾽ ἔνδηλα καὶ σαφῆ λέγω; 405Κρέωνκαὶ πῶς ὁρᾶται κἀπίληπτος ᾑρέθη;Φύλαξτοιοῦτον ἦν τὸ πρᾶγμ᾽. ὅπως γὰρ ἥκομεν,πρὸς σοῦ τὰ δείν᾽ ἐκεῖν᾽ ἐπηπειλημένοι,πᾶσαν κόνιν σήραντες, ἣ κατεῖχε τὸννέκυν, μυδῶν τε σῶμα γυμνώσαντες εὖ, 410καθήμεθ᾽ ἄκρων ἐκ πάγων ὑπήνεμοι,ὀσμὴν ἀπ᾽ αὐτοῦ μὴ βάλοι πεφευγότες,ἐγερτὶ κινῶν ἄνδρ᾽ ἀνὴρ ἐπιρρόθοιςκακοῖσιν, εἴ τις τοῦδ᾽ ἀκηδήσοι πόνου.χρόνον τάδ᾽ ἦν τοσοῦτον, ἔστ᾽ ἐν αἰθέρι 415μέσῳ κατέστη λαμπρὸς ἡλίου κύκλος

  • Φ ρ ο ν τ ι σ τ ή ρ ι α Μ . Ε . « Π Ρ Ο Ο Π Τ Ι Κ Η » - Μ . Α λ ε ξ ά ν δ ρ ο υ 2 9 Σελίδα 11

    καὶ καῦμ᾽ ἔθαλπε· καὶ τότ᾽ ἐξαίφνης χθονὸςτυφὼς ἀείρας σκηπτόν οὐράνιον ἄχος,πίμπλησι πεδίον, πᾶσαν αἰκίζων φόβηνὕλης πεδιάδος, ἐν δ᾽ ἐμεστώθη μέγας 420αἰθήρ· μύσαντες δ᾽ εἴχομεν θείαν νόσον.καὶ τοῦδ᾽ ἀπαλλαγέντος ἐν χρόνῳ μακρῷ,ἡ παῖς ὁρᾶται, κἀνακωκύει πικρᾶςὄρνιθος ὀξὺν φθόγγον, ἐς ὅταν κενῆςεὐνῆς νεοσσῶν ὀρφανὸν βλέψῃ λέχος. 425οὕτω δὲ χαὔτη, ψιλὸν ὡς ὁρᾷ νέκυν,γόοισιν ἐξῴμωξεν, ἐκ δ᾽ ἀρὰς κακὰςἠρᾶτο τοῖσι τοὔργον ἐξειργασμένοις.καὶ χερσὶν εὐθὺς διψίαν φέρει κόνιν,ἔκ τ᾽ εὐκροτήτου χαλκέας ἄρδην πρόχου 430χοαῖσι τρισπόνδοισι τὸν νέκυν στέφει.χἠμεῖς ἰδόντες ἱέμεσθα, σὺν δέ νινθηρώμεθ᾽ εὐθὺς οὐδὲν ἐκπεπληγμένην,καὶ τάς τε πρόσθεν τάς τε νῦν ἠλέγχομενπράξεις· ἄπαρνος δ᾽ οὐδενὸς καθίστατο, 435ἅμ᾽ ἡδέως ἔμοιγε κἀλγεινῶς ἅμα.τὸ μὲν γὰρ αὐτὸν ἐκ κακῶν πεφευγέναιἥδιστον, ἐς κακὸν δὲ τοὺς φίλους ἄγεινἀλγεινόν· ἀλλὰ πάντα ταῦθ᾽ ἥσσω λαβεῖνἐμοὶ πέφυκε τῆς ἐμῆς σωτηρίας. 440Κρέωνσὲ δή, σὲ τὴν νεύουσαν εἰς πέδον κάρα,φὴς ἢ καταρνεῖ μὴ δεδρακέναι τάδε·Ἀντιγόνηκαὶ φημὶ δρᾶσαι κοὐκ ἀπαρνοῦμαι τὸ μή.Κρέωνσὺ μὲν κομίζοις ἂν σεαυτὸν ᾖ θέλειςἔξω βαρείας αἰτίας ἐλεύθερον· 445σὺ δ᾽ εἰπέ μοι μὴ μῆκος, ἀλλὰ συντόμως,ᾔδησθα κηρυχθέντα μὴ πράσσειν τάδε;Ἀντιγόνηᾔδη· τί δ᾽ οὐκ ἔμελλον; ἐμφανῆ γὰρ ἦν.Κρέωνκαὶ δῆτ᾽ ἐτόλμας τούσδ᾽ ὑπερβαίνειν νόμους;Ἀντιγόνηοὐ γάρ τί μοι Ζεὺς ἦν ὁ κηρύξας τάδε, 450οὐδ᾽ ἡ ξύνοικος τῶν κάτω θεῶν Δίκητοιούσδ᾽ ἐν ἀνθρώποισιν ὥρισεν νόμους.οὐδὲ σθένειν τοσοῦτον ᾠόμην τὰ σὰκηρύγμαθ᾽, ὥστ᾽ ἄγραπτα κἀσφαλῆ θεῶννόμιμα δύνασθαι θνητὸν ὄνθ᾽ ὑπερδραμεῖν. 455οὐ γάρ τι νῦν γε κἀχθές, ἀλλ᾽ ἀεί ποτεζῇ ταῦτα, κοὐδεὶς οἶδεν ἐξ ὅτου ᾽φάνη.

  • Φ ρ ο ν τ ι σ τ ή ρ ι α Μ . Ε . « Π Ρ Ο Ο Π Τ Ι Κ Η » - Μ . Α λ ε ξ ά ν δ ρ ο υ 2 9 Σελίδα 12

    τούτων ἐγὼ οὐκ ἔμελλον, ἀνδρὸς οὐδενὸςφρόνημα δείσασ᾽, ἐν θεοῖσι τὴν δίκηνδώσειν· θανουμένη γὰρ ἐξῄδη, τί δ᾽ οὔ; 460κεἰ μὴ σὺ προὐκήρυξας. εἰ δὲ τοῦ χρόνουπρόσθεν θανοῦμαι, κέρδος αὔτ᾽ ἐγὼ λέγω.ὅστις γὰρ ἐν πολλοῖσιν ἐς ἐγὼ κακοῖςζῇ, πῶς ὅδ᾽ Οὐχὶ κατθανὼν κέρδος φέρει;οὕτως ἔμοιγε τοῦδε τοῦ μόρου τυχεῖν 465παρ᾽ οὐδὲν ἄλγος· ἀλλ᾽ ἄν, εἰ τὸν ἐξ ἐμῆςμητρὸς θανόντ᾽ ἄθαπτον ἠνσχόμην νέκυν,κείνοις ἂν ἤλγουν· τοῖσδε δ᾽ οὐκ ἀλγύνομαι.σοὶ δ᾽ εἰ δοκῶ νῦν μῶρα δρῶσα τυγχάνειν,σχεδόν τι μώρῳ μωρίαν ὀφλισκάνω. 470Χορόςδηλοῖ τὸ γέννημ᾽ ὠμὸν ἐξ ὠμοῦ πατρὸςτῆς παιδός. εἴκειν δ᾽ οὐκ ἐπίσταται κακοῖς.Κρέωνἀλλ᾽ ἴσθι τοι τὰ σκλήρ᾽ ἄγαν φρονήματαπίπτειν μάλιστα, καὶ τὸν ἐγκρατέστατονσίδηρον ὀπτὸν ἐκ πυρὸς περισκελῆ 475θραυσθέντα καὶ ῥαγέντα πλεῖστ᾽ ἂν εἰσίδοις·σμικρῷ χαλινῷ δ᾽ οἶδα τοὺς θυμουμένουςἵππους καταρτυθέντας· οὐ γὰρ ἐκπέλειφρονεῖν μέγ᾽ ὅστις δοῦλός ἐστι τῶν πέλας.αὕτη δ᾽ ὑβρίζειν μὲν τότ᾽ ἐξηπίστατο, 480νόμους ὑπερβαίνουσα τοὺς προκειμένους·ὕβρις δ᾽, ἐπεὶ δέδρακεν, ἥδε δευτέρα,τούτοις ἐπαυχεῖν καὶ δεδρακυῖαν γελᾶν.ἦ νῦν ἐγὼ μὲν οὐκ ἀνήρ, αὕτη δ᾽ ἀνήρ,εἰ ταῦτ᾽ ἀνατὶ τῇδε κείσεται κράτη. 485ἀλλ᾽ εἴτ᾽ ἀδελφῆς εἴθ᾽ ὁμαιμονεστέρατοῦ παντὸς ἡμῖν Ζηνὸς ἑρκείου κυρεῖ,αὐτή τε χἠ ξύναιμος οὐκ ἀλύξετονμόρου κακίστου· καὶ γὰρ οὖν κείνην ἴσονἐπαιτιῶμαι τοῦδε βουλεῦσαι τάφου. 490καί νιν καλεῖτ᾽· ἔσω γὰρ εἶδον ἀρτίωςλυσσῶσαν αὐτὴν οὐδ᾽ ἐπήβολον φρενῶν.φιλεῖ δ᾽ ὁ θυμὸς πρόσθεν, ᾑρῆσθαι κλοπεὺςτῶν μηδὲν ὀρθῶς ἐν σκότῳ τεχνωμένων·μισῶ γε μέντοι χὤταν ἐν κακοῖσί τις 495ἁλοὺς ἔπειτα τοῦτο καλλύνειν θέλῃ.Ἀντιγόνηθέλεις τι μεῖζον ἢ κατακτεῖναί μ᾽ ἑλών;Κρέωνἐγὼ μὲν οὐδέν· τοῦτ᾽ ἔχων ἅπαντ᾽ ἔχω.Ἀντιγόνητί δῆτα μέλλεις; ὡς ἐμοὶ τῶν σῶν λόγων

  • Φ ρ ο ν τ ι σ τ ή ρ ι α Μ . Ε . « Π Ρ Ο Ο Π Τ Ι Κ Η » - Μ . Α λ ε ξ ά ν δ ρ ο υ 2 9 Σελίδα 13

    ἀρεστὸν οὐδὲν μηδ᾽ ἀρεσθείη ποτέ· 500οὕτω δὲ καὶ σοὶ τἄμ᾽ ἀφανδάνοντ᾽ ἔφυ.καίτοι πόθεν κλέος γ᾽ ἂν εὐκλεέστερονκατέσχον ἢ τὸν αὐτάδελφον ἐν τάφῳτιθεῖσα; τούτοις τοῦτο πᾶσιν ἁνδάνεινλέγοιτ᾽ ἄν, εἰ μὴ γλῶσσαν ἐγκλῄοι φόβος. 505ἀλλ᾽ ἡ τυραννὶς πολλά τ᾽ ἄλλ᾽ εὐδαιμονεῖκἄξεστιν αὐτῇ δρᾶν λέγειν θ᾽ ἃ βούλεται.Κρέωνσὺ τοῦτο μούνη τῶνδε Καδμείων ὁρᾷς.Ἀντιγόνηὁρῶσι χοὖτοι, σοὶ δ᾽ ὑπίλλουσιν στόμα.Κρέωνσὺ δ᾽ οὐκ ἐπαιδεῖ, τῶνδε χωρὶς εἰ φρονεῖς; 510Ἀντιγόνηοὐδὲν γὰρ αἰσχρὸν τοὺς ὁμοσπλάγχνους σέβειν.Κρέωνοὔκουν ὅμαιμος χὠ καταντίον θανών;Ἀντιγόνηὅμαιμος ἐκ μιᾶς τε καὶ ταὐτοῦ πατρός.Κρέωνπῶς δῆτ᾽ ἐκείνῳ δυσσεβῆ τιμᾷς χάριν;Ἀντιγόνηοὐ μαρτυρήσει ταῦθ᾽ ὁ κατθανὼν νέκυς. 515Κρέωνεἴ τοί σφε τιμᾷς ἐξ ἴσου τῷ δυσσεβεῖ.Ἀντιγόνηοὐ γάρ τι δοῦλος, ἀλλ᾽ ἀδελφὸς ὤλετο.Κρέωνπορθῶν δὲ τήνδε γῆν· ὁ δ᾽ ἀντιστὰς ὕπερ.Ἀντιγόνηὁμῶς ὅ γ᾽ Ἅιδης τοὺς νόμους τούτους ποθεῖ.Κρέωνἀλλ᾽ οὐχ ὁ χρηστὸς τῷ κακῷ λαχεῖν ἴσος. 520Ἀντιγόνητίς οἶδεν εἰ κάτωθεν εὐαγῆ τάδε;Κρέωνοὔτοι ποθ᾽ οὑχθρός, οὐδ᾽ ὅταν θάνῃ, φίλος.Ἀντιγόνηοὔτοι συνέχθειν, ἀλλὰ συμφιλεῖν ἔφυν.Κρέωνκάτω νυν ἐλθοῦσ᾽, εἰ φιλητέον, φίλεικείνους· ἐμοῦ δὲ ζῶντος οὐκ ἄρξει γυνή. 525Χορόςκαὶ μὴν πρὸ πυλῶν ἥδ᾽ Ἰσμήνη,φιλάδελφα κάτω δάκρυ᾽ εἰβομένη·νεφέλη δ᾽ ὀφρύων ὕπερ αἱματόεν

  • Φ ρ ο ν τ ι σ τ ή ρ ι α Μ . Ε . « Π Ρ Ο Ο Π Τ Ι Κ Η » - Μ . Α λ ε ξ ά ν δ ρ ο υ 2 9 Σελίδα 14

    ῥέθος αἰσχύνει,τέγγουσ᾽ εὐῶπα παρειάν. 530Κρέωνσὺ δ᾽, ἣ κατ᾽ οἴκους ὡς ἔχιδν᾽ ὑφειμένηλήθουσά μ᾽ ἐξέπινες, οὐδ᾽ ἐμάνθανοντρέφων δύ᾽ ἄτα κἀπαναστάσεις θρόνων,φέρ᾽, εἰπὲ δή μοι, καὶ σὺ τοῦδε τοῦ τάφουφήσεις μετασχεῖν, ἢ ᾽ξομεῖ τὸ μὴ εἰδέναι; 535Ἰσμήνηδέδρακα τοὔργον, εἴπερ ἥδ᾽ ὁμορροθεῖκαὶ ξυμμετίσχω καὶ φέρω τῆς αἰτίας.Ἀντιγόνηἀλλ᾽ οὐκ ἐάσει τοῦτό γ᾽ ἡ δίκη σ᾽, ἐπεὶοὔτ᾽ ἠθέλησας οὔτ᾽ ἐγὼ ᾽κοινωσάμην.Ἰσμήνηἀλλ᾽ ἐν κακοῖς τοῖς σοῖσιν οὐκ αἰσχύνομαι 540ξύμπλουν ἐμαυτὴν τοῦ πάθους ποιουμένη.Ἀντιγόνηὧν τοὔργον, Ἅιδης χοἰ κάτω ξυνίστορες·λόγοις δ᾽ ἐγὼ φιλοῦσαν οὐ στέργω φίλην.Ἰσμήνημήτοι, κασιγνήτη, μ᾽ ἀτιμάσῃς τὸ μὴ οὐθανεῖν τε σὺν σοὶ τὸν θανόντα θ᾽ ἁγνίσαι. 545Ἀντιγόνημή μοι θάνῃς σὺ κοινὰ μηδ᾽ ἃ μὴ ᾽θιγεςποιοῦ σεαυτῆς. ἀρκέσω θνῄσκουσ᾽ ἐγώ.Ἰσμήνηκαὶ τίς βίος μοι σοῦ λελειμμένῃ φίλος;ἈντιγόνηΚρέοντ᾽ ἐρώτα· τοῦδε γὰρ σὺ κηδεμών.Ἰσμήνητί ταῦτ᾽ ἀνιᾷς μ᾽, οὐδὲν ὠφελουμένη; 550Ἀντιγόνηἀλγοῦσα μὲν δῆτ᾽ εἰ γελῶ γ᾽ ἐν σοὶ γελῶ.Ἰσμήνητί δῆτ᾽ ἂν ἀλλὰ νῦν σ᾽ ἔτ᾽ ὠφελοῖμ᾽ ἐγώ;Ἀντιγόνησῶσον σεαυτήν· οὐ φθονῶ σ᾽ ὑπεκφυγεῖν.Ἰσμήνηοἴμοι τάλαινα, κἀμπλάκω τοῦ σοῦ μόρου;Ἀντιγόνησὺ μὲν γὰρ εἵλου ζῆν, ἐγὼ δὲ κατθανεῖν. 555Ἰσμήνηἀλλ᾽ οὐκ ἐπ᾽ ἀρρήτοις γε τοῖς ἐμοῖς λόγοις.Ἀντιγόνηκαλῶς σὺ μὲν τοῖς, τοῖς δ᾽ ἐγὼ ᾽δόκουν φρονεῖν.Ἰσμήνη

  • Φ ρ ο ν τ ι σ τ ή ρ ι α Μ . Ε . « Π Ρ Ο Ο Π Τ Ι Κ Η » - Μ . Α λ ε ξ ά ν δ ρ ο υ 2 9 Σελίδα 15

    καὶ μὴν ἴση νῷν ἐστιν ἡ ᾽ξαμαρτία.Ἀντιγόνηθάρσει· σὺ μὲν ζῇς, ἡ δ᾽ ἐμὴ ψυχὴ πάλαιτέθνηκεν, ὥστε τοῖς θανοῦσιν ὠφελεῖν. 560Κρέωντὼ παῖδε φημὶ τώδε τὴν μὲν ἀρτίωςἄνουν πεφάνθαι, τὴν δ᾽ ἀφ᾽ οὗ τὰ πρῶτ᾽ ἔφυ.Ἰσμήνηοὐ γάρ ποτ᾽, ὦναξ, οὐδ᾽ ὃς ἂν βλάστῃ μένεινοῦς τοῖς κακῶς πράσσουσιν, ἀλλ᾽ ἐξίσταται.Κρέωνσοὶ γοῦν, ὅθ᾽ εἵλου σὺν κακοῖς πράσσειν κακά. 565Ἰσμήνητί γὰρ μόνῃ μοι τῆσδ᾽ ἄτερ βιώσιμον;Κρέωνἀλλ᾽ ἥδε μέντοι μὴ λέγ᾽· οὐ γὰρ ἔστ᾽ ἔτι.Ἰσμήνηἀλλὰ κτενεῖς νυμφεῖα τοῦ σαυτοῦ τέκνου;Κρέωνἀρώσιμοι γὰρ χἀτέρων εἰσὶν γύαι.Ἰσμήνηοὐχ ὥς γ᾽ ἐκείνῳ τῇδέ τ᾽ ἦν ἡρμοσμένα. 570Κρέωνκακὰς ἐγὼ γυναῖκας υἱέσι στυγῶ.Ἀντιγόνηὦ φίλταθ᾽ Αἷμον, ὥς σ᾽ ἀτιμάζει πατήρ.Κρέωνἄγαν γε λυπεῖς καὶ σὺ καὶ τὸ σὸν λέχος.Χορόςἦ γὰρ στερήσεις τῆσδε τὸν σαυτοῦ γόνον;ΚρέωνἍιδης ὁ παύσων τούσδε τοὺς γάμους ἔφυ. 575Χορόςδεδογμέν᾽, ὡς ἔοικε, τήνδε κατθανεῖν.Κρέωνκαὶ σοί γε κἀμοί. μὴ τριβὰς ἔτ᾽, ἀλλά νινκομίζετ᾽ εἴσω, δμῶες· ἐκ δὲ τοῦδε χρὴγυναῖκας εἶναι τάσδε μηδ᾽ ἀνειμένας.φεύγουσι γάρ τοι χοἰ θρασεῖς, ὅταν πέλας 580ἤδη τὸν, Ἅιδην εἰσορῶσι τοῦ βίου.Χορόςεὐδαίμονες οἷσι κακῶν ἄγευστος αἰών.οἷς γὰρ ἂν σεισθῇ θεόθεν δόμος, ἄταςοὐδὲν ἐλλείπει γενεᾶς ἐπὶ πλῆθος ἕρπον· 585ὅμοιον ὥστε ποντίαις οἶδμα δυσπνόοις ὅτανΘρῄσσαισιν ἔρεβος ὕφαλον ἐπιδράμῃ πνοαῖς,κυλίνδει βυσσόθεν κελαινὰν θῖνα καὶ 590

  • Φ ρ ο ν τ ι σ τ ή ρ ι α Μ . Ε . « Π Ρ Ο Ο Π Τ Ι Κ Η » - Μ . Α λ ε ξ ά ν δ ρ ο υ 2 9 Σελίδα 16

    δυσάνεμοι, στόνῳ βρέμουσι δ᾽ ἀντιπλῆγες ἀκταί.ἀρχαῖα τὰ Λαβδακιδᾶν οἴκων ὁρῶμαιπήματα φθιτῶν ἐπὶ πήμασι πίπτοντ᾽, 595οὐδ᾽ ἀπαλλάσσει γενεὰν γένος, ἀλλ᾽ ἐρείπειθεῶν τις, οὐδ᾽ ἔχει λύσιν. νῦν γὰρ ἐσχάτας ὕπερῥίζας ὃ τέτατο φάος ἐν Οἰδίπου δόμοις, 600κατ᾽ αὖ νιν φοινία θεῶν τῶν νερτέρωνἀμᾷ κόνις λόγου τ᾽ ἄνοια καὶ φρενῶν ἐρινύς.τεάν, Ζεῦ, δύνασιν τίς ἀνδρῶν ὑπερβασία κατάσχοι; 605τὰν οὔθ᾽ ὕπνος αἱρεῖ ποθ᾽ ὁ πάντ᾽ ἀγρεύων,οὔτε θεῶν ἄκματοι μῆνες, ἀγήρῳ δὲ χρόνῳδυνάστας κατέχεις Ὀλύμπου μαρμαρόεσσαν αἴγλαν. 610τό τ᾽ ἔπειτα καὶ τὸ μέλλονκαὶ τὸ πρὶν ἐπαρκέσεινόμος ὅδ᾽, οὐδὲν ἕρπειθνατῶν βιότῳ πάμπολύ γ᾽ ἐκτὸς ἄτας.ἁ γὰρ δὴ πολύπλαγκτος ἐλπὶς πολλοῖς μὲν ὄνασις ἀνδρῶν, 615πολλοῖς δ᾽ ἀπάτα κουφονόων ἐρώτων·εἰδότι δ᾽ οὐδὲν ἕρπει, πρὶν πυρὶ θερμῷ πόδα τιςπροσαύσῃ. σοφίᾳ γὰρ ἔκ του κλεινὸν ἔπος πέφανται. 620τὸ κακὸν δοκεῖν ποτ᾽ ἐσθλὸντῷδ᾽ ἔμμεν ὅτῳ φρέναςθεὸς ἄγει πρὸς ἄταν·πράσσει δ᾽ ὀλίγιστον χρόνον ἐκτὸς ἄτας. 625ὅδε μὴν Αἵμων, παίδων τῶν σῶννέατον γέννημ᾽· ἆρ᾽ ἀχνύμενοςτάλιδος ἥκει μόρον Ἀντιγόνης,ἀπάτης λεχέων ὑπεραλγῶν; 630Κρέωντάχ᾽ εἰσόμεσθα μάντεων ὑπέρτερον.ὦ παῖ, τελείαν ψῆφον ἆρα μὴ κλύωντῆς μελλονύμφου πατρὶ λυσσαίνων πάρει;ἢ σοὶ μὲν ἡμεῖς πανταχῇ, δρῶντες φίλοι;Αἵμωνπάτερ, σός εἰμι, καὶ σύ μοι γνώμας ἔχων 635χρηστὰς ἀπορθοῖς, αἷς ἔγωγ᾽ ἐφέψομαι.ἐμοὶ γὰρ οὐδεὶς ἀξιώσεται γάμοςμείζων φέρεσθαι σοῦ καλῶς ἡγουμένου.Κρέωνοὕτω γάρ, ὦ παῖ, χρὴ διὰ στέρνων ἔχειν,γνώμης πατρῴας πάντ᾽ ὄπισθεν ἑστάναι. 640τούτου γὰρ οὕνεκ᾽ ἄνδρες εὔχονται γονὰςκατηκόους φύσαντες ἐν δόμοις ἔχειν,ὡς καὶ τὸν ἐχθρὸν ἀνταμύνωνται κακοῖςκαὶ τὸν φίλον τιμῶσιν ἐξ ἴσου πατρί.ὅστις δ᾽ ἀνωφέλητα φιτύει τέκνα, 645τί τόνδ᾽ ἂν εἴποις ἄλλο πλὴν αὑτῷ πόνους

  • Φ ρ ο ν τ ι σ τ ή ρ ι α Μ . Ε . « Π Ρ Ο Ο Π Τ Ι Κ Η » - Μ . Α λ ε ξ ά ν δ ρ ο υ 2 9 Σελίδα 17

    φῦσαι, πολὺν δὲ τοῖσιν ἐχθροῖσιν γέλων;μή νύν ποτ᾽, ὦ παῖ, τὰς φρένας ὑφ᾽ ἡδονῆςγυναικὸς οὕνεκ᾽ ἐκβάλῃς, εἰδὼς ὅτιψυχρὸν παραγκάλισμα τοῦτο γίγνεται, 650γυνὴ κακὴ ξύνευνος ἐν δόμοις. τί γὰργένοιτ᾽ ἂν ἕλκος μεῖζον ἢ φίλος κακός;ἀλλὰ πτύσας ὡσεί τε δυσμενῆ μέθεςτὴν παῖδ᾽ ἐν Αἴδου τήνδε νυμφεύειν τινί.ἐπεὶ γὰρ αὐτὴν εἷλον ἐμφανῶς ἐγὼ 655πόλεως ἀπιστήσασαν ἐκ πάσης μόνην,ψευδῆ γ᾽ ἐμαυτὸν οὐ καταστήσω πόλει,ἀλλὰ κτενῶ. πρὸς ταῦτ᾽ ἐφυμνείτω Δίαξύναιμον. εἰ γὰρ δὴ τά γ᾽ ἐγγενῆ φύσειἄκοσμα θρέψω, κάρτα τοὺς ἔξω γένους 660ἐν τοῖς γὰρ οἰκείοισιν ὅστις ἔστ᾽ ἀνὴρχρηστός, φανεῖται κἀν πόλει δίκαιος ὤν.ὅστις δ᾽ ὑπερβὰς ἢ νόμους βιάζεταιἢ τοὐπιτάσσειν τοῖς κρατύνουσιν νοεῖ,οὐκ ἔστ᾽ ἐπαίνου τοῦτον ἐξ ἐμοῦ τυχεῖν. 665ἀλλ᾽ ὃν πόλις στήσειε τοῦδε χρὴ κλύεινκαὶ σμικρὰ καὶ δίκαια καὶ τἀναντία.καὶ τοῦτον ἂν τὸν ἄνδρα θαρσοίην ἐγὼκαλῶς μὲν ἄρχειν, εὖ δ᾽ ἂν ἄρχεσθαι θέλειν,δορός τ᾽ ἂν ἐν χειμῶνι προστεταγμένον 670μένειν δίκαιον κἀγαθὸν παραστάτην.ἀναρχίας δὲ μεῖζον οὐκ ἔστιν κακόν.αὕτη πόλεις ὄλλυσιν, ἥδ᾽ ἀναστάτουςοἴκους τίθησιν, ἥδε συμμάχου δορὸςτροπὰς καταρρήγνυσι· τῶν δ᾽ ὀρθουμένων 675σῴζει τὰ πολλὰ σώμαθ᾽ ἡ πειθαρχία.οὕτως ἀμυντέ᾽ ἐστὶ τοῖς κοσμουμένοις,κοὔτοι γυναικὸς οὐδαμῶς ἡσσητέα.κρεῖσσον γάρ, εἴπερ δεῖ, πρὸς ἀνδρὸς ἐκπεσεῖν,κοὐκ ἂν γυναικῶν ἥσσονες καλοίμεθ᾽ ἄν. 680Χορόςἡμῖν μέν, εἰ μὴ τῷ χρόνῳ κεκλέμμεθα,λέγειν φρονούντως ὧν λέγεις δοκεῖς πέρι.Αἵμωνπάτερ, θεοὶ φύουσιν ἀνθρώποις φρένας,πάντων ὅσ᾽ ἐστὶ κτημάτων ὑπέρτατον.ἐγὼ δ᾽ ὅπως σὺ μὴ λέγεις ὀρθῶς τάδε, 685οὔτ᾽ ἂν δυναίμην μήτ᾽ ἐπισταίμην λέγειν.γένοιτο μεντἂν χἀτέρῳ καλῶς ἔχον.σοῦ δ᾽ οὖν πέφυκα πάντα προσκοπεῖν ὅσαλέγει τις ἢ πράσσει τις ἢ ψέγειν ἔχει.τὸ γὰρ σὸν ὄμμα δεινὸν, ἀνδρὶ δημότῃ 690λόγοις τοιούτοις, οἷς σὺ μὴ τέρψει κλύων·

  • Φ ρ ο ν τ ι σ τ ή ρ ι α Μ . Ε . « Π Ρ Ο Ο Π Τ Ι Κ Η » - Μ . Α λ ε ξ ά ν δ ρ ο υ 2 9 Σελίδα 18

    ἐμοὶ δ᾽ ἀκούειν ἔσθ᾽ ὑπὸ σκότου τάδε,τὴν παῖδα ταύτην οἷ᾽, ὀδύρεται πόλις,πασῶν γυναικῶν ὡς ἀναξιωτάτηκάκιστ᾽ ἀπ᾽ ἔργων εὐκλεεστάτων φθίνει. 695ἥτις τὸν αὑτῆς αὐτάδελφον ἐν φοναῖςπεπτῶτ᾽ ἄθαπτον μήθ᾽ ὑπ᾽ ὠμηστῶν κυνῶνεἴασ᾽ ὀλέσθαι μήθ᾽ ὑπ᾽ οἰωνῶν τινος.οὐχ ἥδε χρυσῆς ἀξία τιμῆς λαχεῖν;τοιάδ᾽ ἐρεμνὴ σῖγ᾽ ἐπέρχεται φάτις. 700ἐμοὶ δὲ σοῦ πράσσοντος εὐτυχῶς, πάτερ,οὐκ ἔστιν οὐδὲν κτῆμα τιμιώτερον,τί γὰρ πατρὸς θάλλοντος εὐκλείας τέκνοιςἄγαλμα μεῖζον, ἢ τί πρὸς παίδων πατρί;μή νυν ἓν ἦθος μοῦνον ἐν σαυτῷ φόρει, 705ὡς φὴς σύ, κοὐδὲν ἄλλο, τοῦτ᾽ ὀρθῶς ἔχειν.ὅστις γὰρ αὐτὸς ἢ φρονεῖν μόνος δοκεῖ,ἢ γλῶσσαν, ἣν οὐκ ἄλλος, ἢ ψυχὴν ἔχειν,οὗτοι διαπτυχθέντες ὤφθησαν κενοί.ἀλλ᾽ ἄνδρα, κεἴ τις ᾖ σοφός, τὸ μανθάνειν 710πόλλ᾽, αἰσχρὸν οὐδὲν καὶ τὸ μὴ τείνειν ἄγαν.ὁρᾷς παρὰ ῥείθροισι χειμάρροις ὅσαδένδρων ὑπείκει, κλῶνας ὡς ἐκσῴζεται,τὰ δ᾽ ἀντιτείνοντ᾽ αὐτόπρεμν᾽ ἀπόλλυται.αὕτως δὲ ναὸς ὅστις ἐγκρατῆ πόδα 715τείνας ὑπείκει μηδέν, ὑπτίοις κάτωστρέψας τὸ λοιπὸν σέλμασιν ναυτίλλεται.ἀλλ᾽ εἶκε καὶ θυμῷ μετάστασιν δίδου.γνώμη γὰρ εἴ τις κἀπ᾽ ἐμοῦ νεωτέρουπρόσεστι, φήμ᾽ ἔγωγε πρεσβεύειν πολὺ 720φῦναι τὸν ἄνδρα πάντ᾽ ἐπιστήμης πλέων·εἰ δ᾽ οὖν, φιλεῖ γὰρ τοῦτο μὴ ταύτῃ ῥέπειν,καὶ τῶν λεγόντων εὖ καλὸν τὸ μανθάνειν.Χορόςἄναξ, σέ τ᾽ εἰκός, εἴ τι καίριον λέγει,μαθεῖν, σέ τ᾽ αὖ τοῦδ᾽· εὖ γὰρ εἴρηται διπλῇ. 725Κρέωνοἱ τηλικοίδε καὶ διδαξόμεσθα δὴφρονεῖν ὑπ᾽ ἀνδρὸς τηλικοῦδε τὴν φύσιν;Αἵμωνμηδὲν τὸ μὴ δίκαιον· εἰ δ᾽ ἐγὼ νέος,οὐ τὸν χρόνον χρὴ μᾶλλον ἢ τἄργα σκοπεῖν.Κρέωνἔργον γάρ ἐστι τοὺς ἀκοσμοῦντας σέβειν; 730Αἵμωνοὐδ᾽ ἂν κελεύσαιμ᾽, εὐσεβεῖν εἰς τοὺς κακούς.Κρέωνοὐχ ἥδε γὰρ τοιᾷδ᾽ ἐπείληπται νόσῳ;

  • Φ ρ ο ν τ ι σ τ ή ρ ι α Μ . Ε . « Π Ρ Ο Ο Π Τ Ι Κ Η » - Μ . Α λ ε ξ ά ν δ ρ ο υ 2 9 Σελίδα 19

    Αἵμωνοὔ φησι Θήβης τῆσδ᾽ ὁμόπτολις λεώς.Κρέωνπόλις γὰρ ἡμῖν ἁμὲ χρὴ τάσσειν ἐρεῖ;Αἵμωνὁρᾷς τόδ᾽ ὡς εἴρηκας ὡς ἄγαν νέος; 735Κρέωνἄλλῳ γὰρ ἢ ᾽μοὶ χρή με τῆσδ᾽ ἄρχειν χθονός;Αἵμωνπόλις γὰρ οὐκ ἔσθ᾽ ἥτις ἀνδρός ἐσθ᾽ ἑνός.Κρέωνοὐ τοῦ κρατοῦντος ἡ πόλις νομίζεται;Αἵμωνκαλῶς γ᾽ ἐρήμης ἂν σὺ γῆς ἄρχοις μόνος.Κρέωνὅδ᾽, ὡς ἔοικε, τῇ γυναικὶ συμμαχεῖ. 740Αἵμωνεἴπερ γυνὴ σύ. σοῦ γὰρ οὖν προκήδομαι.Κρέωνὦ παγκάκιστε, διὰ δίκης ἰὼν πατρί;Αἵμωνοὐ γὰρ δίκαιά σ᾽ ἐξαμαρτάνονθ᾽ ὁρῶ.Κρέωνἁμαρτάνω γὰρ τὰς ἐμὰς ἀρχὰς σέβων;Αἵμωνοὐ γὰρ σέβεις τιμάς γε τὰς θεῶν πατῶν. 745Κρέωνὦ μιαρὸν ἦθος καὶ γυναικὸς ὕστερον.Αἵμωνοὔ τἂν ἕλοις ἥσσω γε τῶν αἰσχρῶν ἐμέ.Κρέωνὁ γοῦν λόγος σοι πᾶς ὑπὲρ κείνης ὅδε.Αἵμωνκαὶ σοῦ γε κἀμοῦ, καὶ θεῶν τῶν νερτέρων.Κρέωνταύτην ποτ᾽ οὐκ ἔσθ᾽ ὡς ἔτι ζῶσαν γαμεῖς. 750Αἵμωνἣ δ᾽ οὖν θανεῖται καὶ θανοῦσ᾽ ὀλεῖ τινα.Κρέωνἦ κἀπαπειλῶν ὧδ᾽ ἐπεξέρχει θρασύς;Αἵμωντίς δ᾽ ἔστ᾽ ἀπειλὴ πρὸς κενὰς γνώμας λέγειν;Κρέωνκλαίων φρενώσεις, ὢν φρενῶν αὐτὸς κενός.Αἵμωνεἰ μὴ πατὴρ ἦσθ᾽, εἶπον ἄν σ᾽ οὐκ εὖ φρονεῖν. 755Κρέων

  • Φ ρ ο ν τ ι σ τ ή ρ ι α Μ . Ε . « Π Ρ Ο Ο Π Τ Ι Κ Η » - Μ . Α λ ε ξ ά ν δ ρ ο υ 2 9 Σελίδα 20

    γυναικὸς ὢν δούλευμα μὴ κώτιλλέ με.Αἵμωνβούλει λέγειν τι καὶ λέγων μηδὲν κλύειν;Κρέωνἄληθες; ἀλλ᾽ οὐ τόνδ᾽ Ὄλυμπον, ἴσθ᾽ ὅτι,χαίρων ἐπὶ ψόγοισι δεννάσεις ἐμέ.ἄγαγε τὸ μῖσος ὡς κατ᾽ ὄμματ᾽ αὐτίκα 760παρόντι θνῄσκῃ πλησία τῷ νυμφίῳ.Αἵμωνοὐ δῆτ᾽ ἔμοιγε, τοῦτο μὴ δόξῃς ποτέ,οὔθ᾽ ἥδ᾽ ὀλεῖται πλησία, σύ τ᾽ οὐδαμὰτοὐμὸν προσόψει κρᾶτ᾽ ἐν ὀφθαλμοῖς ὁρῶν,ὡς τοῖς θέλουσι τῶν φίλων μαίνῃ συνών. 765Χορόςἁνήρ, ἄναξ, βέβηκεν ἐξ ὀργῆς ταχύς·νοῦς δ᾽ ἐστὶ τηλικοῦτος ἀλγήσας βαρύς.Κρέωνδράτω· φρονείτω μεῖζον ἢ κατ᾽ ἄνδρ᾽ ἰών·τὼ δ᾽ οὖν κόρα τώδ᾽ οὐκ ἀπαλλάξει μόρου.Χορόςἄμφω γὰρ αὐτὼ καὶ κατακτεῖναι νοεῖς; 770Κρέωνοὐ τήν γε μὴ θιγοῦσαν· εὖ γὰρ οὖν λέγεις.Χορόςμόρῳ δὲ ποίῳ καί σφε βουλεύει κτανεῖν;Κρέωνἄγων ἔρημος ἔνθ᾽ ἂν ᾖ βροτῶν στίβοςκρύψω πετρώδει ζῶσαν ἐν κατώρυχι,φορβῆς τοσοῦτον ὡς ἄγος μόνον προθείς, 775ὅπως μίασμα πᾶσ᾽ ὑπεκφύγῃ πόλις.κἀκεῖ τὸν Ἅιδην, ὃν μόνον σέβει θεῶν,αἰτουμένη που τεύξεται τὸ μὴ θανεῖν,ἢ γνώσεται γοῦν ἀλλὰ τηνικαῦθ᾽ ὅτιπόνος περισσός ἐστι τἀν Ἅιδου σέβειν. 780ΧορόςἜρως ἀνίκατε μάχαν, Ἔρως, ὃς ἐν κτήμασι πίπτεις,ὃς ἐν μαλακαῖς παρειαῖς νεάνιδος ἐννυχεύεις,φοιτᾷς δ᾽ ὑπερπόντιος ἔν τ᾽ ἀγρονόμοις αὐλαῖς· 785καί σ᾽ οὔτ᾽ ἀθανάτων φύξιμος οὐδεὶςοὔθ᾽ ἁμερίων σέ γ᾽ ἀνθρώπων. ὁ δ᾽ ἔχων μέμηνεν. 790σὺ καὶ δικαίων ἀδίκους φρένας παρασπᾷς ἐπὶ λώβᾳ,σὺ καὶ τόδε νεῖκος ἀνδρῶν ξύναιμον ἔχεις ταράξας·νικᾷ δ᾽ ἐναργὴς βλεφάρων ἵμερος εὐλέκτρου 795νύμφας, τῶν μεγάλων πάρεδρος ἐν ἀρχαῖςθεσμῶν. ἄμαχος γὰρ ἐμπαίζει θεὸς, Ἀφροδίτα. 800νῦν δ᾽ ἤδη ᾽γὼ καὐτὸς θεσμῶνἔξω φέρομαι τάδ᾽ ὁρῶν ἴσχειν δ᾽

  • Φ ρ ο ν τ ι σ τ ή ρ ι α Μ . Ε . « Π Ρ Ο Ο Π Τ Ι Κ Η » - Μ . Α λ ε ξ ά ν δ ρ ο υ 2 9 Σελίδα 21

    οὐκέτι πηγὰς δύναμαι δάκρυτὸν παγκοίτην ὅθ᾽ ὁρῶ θάλαμοντήνδ᾽ Ἀντιγόνην ἀνύτουσαν. 805Ἀντιγόνηὁρᾶτ᾽ ἔμ᾽, ὦ γᾶς πατρίας πολῖται, τὰν νεάταν ὁδὸνστείχουσαν, νέατον δὲ φέγγος λεύσσουσαν ἀελίου,κοὔποτ᾽ αὖθις. ἀλλά μ᾽ ὁ παγκοίτας Ἅιδας ζῶσαν ἄγει 810τὰν Ἀχέροντοςἀκτάν, οὔθ᾽ ὑμεναίων ἔγκληρον, οὔτ᾽ ἐπινύμφειόςπώ μέ τις ὕμνος ὕμνησεν, ἀλλ᾽ Ἀχέροντι νυμφεύσω. 815Χορόςοὐκοῦν κλεινὴ καὶ ἔπαινον ἔχουσ᾽ἐς τόδ᾽ ἀπέρχει κεῦθος νεκύων,οὔτε φθινάσιν πληγεῖσα νόσοιςοὔτε ξιφέων ἐπίχειρα λαχοῦσ᾽, 820ἀλλ᾽ αὐτόνομος ζῶσα μόνη δὴθνητῶν Ἅιδην καταβήσει.Ἀντιγόνηἤκουσα δὴ λυγρότατον ὀλέσθαι τὰν Φρυγίαν ξένανΤαντάλου Σιπύλῳ πρὸς ἄκρῳ, τὰν κισσὸς ὡς ἀτενὴς 825πετραία βλάστα δάμασεν, καί νιν ὄμβροι τακομέναν,ὡς φάτις ἀνδρῶν,χιών τ᾽ οὐδαμὰ λείπει, τέγγει δ᾽ ὑπ᾽ ὀφρύσι παγκλαύτοις 830δειράδας· με δαίμων ὁμοιοτάταν κατευνάζει.Χορόςἀλλὰ θεός τοι καὶ θεογεννής,ἡμεῖς δὲ βροτοὶ καὶ θνητογενεῖς. 835καίτοι φθιμένῃ μέγα κἀκοῦσαιτοῖς ἰσοθέοις σύγκληρα λαχεῖν.ζῶσαν καὶ ἔπειτα θανοῦσαν.Ἀντιγόνηοἴμοι γελῶμαι. τί με, πρὸς θεῶν πατρῴων.οὐκ οἰχομέναν ὑβρίζεις, ἀλλ᾽ ἐπίφαντον; 840ὦ πόλις, ὦ πόλεως πολυκτήμονες ἄνδρες·ἰὼ Διρκαῖαι κρῆναιΘήβας τ᾽ εὐαρμάτου ἄλσος, ἔμπας ξυμμάρτυρας ὔμμ᾽ ἐπικτῶμαι, 845οἵα φίλων ἄκλαυτος, οἵοις νόμοιςπρὸς ἕργμα τυμβόχωστον ἔρχομαι τάφου ποταινίου·ἰὼ δύστανος, βροτοῖς οὔτε νεκροῖς κυροῦσα 850μέτοικος οὐ ζῶσιν, οὐ θανοῦσιν.Χορόςπροβᾶσ᾽ ἐπ᾽ ἔσχατον θράσουςὑψηλὸν ἐς Δίκας βάθρονπροσέπεσες, ὦ τέκνον, πολύ· 855πατρῷον δ᾽ ἐκτίνεις τιν᾽ ἆθλον.Ἀντιγόνηἔψαυσας ἀλγεινοτάτας ἐμοὶ μερίμνας,

  • Φ ρ ο ν τ ι σ τ ή ρ ι α Μ . Ε . « Π Ρ Ο Ο Π Τ Ι Κ Η » - Μ . Α λ ε ξ ά ν δ ρ ο υ 2 9 Σελίδα 22

    πατρὸς τριπόλιστον οἶκτον τού τε πρόπαντοςἁμετέρου πότμου κλεινοῖς Λαβδακίδαισιν. 860ἰὼ ματρῷαι λέκτρωνἆται κοιμήματά τ᾽ αὐτογέννητ᾽ ἐμῷ πατρὶ δυσμόρου ματρός, 865οἵων ἐγώ ποθ᾽ ἁ ταλαίφρων ἔφυν·πρὸς οὓς ἀραῖος ἄγαμος ἅδ᾽ ἐγὼ μέτοικος ἔρχομαι.ἰὼ δυσπότμων κασίγνητε γάμων κυρήσας, 870θανὼν ἔτ᾽ οὖσαν κατήναρές με.Χορόςσέβειν μὲν εὐσέβειά τις,κράτος δ᾽ ὅτῳ κράτος μέλειπαραβατὸν οὐδαμᾷ πέλει·σὲ δ᾽ αὐτόγνωτος ὤλεσ᾽ ὀργά. 875Ἀντιγόνηἄκλαυτος, ἄφιλος, ἀνυμέναιος ταλαίφρων ἄγομαιτὰν πυμάταν ὁδόν. οὐκέτι μοι τόδελαμπάδος ἱερὸν ὄμμαθέμις ὁρᾶν ταλαίνᾳ. 880τὸν δ᾽ ἐμὸν πότμον ἀδάκρυτονοὐδεὶς φίλων στενάζει.Κρέωνἆρ᾽ ἴστ᾽, ἀοιδὰς καὶ γόους πρὸ τοῦ θανεῖνὡς οὐδ᾽ ἂν εἷς παύσαιτ᾽ ἄν, εἰ χρείη λέγειν;οὐκ ἄξεθ᾽ ὡς τάχιστα; καὶ κατηρεφεῖ 885τύμβῳ περιπτύξαντες, ὡς εἴρηκ᾽ ἐγώ,ἄφετε μόνην ἔρημον, εἴτε χρῇ θανεῖνεἴτ᾽ ἐν τοιαύτῃ ζῶσα τυμβεύειν στέγῃ·ἡμεῖς γὰρ ἁγνοὶ τοὐπὶ τήνδε τὴν κόρηνμετοικίας δ᾽ οὖν τῆς ἄνω στερήσεται. 890Ἀντιγόνηὦ τύμβος, ὦ νυμφεῖον, ὦ κατασκαφὴςοἴκησις ἀείφρουρος, οἷ πορεύομαιπρὸς τοὺς ἐμαυτῆς, ὧν ἀριθμὸν ἐν νεκροῖςπλεῖστον δέδεκται Φερσέφασσ᾽ ὀλωλότων·ὧν λοισθία ᾽γὼ καὶ κάκιστα δὴ μακρῷ 895κάτειμι, πρίν μοι μοῖραν ἐξήκειν βίου.ἐλθοῦσα μέντοι κάρτ᾽ ἐν ἐλπίσιν τρέφωφίλη μὲν ἥξειν πατρί, προσφιλὴς δὲ σοί,μῆτερ, φίλη δὲ σοί, κασίγνητον κάρα·ἐπεὶ θανόντας αὐτόχειρ ὑμᾶς ἐγὼ 900ἔλουσα κἀκόσμησα κἀπιτυμβίουςχοὰς ἔδωκα. νῦν δέ Πολύνεικες, τὸ σὸνδέμας περιστέλλουσα τοιάδ᾽ ἄρνυμαι.καίτοι σ᾽ ἐγὼ ᾽τίμησα τοῖς φρονοῦσιν εὖ.οὐ γάρ ποτ᾽ οὔτ᾽ ἄν, εἰ τέκνων μήτηρ ἔφυν, 905οὔτ᾽ εἰ πόσις μοι κατθανὼν ἐτήκετο,βίᾳ πολιτῶν τόνδ᾽ ἂν ᾐρόμην πόνον.

  • Φ ρ ο ν τ ι σ τ ή ρ ι α Μ . Ε . « Π Ρ Ο Ο Π Τ Ι Κ Η » - Μ . Α λ ε ξ ά ν δ ρ ο υ 2 9 Σελίδα 23

    τίνος νόμου δὴ ταῦτα πρὸς χάριν λέγω;πόσις μὲν ἄν μοι κατθανόντος ἄλλος ἦν,καὶ παῖς ἀπ᾽ ἄλλου φωτός, εἰ τοῦδ᾽ ἤμπλακον, 910μητρὸς δ᾽ ἐν Ἅιδου καὶ πατρὸς κεκευθότοινοὐκ ἔστ᾽ ἀδελφὸς ὅστις ἂν βλάστοι ποτέ.τοιῷδε μέντοι σ᾽ ἐκπροτιμήσασ᾽ ἐγὼνόμῳ Κρέοντι ταῦτ᾽ ἔδοξ᾽ ἁμαρτάνεινκαὶ δεινὰ τολμᾶν, ὦ κασίγνητον κάρα. 915καὶ νῦν ἄγει με διὰ χερῶν οὕτω λαβὼνἄλεκτρον, ἀνυμέναιον, οὔτε του γάμουμέρος λαχοῦσαν οὔτε παιδείου τροφῆς,ἀλλ᾽ ὧδ᾽ ἔρημος πρὸς φίλων ἡ δύσμοροςζῶσ᾽ εἰς θανόντων ἔρχομαι κατασκαφάς. 920ποίαν παρεξελθοῦσα δαιμόνων δίκην;τί χρή με τὴν δύστηνον ἐς θεοὺς ἔτιβλέπειν; τίν᾽ αὐδᾶν ξυμμάχων; ἐπεί γε δὴτὴν δυσσέβειαν εὐσεβοῦσ᾽, ἐκτησάμην.ἀλλ᾽ εἰ μὲν οὖν τάδ᾽ ἐστὶν ἐν θεοῖς καλά, 925παθόντες ἂν ξυγγνοῖμεν ἡμαρτηκότες·εἰ δ᾽ οἵδ᾽ ἁμαρτάνουσι, μὴ πλείω κακὰπάθοιεν ἢ καὶ δρῶσιν ἐκδίκως ἐμέ.Χορόςἔτι τῶν αὐτῶν ἀνέμων αὑταὶψυχῆς ῥιπαὶ τήνδε γ᾽ ἔχουσιν. 930Κρέωντοιγὰρ τούτων τοῖσιν ἄγουσινκλαύμαθ᾽ ὑπάρξει βραδυτῆτος ὕπερ.Ἀντιγόνηοἴμοι, θανάτου τοῦτ᾽ ἐγγυτάτωτοὔπος ἀφῖκται.Χορόςθαρσεῖν οὐδὲν παραμυθοῦμαι 935μὴ οὐ τάδε ταύτῃ κατακυροῦσθαι.Ἀντιγόνηὦ γῆς Θήβης ἄστυ πατρῷονκαὶ θεοὶ προγενεῖς,ἄγομαι δὴ κοὐκέτι μέλλω.λεύσσετε, Θήβης οἱ κοιρανίδαι 940τὴν βασιλειδᾶν μούνην λοιπήν,οἷα πρὸς οἵων ἀνδρῶν πάσχω,τὴν εὐσεβίαν σεβίσασα.Χορόςἔτλα καὶ Δανάας οὐράνιον φῶςἀλλάξαι δέμας ἐν χαλκοδέτοις αὐλαῖς· 945κρυπτομένα δ᾽ ἐν τυμβήρει θαλάμῳ κατεζεύχθη·καίτοι καὶ γενεᾷ τίμιος, ὦ παῖ παῖ,καὶ Ζηνὸς ταμιεύεσκε γονὰς χρυσορύτους. 950

  • Φ ρ ο ν τ ι σ τ ή ρ ι α Μ . Ε . « Π Ρ Ο Ο Π Τ Ι Κ Η » - Μ . Α λ ε ξ ά ν δ ρ ο υ 2 9 Σελίδα 24

    ἀλλ᾽ ἁ μοιριδία τις δύνασις δεινά·οὔτ᾽ ἄν νιν ὄλβος οὔτ᾽ Ἄρης, οὐ πύργος, οὐχ ἁλίκτυποικελαιναὶ νᾶες ἐκφύγοιεν.ζεύχθη δ᾽ ὀξύχολος παῖς ὁ Δρύαντος, 955Ἠδωνῶν βασιλεύς, κερτομίοις ὀργαῖςἐκ Διονύσου πετρώδει κατάφαρκτος ἐν δεσμῷ.οὕτω τᾶς μανίας δεινὸν ἀποστάζειἀνθηρόν τε μένος. κεῖνος ἐπέγνω μανίαις 960ψαύων τὸν θεὸν ἐν κερτομίοις γλώσσαις.παύεσκε μὲν γὰρ ἐνθέους γυναῖκας εὔιόν τε πῦρ,φιλαύλους τ᾽ ἠρέθιζε Μούσας. 965παρὰ δὲ κυανεᾶν πελάγει διδύμας ἁλὸςἀκταὶ Βοσπόριαι ἥδ᾽ ὁ Θρῃκῶν ἄξενοςΣαλμυδησσός, ἵν᾽ ἀγχίπτολις Ἄρης 970δισσοῖσι Φινείδαιςεἶδεν ἀρατὸν ἕλκοςτυφλωθὲν ἐξ ἀγρίας δάμαρτοςἀλαὸν ἀλαστόροισιν ὀμμάτων κύκλοιςἀραχθέντων, ὑφ᾽ αἱματηραῖς 975χείρεσσι καὶ κερκίδων ἀκμαῖσιν.κατὰ δὲ τακόμενοι μέλεοι μελέαν πάθανκλαῖον, ματρὸς ἔχοντες ἀνύμφευτον γονάν· 980ἁ δὲ σπέρμα μὲν ἀρχαιογόνωνἄντασ᾽ Ἐρεχθειδᾶν,τηλεπόροις δ᾽ ἐν ἄντροιςτράφη θυέλλαισιν ἐν πατρῴαιςΒορεὰς ἅμιππος ὀρθόποδος ὑπὲρ πάγου 985θεῶν παῖς. ἀλλὰ κἀπ᾽ ἐκείνᾳΜοῖραι μακραίωνες ἔσχον, ὦ παῖ.ΤειρεσίαςΘήβης ἄνακτες, ἥκομεν κοινὴν ὁδὸνδύ᾽ ἐξ ἑνὸς βλέποντε· τοῖς τυφλοῖσι γὰραὕτη κέλευθος ἐκ προηγητοῦ πέλει. 990Κρέωντί δ᾽ ἔστιν, ὦ γεραιὲ Τειρεσία, νέον;Τειρεσίαςἐγὼ διδάξω, καὶ σὺ τῷ μάντει πιθοῦ.Κρέωνοὔκουν πάρος γε σῆς ἀπεστάτουν φρενός.Τειρεσίαςτοιγὰρ δι᾽ ὀρθῆς τήνδ᾽ ἐναυκλήρεις πόλιν.Κρέωνἔχω πεπονθὼς μαρτυρεῖν ὀνήσιμα. 995Τειρεσίαςφρόνει βεβὼς αὖ νῦν ἐπὶ ξυροῦ τύχης.Κρέωντί δ᾽ ἔστιν; ὡς ἐγὼ τὸ σὸν φρίσσω στόμα.

  • Φ ρ ο ν τ ι σ τ ή ρ ι α Μ . Ε . « Π Ρ Ο Ο Π Τ Ι Κ Η » - Μ . Α λ ε ξ ά ν δ ρ ο υ 2 9 Σελίδα 25

    Τειρεσίαςγνώσει, τέχνης σημεῖα τῆς ἐμῆς κλύων.εἰς γὰρ παλαιὸν θᾶκον ὀρνιθοσκόπονἵζων, ἵν᾽ ἦν μοι παντὸς οἰωνοῦ λιμήν, 1000ἀγνῶτ᾽ ἀκούω φθόγγον ὀρνίθων, κακῷκλάζοντας οἴστρῳ καὶ βεβαρβαρωμένῳ.καὶ σπῶντας ἐν χηλαῖσιν ἀλλήλους φοναῖςἔγνων· πτερῶν γὰρ ῥοῖβδος οὐκ ἄσημος ἦν.εὐθὺς δὲ δείσας ἐμπύρων ἐγευόμην 1005βωμοῖσι παμφλέκτοισιν· ἐκ δὲ θυμάτωνἭφαιστος οὐκ ἔλαμπεν, ἀλλ᾽ ἐπὶ σποδῷμυδῶσα κηκὶς μηρίων ἐτήκετοκἄτυφε κἀνέπτυε, καὶ μετάρσιοιχολαὶ διεσπείροντο, καὶ καταρρυεῖς 1010μηροὶ καλυπτῆς ἐξέκειντο πιμελῆς.τοιαῦτα παιδὸς τοῦδ᾽ ἐμάνθανον πάρα,φθίνοντ᾽ ἀσήμων ὀργίων μαντεύματα.ἐμοὶ γὰρ οὗτος ἡγεμών, ἄλλοις δ᾽ ἐγώ.καὶ ταῦτα τῆς σῆς ἐκ φρενὸς νοσεῖ πόλις. 1015βωμοὶ γὰρ ἡμῖν ἐσχάραι τε παντελεῖςπλήρεις ὑπ᾽ οἰωνῶν τε καὶ κυνῶν βορᾶςτοῦ δυσμόρου πεπτῶτος Οἰδίπου γόνου.κᾆτ᾽ οὐ δέχονται θυστάδας λιτὰς ἔτιθεοὶ παρ᾽ ἡμῶν οὐδὲ μηρίων φλόγα, 1020οὐδ᾽ ὄρνις εὐσήμους ἀπορροιβδεῖ βοάςἀνδροφθόρου βεβρῶτες αἵματος λίπος.ταῦτ᾽ οὖν, τέκνον, φρόνησον. ἀνθρώποισι γὰρτοῖς πᾶσι κοινόν ἐστι τοὐξαμαρτάνειν·ἐπεὶ δ᾽ ἁμάρτῃ, κεῖνος οὐκέτ᾽ ἔστ᾽ ἀνὴρ 1025ἄβουλος οὐδ᾽ ἄνολβος, ὅστις ἐς κακὸνπεσὼν ἀκῆται μηδ᾽ ἀκίνητος πέλῃ.αὐθαδία τοι σκαιότητ᾽ ὀφλισκάνει.ἀλλ᾽ εἶκε τῷ θανόντι μηδ᾽ ὀλωλότακέντει· τίς ἀλκὴ τὸν θανόντ᾽ ἐπικτανεῖν; 1030εὖ σοι φρονήσας εὖ λέγω. τὸ μανθάνειν δ᾽ἥδιστον εὖ λέγοντος, εἰ κέρδος λέγοι.Κρέωνὦ πρέσβυ, πάντες ὥστε τοξόται σκοποῦτοξεύετ᾽ ἀνδρὸς τοῦδε, κοὐδὲ μαντικῆςἄπρακτος ὑμῖν εἰμι· τῶν δ᾽ ὑπαὶ γένους 1035ἐξημπόλημαι κἀμπεφόρτισμαι πάλαι.κερδαίνετ᾽, ἐμπολᾶτε τἀπὸ Σάρδεωνἤλεκτρον, εἰ βούλεσθε, καὶ τὸν Ἰνδικὸνχρυσόν· τάφῳ δ᾽ ἐκεῖνον οὐχὶ κρύψετε,οὐδ᾽ εἰ θέλουσ᾽, οἱ Ζηνὸς αἰετοὶ βορὰν 1040φέρειν νιν ἁρπάζοντες ἐς Διὸς θρόνους,οὐδ᾽ ὣς μίασμα τοῦτο μὴ τρέσας ἐγὼ

  • Φ ρ ο ν τ ι σ τ ή ρ ι α Μ . Ε . « Π Ρ Ο Ο Π Τ Ι Κ Η » - Μ . Α λ ε ξ ά ν δ ρ ο υ 2 9 Σελίδα 26

    θάπτειν παρήσω κεῖνον· εὖ γὰρ οἶδ᾽ ὅτιθεοὺς μιαίνειν οὔτις ἀνθρώπων σθένει.πίπτουσι δ᾽, ὦ γεραιὲ Τειρεσία, βροτῶν 1045χοἰ πολλὰ δεινοὶ πτώματ᾽ αἴσχρ᾽, ὅταν λόγουςαἰσχροὺς καλῶς λέγωσι τοῦ κέρδους χάριν.Τειρεσίαςφεῦ.ἆρ᾽ οἶδεν ἀνθρώπων τις, ἆρα φράζεται,Κρέωντί χρῆμα; ποῖον τοῦτο πάγκοινον λέγεις;Τειρεσίαςὅσῳ κράτιστον κτημάτων εὐβουλία; 1050Κρέωνὅσῳπερ, οἶμαι, μὴ φρονεῖν πλείστη βλάβη.Τειρεσίαςταύτης σὺ μέντοι τῆς νόσου πλήρης ἔφυς.Κρέωνοὐ βούλομαι τὸν μάντιν ἀντειπεῖν κακῶς.Τειρεσίαςκαὶ μὴν λέγεις, ψευδῆ με θεσπίζειν λέγων.Κρέωντὸ μαντικὸν γὰρ πᾶν φιλάργυρον γένος. 1055Τειρεσίαςτὸ δ᾽ ἐκ τυράννων αἰσχροκέρδειαν φιλεῖ.Κρέωνἆρ᾽ οἶσθα ταγοὺς ὄντας ἃν λέγῃς λέγων;Τειρεσίαςοἶδ᾽· ἐξ ἐμοῦ γὰρ τήνδ᾽ ἔχεις σώσας πόλιν.Κρέωνσοφὸς σὺ μάντις, ἀλλὰ τἀδικεῖν φιλῶν.Τειρεσίαςὄρσεις με τἀκίνητα διὰ φρενῶν φράσαι. 1060Κρέωνκίνει, μόνον δὲ μὴ ᾽πὶ κέρδεσιν λέγων.Τειρεσίαςοὕτω γὰρ ἤδη καὶ δοκῶ τὸ σὸν μέρος.Κρέωνὡς μὴ ᾽μπολήσων ἴσθι τὴν ἐμὴν φρένα.Τειρεσίαςἀλλ᾽ εὖ γέ τοι κάτισθι μὴ πολλοὺς ἔτιτρόχους ἁμιλλητῆρας ἡλίου τελεῖν, 1065ἐν οἷσι τῶν σῶν αὐτὸς ἐκ σπλάγχνων ἕνανέκυν νεκρῶν ἀμοιβὸν ἀντιδοὺς ἔσει,ἀνθ᾽ ὧν ἔχεις μὲν τῶν ἄνω βαλὼν κάτωψυχήν τ᾽ ἀτίμως ἐν τάφῳ κατῴκισας,ἔχεις δὲ τῶν κάτωθεν ἐνθάδ᾽ αὖ θεῶν 1070ἄμοιρον, ἀκτέριστον, ἀνόσιον νέκυν.

  • Φ ρ ο ν τ ι σ τ ή ρ ι α Μ . Ε . « Π Ρ Ο Ο Π Τ Ι Κ Η » - Μ . Α λ ε ξ ά ν δ ρ ο υ 2 9 Σελίδα 27

    ὧν οὔτε σοὶ μέτεστιν οὔτε τοῖς ἄνωθεοῖσιν, ἀλλ᾽ ἐκ σοῦ βιάζονται τάδε.τούτων σε λωβητῆρες ὑστεροφθόροιλοχῶσιν Ἅιδου καὶ θεῶν Ἐρινύες, 1075ἐν τοῖσιν αὐτοῖς τοῖσδε ληφθῆναι κακοῖς.καὶ ταῦτ᾽ ἄθρησον εἰ κατηργυρωμένοςλέγω· φανεῖ γὰρ οὐ μακροῦ χρόνου τριβὴἀνδρῶν γυναικῶν σοῖς δόμοις κωκύματα.ἐχθραὶ δὲ πᾶσαι συνταράσσονται πόλεις, 1080ὅσων σπαράγματ᾽ ἢ κύνες καθήγνισανἢ θῆρες ἤ τις πτηνὸς οἰωνός, φέρωνἀνόσιον ὀσμὴν ἑστιοῦχον ἐς πόλιν.τοιαῦτά σου, λυπεῖς γάρ, ὥστε τοξότηςἀφῆκα θυμῷ, καρδίας τοξεύματα 1085βέβαια, τῶν σὺ θάλπος οὐχ ὑπεκδραμεῖ.ὦ παῖ, σὺ δ᾽ ἡμᾶς ἄπαγε πρὸς δόμους, ἵνατὸν θυμὸν οὗτος ἐς νεωτέρους ἀφῇ,καὶ γνῷ τρέφειν τὴν γλῶσσαν ἡσυχαιτέραντὸν νοῦν τ᾽ ἀμείνω τῶν φρενῶν ἢ νῦν φέρει. 1090Χορόςἁνήρ, ἄναξ, βέβηκε δεινὰ θεσπίσας·ἐπιστάμεσθα δ᾽, ἐξ ὅτου λευκὴν ἐγὼτήνδ᾽ ἐκ μελαίνης ἀμφιβάλλομαι τρίχα,μή πώ ποτ᾽ αὐτὸν ψεῦδος ἐς πόλιν λακεῖν.Κρέωνἔγνωκα καὐτὸς καὶ ταράσσομαι φρένας. 1095τό τ᾽ εἰκαθεῖν γὰρ δεινόν, ἀντιστάντα δὲἄτῃ πατάξαι θυμὸν ἐν δεινῷ πάρα.Χορόςεὐβουλίας δεῖ, παῖ Μενοικέως, λαβεῖν.Κρέωντί δῆτα χρὴ δρᾶν; φράζε. πείσομαι δ᾽ ἐγώ.Χορόςἐλθὼν κόρην μὲν ἐκ κατώρυχος στέγης 1100ἄνες, κτίσον δὲ τῷ προκειμένῳ, τάφον.Κρέωνκαὶ ταῦτ᾽ ἐπαινεῖς καὶ δοκεῖς παρεικαθεῖν;Χορόςὅσον γ᾽, ἄναξ, τάχιστα· συντέμνουσι γὰρθεῶν ποδώκεις τοὺς κακόφρονας βλάβαι.Κρέωνοἴμοι· μόλις μέν, καρδίας δ᾽ ἐξίσταμαι 1105τὸ δρᾶν· ἀνάγκῃ δ᾽ οὐχὶ δυσμαχητέον.Χορόςδρᾶ νυν τάδ᾽ ἐλθὼν μηδ᾽ ἐπ᾽ ἄλλοισιν τρέπε.Κρέωνὧδ᾽ ὡς ἔχω στείχοιμ᾽ ἄν· ἴτ᾽ ἴτ᾽ ὀπάονες,

  • Φ ρ ο ν τ ι σ τ ή ρ ι α Μ . Ε . « Π Ρ Ο Ο Π Τ Ι Κ Η » - Μ . Α λ ε ξ ά ν δ ρ ο υ 2 9 Σελίδα 28

    οἵ τ᾽ ὄντες οἵ τ᾽ ἀπόντες, ἀξίνας χεροῖνὁρμᾶσθ᾽ ἑλόντες εἰς ἐπόψιον τόπον. 1110ἐγὼ δ᾽, ἐπειδὴ δόξα τῇδ᾽ ἐπεστράφη,αὐτός τ᾽ ἔδησα καὶ παρὼν ἐκλύσομαι.δέδοικα γὰρ μὴ τοὺς καθεστῶτας νόμουςἄριστον ᾖ σῴζοντα τὸν βίον τελεῖν.Χορόςπολυώνυμε, Καδμείας νύμφας ἄγαλμα 1115καὶ Διὸς βαρυβρεμέταγένος, κλυτὰν ὃς ἀμφέπειςἸταλίαν, μέδεις δὲπαγκοίνοις, ἘλευσινίαςΔῃοῦς ἐν κόλποις, Βακχεῦ Βακχᾶν 1120ὁ ματρόπολιν Θήβανναιετῶν παρ᾽ ὑγρῶνἸσμηνοῦ ῥείθρων ἀγρίου τ᾽ ἐπὶ σπορᾷ δράκοντος 1125σὲ δ᾽ ὑπὲρ διλόφου πέτρας στέροψ ὄπωπελιγνύς, ἔνθα Κωρύκιαιστείχουσι νύμφαι Βακχίδες,Κασταλίας τε νᾶμα. 1130καί σε Νυσαίων ὀρέωνκισσήρεις ὄχθαι χλωρά τ᾽ ἀκτὰπολυστάφυλος πέμπει,ἀμβρότων ἐπέωνεὐαζόντων Θηβαΐας ἐπισκοποῦντ᾽ ἀγυιάς· 1135τὰν ἐκ πᾶσαι τιμᾷς ὑπερτάταν πόλεωνματρὶ σὺν κεραυνίᾳ·καὶ νῦν, ὡς βιαίας ἔχεται 1140πάνδαμος πόλις ἐπὶ νόσου,μολεῖν καθαρσίῳ ποδὶ Παρνασίαν ὑπὲρ κλιτὺνἢ στονόεντα πορθμόν. 1145ἰὼ πῦρ πνειόντων χοράγ᾽ ἄστρων, νυχίωνφθεγμάτων ἐπίσκοπε,παῖ Διὸς γένεθλον, προφάνηθ᾽ὦναξ, σαῖς ἅμα περιπόλοις 1150Θυίαισιν, αἵ σε μαινόμεναι πάννυχοι χορεύουσιτὸν ταμίαν Ἴακχον.ἌγγελοςΚάδμου πάροικοι καὶ δόμων Ἀμφίονος, 1155οὐκ ἔσθ᾽ ὁποῖον στάντ᾽ ἂν ἀνθρώπου βίονοὔτ᾽ αἰνέσαιμ᾽ ἂν οὔτε μεμψαίμην ποτέ.τύχη γὰρ ὀρθοῖ καὶ τύχη καταρρέπειτὸν εὐτυχοῦντα τόν τε δυστυχοῦντ᾽ ἀεί·καὶ μάντις οὐδεὶς τῶν καθεστώτων βροτοῖς. 1160Κρέων γὰρ ἦν ζηλωτός, ὡς ἐμοί, ποτέ,σώσας μὲν ἐχθρῶν τήνδε Καδμείαν χθόναλαβών τε χώρας παντελῆ μοναρχίαν

  • Φ ρ ο ν τ ι σ τ ή ρ ι α Μ . Ε . « Π Ρ Ο Ο Π Τ Ι Κ Η » - Μ . Α λ ε ξ ά ν δ ρ ο υ 2 9 Σελίδα 29

    ηὔθυνε, θάλλων εὐγενεῖ τέκνων σπορᾷ·καὶ νῦν ἀφεῖται πάντα. τὰς γὰρ ἡδονὰς 1165ὅταν προδῶσιν ἄνδρες, οὐ τίθημ᾽ ἐγὼζῆν τοῦτον, ἀλλ᾽ ἔμψυχον ἡγοῦμαι νεκρόν.πλούτει τε γὰρ κατ᾽ οἶκον, εἰ βούλει, μέγακαὶ ζῆ τύραννον σχῆμ᾽ ἔχων· ἐὰν δ᾽ ἀπῇτούτων τὸ χαίρειν, τἄλλ᾽ ἐγὼ καπνοῦ σκιᾶς 1170οὐκ ἂν πριαίμην ἀνδρὶ πρὸς τὴν ἡδονήν.Χορόςτί δ᾽ αὖ τόδ᾽ ἄχθος βασιλέων ἥκεις φέρων;Ἄγγελοςτεθνᾶσιν. οἱ δὲ ζῶντες αἴτιοι θανεῖν.Χορόςκαὶ τίς φονεύει; τίς δ᾽ ὁ κείμενος; λέγε.ἌγγελοςΑἵμων ὄλωλεν· αὐτόχειρ δ᾽ αἱμάσσεται. 1175Χορόςπότερα πατρῴας ἢ πρὸς οἰκείας χερός;Ἄγγελοςαὐτὸς πρὸς αὑτοῦ, πατρὶ μηνίσας φόνου.Χορόςὦ μάντι, τοὔπος ὡς ἄρ᾽ ὀρθὸν ἤνυσας.Ἄγγελοςὡς ὧδ᾽ ἐχόντων τἄλλα βουλεύειν πάρα.Χορόςκαὶ μὴν ὁρῶ τάλαιναν Εὐρυδίκην ὁμοῦ 1180δάμαρτα τὴν Κρέοντος. ἐκ δὲ δωμάτωνἤτοι κλύουσα παιδὸς ἢ τύχῃ πάρα.Εὐρυδίκηὦ πάντες ἀστοί, τῶν λόγων ἐπῃσθόμηνπρὸς ἔξοδον στείχουσα, Παλλάδος θεᾶςὅπως ἱκοίμην εὐγμάτων προσήγορος. 1185καὶ τυγχάνω τε κλῇθρ᾽ ἀνασπαστοῦ πύληςχαλῶσα καί με φθόγγος οἰκείου κακοῦβάλλει δι᾽ ὤτων· ὑπτία δὲ κλίνομαιδείσασα πρὸς δμωαῖσι κἀποπλήσσομαιἀλλ᾽ ὅστις ἦν ὁ μῦθος αὖθις εἴπατε· 1190κακῶν γὰρ οὐκ ἄπειρος οὖσ᾽ ἀκούσομαι.Ἄγγελοςἐγώ, φίλη δέσποινα, καὶ παρὼν ἐρῶκοὐδὲν παρήσω τῆς ἀληθείας ἔπος.τί γάρ σε μαλθάσσοιμ᾽ ἂν ὧν ἐς ὕστερονψεῦσται φανούμεθ᾽; ὀρθὸν ἁλήθει᾽ ἀεί. 1195ἐγὼ δὲ σῷ ποδαγὸς ἑσπόμην πόσειπεδίον ἐπ᾽ ἄκρον, ἔνθ᾽ ἔκειτο νηλεὲςκυνοσπάρακτον σῶμα Πολυνείκους ἔτι·καὶ τὸν μέν, αἰτήσαντες ἐνοδίαν θεὸν

  • Φ ρ ο ν τ ι σ τ ή ρ ι α Μ . Ε . « Π Ρ Ο Ο Π Τ Ι Κ