http://www.tesorillo.com/grecia/grecia_frame.htm ΝΟΜΙΣΜΑ Τὸ νόμισμα τὸ ᾿Αττικὸν τοιόνδ’ ἐστίν· χρώμεθα ἀργυροῖς νομίσμασι, οὐ χρυσοῖς οὐδὲ χαλκοῖς. Τὸ μὲν τάλαντον οὔκ ἐστι νόμισμα, ἀλλὰ βάρος τι ἀργυρίον ἔχοντα ἑξήκοντα μνᾶς· ἡ δὲ μνᾶ καὶ αὐτὴ βάρος, ἔχει δὲ δραχμὰς ἑκατόν· ἡ δὲ δραχμὴ ἤδη νόμισμα, καὶ δὲ καὶ χρώμεθα διδράχμοις καὶ τετραδράχμοις· ἔχει δὲ τὸ δίδραχμον δύο δραχμάς. ἡ δὲ δραχμὴ ὀβόλους ἔχει ἕξ· πρὸς δὲ χρώμεθα διωβόλῳ καὶ τριωβόλῳ. ἡ μὲν δραχμὴ τῆς μνᾶς ἑκατοστόν ἐστι μέρος, ἡ δὲ μνᾶ τοῦ ταλάντου μέρος ἑξηκοστόν, τὸ οὖν τάλαντον ἔχει δραχμὰς ἑξακισχίλιας. Καὶ μὴν χαρακτὴρ ἔπεστιν ἐπὶ τῆς δραχμῆς, ἑτερώθεν μὲν κεφαλὴ ᾿Αθηνᾶς, ἑτερώθεν δὲ γλαῦξ, ἱερὰ οὖσα ᾿Αθήνῃ· ταῦτ’ ἐστὶ τὰ νομίσματα τὰ ᾿Αθηναῖα. καὶ ἡ μὲν ᾿Αθηναία δραχμὴ γλαῦξ ὀνομάζεται, ἡ δ’ Αἰγιναία χελώνη, ἡ δ’ αὖ Κορινθία ἵππος, ἑκάστη κατὰ τὸν χαρακτῆρα τὸν ἐπόντα, ἀλλ’ ἐπὶ τῆς Μακεδονικῆς δραχμῆς τὸν Μέγαν ᾿Αλέξανδρον καὶ τὸν Δία ὁρῶμεν. νόμισμα ατος, τό (neutro en dental) ὀβολός δραχμή = 6 ὀβολοί βάρος εος (-ους), τό (neutro en sigma) μνᾶ = 100 δραχμαί τάλαντον = 60 μναῖ ᾿Αθηναία δραχμή α) κεφαλὴ ᾿Αθηνᾶς β) γλαῦξ καὶ φύλλον ἐλαιᾶς ΑΘΕναίων (᾿Αθηναίων) δραχμὴ Κορινθία δραχμὴ Αἰγιναία α) χελώνη β) ΑΙΓινα καὶ δελφίς ὁ Μέγας ᾿Αλέξανδρος ΑΛΕΞΑΝΔΡου