2015-07-05_kyr_e_mat8aiou-a-4

  • Upload
    sakis87

  • View
    213

  • Download
    0

Embed Size (px)

Citation preview

  • 8/20/2019 2015-07-05_kyr_e_mat8aiou-a-4

    1/12

      1

    05 ΙΟΥΛΙΟΥ 2015 

    Κυριακὴ Ε´ ΜατθαΐουἈθανασίου τοῦ ἐν Ἄθω , Λαμπαδοῦ Ὁσίων

    Ἦχος δ´. Ἑωθινὸν Ε .́ 

    * * * * * 

    ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

    Μετὰ τὸν Ἑξάψαλμον , 

    Συναπτὴ μεγάλη , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  πππ ρ ρ ρέέέπππεεειιι  σ σ σ οοοιιι  πππᾶᾶᾶσ σ σ ααα δδδόόόξ ξ ξ ααα ... ... ...  

    Ἦχος δ´. 

    Θεὸς Κύριος ,  καὶ ἐπέφανεν ἡμῖν· εὐλογημέ‐

     νος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. 

    Στίχ . α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ , ὅτι ἀγα‐

    θός , ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 

    Θεὸς Κύριος , καὶ ἐπέφανεν ἡμῖν... 

    Στίχ . β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με , καὶ τῷ

    ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. 

    Θεὸς Κύριος , καὶ ἐπέφανεν ἡμῖν... 

    Στίχ . γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη , καί ἐστι

    θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 

    Θεὸς Κύριος , καὶ ἐπέφανεν ἡμῖν... 

    ΑΠΟΛΥΤΙΚΙΑ

    Τὸ Ἀναστάσιμον. Ἦχος δ .́ Τὸ φαιδρὸν τῆς ἀναστάσεως κήρυγμα , ἐκ τοῦ

    Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου μαθήτριαι  , 

    καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι  , 

    τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύ‐

    λευται ὁ θάνατος ,  ἠγέρθη Χριστὸς ὁ Θεός , 

    δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος. 

    Δόξα. Τοῦ Ὁσίου. 

    Ἦχος γ´. Τὴν ὡραιότητα. 

    Τ ὴν ἐν σαρκὶ ζωήν σου κατεπλάγησαν , Ἀγγέ‐λων τάγματα ,  πῶς μετὰ σώματος ,  πρὸς ἀο‐

    ράτους συμπλοκάς ,  ἐχώρησας πανεύφημε , 

    καὶ κατετραυμάτισας ,  τῶν δαιμόνων τὰς φά‐

    λαγγας· ὅθεν Ἀθανάσιε ,  ὁ Χριστός σε ἠμεί‐

    ψατο ,  πλουσίαις δωρεαῖς.  Διὸ Πάτερ πρέ‐

    σβευε , Χριστῷ τῷ Θεῷ , σωθῆναι τὰς ψυχὰς ἡ‐

    μῶν. 

    Καὶ νῦν. Θεοτοκίον. 

    Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γέ‐ νους ἡμῶν ,  ἀνυμνοῦμεν Θεοτόκε Παρθένε·

    ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ ,  ὁ

    Υἱός σου καὶ Θεὸς ἡμῶν ,  τὸ διὰ Σταυροῦ κα‐

    ταδεξάμενος πάθος ,  ἐλυτρώσατο ἡμᾶς ,  ἐκ

    φθορᾶς ὡς φιλάνθρωπος. 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  σ σ σ ὸὸὸννν τ τ τ ὸὸὸ κκκ ρ ρ ράάάτ τ τ οοοςςς ... ... ... 

    * * * 

    ΚΑΘΙΣΜΑΤΑΜετὰ τὴν α´ Στιχολογίαν. 

    Ἀναστάσιμον. Ἦχος δ .́ 

    Ἀ ναβλέψασαι τοῦ τάφου τὴν εἴσοδον , καὶ τὴν

    φλόγα τοῦ Ἀγγέλου μὴ φέρουσαι  ,  αἱ Μυρο‐

    φόροι σὺν τρόμῳ ἐξίσταντο λέγουσαι· Ἆρα ἐ‐

    κλάπη , ὁ τῷ λῃστῇ ἀνοίξας Παράδεισον; ἆρα

     ἠγέρθη , ὁ καὶ πρὸ πάθους κηρύξας τὴν ἔγερ‐

    σιν;  Ἀληθῶς ἀνέστη Χριστὸς ὁ Θεός ,  τοῖς ἐν

    ᾅδῃ παρέχων ζωὴν καὶ ἀνάστασιν. 

    Δόξα. Κατεπλάγη Ἰωσήφ. 

    Ἑκουσίᾳ σου βουλῇ ,  Σταυρὸν ὑπέμεινας Σω‐

    τήρ ,  καὶ ἐν μνήματι καινῷ ,  ἄνθρωποι ἔθεντο

    θνητοί  , τὸν διὰ λόγου τὰ πέρατα συστησάμε‐

     νον· ὅθεν δεσμευθεὶς ὁ ἀλλότριος ,  θάνατος

    δεινῶς ἐσκυλεύετο ,  καὶ οἱ ἐν ᾅδῃ ἅπαντες ἐ‐

    κραύγαζον , τῇ ζωηφόρῳ ἐγέρσει σου· Χριστὸς

    ἀνέστη , ὁ ζωοδότης , μένων εἰς τοὺς αἰῶνας. 

    Καὶ νῦν. Θεοτοκίον. Τὸ ἀπ᾿ αἰῶνος ἀπόκρυφον ,  καὶ Ἀγγέλοις ἄ‐

     γνωστον μυστήριον , διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ

     γῆς πεφανέρωται  ,  Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει

    σαρκούμενος ,  καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡ‐

    μῶν καταδεξάμενος· δι᾿ οὗ ἀναστήσας τὸν

    πρωτόπλαστον ,  ἔσωσεν ἐκ θανάτου τὰς ψυ‐

    χὰς ἡμῶν. 

    Μετὰ τὴν β´ Στιχολογίαν. 

    Ἦχος δ´. Ταχὺ προκατάλαβε. Ἀ νέστης ὡς ἀθάνατος ,  ἀπὸ τοῦ ᾅδου Σωτήρ·

    συνήγειρας τὸν κόσμον σου , τῇ ἀναστάσει τῇ

    σῇ ,  Χριστὲ ὁ Θεὸς ἡμῶν· ἔθραυσας ἐν ἰσχύϊ  , 

    τοῦ θανάτου τὸ κράτος· ἔδειξας Ἐλεῆμον , τὴν

    ἀνάστασιν πᾶσι· διό σε καὶ δοξάζομεν ,  μόνε

    Φιλάνθρωπε. 

    Δόξα. Κατεπλάγη Ἰωσήφ. 

    Ἐκ τῶν ἄνω κατελθών ,  τῶν ὑψωμάτων Γα‐

    βριήλ ,  καὶ τῇ πέτρᾳ προσελθών ,  ἔνθα ἡ πέ‐τρα τῆς ζωῆς , λευχειμονῶν ἀνεκραύγαζε ταῖς

    κλαιούσαις· Παύσασθε ὑμεῖς ,  τῆς θρηνώδους

  • 8/20/2019 2015-07-05_kyr_e_mat8aiou-a-4

    2/12

      2

    κραυγῆς ,  ἔχουσαι ἀεὶ τὸ εὐσυμπάθητον· ὃν

     γὰρ ζητεῖτε κλαίουσαι  ,  θαρσεῖτε ,  ὡς ἀληθῶς

    ἐξεγήγερται· διὸ βοᾶτε ,  τοῖς Ἀποστόλοις ,  ὅτι

    ἀνέστη ὁ Κύριος. 

    Καὶ νῦν. Θεοτοκίον , ὅμοιον. 

    Κατεπλάγησαν Ἁγνή , πάντες Ἀγγέλων οἱ χο‐

    ροί  ,  τὸ μυστήριον τῆς σῆς ,  κυοφορίας τὸ φρι‐

    κτόν· πῶς ὁ τὰ πάντα συνέχων νεύματι μόνῳ , 

    ἀγκάλαις ὡς βροτός , ταῖς σαῖς συνέχεται  , καὶ

    δέχεται ἀρχὴν ὁ προαιώνιος , καὶ γαλουχεῖται

    σύμπασαν ὁ τρέφων ,  πνοὴν ἀφάτῳ χρηστό‐

    τητι !  καὶ σὲ ὡς ὄντως ,  Θεοῦ Μητέρα ,  εὐφη‐

    μοῦντες δοξάζουσιν. 

    * * * 

    ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ

    Ἦχος πλ. α´. Εὐλογητὸς εἶ  , Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 

    Τῶν ἀγγέλων ὁ δῆμος κατεπλάγη ὁρῶν σε ἐν

     νεκροῖς λογισθέντα ,  τοῦ θανάτου δέ ,  Σωτήρ , 

    τὴν ἰσχὺν καθελόντα καὶ σὺν ἑαυτῷ τὸν Ἀ‐

    δὰμ ἐγείραντα καὶ ἐξ ᾅδου πάντας ἐλευθερώ‐

    σαντα. 

    Εὐλογητὸς εἶ  , Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 

    Τί τὰ μύρα συμπαθῶς τοῖς δάκρυσιν , ὦ μαθή‐

    τριαι  ,  κιρνᾶτε;  ὁ ἀστράπτων ἐν τῷ τάφῳ ἄγ‐ γελος προσεφθέγγετο ταῖς μυροφόροις· Ἴδετε

    ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐ‐

    ξανέστη τοῦ μνήματος. 

    Εὐλογητὸς εἶ  , Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 

    Λίαν πρωῒ μυροφόροι ἔδραμον πρὸς τὸ μνῆ‐

    μά σου θρηνολογοῦσαι· ἀλλ᾿ ἐπέστη πρὸς αὐ‐

    τὰς ὁ ἄγγελος καὶ εἶπε· Θρήνου ὁ καιρὸς πέ‐

    παυται· μὴ κλαίετε· τὴν ἀνάστασιν δὲ ἀπο‐

    στόλοις εἴπατε. Εὐλογητὸς εἶ  , Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 

    Μυροφόροι γυναῖκες μετὰ μύρων ἐλθοῦσαι

    πρὸς τὸ μνῆμά σου ,  Σῶτερ ,  ἐνηχοῦντο ἀγγέ‐

    λου πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νε‐

    κρῶν τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γὰρ ἐξα‐

     νέστη τοῦ μνήματος. 

    Δόξα. 

    Προσκυνοῦμεν Πατέρα καὶ τὸν τούτου Υἱόν

    τε καὶ τὸ ἅγιον Πνεῦμα , τὴν ἁγίαν Τριάδα ἐν

    μιᾷ τῇ οὐσίᾳ , σὺν τοῖς Σεραφεὶμ κράζοντες τὸ

    Ἅγιος , Ἅγιος , Ἅγιος εἶ  , Κύριε. 

    Καὶ νῦν. 

    Ζωοδότην τεκοῦσα ,  ἐλυτρώσω ,  Παρθένε ,  τὸν

    Ἀδὰμ ἁμαρτίας· χαρμονὴν δὲ τῇ Εὔᾳ ἀντὶ λύ‐

    πης παρέσχες· ῥεύσαντα ζωῆς ,  ἴθυνε πρὸς

    ταύτην δὲ ὁ ἐκ σοῦ σαρκωθεὶς Θεὸς καὶ ἄν‐

    θρωπος. 

    Ἀλληλούϊα , ἀλληλούϊα , ἀλληλούϊα· δόξα σοι

    ὁ Θεός. ( γ´) 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  ηηηὐὐὐλλλόόόγγγηηητ τ τ αααί ί ί  ΣΣΣοοουυυ ... ... ...  

    * * * 

    ΥΠΑΚΟΗ , ΑΝΑΒΑΘΜΟΙ , ΠΡΟΚΕΙΜΕΝΟΝἩ Ὑπακοή. Ἦχος δ .́ 

    Τὰ τῆς σῆς παραδόξου ἐγέρσεως , προδραμοῦ‐σαι αἱ Μυροφόροι  ,  τοῖς Ἀποστόλοις ἐκήρυτ‐

    τον Χριστέ , ὅτι ἀνέστης ὡς Θεός , παρέχων τῷ

    κόσμῳ τὸ μέγα ἔλεος. 

    Οἱ Ἀναβαθμοί . Ἦχος δ .́ Ἀντίφωνον Α´. 

    Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη·

    ἀλλ᾿ αὐτὸς ἀντιλαβοῦ , καὶ σῶσον Σωτήρ μου. 

    Οἱ μισοῦντες Σιών , αἰσχύνθητε ἀπὸ τοῦ Κυρί‐

    ου· ὡς χόρτος γάρ ,  πυρὶ ἔσεσθε ἀπεξηραμέ‐ νοι . 

    Δόξα. Καὶ νῦν. 

    Ἁ γίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται  ,  καὶ κα‐

    θάρσει ὑψοῦται  ,  λαμπρύνεται  ,  τῇ τριαδικῇ

    μονάδι ἱεροκρυφίως. 

    Ἀντίφωνον Β´. 

    Ἐκέκραξά σοι Κύριε ,  θερμῶς ἐκ βάθους ψυ‐

    χῆς μου· Κἀμοὶ γενέσθω ,  πρὸς ὑπακοὴν τὰ

    θεῖά σου ὦτα. 

    Ἐπὶ τὸν Κύριον ἐλπίδα πᾶς τις κεκτημένος , ὑ‐

    ψηλότερός ἐστι  , πάντων τῶν λυπούντων. 

    Δόξα. Καὶ νῦν. 

    Ἁ γίῳ Πνεύματι  ,  ἀναβλύζει τὰ τῆς χάριτος

    ῥεῖθρα ,  ἀρδεύοντα ,  ἅπασαν τὴν κτίσιν πρὸς

    ζωογονίαν. 

    Ἀντίφωνον Γ´. 

    Ἡ  καρδία μου πρὸς σὲ Λόγε ὑψωθήτω ,  καὶοὐδὲν θέλξει με ,  τῶν τοῦ κόσμου τερπνῶν

    πρὸς χαμαιζηλίαν. 

  • 8/20/2019 2015-07-05_kyr_e_mat8aiou-a-4

    3/12

      3

    Ἐπὶ τὴν μητέρα αὐτοῦ , ὡς ἔχει τις στοργήν , ἐ‐

    πὶ τῷ Κυρίῳ ,  θερμότερον φίλτρον χρεωστοῦ‐

    μεν. 

    Δόξα. Καὶ νῦν. 

    Ἁ γίῳ Πνεύματι  ,  θεογνωσίας πλοῦτος ,  θεωρί‐

    ας καὶ σοφίας· πάντα γὰρ ἐν τούτῳ ,  τὰ πα‐

    τρῷα δόγματα , ὁ Λόγος ἐκκαλύπτει . 

    Προκείμενον. Ψαλμὸς μγ´ (43). 

    Ἀ νάστα Κύριε ,  βοήθησον ἡμῖν ,  καὶ λύτρωσαι

     ἡμᾶς ,  ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου. (δίς) 

    Στίχ .  Ὁ  Θεός ,  ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν , 

    καὶ οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν ἔργον , 

    ὃ εἰργάσω ἐν ταῖς ἡμέραις αὐτῶν , ἐν ἡμέραις

    ἀρχαίαις. 

    Ἀ νάστα Κύριε , βοήθησον ἡμῖν... * * * 

    ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥὁ διάκονος· Τ Τ Τ οοοῦῦῦ Κ Κ Κ υυυ ρ ρ ρί ί ί οοουυυ δδδεεεηηηθθθῶῶῶ μ μ μεεεννν ...  

    Κύριε , ἐλέησον. ὁ ἱερεύς· ὍὍὍτ τ τ ιιι  ἅἅἅγγγιιιοοοςςς εεεἶ ἶ ἶ  , , ,  ὁὁὁ ΘΘΘεεεὸὸὸςςς ἡἡἡ μ μ μῶῶῶννν  , , ,  ... ... ... 

    Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. 

    Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. 

    Αἰνεσάτω πνοὴ… πᾶσα τὸν Κύριον. 

    ὁ διάκονος· Κ Κ Κ αααὶὶὶ   ὑὑὑπππὲὲὲ ρ ρ ρ  τ τ τ οοοῦῦῦ  κκκααατ τ τ αααξ ξ ξ ιιιωωωθθθῆῆῆννναααιιι   ἡἡἡ μ μ μᾶᾶᾶςςς  τ τ τ ῆῆῆςςς ἀἀἀκκκ ρ ρ ροοοάάάσ σ σ εεεωωωςςς  τ τ τ οοοῦῦῦ  ἁἁἁγγγί ί ί οοουυυ  ΕΕΕὐὐὐαααγγγγγγεεελλλί ί ί οοουυυ  Κ Κ Κ ύύύ ρ ρ ριιιοοοννν  τ τ τ ὸὸὸννν 

    ΘΘΘεεεὸὸὸννν ἡἡἡ μ μ μῶῶῶννν ἱ ἱ ἱ κκκεεετ τ τ εεεύύύσ σ σ ωωω μ μ μεεεννν ... 

    Κύριε , ἐλέησον. ( γ´) ὁ διάκονος·  ΣΣΣοοοφφφί ί ί ααα···   ὀὀὀ ρ ρ ρθθθοοοί ί ί ···   ἀἀἀκκκοοούύύσ σ σ ωωω μ μ μεεεννν  τ τ τ οοοῦῦῦ  ἁἁἁγγγί ί ί οοουυυ ΕΕΕὐὐὐαααγγγγγγεεελλλί ί ί οοουυυ ...  ὁ ἱερεύς· ΕΕΕἰ ἰ ἰ  ρ ρ ρήήήνννηηη πππᾶᾶᾶσ σ σ ιιι ... 

    Καὶ τῷ Πνεύματί σου. ὁ ἱερεύς·  Ἐ Ἐ Ἐκκκ  τ τ τ οοοῦῦῦ  κκκααατ τ τ ὰὰὰ  Λ Λ Λοοουυυκκκᾶᾶᾶννν  ἁἁἁγγγί ί ί οοουυυ  ΕΕΕὐὐὐαααγγγγγγεεελλλί ί ί οοουυυ τ τ τ ὸὸὸ ἀἀἀνννάάάγγγνννωωωσ σ σ  μ μ μααα ... 

    ὁ διάκονος·  Π  Π  Π  ρ ρ ρόόόσ σ σ  χ  χ  χ ωωω μ μ μεεεννν ...  

    Δόξα σοι  , Κύριε , δόξα σοι . 

    ὁ ἱερεὺς ἀναγινώσκει τὸ ἐνδιάτακτον Ἑωθινὸν Εὐαγγέλιον. 

    Ἑωθινὸν Ε´

    Ἐκ τοῦ κατὰ Λουκᾶν(κδ´ 12‐35) 

    Τῷ καιρῷ ἐκείνῳ ,  ὁ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖ‐

    ον ,  καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα ,  καὶ ἀ‐

    πῆλθε πρὸς ἑαυτὸν θαυμάζων τὸ γεγονός.  Καὶ ἰδοὺ δύο ἐξ

    αὐτῶν ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην ἀπέ‐

    χουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἱερουσαλήμ , ᾗ ὄνομα Ἐμμα‐

    ούς.  Καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν

    συμβεβηκότων τούτων.  Καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς

    καὶ συζητεῖν καὶ αὐτὸς ὁ Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐ‐

    τοῖς· οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι

    αὐτόν.  Εἶπε δὲ πρὸς αὐτούς· Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντι‐

    βάλλετε πρὸς ἀλλήλους περιπατοῦντες ,  καί ἐστε σκυθρω‐

    ποί ; Ἀποκριθεὶς δὲ ὁ εἷς , ᾧ ὄνομα Κλεόπας , εἶπε πρὸς αὐτόν·

    Σὺ μόνος παροικεῖς ἐν Ἱερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενό‐

    μενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις; Καὶ εἶπεν αὐτοῖς· Ποῖ‐

    α; Οἱ δὲ εἶπον αὐτῷ· Τὰ περὶ Ἰησοῦ τοῦ Ναζωραίου , ὃς ἐγένε‐

    το ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ

    Θεοῦ , καὶ παντὸς τοῦ λαοῦ , ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρ‐

    χιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρῖμα θανάτου καὶ ἐσταύ‐ρωσαν αὐτόν· ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων

    λυτροῦσθαι τὸν Ἰσραήλ· ἀλλά γε σὺν πᾶσι τούτοις τρίτην

    ταύτην ἡμέραν ἄγει σήμερον ,  ἀφ᾿ οὗ ταῦτα ἐγένετο.  Ἀλλὰ

    καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς ,  γενόμεναι ὄρ‐

    θριαι ἐπὶ τὸ μνημεῖον ,  καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ ἦλ‐

    θον ,  λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι  ,  οἳ λέγου‐

    σιν αὐτὸν ζῆν.  Καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνη‐

    μεῖον ,  καὶ εὗρον οὕτω ,  καθὼς καὶ αἱ γυναῖκες εἶπον ,  αὐτὸν

    δὲ οὐκ εἶδον.  Καὶ αὐτὸς εἶπε πρὸς αὐτούς· Ὦ ἀνόητοι καὶ

    βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ

    προφῆται ! Οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστὸν καὶ εἰσελθεῖν

    εἰς τὴν δόξαν αὐτοῦ; Καὶ ἀρξάμενος ἀπὸ Μωϋσέως καὶ ἀπὸ

    πάντων τῶν προφητῶν ,  διηρμήνευεν αὐτοῖς ἐν πάσαις ταῖς

     γραφαῖς τὰ περὶ ἑαυτοῦ. Καὶ ἤγγισαν εἰς τὴν κώμην , οὗ ἐπο‐

    ρεύοντο ,  καὶ αὐτὸς προσεποιεῖτο πορρωτέρω πορεύεσθαι . 

    Καὶ παρεβιάσαντο αὐτὸν λέγοντες· Μεῖνον μεθ᾿ ἡμῶν ,  ὅτι

    πρὸς ἑσπέραν ἐστὶ καὶ κέκλικεν ἡ ἡμέρα.  Καὶ εἰσῆλθε τοῦ

    μεῖναι σὺν αὐτοῖς.  Καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν

    μετ᾿ αὐτῶν ,  λαβὼν τὸν ἄρτον ,  εὐλόγησε ,  καὶ κλάσας ἐπεδί‐

    δου αὐτοῖς.  Αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοί  ,  καὶ ἐπέ‐

     γνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ᾿ αὐτῶν.  Καὶ

    εἶπον πρὸς ἀλλήλους· Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡ‐

    μῖν , ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ καὶ ὡς διήνοιγεν ἡμῖν τὰς γρα‐

    φάς; Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἱερουσα‐

    λήμ ,  καὶ εὗρον συνηθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺναὐτοῖς ,  λέγοντας· Ὅτι ἠγέρθη ὁ Κύριος ὄντως καὶ ὤφθη Σί‐

    μωνι . Καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ καὶ ὡς ἐγνώσθη αὐ‐

    τοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου. 

    Δόξα σοι  , Κύριε , δόξα σοι . 

    ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης·

    Ἀ νάστασιν Χριστοῦ θεασάμενοι  ,  προσκυνή‐

    σωμεν ἅγιον Κύριον Ἰησοῦν ,  τὸν μόνον ἀνα‐

    μάρτητον.  Τὸν σταυρόν σου ,  Χριστέ ,  προσκυ‐

     νοῦμεν καὶ τὴν ἁγίαν σου ἀνάστασιν ὑμνοῦ‐

    μεν καὶ δοξάζομεν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν ,  ἐ‐

    κτός σου ἄλλον οὐκ οἴδαμεν , τὸ ὄνομά σου ὀ‐

     νομάζομεν.  Δεῦτε πάντες οἱ πιστοὶ προσκυ‐

     νήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν· ἰ‐

    δοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ χαρὰ ἐν ὅλῳ

    τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύρι‐

    ον , ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ. Σταυρὸν

     γὰρ ὑπομείνας δι᾿ ἡμᾶς ,  θανάτῳ θάνατον ὤ‐

    λεσεν. 

    οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον 

  • 8/20/2019 2015-07-05_kyr_e_mat8aiou-a-4

    4/12

      4

    Ἦχος β´. 

    Ἐλεῆμον ,  Ἐλέησόν με ,  ὁ Θεός ,  κατὰ τὸ μέγα

    ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν

    σου ἐξάλειψον τὸ ἀνόμημά μου. 

    Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου

    καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. 

    Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω ,  καὶ ἡ ἁ‐μαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. 

    Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν

    σου ἐποίησα ,  ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λό‐

     γοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. 

    Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην ,  καὶ ἐν ἁ‐

    μαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. 

    Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας ,  τὰ ἄδηλα καὶ

    τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι .  Ῥαντιεῖς με ὑσσώπῳ ,  καὶ καθαρισθήσομαι·

    πλυνεῖς με , καὶ ὑπὲρ χιόνα λευκανθήσομαι . 

    Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀ‐

     γαλλιάσονται ὀστέα τεταπεινωμένα. 

    Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁ‐

    μαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξά‐

    λειψον. 

    Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί  , ὁ Θεός , καὶπνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις

    μου. 

    Μ ὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου , 

    καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς

    ἀπ᾿ ἐμοῦ. 

    Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου

    σου , καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. 

    Διδάξω ἀνόμους τὰς ὁδούς σου ,  καὶ ἀσεβεῖςἐπὶ σὲ ἐπιστρέψουσι . 

     Ῥῦσαί με ἐξ αἱμάτων , ὁ Θεός , ὁ Θεὸς τῆς σω‐

    τηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν

    δικαιοσύνην σου. 

    Κύριε ,  τὰ χείλη μου ἀνοίξεις ,  καὶ τὸ στόμα

    μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. 

    Ὅτι  ,  εἰ ἠθέλησας θυσίαν ,  ἔδωκα ἄν· ὁλοκαυ‐

    τώματα οὐκ εὐδοκήσεις. 

    Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρ‐

    δίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ

    Θεὸς οὐκ ἐξουδενώσει . 

    Ἀ γάθυνον ,  Κύριε ,  ἐν τῇ εὐδοκίᾳ σου τὴν Σι‐

    ών , καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. 

    Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ,  ἀναφο‐

    ρὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μό‐

    σχους. Καὶ ἐλέησόν με , ὁ Θεός. 

    Δόξα. 

    Ταῖς τῶν Ἀποστόλων πρεσβείαις , ἐλεῆμον ,  ἐ‐

    ξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. 

    Καὶ νῦν. 

    Ταῖς τῆς Θεοτόκου πρεσβείαις ,  ἐλεῆμον ,  ἐξά‐

    λειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. 

    Καὶ τὸ πεντηκοστάριον. Ἦχος ὁ αὐτός. 

    Στίχ . Ἐλέησόν με , ὁ Θεός , κατὰ τὸ μέγα ἔλεός

    σου ,  καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου

    ἐξάλειψον τὸ ἀνόμημά μου. 

    Ἀ ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου ,  καθὼς

    προεῖπεν ,  ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ

    μέγα ἔλεος. 

    ΣΣΣῶῶῶσ σ σ οοοννν  , , ,  ὁὁὁ ΘΘΘεεεόόόςςς  , , ,  τ τ τ ὸὸὸννν λλλαααόόόννν ΣΣΣοοουυυ ... ... ...  Κύριε , ἐλέησον. 

    (ιβ´)  Ἐ Ἐ Ἐλλλέέέεεειιι  κκκαααὶὶὶ  οοοἰ ἰ ἰ κκκτ τ τ ιιι ρ ρ ρ μ μ μοοοῖ ῖ ῖ ςςς ... ... ...

     Ἀμήν. * * * 

    ΟΙ ΚΑΝΟΝΕΣὁ Ἀναστάσιμος καὶ ὁ τοῦ Ὁσίου

    ᾨδὴ α´. ὁ Ἀναστάσιμος

    ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ. 

    Ἦχος δ´. Ὁ Εἱρμός. 

    Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος , ἀβρόχοις ἴ‐

    χνεσιν ,  ὁ παλαιὸς πεζεύσας Ἰσραήλ ,  σταυρο‐τύποις Μωσέως χερσί  , τοῦ Ἀμαλὴκ τὴν δύνα‐

    μιν , ἐν τῇ ἐρήμῳ ἐτροπώσατο. 

    Στίχ . Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου , Κύριε. 

    Ὑψώθης τὴν ἡμετέραν ἔκπτωσιν , ἐπανορθού‐

    μενος , ἐν τῷ ἀχράντῳ ξύλῳ τοῦ Σταυροῦ , τὴν

    ἐν ξύλῳ ἰώμενος ,  πανωλεθρίαν Δέσποτα ,  ὡς

    ἀγαθὸς καὶ παντοδύναμος. 

    Στίχ . Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου , Κύριε. 

    Ἐ ν τάφῳ σωματικῶς ,  ἐν ᾅδῃ δὲ μετὰ ψυχῆς

    ὡς Θεός· ἐν Παραδείσῳ δὲ μετὰ λῃστοῦ ,  καὶ

  • 8/20/2019 2015-07-05_kyr_e_mat8aiou-a-4

    5/12

      5

    ἐν θρόνῳ ὑπῆρχες Χριστέ ,  μετὰ Πατρὸς καὶ

    Πνεύματος , πάντα πληρῶν ὁ ἀπερίγραπτος. 

    Θεοτοκίον

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Ἀσπόρως τῷ τοῦ Πατρὸς βουλήματι  , ἐκ θείου

    Πνεύματος ,  τὸν τοῦ Θεοῦ συνείληφας Υἱόν , 

    καὶ σαρκὶ ἀπεκύησας ,  τὸν ἐκ Πατρὸς ἀμήτο‐

    ρα , καὶ δι᾿ ἡμᾶς ἐκ σοῦ ἀπάτορα. 

    καὶ ὁ Κανὼν τοῦ Ὁσίου Ἀθανασίου , οὗ ἡ ἀκροστιχίς· Ἀθανάσιον ὑμνῶν , ἀρετὴν ἐπαινέσω. Ἀμήν. 

    Ἦχος πλ. δ´. Ἁρματηλάτην Φαραώ. 

    Στίχ . Ὅσιε τοῦ Θεοῦ , πρέσβευε ὑπὲρ ἡμῶν. 

    Ἀθανασίας γεγονὼς ἐπώνυμος , ἔτι ἐν βίῳ τε‐

    λῶν ,  τῆς ἀληθοῦς ὤφθης ,  Πάτερ Ἀθανάσιε , 

    ἀθανασίας μέτοχος ,  μεταστὰς τῶν προσκαί‐

    ρων. Ἀλλὰ Χριστῷ παριστάμενος , μέμνησο ἡ‐

    μῶν μεμνημένων σου. 

    Στίχ . Ὅσιε τοῦ Θεοῦ , πρέσβευε ὑπὲρ ἡμῶν. 

    Θεοσεβῆ ἐξ ἁπαλῶν γενόμενον , ὀνύχων Ὅσι‐

    ε ,  πρὸς ἀρετῆς κτῆσιν ,  γεννητόρων στέρησις , 

    σὲ οὐδαμῶς ἐκώλυσεν· ἀλλὰ πάντα τὸν πό‐

    θον , ὁλοσχερῶς καὶ τὴν ἔφεσιν , ἔτρεψας πρὸς

    μόνον τὸν Κτίσαντα. 

    Δόξα. 

    Ἀπὸ χειλέων ῥυπαρῶν τὴν αἴνεσιν , τολμήσας

    ᾄδω σοι  ,  τῷ περὶ σὲ πόθῳ ,  κάτοχος γενόμε‐ νος , καὶ τῇ ἀγάπῃ δέσμιος. Ἀλλὰ Πάτερ συγ‐

     γνώμων ,  γενοῦ καὶ δὸς κατ᾿ ἀξίαν σοι  ,  τοῦ‐

    τον προσκομίσαι τὸν ἔπαινον. 

    Καὶ νῦν. Θεοτοκίον

    Νέον παιδίον ὑπὲρ λόγον τέτοκας ,  τὸν πα‐

    λαιὸν ἡμερῶν , νέας ἐν γῇ τρίβους , ἀρετῆς δει‐

    κνύμενον· οὗ ὁ κλεινὸς θεράπων σου , Ἀθανά‐

    σιος Κόρη ,  τῷ ἔρωτι τιτρωσκόμενος ,  τοῦτόνσοι τὸν οἶκον ἐδείματο. 

    ᾨδὴ γ´. ὁ Ἀναστάσιμος 

    Ἦχος δ´. Ὁ Εἱρμός. 

    Εὐφραίνεται ἐπὶ σοί  ,  ἡ Ἐκκλησία σου Χριστὲ

    κράζουσα· Σύ μου ἰσχὺς Κύριε , καὶ καταφυγὴ

    καὶ στερέωμα. 

    Στίχ . Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου , Κύριε. 

    Τὸ ξύλον τὸ τῆς ζωῆς ,  ἡ νοητὴ καὶ ἀληθὴς

    Ἄμπελος ,  ἐπὶ Σταυροῦ κρέμαται  ,  πᾶσιν ἀμ‐

    βροσίαν πηγάζουσα. 

    Στίχ . Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου , Κύριε. 

    Ὡς μέγας ὡς φοβερός ,  ὡς τοῦ ᾅδου καθελὼν

    φρύαγμα ,  καὶ ὡς Θεὸς ἄφθαρτος ,  νῦν σωμα‐

    τικῶς ἐξεγήγερται . 

    Θεοτοκίον

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Σὺ μόνη τοῖς ἐπὶ γῆς ,  τῶν ὑπὲρ φύσιν ἀγα‐

    θῶν πρόξενος ,  Μήτηρ Θεοῦ γέγονας· ὅθεν

    σοι τὸ Χαῖρε προσάγομεν. 

    καὶ τοῦ Ὁσίου 

    Ἦχος πλ. δ´. Ὁ στερεώσας κατ᾿ ἀρχάς. 

    Στίχ . Ὅσιε τοῦ Θεοῦ , πρέσβευε ὑπὲρ ἡμῶν. Ἀπὸ παιδὸς τῇ πρὸς Θεόν ,  ἀγάπῃ συνειλημ‐

    μένος ,  τοὺς ὁμήλικας τῶν παίδων ἀθροίζων , 

    καὶ χορείαν συνιστῶν , πνευματικῶς ἐῤῥύθμι‐

    ζες ,  τῶν παιδικῶν πανσόφως ,  τούτους ἐθῶν

    ἐξαιρούμενος. 

    Στίχ . Ὅσιε τοῦ Θεοῦ , πρέσβευε ὑπὲρ ἡμῶν. 

    Σοφίας ἔρωτι βληθείς ,  πρὸς τὴν εὐδαίμονα

    πόλιν , Κωνσταντίνου παραγίνῃ θεόφρον· καὶ

    ὡς μέλιττα σοφή ,  καὶ μελουργὸς τὰ καίρια , τῶν λόγων συναθροίσας , τὰ περιττὰ καταλέ‐

    λοιπας. 

    Δόξα. 

    Ἱστίῳ Πάτερ τοῦ Σταυροῦ ,  τὴν ψυχικήν σου

    ὁλκάδα ,  κυβερνήσας εὐσταλῶς τε καὶ κού‐

    φως ,  τὴν τοῦ βίου χαλεπήν ,  ποντοπορίαν ἤ‐

     νυσας , καὶ πρὸς γαλήνης θείους , ἤχθης λιμέ‐

     νας μακάριε. 

    Καὶ νῦν. ΘεοτοκίονὉ  πρὸ αἰώνων γεννηθείς ,  ἐκ τοῦ Πατρὸς ἀ‐

    ποῤῥήτως ,  ἐπ᾿ ἐσχάτων ἐκ γαστρός σου προ‐

     ῆλθε ,  καὶ ἐθέωσεν ἡμῶν τὴν φύσιν μητρο‐

    πάρθενε , τοὺς τῶν Ὁσίων δήμους , περιφανῶς

    ἐπαγόμενος. 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  σ σ σ ὺὺὺ εεεἶ ἶ ἶ  ὁὁὁ ΘΘΘεεεὸὸὸςςς ἡἡἡ μ μ μῶῶῶννν ... ... ...  

    * * * 

  • 8/20/2019 2015-07-05_kyr_e_mat8aiou-a-4

    6/12

      6

    ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑΚοντάκιον καὶ Οἶκος τοῦ Ὁσίου. 

    Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ. 

    Ὡς τῶν ἀΰλων οὐσιῶν θεωρὸς ἄριστος ,  καὶ

    πρακτικὸς ὑφηγητὴς παναληθέστατος ,  ἀνα‐

    κράζει σοι ἡ ποίμνη σου θεοῤῥῆμον· Μὴ ἐλ‐

    λείπῃς ἱκετεύειν πρὸς τὸν Κύριον ,  λυτρωθῆ‐

     ναι πειρασμῶν καὶ περιστάσεων ,  τοὺς βοῶν‐

    τάς σοι· Χαίροις Πάτερ Ἀθανάσιε. 

    ὁ Οἶκος

    Ἄ νωθέν σου τὴν κλῆσιν ,  εἰληφὼς παραδό‐

    ξως ,  ἀθάνατον ζωὴν ἐκληρώσω· μετὰ σώμα‐

    τος γὰρ ἐπὶ γῆς ,  ἀσωμάτων βίον μετελθὼν

     γέγονας ,  τοῖς πάθεσιν ἀνάλωτος· διό σε εὐ‐

    φημοῦμεν Πάτερ·

    Χαίροις φαιδρὸν μοναζόντων κλέος·

    χαίροις λαμπρὰ σωφροσύνης στήλη. Χαίροις τῆς ἀνδρείας ἀρίδηλον γνώρισμα·

    χαίροις τῆς πανσόφου φρονήσεως ἔνδειξις. 

    Χαίροις στάθμη ἰσοστάσιος δικαιοσύνης ἀκρι‐

    βοῦς·

    χαίροις λόγῳ καταρτίσας σου τῶν πρακτέων

    τὰς ὁρμάς. 

    Χαίροις νοῦς ἀπολαύων ἐννοιῶν ἀποῤῥήτων·

    χαίροις πᾶσαν τὴν κτίσιν εὐσεβῶς διαθροί‐

    σας. 

    Χαίροις δι᾿ οὗ ᾐσχύνθησαν δαίμονες·

    χαίροις δι᾿ οὗ πᾶν πάθος νενέκρωται . 

    Χαίροις λιμὴν τῶν ἐν ζάλῃ τοῦ βίου·

    χαίροις σωτὴρ τῶν πιστῶς σοι βοώντων. 

    Χαίροις Πάτερ Ἀθανάσιε. 

    Μεσῴδιον Κάθισμα ἐκ τοῦ Μηναίου

    Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον. 

    Ἐκ νεότητος πάντα καταλιπών , τὰ τοῦ βίου ἐ‐

    πίκηρα καὶ τερπνά , προθύμως ἠκολούθησας , 

    τῷ καλοῦντί σε Ὅσιε· καὶ ἐπ᾿ ὤμων ἄρας , 

    Σταυρὸν ὡς ἀκήκοας ,  ἐν νηστείαις Πάτερ ,  τὸ

    σῶμα κατέτηξας· ὅθεν καὶ Ποιμένα ,  τῶν οἰ‐

    κείων προβάτων ,  καλῶς προχειρίζεται  ,  ὁ πα‐

     νάγαθος Κύριος ,  Ἀθανάσιε Ὅσιε.  Πρέσβευε

    Χριστῷ τῷ Θεῷ ,  τῶν πταισμάτων ἄφεσιν δω‐

    ρήσασθαι  ,  τοῖς ἑορτάζουσι πόθῳ ,  τὴν ἁγίαν

    μνήμην σου. 

    Δόξα. Καὶ νῦν. Θεοτοκίον. Τ ὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γαστρί  ,  συλλα‐

    βοῦσα ἀφλέκτως Μῆτερ Θεοῦ , τῷ κόσμῳ ἐκύ‐

     ησας ,  τὸν τὸν κόσμον συνέχοντα· καὶ ἐκ μα‐

    ζῶν ἐθήλασας ,  τὸν πάντας ἐκτρέφοντα· καὶ

    ἐν ἀγκάλαις ἔσχες ,  τὸν πάντα βαστάζοντα·

    ὅθεν δυσωπῶ σε ,  Παναγία Παρθένε ,  ῥυσθῆ‐

     ναι πταισμάτων μου ,  ὅταν μέλλω παρίστα‐

    σθαι  ,  πρὸ προσώπου τοῦ Κτίστου μου.  Δέ‐

    σποινα Παρθένε ἁγνή ,  τὴν σὴν βοήθειαν τό‐

    τε μοι δώρησαι· σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλόςσου. 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ΣΣΣὺὺὺ γγγὰὰὰ ρ ρ ρ εεεἶ ἶ ἶ  ὁὁὁ ΒΒΒααασ σ σ ιιιλλλεεεύύύςςς ... ... ...  

    * * * 

    ΚΟΝΤΑΚΙΟΝ , ΟΙΚΟΣ , ΣΥΝΑΞΑΡΙΟΝΚοντάκιον καὶ Οἶκος τὰ Ἀναστάσιμα. 

    Κοντάκιον. Ἦχος δ .́ Ἐπεφάνης σήμερον. 

    Ὁ  Σωτὴρ καὶ ῥύστης μου ,  ἀπὸ τοῦ τάφου ,  ὡς

    Θεὸς ἀνέστησεν ,  ἐκ τῶν δεσμῶν τοὺς γηγε‐ νεῖς ,  καὶ πύλας ᾅδου συνέτριψε ,  καὶ ὡς Δε‐

    σπότης , ἀνέστη τριήμερος. ὁ Οἶκος

    Τὸν ἀναστάντα ἐκ νεκρῶν ,  Χριστὸν τὸν ζωο‐

    δότην , τριήμερον ἐκ τάφου καὶ πύλας τοῦ θα‐

     νάτου σήμερον συνθλάσαντα ,  τῇ δυνάμει τῇ

    αὑτοῦ ,  τὸν ᾅδην τε νεκρώσαντα ,  καὶ τὸ κέν‐

    τρον τοῦ θανάτου συντρίψαντα ,  καὶ τὸν Ἀ‐

    δὰμ σὺν τῇ Εὔᾳ ἐλευθερώσαντα ,  ὑμνήσωμενπάντες οἱ γηγενεῖς ,  εὐχαρίστως βοῶντες αἶ‐

     νον ἐκτενῶς· Αὐτὸς γὰρ ὡς μόνος κραταιὸς

    Θεὸς καὶ Δεσπότης , ἀνέστη τριήμερος. 

    Συναξάριον

    Τῇ Ε´ τοῦ αὐτοῦ μηνός , Μνήμη τοῦ Ὁσίου καὶ

    θεοφόρου Πατρὸς ἡμῶν Ἀθανασίου τοῦ ἐν τῷ

    Ἄθῳ , κτίτορος τῆς Ἱερᾶς Μονῆς Μεγίστης

    Λαύρας καὶ γενάρχου καὶ πατριάρχου τοῦ

    ἁγιορειτικοῦ Μοναχισμοῦ. Στίχοι

    Μέγας μὲν Ἀντώνιος , ἀρχὴ Πατέρων. 

    Θεῖος δ᾿ Ἀθανάσιος ἔνθεον τέλος. 

    Κἄν Ἀθανάσιος ὕστερος χρόνοις , 

    Ἀλλ᾿ ὑπερέσχε καὶ παλαιοὺς τοῖς πόνοις. 

    Ἀθανασίῳ καὶ μαθητῶν ἑξάδι  , 

    Ναοὶ λύονται σωμάτων ναοῦ λύσει . 

    Πέμπτῃ δ᾿ Ἀθανάσιον ἆγον νόες ἄστυ θεοῖο. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ Ὁσίου Πατρὸς

     ἡμῶν Λαμπαδοῦ. Στίχοι

    Ἄρδων ἐλαίῳ Λαμπαδὸς τὴν λαμπάδα

  • 8/20/2019 2015-07-05_kyr_e_mat8aiou-a-4

    7/12

      7

    Ἕτοιμος ἐγγίσαντος ἦν τοῦ Νυμφίου. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ Ἁγίου καὶ

    Ἐνδόξου Μάρτυρος Βασιλείου , ὡς καὶ τῶν

    ἑβδομήκοντα συναθλητῶν αὐτοῦ , τῶν ἐν

    Σκυθοπόλει τῆς Παλαιστίνης ξίφει

    τελειωθέντων. Στίχοι

    Τῶν Ἀποστόλων ἰσάριθμοι Κυρίου , Ἴσα δέχεσθε ἀθληταὶ καὶ τὰ στέφη. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς

     ἡμῶν Στεφάνου , μητροπολίτου Ῥηγίου τῆς

    Καλαβρίας. Στίχοι

     Ῥήγιον καλῶς ὁ Στέφανος ποιμάνας , 

    Κράξας , Δόξα σοι  , σύνεστι τῷ Δεσπότῃ. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῆς εὑρέσεως τῶν

    λειψάνων τοῦ Ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Σεργίου τοῦ Ῥαντονέζ. (1423) 

    Στίχοι

    Σεργίου σκῆνος Λαύρα ἀνακομίζει  , 

    Ὅπερ θησαυρὸν ἀσύλητον κατέχει . 

    Ὁ ἅγιος ἔνδοξος τοῦ Χριστοῦ νέος

    Ὁσιομάρτυς Κυπριανὸς , ὁ ἐκ Κλειτσοῦ μὲν

    τῶν Ἀγράφων καταγόμενος , ἐν Ἁγίῳ Ὄρει δὲ

    ἀσκήσας καὶ ἐν Κωνσταντινουπόλει

    μαρτυρήσας ἐν ἔτει1679

    ῳ ,

     ξίφει τελειοῦται . Στίχοι

    Ὁ Κυπριανὸς ἀγάπῃ πεφλεγμένος , 

    Ἡγεῖτο πάντως ὡς τρυφὰς τὰς βασάνους. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , Κυριακῇ μετὰ τὴν α´ Ἰουλίου , 

    ἐν τῇ Ἱερᾷ Ἀρχιεπισκοπῇ Κρήτης , Σύναξις ἐ‐

    πιτελεῖται πάντων τῶν ἀπειραρίθμων ἐν τῇ

    Μεγαλονήσῳ Κρήτῃ διαλαμψάντων Ἁγίων. Στίχοι  

    Κρήτη χορεύει τιμῶσα ἐγκωμίοις , 

    Τίμιον δῆμον Ἁγίων θεοφόρων. 

    Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις , Χριστὲ ὁ Θεός , 

    ἐλέησον ἡμᾶς. Ἀμήν. * * * 

    ΚΑΤΑΒΑΣΙΑΙτῆς Θεοτόκου

    ᾨδὴ α´. Ἦχος δ´. 

    Ἀ νοίξω τὸ στόμα μου καὶ πληρωθήσεται

    Πνεύματος καὶ λόγον ἐρεύξομαι τῇ βασιλίδι

    Μητρί· καὶ ὀφθήσομαι φαιδρῶς πανηγυρί‐ζων καὶ ᾄσω γηθόμενος ταύτης τὰ θαύματα. 

    ᾨδὴ γ´. 

    Τοὺς σοὺς ὑμνολόγους ,  Θεοτόκε ,  ἡ ζῶσα καὶ

    ἄφθονος πηγή ,  θίασον συγκροτήσαντας

    πνευματικόν , στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ

    σου ... 

    …στεφάνων δόξης ἀξίωσον. 

    ᾨδὴ δ´. 

    Τ ὴν ἀνεξιχνίαστον θείαν βουλὴν τῆς ἐκ τῆς

    Παρθένου σαρκώσεως σοῦ τοῦ ὑψίστου ὁ

    προφήτης Ἀββακοὺμ κατανοῶν ἐκραύγαζε·

    Δόξα τῇ δυνάμει σου , Κύριε. 

    ᾨδὴ ε´. 

    Ἐξέστη τὰ σύμπαντα ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ

     γάρ ,  ἀπειρόγαμε Παρθένε ,  ἔσχες ἐν μήτρᾳ

    τὸν ἐπὶ πάντων Θεὸν καὶ τέτοκας ἄχρονον

    Υἱόν , πᾶσι τοῖς ὑμνοῦσί σε σωτηρίαν βραβεύ‐οντα. 

    ᾨδὴ ς´. 

    Τ ὴν θείαν ταύτην καὶ πάντιμον τελοῦντες ἑ‐

    ορτὴν οἱ θεόφρονες τῆς Θεομήτορος δεῦτε

    τὰς χεῖρας κροτήσωμεν , τὸν ἐξ αὐτῆς τεχθέν‐

    τα Θεὸν δοξάζοντες. 

    ᾨδὴ ζ´. 

    Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες παρὰ

    τὸν Κτίσαντα· ἀλλὰ πυρὸς ἀπειλὴν ἀνδρείωςπατήσαντες χαίροντες ἔψαλλον· Ὑπερύμνη‐

    τε ,  ὁ τῶν πατέρων Κύριος καὶ Θεός ,  εὐλογη‐

    τὸς εἶ . 

    ᾨδὴ η´. Αἰνοῦμεν , εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. 

    Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ ὁ τόκος τῆς Θε‐

    οτόκου διεσώσατο ,  τότε μὲν τυπούμενος· νῦν

    δὲ ἐνεργούμενος τὴν οἰκουμένην ἅπασαν ἀ‐

     γείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔρ‐ γα καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. 

    ὁ διάκονος· Τ Τ Τ ὴὴὴννν ΘΘΘεεεοοοτ τ τ όόόκκκοοοννν κκκαααὶὶὶ  μ μ μηηητ τ τ έέέ ρ ρ ρααα τ τ τ οοοῦῦῦ φφφωωωτ τ τ όόόςςς  , , ,  ἐἐἐννν ὕὕὕ μ μ μνννοοοιιιςςς τ τ τ ιιι μ μ μῶῶῶννντ τ τ εεεςςς μ μ μεεεγγγαααλλλύύύνννοοο μ μ μεεεννν ... 

    Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ

    Ἦχος δ´. 

    Στίχ .  α .́  Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον , 

    καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ

    σωτῆρί μου. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέ‐

    ραν ἀσυγκρίτως τῶν Σεραφίμ , τὴν ἀδιαφθό‐

  • 8/20/2019 2015-07-05_kyr_e_mat8aiou-a-4

    8/12

      8

    ρως Θεὸν Λόγον τεκοῦσαν , τὴν ὄντως Θεοτό‐

    κον , σὲ μεγαλύνομεν. 

    Στίχ .  β .́  Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν

    τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μα‐

    καριοῦσί με πᾶσαι αἱ γενεαί . 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... 

    Στίχ .  γ .́  Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός , καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ

    εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐ‐

    τόν. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... 

    Στίχ .  δ .́  Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ , 

    διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας

    αὐτῶν. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... 

    Στίχ . ε.´ Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕ‐

    ψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγα‐

    θῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... 

    Στίχ .  Ϛ .́  Ἀ ντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ

    μνησθῆναι ἐλέους , καθὼς ἐλάλησε πρὸς τοὺς

    πατέρας ἡμῶν ,  τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι

    αὐτοῦ ἕως αἰῶνος. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... Καταβασία. ᾨδὴ θ´. 

    Ἅπας  γηγενὴς σκιρτάτω τῷ πνεύματι λαμπα‐

    δουχούμενος· πανηγυριζέτω δὲ ἀΰλων νόων

    φύσις ,  γεραίρουσα τὴν ἱερὰν πανήγυριν τῆς

    Θεομήτορος , καὶ βοάτω· Χαίροις , παμμακάρι‐

    στε Θεοτόκε ἁγνή , ἀειπάρθενε. 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  σ σ σ ὲὲὲ αααἰ ἰ ἰ νννοοοῦῦῦσ σ σ ιιι  πππᾶᾶᾶσ σ σ αααιιι  αααἱ ἱ ἱ  δδδυυυνννάάά μ μ μεεειιιςςς ... ... ... 

    * * * 

    ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

    Ἦχος β´. 

    Ἅ γιος Κύριος ὁ Θεὸς ἡμῶν. 

    Ἅ γιος Κύριος ὁ Θεὸς ἡμῶν. 

    Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυ‐

     νεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ , 

    … ὅτι ἅγιός ἐστιν. 

    Ἀναστάσιμον Ἐξαποστειλάριον Ε .́ Ἡ ζωὴ καὶ ὁδὸς Χριστός , ἐκ νεκρῶν τῷ Κλεό‐

    πᾳ καὶ τῷ Λουκᾷ συνώδευσεν ,  οἷς περ καὶ ἐ‐

    πεγνώσθη ,  εἰς Ἐμμαοὺς κλῶν τὸν ἄρτον· ὧν

    ψυχαὶ καὶ καρδίαι  ,  καιόμεναι ἐτύγχανον ,  ὅτε

    τούτοις ἐλάλει ἐν τῇ ὁδῷ ,  καὶ Γραφαῖς ἡρμή‐

     νευεν ,  ἃ ὑπέστη· μεθ᾿ ὧν ,  Ἠγέρθη ,  κράξω‐

    μεν , ὤφθη τε καὶ τῷ Πέτρῳ. 

    τοῦ Ὁσίου

    Ἦχος β´. Τῶν Μαθητῶν ὁρώντων σε. 

    Ὡς τηλαυγὴς ἀνέτειλας ἐκ κλιμάτων ,  Ἑώας

    φαεσφόρος καὶ Ἑσπερίων ,  μέρη Ἀθανάσιε ἐ‐

    φώτισας , σῶν ἀρετῶν λαμπρότησιν· ἀλλὰ μὴ

    παύσῃ πρεσβεύων , ὑπὲρ τοῦ κόσμου Κυρίῳ. 

    Θεοτοκίον. 

    Πανευαγὴς Παντάνασσα ἱκεσίαις , τοῦ σοῦ τι‐

    μιωτάτου Ἀθανασίου ,  φύλαττε τὴν ποίμνην

    σου ἀπρόσψαυστον ,  πάσης ἐναντιότητος ,  δι‐

    απαντός σε ὑμνοῦσαν , … 

    …τὴν προστασίαν τοῦ κόσμου. 

    * * * 

    ΑΙΝΟΙ

    Ἦχος δ´. 

    Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν

    Κύριον ἐκ τῶν οὐρανῶν , αἰνεῖτε αὐτὸν ἐν τοῖς

    ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. 

    Αἰνεῖτε αὐτόν ,  πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰ‐

     νεῖτε αὐτόν ,  πᾶσαι αἱ δυνάμεις αὐτοῦ.  Σοὶ

    πρέπει ὕμνος τῷ Θεῷ. 

    Στιχηρὰ Ἀναστάσιμα. Ἦχος δ´. 

    Στίχ .  α .́  Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγρα‐

    πτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. 

    Ὁ  Σταυρὸν ὑπομείνας καὶ θάνατον ,  καὶ ἀνα‐

    στὰς ἐκ τῶν νεκρῶν , παντοδύναμε Κύριε , δο‐

    ξάζομέν σου τὴν ἀνάστασιν. 

    Στίχ . β´. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ·αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως

    αὐτοῦ. 

    Ἐ ν τῷ Σταυρῷ σου Χριστέ , τῆς ἀρχαίας κατά‐

    ρας ,  ἠλευθέρωσας ἡμᾶς ,  καὶ ἐν τῷ θανάτῳ

    σου , τὸν τὴν φύσιν ἡμῶν τυραννήσαντα , διά‐

    βολον κατήργησας· ἐν δὲ τῇ ἐγέρσει σου ,  χα‐

    ρᾶς τὰ πάντα ἐπλήρωσας· διὸ βοῶμέν σοι· Ὁ

    ἀναστὰς ἐκ τῶν νεκρῶν , Κύριε δόξα σοι . 

    Στίχ .  γ .́  Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαιςαὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς με‐

     γαλωσύνης αὐτοῦ. 

  • 8/20/2019 2015-07-05_kyr_e_mat8aiou-a-4

    9/12

      9

    Τῷ σῷ Σταυρῷ Χριστὲ Σωτήρ , ὁδήγησον ἡμᾶς

    ἐπὶ τὴν ἀλήθειάν σου ,  καὶ ῥῦσαι ἡμᾶς ,  τῶν

    παγίδων τοῦ ἐχθροῦ· ὁ ἀναστὰς ἐκ τῶν νε‐

    κρῶν , ἀνάστησον ἡμᾶς πεσόντας τῇ ἁμαρτίᾳ , 

    ἐκτείνας τὴν χεῖρά σου ,  φιλάνθρωπε Κύριε , 

    τῇ πρεσβείᾳ τῶν Ἁγίων σου. 

    Στίχ .  δ .́  Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰ‐

     νεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. 

    Τῶν πατρικῶν σου κόλπων , μὴ χωρισθεὶς μο‐

     νογενὲς Λόγε τοῦ Θεοῦ , ἦλθες ἐπὶ γῆς διὰ φι‐

    λανθρωπίαν ,  ἄνθρωπος γενόμενος ἀτρέ‐

    πτως ,  καὶ Σταυρὸν καὶ θάνατον ὑπέμεινας

    σαρκί  ,  ὁ ἀπαθὴς τῇ θεότητι· ἀναστὰς δὲ ἐκ

     νεκρῶν ,  ἀθανασίαν παρέσχες τῷ γένει τῶν

    ἀνθρώπων , ὡς μόνος παντοδύναμος. 

    καὶ τοῦ Ὁσίου Στιχηρὰ Προσόμοια γ´ εἰς δ´ . 

    Ἦχος πλ. δ´. Ὢ τοῦ παραδόξου θαύματος. 

    Στίχ .  ε .́  Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ·

    αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. 

    Τίμιος ὄντως ὁ θάνατος ,  τοῦ σοῦ Ὁσίου Χρι‐

    στέ , ἐναντίον σου πέφυκεν· ἰδοὺ γὰρ ἀνέβλυ‐

    σεν ,  ἐκ ποδὸς ὁ θεράπων σου ,  πηγὴν αἱμά‐

    των καὶ μετὰ θάνατον , παντοίας νόσους ἀπο‐

    διώκουσαν ,  καὶ φυγαδεύουσαν ,  πονηρίας

    πνεύματα ,  οἷς ἔτι ζῶν ,  ἀντιπαρετάξατο ,  καὶ

    μέχρις αἵματος. 

    Στίχ .  Ϛ .́ Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις·

    αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ.  Πᾶ‐

    σα πνοὴ αἰνεσάτω τὸν Κύριον. 

    Τίμιος ὄντως ὁ θάνατος , ... 

    Στίχ . ζ´. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ

    ὁσίου αὐτοῦ. 

    Π ηγὴν θαυμάτων ἀνέδειξε ,  καὶ ποταμὸν δω‐

    ρεῶν , τὴν σορὸν τῶν λειψάνων σου , τοῖς βρο‐τοῖς ὁ Κύριος , Ἀθανάσιε πάνσοφε , τυφλοῖς τὸ

    βλέπειν αὕτη δεδώρηται· ἐλεφαντίδα λέπραν

    ἐκάθηρε· συνεχομένους τε , ἀκαθάρτοις πνεύ‐

    μασιν , ἐκ τῆς αὐτῶν , ἐξουσίας ῥύεται  , καὶ σω‐

    φρονοῦντας ποιεῖ . 

    Στίχ .  η .́  Μακάριος ἀνήρ ,  ὁ φοβούμενος τὸν

    Κύριον. 

    Χαίροις Ἀσκητῶν ἀγλάϊσμα ,  τῶν Μοναζόν‐

    των ἀστήρ ,  τῶν Ποιμένων τὸ καύχημα ,  Πά‐τερ Ἀθανάσιε , τῶν Ὁσίων ὁμόσκηνε· χαῖρε ἀ‐

     γάπης καὶ σωφροσύνης πηγή· χαῖρε Τριάδος

    τὸ καταγώγιον· χαῖρε λαμπρότατε ,  λύχνε δι‐

    ακρίσεως· χαῖρε κανών , ἀρετῶν εὐθύτατε , καὶ

    στήλη ἔμψυχε. 

    Δόξα. Ἑωθινὸν Ε .́ Ἦχος πλ. α´. 

    Ὢ τῶν σοφῶν σου κριμάτων Χριστέ! πῶς Πέ‐

    τρῳ μὲν τοῖς ὀθονίοις μόνοις ,  ἔδωκας ἐννοῆ‐

    σαί σου τὴν ἀνάστασιν;  Λουκᾷ δὲ καὶ Κλεό‐

    πᾳ ,  συμπορευόμενος ὡμίλεις ,  καὶ ὁμιλῶν , 

    οὐκ εὐθέως σεαυτὸν φανεροῖς; Διὸ καὶ ὀνειδί‐

    ζῃ ,  ὡς μόνος παροικῶν ἐν Ἱερουσαλήμ ,  καὶ

    μὴ μετέχων τῶν ἐν τέλει βουλευμάτων αὐ‐

    τῆς.  Ἀλλ᾿ ὁ πάντα πρὸς τὸ τοῦ πλάσματος

    συμφέρον οἰκονομῶν ,  καὶ τὰς περὶ σοῦ προ‐

    φητείας ἀνέπτυξας ,  καὶ ἐν τῷ εὐλογεῖν τὸν

    ἄρτον ,  ἐγνώσθης αὐτοῖς· ὧν καὶ πρὸ τούτου

    αἱ καρδίαι  , πρὸς γνῶσίν σου ἀνεφλέγοντο· οἳ

    καὶ τοῖς Μαθηταῖς συνηθροισμένοις , ἤδη τρα‐

     νῶς ἐκήρυττόν σου τὴν ἀνάστασιν· δι᾿ ἧς ἐλέ‐

     ησον ἡμᾶς. 

    Καὶ νῦν. Θεοτοκίον. 

    Ὑπερευλογημένη ὑπάρχεις ,  Θεοτόκε Παρθέ‐

     νε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος ,  ὁ ᾍδης

     ᾐχμαλώτισται  ,  ὁ Ἀδὰμ ἀνακέκληται  ,  ἡ κατά‐

    ρα νενέκρωται  ,  ἡ Εὔα ἠλευθέρωται  ,  ὁ θάνα‐

    τος τεθανάτωται  ,  καὶ ἡμεῖς ἐζωοποιήθημεν·

    διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς

    ὁ Θεὸς ἡμῶν , ὁ οὕτως εὐδοκήσας , δόξα σοι . 

    * * * 

    Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

    Δόξα σοι τῷ δείξαντι τὸ φῶς.  Δόξα ἐν ὑψί‐

    στοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ,  ἐν ἀνθρώποις

    εὐδοκία. 

    Ὑμνοῦμέν σε , εὐλογοῦμέν σε , προσκυνοῦμέν

    σε ,  δοξολογοῦμέν σε ,  εὐχαριστοῦμέν σοι διὰτὴν μεγάλην σου δόξαν. 

    Κύριε βασιλεῦ , ἐπουράνιε Θεέ ,  Πάτερ παντο‐

    κράτορ· Κύριε Υἱὲ μονογενές ,  Ἰησοῦ Χριστέ , 

    καὶ ἅγιον Πνεῦμα. 

    Κύριε ὁ Θεός ,  ὁ ἀμνὸς τοῦ Θεοῦ ,  ὁ Υἱὸς τοῦ

    Πατρός , ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου , ἐ‐

    λέησον ἡμᾶς ,  ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κό‐

    σμου. 

  • 8/20/2019 2015-07-05_kyr_e_mat8aiou-a-4

    10/12

      10

    Πρόσδεξαι τὴν δέησιν ἡμῶν ,  ὁ καθήμενος ἐν

    δεξιᾷ τοῦ Πατρός , καὶ ἐλέησον ἡμᾶς. 

    Ὅτι σὺ εἶ μόνος ἅγιος , σὺ εἶ μόνος Κύριος , Ἰη‐

    σοῦς Χριστός , εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. 

    Καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέ‐

    σω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰ‐

    ῶνα τοῦ αἰῶνος. Καταξίωσον ,  Κύριε ,  ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀνα‐

    μαρτήτους φυλαχθῆναι ἡμᾶς. 

    Εὐλογητὸς εἶ  ,  Κύριε ,  ὁ Θεὸς τῶν πατέρων ἡ‐

    μῶν , καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά

    σου εἰς τοὺς αἰῶνας. Ἀμήν. 

    Γένοιτο ,  Κύριε ,  τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς ,  καθά‐

    περ ἠλπίσαμεν ἐπὶ σέ. 

    Εὐλογητὸς εἶ  , Κύριε· δίδαξόν με τὰ δικαιώμα‐τά σου. ( γ´) 

    Κύριε , καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ

     γενεᾷ.  Ἐγὼ εἶπα· Κύριε ,  ἐλέησόν με· ἴασαι

    τὴν ψυχήν μου , ὅτι ἥμαρτόν σοι . 

    Κύριε ,  πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ

    ποιεῖν τὸ θέλημά σου , ὅτι σὺ εἶ ὁ Θεός μου. 

    Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀ‐

    ψόμεθα φῶς. 

    Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. 

    Ἅ γιος ὁ Θεός , ἅγιος ἰσχυρός , ἅγιος ἀθάνατος·

    ἐλέησον ἡμᾶς. (ἐκ γ´) 

    Δόξα. Καὶ νῦν. 

    Ἅ γιος ἀθάνατος· ἐλέησον ἡμᾶς. 

    καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ·

    Ἅ γιος ὁ Θεός , ἅ γιος ἰσχυρός , ἅ γιος ἀθάνατος·

    ἐλέησον ἡμᾶς. 

    Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος δ .́ 

    Σ ήμερον σωτηρία τῷ κόσμῳ γέγονεν· ᾄσω‐

    μεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς

    ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θά‐

     νατον τὸ νῖκος ἔδωκεν ἡμῖν καὶ τὸ μέγα ἔλε‐

    ος. * * * * * 

    ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝἈντίφωνα τῶν Κυριακῶν

    Ἀντίφωνον Α .́ Ἦχος β´. (Ψαλμὸς ρβ´) Στίχ .  α .́ Εὐλόγει ἡ ψυχή μου ,  τὸν Κύριον ,  καὶπάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου , Σῶτερ , σῶσον

     ἡμᾶς. 

    Στίχ .  β .́ Εὐλόγει  ,  ἡ ψυχή μου , τὸν Κύριον ,  καὶμὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσειςαὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 

    Στίχ .  γ .́  Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸνθρόνον αὐτοῦ ,  καὶ ἡ βασιλεία αὐτοῦ πάντωνδεσπόζει . Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 

    Στίχ . δ .́ Εὐλογεῖτε τὸν Κύριον , πάντα τὰ ἔργα

    αὐτοῦ ,

     ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 

    Δόξα. Καὶ νῦν. 

    Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 

    Ἀντίφωνον Β .́ Ἦχος β .́ (Ψαλμὸς ρμε´) Στίχ . α´. Αἴνει  , ἡ ψυχή μου , τὸν Κύριον· αἰνέσωΚύριον ἐν τῇ ζωῇ μου· ψαλῷ τῷ Θεῷ μου ἕωςὑπάρχω. Σῶσον ἡμᾶς , Υἱὲ Θεοῦ , ὁ ἀναστὰς ἐκ νεκρῶν , 

    ψάλλοντάς σοι  , Ἀλληλούϊα. 

    Στίχ .  β .́  Μακάριος ,  οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸςαὐτοῦ , ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐ‐τοῦ. Σῶσον ἡμᾶς , Υἱὲ Θεοῦ , ὁ ἀναστάς ... 

    Στίχ .  γ .́  Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν , τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς. Σῶσον ἡμᾶς , Υἱὲ Θεοῦ , ὁ ἀναστάς ... 

    Στίχ .  δ .́  Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα ,  ὁΘεός σου , Σιών , εἰς γενεὰν καὶ γενεάν. 

    Σῶσον ἡμᾶς , Υἱὲ Θεοῦ , ὁ ἀναστάς ... 

    Δόξα. Καὶ νῦν. 

    Ὁ  μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ ,  ἀθά‐

     νατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν

     ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας

    Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας ,  ἀτρέ‐

    πτως ἐνανθρωπήσας ,  σταυρωθείς τε ,  Χριστὲ

    ὁ Θεός , θανάτῳ θάνατον πατήσας , εἷς ὢν τῆς

    ἁγίας Τριάδος , συνδοξαζόμενος τῷ Πατρὶ καὶ

    τῷ ἁγίῳ Πνεύματι  , σῶσον ἡμᾶς. 

  • 8/20/2019 2015-07-05_kyr_e_mat8aiou-a-4

    11/12

      11

    Ἀντίφωνον Γ´. Ἦχος δ .́  (Ψαλμὸς ριζ´) Στίχ .  α .́  Ἐξομολογεῖσθε τῷ Κυρίῳ ,  ὅτι ἀγα‐θός , ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 

    Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος δ .́ 

    Τὸ φαιδρὸν τῆς ἀναστάσεως κήρυγμα , ἐκ τοῦ

    Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου μαθήτριαι  , 

    καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι  , 

    τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύ‐λευται ὁ θάνατος ,  ἠγέρθη Χριστὸς ὁ Θεός , 

    δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος. 

    Στίχ .  β .́ Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοιτὸν Κύριον ,  ὅτι ἀγαθός ,  ὅτι εἰς τὸν αἰῶνα τὸἔλεος αὐτοῦ. 

    Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. 

    Στίχ .  γ .́ Αὕτη ἡ ἡμέρα ,  ἣν ἐποίησεν ὁ Κύριος·ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. 

    Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. * * * 

    ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ

    Εἰσοδικόν. Ἦχος β´. (Ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς , ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν) 

    Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν

    Χριστῷ.  Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ,  ὁ ἀναστὰς ἐκ

     νεκρῶν… 

    … ψάλλοντάς σοι  , Ἀλληλούϊα. 

    * * * 

    Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος δ .́ (ψάλλεται ὑπὸ τῶν ἱερέων , ἐὰν τελεῖται συλλείτουργον) 

    Τὸ φαιδρὸν τῆς ἀναστάσεως κήρυγμα , ἐκ τοῦ

    Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου μαθήτριαι  , 

    καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι  , 

    τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύ‐

    λευται ὁ θάνατος ,  ἠγέρθη Χριστὸς ὁ Θεός , 

    δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος. 

    Ἀπολυτίκιον τοῦ Ὁσίου. 

    Ἦχος γ´. Τὴν ὡραιότητα. 

    Τ ὴν ἐν σαρκὶ ζωήν σου κατεπλάγησαν , Ἀγγέ‐

    λων τάγματα ,  πῶς μετὰ σώματος ,  πρὸς ἀο‐

    ράτους συμπλοκάς ,  ἐχώρησας πανεύφημε , 

    καὶ κατετραυμάτισας ,  τῶν δαιμόνων τὰς φά‐

    λαγγας· ὅθεν Ἀθανάσιε ,  ὁ Χριστός σε ἠμεί‐

    ψατο ,  πλουσίαις δωρεαῖς.  Διὸ Πάτερ πρέ‐

    σβευε ,

     Χριστῷ τῷ Θεῷ ,

     σωθῆναι τὰς ψυχὰς ἡ‐μῶν. 

    Εἶτα τὸ ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. 

    Κοντάκιον τῆς Θεοτόκου. Ἦχος β .́ (ψάλλεται ὑπὸ τῶν ἱερέων , ἐὰν τελῆται συλλείτουργον) 

    Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε , 

    μεσιτεία πρὸς τὸν ποιητὴν ἀμετάθετε , μὴ πα‐

    ρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς , ἀλλὰ πρό‐

    φθασον ὡς ἀγαθὴ εἰς τὴν βοήθειαν ἡμῶν , 

    τῶν πιστῶς κραυγαζόντων σοι· Τάχυνον εἰςπρεσβείαν καὶ σπεῦσον εἰς ἱκεσίαν ,  ἡ προ‐

    στατεύουσα ἀεί  , Θεοτόκε , τῶν τιμώντων σε. 

    * * * 

    ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ

    * * * 

    ΑΠΟΣΤΟΛΟΣἈπόστολος τοῦ Ὁσίου

    προκείμενον καὶ Ἀλληλουάριον τῆς ιζ´ ἸανουαρίουΠροκείμενον. Ἦχος βαρύς. (Ψαλμὸς ριε´) 

    Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίουαὐτοῦ. 

    Στίχ . Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάν‐

    των , ὧν ἀνταπέδωκεν ἡμῖν; 

    Πρὸς Γαλάτας Ἐπιστολῆς

    Παύλου τὸ Ἀνάγνωσμα(ε´ 22 ‐ ς´ 2) 

    Ἀδελφοί  , ὁ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγά‐

    πη ,  χαρά ,  εἰρήνη , μακροθυμία ,  χρηστότης ,  ἀ‐ γαθωσύνη ,  πίστις ,  πρᾳότης ,  ἐγκράτεια· κατὰ

    τῶν τοιούτων οὐκ ἔστι νόμος.  Οἱ δὲ τοῦ Χρι‐

    στοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθή‐

    μασι καὶ ταῖς ἐπιθυμίαις. Εἰ ζῶμεν Πνεύματι  , 

    πνεύματι καὶ στοιχῶμεν. Μὴ γινώμεθα κενό‐

    δοξοι  ,  ἀλλήλους προκαλούμενοι  ,  ἀλλήλοις

    φθονοῦντες.  Ἀδελφοί  ,  ἐὰν καὶ προληφθῇ ἄν‐

    θρωπος ἔν τινι παραπτώματι  ,  ὑμεῖς οἱ πνευ‐

    ματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύμα‐τι πρᾳότητος ,  σκοπῶν σεαυτόν ,  μὴ καὶ σὺ

    πειρασθῇς. Ἀλλήλων τὰ βάρη βαστάζετε , καὶ

    οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χρι‐

    στοῦ. 

    Ἀλληλούϊα. ( γ´) 

    Ἦχος πλ. β´. (Ψαλμὸς ρια´) 

    Στίχ . Μακάριος ἀνήρ , ὁ φοβούμενος τὸν Κύριον. 

    Ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος . 

    * * * 

  • 8/20/2019 2015-07-05_kyr_e_mat8aiou-a-4

    12/12

      12

    ΕΥΑΓΓΕΛΙΟΝΚυριακῆς Ε´ Ματθαίου

    Ἐκ τοῦ κατὰ Ματθαῖον ( η´ 28‐34, θ´ 1) 

    Τῷ καιρῷ ἐκείνῳ ,  ἐλθόντι τῷ Ἰησοῦ εἰς τὴν χώραν τῶν Γερ‐

     γεσηνῶν ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνη‐

    μείων ἐξερχόμενοι  ,  χαλεποὶ λίαν ,  ὥστε μὴ ἰσχύειν τινὰ πα‐

    ρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης. Καὶ ἰδοὺ ἔκραξαν λέγοντες· Τί

     ἡμῖν καὶ σοί  , Ἰησοῦ υἱὲ τοῦ Θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βα‐σανίσαι ἡμᾶς; Ἦν δὲ μακρὰν ἀπ᾿ αὐτῶν ἀγέλη χοίρων πολ‐

    λῶν βοσκομένη.  Οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγον‐

    τες· Εἰ ἐκβάλλεις ἡμᾶς , ἐπίτρεψον ἡμῖν ἀπελθεῖν εἰς τὴν ἀγέ‐

    λην τῶν χοίρων. Καὶ εἶπεν αὐτοῖς· Ὑπάγετε.  Οἱ δὲ ἐξελθόν‐

    τες ἀπῆλθον εἰς τὴν ἀγέλην τῶν χοίρων· καὶ ἰδοὺ ὥρμησεν

    πᾶσα ἡ ἀγέλη τῶν χοίρων κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασ‐

    σαν , καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν. Οἱ δὲ βόσκοντες ἔφυγον , 

    καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν

    δαιμονιζομένων.  Καὶ ἰδοὺ πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς συνάν‐

    τησιν τῷ Ἰησοῦ , καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μετα‐

    βῇ ἀπὸ τῶν ὁρίων αὐτῶν.  Καὶ ἐμβὰς εἰς πλοῖον διεπέρασεν

    καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν. 

    Δόξα σοι  , Κύριε , δόξα σοι . 

    * * * Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱ. Χρυσοστόμου

    * * * 

    Εἰς τό· Ἐξαιρέτως… 

    Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν

    Θεοτόκον ,  τὴν ἀειμακάριστον καὶ παναμώ‐

    μητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιω‐

    τέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγ‐κρίτως τῶν Σεραφίμ ,  τὴν ἀδιαφθόρως Θεὸν

    Λόγον τεκοῦσαν , τὴν ὄντως Θεοτόκον , σὲ με‐

     γαλύνομεν. 

    * * * 

    Κοινωνικόν. 

    Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν.  Ἀλλη‐

    λούϊα. 

    Μετὰ τὴν μετάδοσιν. Ἦχος β .́ Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν , ἐλάβομεν Πνεῦ‐

    μα ἐπουράνιον , εὕρομεν πίστιν ἀληθῆ , ἀδιαί‐

    ρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς

    ἔσωσεν. 

    Εἰς τό· Π  Π  Π άάάννντ τ τ οοοτ τ τ εεε  , , ,  νννῦῦῦννν κκκαααὶὶὶ  ἀἀἀεεεί ί ί ……… 

    Ἦχος β´. 

    Ἀμήν ,  Ἀμήν ,  Ἀμήν.  Πληρωθήτω τὸ στόμα ἡ‐

    μῶν αἰνέσεώς σου ,  Κύριε ,  ὅπως ὑμνήσωμεν

    τὴν δόξαν σου ,  ὅτι ἠξίωσας ἡμᾶς μετασχεῖντῶν ἁγίων καὶ φρικτῶν σου μυστηρίων· τήρη‐

    σον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ ,  ὅλην τὴν ἡμέ‐

    ραν μελετᾶν τὴν δικαιοσύνην σου. Ἀλληλούϊ‐

    α , ἀλληλούϊα , ἀλληλούϊα. 

    Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β .́ 

    Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ

     νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ´) 

    Ἀπόλυσις· ὉὉὉ ἀἀἀνννααασ σ σ τ τ τ ὰὰὰςςς ἐἐἐκκκ νννεεεκκκ ρ ρ ρῶῶῶννν ... ... ... 

    Δι᾿ εὐχῶν... Ἀμήν. 

    * * * * * 

    Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε

    καὶ διανέμεται δωρεὰν

    ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο

    http://akolouthies.wordpress.com 

    Προσφέρεται γιὰ ἰδιωτικὴ χρῆσι. Δὲν ἐπιτρέπεται ἡ ἐμπόρευσί της. 

    Ἀπολυτίκια τῶν συνεορταζομένων Ἁγίων

    Ἀπολυτίκιον τοῦ Ὁσίου Λαμπαδοῦ. 

    Ἦχος δ´. Ταχὺ προκατάλαβε. 

    Ὡς βίον ἰσάγγελον , ἀπὸ παιδὸς ἐσχηκώς , 

    λαμπάσι τῶν ἔργων σου , λαμπαδουχίαν

     ἠθῶν , ἐκφαίνεις τοῖς πέρασι· σὺ γὰρ τῆς

    ἀπαθείας τὴν αὐγὴν κεκτημένος , λύεις

    παθῶν τῇ νύκτα , Λαμπαδὲ θεοφόρε , τοῖς

    πόθῳ προσιοῦσι  , Πάτερ τῇ πρεσβείᾳ σου. 

    Ἀπολυτίκιον νέου ὁσιομ. Κυπριανοῦ. 

    Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον. 

    Ἐ ν ἀσκήσει νεκρώσας σαρκὸς τὸ φρόνημα , 

    μαρτυρικῶς ἠγωνίσω , Κυπριανὲ ἱερέ , καὶ

    ἐδόξασας Χριστὸν οἰκείοις αἵμασιν· ὅθεν τῆςδόξης κοινωνός , τοῦ Σωτῆρος γεγονώς , ὡς

    θεῖος Ἱερομάρτυς , ἀδιαλείπτως δυσώπει  , 

    ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.