2015 09 23 Syll Tim Prodromou A

  • Upload
    sakis87

  • View
    213

  • Download
    0

Embed Size (px)

Citation preview

  • 8/20/2019 2015 09 23 Syll Tim Prodromou A

    1/9

      1

    23 ΣΕΠΤΕΜΒΡΙΟΥ ἡ σύλληψις τοῦ Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου

    ὁ ἥλιος εἰσέρχεται εἰς τὸν Ζυγόν. Ἀρχὴ τοῦ φθινοπώρου. 

    * * * * * 

    ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

    Μετὰ τὸν Ἑξάψαλμον , 

    Συναπτὴ μεγάλη , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  πππ ρ ρ ρέέέπππεεειιι  σ σ σ οοοιιι  πππᾶᾶᾶσ σ σ ααα δδδόόόξ ξ ξ ααα ... ... ...  

    Ἦχος δ´. 

    Θεὸς Κύριος ,  καὶ ἐπέφανεν ἡμῖν· εὐλογημέ‐

     νος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. 

    Στίχ . α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ , ὅτι ἀγα‐

    θός , ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 

    Θεὸς Κύριος , καὶ ἐπέφανεν ἡμῖν... 

    Στίχ . β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με , καὶ τῷὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. 

    Θεὸς Κύριος , καὶ ἐπέφανεν ἡμῖν... 

    Στίχ . γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη , καί ἐστι

    θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 

    Θεὸς Κύριος , καὶ ἐπέφανεν ἡμῖν... 

    ΑΠΟΛΥΤΙΚΙΑ

    Ἀπολυτίκιον τοῦ Τιμίου Προδρόμου

    Ἦχος δ´. Ταχὺ προκατάλαβε. 

    Ἡ  πρῴην οὐ τίκτουσα ,  στεῖρα εὐφράνθητι· ἰ‐

    δοὺ γὰρ συνέλαβες ,  Ἡλίου λύχνον σαφῶς , 

    φωτίζειν τὸν μέλλοντα ,  πᾶσαν τὴν οἰκουμέ‐

     νην ,  ἀβλεψίαν νοσοῦσαν· χόρευε Ζαχαρία , 

    ἐκβοῶν παῤῥησίᾳ· Προφήτης τοῦ Ὑψίστου ἐ‐

    στίν , ὁ μέλλον τίκτεσθαι . 

    Δόξα. Τὸ αὐτό. 

    Καὶ νῦν. Θεοτοκίον. 

    Τὸ ἀπ᾿ αἰῶνος ἀπόκρυφον ,  καὶ Ἀγγέλοις ἄ‐ γνωστον μυστήριον , διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ

     γῆς πεφανέρωται  ,  Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει

    σαρκούμενος ,  καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡ‐

    μῶν καταδεξάμενος· δι᾿ οὗ ἀναστήσας τὸν

    πρωτόπλαστον ,  ἔσωσεν ἐκ θανάτου τὰς ψυ‐

    χὰς ἡμῶν. 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  σ σ σ ὸὸὸννν τ τ τ ὸὸὸ κκκ ρ ρ ράάάτ τ τ οοοςςς ... ... ...  

    * * * 

    ΚΑΘΙΣΜΑΤΑΜετὰ τὴν α´ Στιχολογίαν

    Ἦχος πλ. α´. Τὸν Συνάναρχον Λόγον. 

    Ἐλισάβετ στειρώσεως ἠλευθέρωται  ,  ἡ Παρ‐

    θένος δὲ πάλιν Παρθένος ἔμεινεν ,  ὅτε φωνῇ

    τοῦ Γαβριήλ ,  γαστρί συνέλαβεν· ἀλλ᾿ ἐν νη‐

    δύϊ προσκιρτᾷ τὸν ἐν γαστρί παρθενικῇ , Θεὸν

    προγνοὺς καὶ Δεσπότην ,  ὁ Πρόδρομος Ἰωάν‐ νης , εἰς σωτηρίαν ἡμῶν σαρκούμενον. 

    Δόξα. τὸ αὐτό. 

    Καὶ νῦν. Θεοτοκίον ὅμοιον. 

    Χαῖρε ἅγιον ὄρος καὶ θεοβάδιστον· χαῖρε ἔμ‐

    ψυχε βάτε καὶ ἀκατάφλεκτε· χαῖρε ἡ μόνη

    πρὸς Θεὸν κόσμου γέφυρα ,  ἡ μετάγουσα

    θνητούς ,  πρὸς τὴν αἰώνιον ζωήν· χαῖρε ἀκή‐

    ρατε Κόρη ,  ἡ ἀπειράνδρως τεκοῦσα ,  τὴν σω‐

    τηρίαν τῶν ψυχῶν ἡμῶν. Μετὰ τὴν β´ Στιχολογίαν

    Ἦχος δ´. Ταχὺ προκατάλαβε. 

    Τρυγὼν ἡ φιλέρημος ,  ὁ ἱερὸς Βαπτιστής ,  κη‐

    ρύξας μετάνοιαν ,  καὶ φανερώσας Χριστόν , 

     γενόμενον ἄνθρωπον ,  πάντων ἁμαρτανόν‐

    των ,  ἐγεννήθη προστάτης ,  πᾶσι χειμαζομέ‐

     νοις ,  βοηθῶν ἀενάως· αὐτοῦ ταῖς ἱκεσίαις

    Χριστέ , σῶσον τὸν κόσμον σου. 

    Δόξα. τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον ὅμοιον. 

    Ἡ  μόνη κυήσασα ,  τὸ Ποιητὴν τοῦ παντός ,  ἡ

    μόνη κοσμήσασα ,  τὴν ἀνθρωπότητα ,  τῷ το‐

    κῳ σου Ἄχραντε ,  ῥῦσαί με τῶν παγίδων ,  τοῦ

    δολίου Βελίαρ ,  στῆσόν με ἐπὶ πέτραν ,  τῶν

    Χριστοῦ θελημάτων , αὐτὸν ἐκδυσωποῦσα ἐκ‐

    τενῶς , ὃν ἐσωμάτωσας. 

    * * * 

    Καὶ αὖθις ὁ Ν´ Ψαλμὸς χύμα 

    Ἐλέησόν με ,  ὁ Θεός ,  κατὰ τὸ μέγα ἔλεός σου

    καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξά‐

    λειψον τὸ ἀνόμημά μου. 

    Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου

    καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. 

    Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω ,  καὶ ἡ ἁ‐

    μαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. 

    Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόνσου ἐποίησα ,  ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λό‐

     γοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. 

  • 8/20/2019 2015 09 23 Syll Tim Prodromou A

    2/9

      2

    Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην ,  καὶ ἐν ἁ‐

    μαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. 

    Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας ,  τὰ ἄδηλα καὶ

    τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι . 

     Ῥαντιεῖς με ὑσσώπῳ ,  καὶ καθαρισθήσομαι·

    πλυνεῖς με , καὶ ὑπὲρ χιόνα λευκανθήσομαι . 

    Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀ‐

     γαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁ‐

    μαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξά‐

    λειψον. 

    Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί  , ὁ Θεός , καὶ

    πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις

    μου. 

    Μ ὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου , 

    καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς

    ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου

    σου , καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. 

    Διδάξω ἀνόμους τὰς ὁδούς σου ,  καὶ ἀσεβεῖς

    ἐπὶ σὲ ἐπιστρέψουσι . 

     Ῥῦσαί με ἐξ αἱμάτων , ὁ Θεός , ὁ Θεὸς τῆς σω‐

    τηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν

    δικαιοσύνην σου. 

    Κύριε ,  τὰ χείλη μου ἀνοίξεις ,  καὶ τὸ στόμα

    μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι  ,  εἰ ἠθέλησας θυσίαν ,  ἔδωκα ἄν· ὁλοκαυ‐

    τώματα οὐκ εὐδοκήσεις. 

    Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρ‐

    δίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ

    Θεὸς οὐκ ἐξουδενώσει . 

    Ἀ γάθυνον ,  Κύριε ,  ἐν τῇ εὐδοκίᾳ σου τὴν Σι‐

    ών , καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. 

    Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ,  ἀναφο‐

    ρὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μό‐

    σχους. * * * 

    ΟΙ ΚΑΝΟΝΕΣὁ τῆς Θεοτόκου καὶ ὁ τοῦ Προδρόμου

    ᾨδὴ α´. 

    Ἦχος πλ. δ´. Εἱρμός. 

    Ὑ γρὰν διοδεύσας ὡσεὶ ξηράν ,  καὶ τὴν αἰγυ‐

    πτίαν μοχθηρίαν διαφυγών ,  ὁ Ἰσραηλίτης ἀ‐

     νεβόα· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν. 

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Πολλοῖς συνεχόμενος πειρασμοῖς ,  πρὸς σὲ

    καταφεύγω ,  σωτηρίαν ἐπιζητῶν· Ὦ Μῆτερ

    τοῦ Λόγου καὶ Παρθένε ,  τῶν δυσχερῶν καὶ

    δεινῶν με διάσωσον. 

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Παθῶν με ταράττουσι προσβολαί  ,  πολλῆς ἀ‐

    θυμίας , ἐμπιπλῶσαί μου τὴν ψυχήν , εἰρήνευ‐

    σον ,  Κόρη ,  τῇ γαλήνῃ ,  τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ

    σου , Πανάμωμε. 

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν ,  δυσωπῶ , 

    Παρθένε , λυτρωθῆναί με τῶν δεινῶν , σοί γὰρ

     νῦν προσφεύγων ἀνατείνω ,  καὶ τὴν ψυχὴν

    καὶ τὴν διάνοιαν. 

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν , ἐπισκοπῆςθείας ,  καὶ προνοίας τῆς παρὰ σοῦ ,  ἀξίωσον , 

    μόνη Θεομῆτορ ,  ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύ‐

    τρια. 

    καὶ τοῦ Προδρόμουποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ

    Ἦχος πλ. β´. Ὡς ἐν ἠπείρῳ πεζεύσας. Στίχ . Βαπτιστὰ τοῦ Χριστοῦ , πρέσβευε ὑπὲρ ἡμῶν. 

    Τ ῆς στειρευούσης ψυχῆς μου τοὺς λογισμούς , 

    τοὺς ἀκάρπους ἔκτιλον ,  στειρευούσης ὁ βλα‐

    στός , εὐφημεῖν ὁρμήσαντος τὴν σήν , ἐν νηδύιμητρικῇ , ἁγίαν σύλληψιν. 

    Στίχ . Βαπτιστὰ τοῦ Χριστοῦ , πρέσβευε ὑπὲρ ἡμῶν. 

    Ὁ  ἱερὸς Ζαχαρίας ἐν τῷ ναῷ ,  εἰσελθὼν τεθέ‐

    αται  , θεῖον Ἄγγελον αὐτῷ , ἐμφανῶς μηνύον‐

    τα· Υἱόν , μετὰ γῆρας Ἱερεῦ , ἕξεις τὸν Πρόδρο‐

    μον. 

    Δόξα. 

    Λύχνος Ἡλίου τῆς δόξης ὁ φωταυγής , ἐν νη‐

    δύι ἄρχεται  , ἀναλάμπειν μητρικῇ , δι᾿ οὗ σκό‐

    τος λέλυται παθῶν , καὶ στειρώσεως δεσμά , ὁ

    μέγας Πρόδρομος. 

    Καὶ νῦν. Θεοτοκίον

    Τὸν ἐν γαστρί σου Δεσπότην ἐν μητρικῇ , Θεο‐

    τόκε πάναγνε ,  βασταζόμενον γαστρί  ,  κατι‐

    δὼν ἐσκίρτησε σαφῶς , Ἰωάννης ὡς αὐτοῦ ,.. 

    .. ὑπάρχων Πρόδρομος. 

    ᾨδὴ γ´. 

  • 8/20/2019 2015 09 23 Syll Tim Prodromou A

    3/9

      3

    Οὐρανίας ἁψῖδος ,  ὀροφουργὲ Κύριε ,  καὶ τῆς

    Ἐκκλησίας δομῆτορ , σύ με στερέωσον , ἐν τῇ

    ἀγάπῃ τῇ σῇ , τῶν ἐφετῶν ἡ ἀκρότης , τῶν πι‐

    στῶν τὸ στήριγμα , μόνε Φιλάνθρωπε. 

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Προστασίαν καὶ σκέπην ,  ζωῆς ἐμῆς τίθημι  , 

    Σέ ,  Θεογεννῆτορ ,  Παρθένε ,  σύ με κυβέρνη‐

    σον , πρὸς τὸν λιμένα σου , τῶν ἀγαθῶν ἡ αἰτί‐

    α , τῶν πιστῶν τὸ στήριγμα , μόνη πανύμνητε. 

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Ἱκετεύω ,  Παρθένε ,  τὸν ψυχικὸν τάραχον ,  καὶ

    τῆς ἀθυμίας τὴν ζάλην ,  διασκεδᾶσαί μου ,  σὺ

     γάρ ,  Θεόνυμφε ,  τὸν ἀρχηγὸν τῆς γαλήνης , 

    τὸν Χριστὸν ἐκύησας , μόνη Πανάχραντε. 

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Εὐεργέτην τεκοῦσα ,  τὸν τῶν καλῶν αἴτιον , τῆς εὐεργεσίας τὸν πλοῦτον ,  πᾶσιν ἀνάβλυ‐

    σον , πάντα γὰρ δύνασαι  , ὡς δυνατὸν ἐν ἰσχύ‐

    ϊ  , τὸν Χριστὸν κυήσασα , Θεομακάριστε. 

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Χαλεπαῖς ἀῤῥωστίαις ,  καὶ νοσεροῖς πάθεσιν , 

    ἐξεταζομένῳ ,  Παρθένε ,  σύ μοι βοήθησον , 

    τῶν ἰαμάτων γάρ ,  ἀνελλιπῆ σε γινώσκω ,  θη‐

    σαυρόν , Πανάμωμε , τὸν ἀδαπάνητον. 

    καὶ τοῦ Προδρόμου

    Ἦχος πλ. β´. Οὐκ ἔστιν ἅγιος. Στίχ . Βαπτιστὰ τοῦ Χριστοῦ , πρέσβευε ὑπὲρ ἡμῶν. 

    Ἡ  στεῖρα σήμερον καρπόν ,  ἱερὸν συλλαμβά‐

     νει  ,  τὸν μετέπειτα πᾶσαν ,  ἀκαρπίαν τῶν ψυ‐

    χῶν ,  ἀξίνῃ τῇ νοητῇ ,  ἀποτέμνειν μέλλοντα

    ἐν χάριτι . 

    Στίχ . Βαπτιστὰ τοῦ Χριστοῦ , πρέσβευε ὑπὲρ ἡμῶν. 

    Κωφεύσας ἔνδον τοῦ ναοῦ ,  Ζαχαρίας ὁ μέ‐

     γας ,  τὴν φωνὴν τὴν τοῦ Λόγου ,  ἀγγελίᾳ φο‐

    βερᾷ ,  κομίζεται καὶ λαμπρῶς ,  μεγαλύνει Κύ‐

    ριον τὸν εὔσπλαγχνον. 

    Δόξα. 

    Ὁ  δείξας τρίβον ἀσφαλῆ ,  τοῖς πιστοῖς μετα‐

     νοίας ,  προτροπῇ τοῦ Ἀγγέλου ,  ἐν νηδύι μη‐

    τρικῇ ,  βλαστάνει θείᾳ βουλῇ ,  παρ᾿ ἐλπίδα ὁ

    ἔνδοξος Πρόδρομος. 

    Καὶ νῦν. 

    Θεοτοκίον

    Γαστρὶ φερόμενον Χριστόν , τῆς Παρθένου ὡς

    ἔγνω ,  ὁ ἐκ στείρας ἐσκίρτα ,  προμηνύων τὴν

    χαράν , ἐπιδημοῦσαν ἐν γῇ , κατηφείας.. 

    .. πάντας ἐκλυτρώσασθαι . 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  σ σ σ ὺὺὺ εεεἶ ἶ ἶ  ὁὁὁ ΘΘΘεεεὸὸὸςςς ἡἡἡ μ μ μῶῶῶννν ... ... ...  

    * * * 

    ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑἐκ τοῦ Μηναίου

    Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ. 

    Θυμιῶντι ἐν ναῷ ,  τῷ Ζαχαρίᾳ ἱερεῖ  ,  Γαβριὴλ

    ἐξ οὐρανοῦ ,  ἐπέστη λέγων πρὸς αὐτόν· Ὅτι

    ἐν γήρᾳ σου ἕξεις καρπὸν εὐκλεῆ· καὶ στείρω‐

    σις ἡ πρίν ,  τῆς Ἐλισάβετ νυνί  ,  λυθήσεται εὐ‐

    θύς ,  καὶ ἀκαρπία γονῆς ,  καὶ συλλαβοῦσα τέ‐

    ξεται τὸν κήρυκα ,  τοῦ Ἰησοῦ τε καὶ Πρόδρο‐

    μον.  Αὐτῶν πρεσβείαις ,  Σωτὴρ τοῦ κόσμου , 

    σῶσον τὰς ψυχὰς ἡμῶν. 

    Δόξα. Καὶ νῦν. Θεοτοκίον. 

    Κατεπλάγη Ἰωσήφ ,  τὸ ὑπὲρ φύσιν θεωρῶν , 

    καὶ ἐλάμβανεν εἰς νοῦν , τὸν ἐπὶ πόκον ὑετόν , 

    ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε· βάτον

    ἐν πυρὶ ἀκατάφλεκτον· ῥάβδον Ἀαρὼν τὴν

    βλαστήσασαν· καὶ μαρτυρῶν ὁ μνήστωρ σουκαὶ φύλαξ ,  τοῖς ἱερεῦσιν ἐκραύγαζε· Παρθέ‐

     νος τίκτει  ,  καὶ μετὰ τόκον ,  πάλιν μένει παρ‐

    θένος. 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ΣΣΣὺὺὺ γγγὰὰὰ ρ ρ ρ εεεἶ ἶ ἶ  ὁὁὁ ΒΒΒααασ σ σ ιιιλλλεεεύύύςςς ... ... ...  

    * * * 

    ΚΟΝΤΑΚΙΟΝ , ΟΙΚΟΣ , ΣΥΝΑΞΑΡΙΟΝΚοντάκιον τοῦ Προδρόμου

    Ἦχος α´. Χορὸς ἀγγελικός. 

    Εὐφραίνεται λαμπρῶς ,  Ζαχαρίας ὁ μέγας , 

    καὶ ἡ πανευκλεής ,  Ἐλισάβετ ἡ σύζυξ ,  ἀξίως

    συλλαμβάνουσα ,  Ἰωάννην τὸν Πρόδρομον·

    ὃν Ἀρχάγγελος , εὐηγγελίσατο χαίρων ,  καὶ οἱ

    ἄνθρωποι  ,  ἀξιοχρέως τιμῶμεν ,  ὡς μύστην

    τῆς χάριτος. ὁ Οἶκος

    Τὸ ἱερὸν Εὐαγγέλιον ἀναπτύξωμεν , ὁ Λουκᾶς

     ἡμῖν ἔγραψεν ὁ ἱερὸς καὶ θαυμάσιος ,  καὶ τὴν

    τοῦ Προδρόμου θεασώμεθα σύλληψιν τὴν

    φαιδρὰν καὶ ἐπίσημον· φησὶ γάρ , ὡς εἰσῆλθεν

  • 8/20/2019 2015 09 23 Syll Tim Prodromou A

    4/9

      4

    ὁ πρεσβύτης καὶ δίκαιος Ζαχαρίας εἰς τὰ Ἅγι‐

    α τῶν Ἁγίων τοῦ θυμιᾶσαι  , τῷ τῆς ἐφημερίας

    καιρῷ ,  ἐπέστη αὐτῷ Γαβριήλ ,  εὐαγγελιζόμε‐

     νος καὶ λέγων· Ἕξεις Ἱεράρχα υἱὸν ἐν τῷ γή‐

    ρᾳ ,  Προφήτην τε καὶ Πρόδρομον ,  φωνήν τε

    καὶ κήρυκα ,  καὶ λύχνον ἀείφωτον ,  τὸν μύ‐

    στην τῆς χάριτος. 

    ΣυναξάριονΤῇ ΚΓ´  τοῦ αὐτοῦ μηνός ,  ἡ Σύλληψις τοῦ

    ἁγίου καὶ ἐνδόξου προφήτου Προδρόμου , καὶ

    Βαπτιστοῦ , Ἰωάννου , ὑπὸ τῶν δικαίων γεννη‐

    τόρων αὑτοῦ Ζαχαρίου καὶ Ἐλισάβετ ,  ὅτε

    μετὰ τὴν ἐφημερίαν τοῦ Ζαχαρίου ἐν τῷ Ναῷ

    κατὰ τὴν Ἑορτὴν τῆς Σκηνοπηγίας καὶ μετὰ

    τὴν ὄρασιν τοῦ Ἀρχαγγέλου Γαβριήλ ἐν τῷ

    θυμιάματι  ,  ὑπέστρεψεν οὗτος εἰς τὸν οἶκον

    αὐτοῦ. Στίχοι

    Ἀνδρὶ προφήτῃ χρησμὸς ἐξ Ἀρχαγγέλου , 

    Τεκεῖν προφήτην , καὶ προφήτου τι πλέον. 

    Εἰκάδι τῇ τριτάτῃ γαστὴρ λάβε Πρόδρομον εἴσω. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  Μνήμη τῶν Ἁγίων Ἐνδόξων

    τοῦ Χριστοῦ Μαρτύρων Ἰωάννου καὶ τῶν

    υἱῶν αὐτοῦ Πέτρου καὶ Ἀντωνίου , 

    ὑποκρινομένων τέως τὸ Μωαμεθανίζειν ,  ἔτι

    δὲ καὶ Ἀνδρέου τοῦ γέροντος ,

      τῶν ἐκΣυῤῥακουσῶν μὲν καταγομένων ,  ἐν Ἀφρικῇ

    δὲ τελειωθέντων ,  ἐν ἔτει ὀκτακοσιοστῷ

    ἑξηκοστῷ ἑβδόμῳ (867). Στίχοι

    Ὑπὲρ νυγέντος πρὶν μιᾷ λόγχῃ Λόγου , 

    Λόγχαις νυγείς , ἤνεγκε διτταῖς Ἀνδρέας. 

    Ἔχθραν πλάνῃ θείς , καὶ σφαγείς , Ἰωάννης , 

    Σφάττει τὸν ἐχθρόν , καὶ σὺν αὐτῷ τὴν πλάνην. 

    Ἀντώνιος καὶ Πέτρος , ὡς στεῤῥαὶ πέτραι  , 

    Πρὸς τὰς μεληδὸν ἐκκοπὰς ἐκαρτέρουν. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  Μνήμη τῆς Ἁγίας Ἐνδόξου

    Ὁσιομάρτυρος Ῥαΐδος τῆς παρθένου ,  θυγα‐

    τρὸς Πέτρου Ἱερέως ἐν Αἰγύπτῳ ἐν ἔτει τρια‐

    κοσιοστῷ καὶ ὀγδόῳ (308) τελειωθείσης δι᾿ εὐ‐

    σεβοῦς εἰσπηδήσεως ἐπὶ τῷ μαρτυρίῳ. Στίχοι

    Ποθοῦσα κάλλος ἡ Ῥαῒς Θεοῦ βλέπειν , 

    Σαρκὸς τὸ κάλλος ἐκδίδωσι τῷ ξίφει . 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῶν Ὁσίων γυναικῶν

    Ξανθίππης καὶ Πολυξένης τῶν αὐταδέλφων , 

    τῶν ἐν Ἱσπανίᾳ ,  μαθητριῶν γενομένων τοῦ

    Πρωτοκορυφαίου Παύλου ,  περὶ τὸ ἐνενήκον‐

    τα (90) μετὰ Χριστόν , εἰρηνικῶς τελειωθεισῶν

    ἐν τῇ πατρίδι αὐτῶν.  Καὶ ἡ μὲν Ξανθίππη ἐ‐

     γένετο σύζυγος τοῦ Ἄρχοντος τῆς Χώρας ἐ‐

    κείνης Πρόβου ,  ἡ δὲ Πολυξένη παρθενικῶς

    βιώσασα ἀνέθετο ἑαυτὴν εἰς τὸ κατηχητικὸν

    ἔργον τῆς Ἐκκλησίας , συνεργασθεῖσα καὶ με‐

    τὰ τοῦ Πρωτοκλήτου Ἀνδρέου καὶ μετὰ τοῦἐκ τῶν Ἑβδομήκοντα Ὀνησίμου. 

    Στίχοι

    Τὰς συγγόνους Ξανθίππην καὶ Πολυξένην , 

    Χοροὶ συνοίκους λαμβάνουσιν Ἀγγέλων. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  ὁ ἅγιος ἔνδοξος τοῦ Χριστοῦ

    Νεομάρτυς Νικόλαος ὁ παντοπώλης ,  ὁ ἐν

    Κωνσταντινουπόλει μαρτυρήσας κατὰ τὸ χί‐

    λια ἑξακόσια ἑβδομήκοντα δύο (1672),  ξίφει

    τελειοῦται . Κατήγετο δὲ ὁ εὐλογημένος οὗτοςκαὶ ἀτρόμητος ὁμολογητὴς τοῦ Χριστοῦ ἐκ

    Καρπενησίου τῆς Εὐρυτανίας ,  ἐνεταφιάσθη

    δὲ ἐν τῇ Νήσῳ Χάλκη , ἡ δὲ τιμία αὐτοῦ κάρα

    διαφυλάσσεται ἕως ἄρτι ἐν τῇ Μονῇ Ξηροπο‐

    τάμου , ἐν Ἁγίῳ Ὄρει . Στίχοι

    Ὁ Νικόλαος πάντα πωλήσας κάτω , 

    Ἐξηγόρασε Χριστὸν ἄνω ἐκ ξίφους. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , ὁ ἅγιος ἔνδοξος Νεομάρτυς Ἰ‐

    ωάννης ,  ὁ πρῴην Δερβίσης ,  ἐκ Κονίτσης κα‐

    ταγόμενος ,  ξίφει τελειοῦται ἐν τῷ περιβόλῳ

    τοῦ Παλαιοῦ Ναοῦ Ἁγίου Δημητρίου ἐν Ἀγρι‐

     νίῳ ,  ὑπὸ τὸν ἐκεῖσε τότε δεσπόζοντα πλάτα‐

     νον ,  ἐν ἔτει χίλια ὀκτακόσια δέκα τέσσερα

    (1814).  Τὰ δὲ ἱερὰ αὑτοῦ λείψανα μετεκομί‐

    σθησαν μετὰ πενταετίαν καὶ ἐναπετέθησαν

    ἐν τῇ Μονῇ Προυσσοῦ. Στίχοι

    Πλάνην πατήσας Μωάμεθ Ἰωάννης , Χριστοῦ υἱὸς γέγονε διὰ τοῦ ξίφους. 

    Ταῖς τοῦ Τιμίου Προδρόμου θείαις λιταῖς καὶ

    τῶν λοιπῶν Ἁγίων Σου σεπταῖς πρεσβείαις , 

    Χριστὲ ὁ Θεός ,  ἐλέησον καὶ σῶσον ἡμᾶς.  Ἀ‐

    μήν. 

    * * * 

  • 8/20/2019 2015 09 23 Syll Tim Prodromou A

    5/9

      5

    ΚΑΤΑΒΑΣΙΑΙτῆς Θεοτόκου

    ᾨδὴ α´. Ἦχος δ´. 

    Ἀ νοίξω τὸ στόμα μου καὶ πληρωθήσεται

    Πνεύματος καὶ λόγον ἐρεύξομαι τῇ βασιλίδι

    Μητρί· καὶ ὀφθήσομαι φαιδρῶς πανηγυρί‐

    ζων καὶ ᾄσω γηθόμενος ταύτης τὰ θαύματα. 

    ᾨδὴ γ´. 

    Τοὺς σοὺς ὑμνολόγους ,  Θεοτόκε ,  ἡ ζῶσα καὶ

    ἄφθονος πηγή ,  θίασον συγκροτήσαντας

    πνευματικόν , στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ

    σου ... 

    …στεφάνων δόξης ἀξίωσον. 

    ᾨδὴ δ´. 

    Τ ὴν ἀνεξιχνίαστον θείαν βουλὴν τῆς ἐκ τῆς

    Παρθένου σαρκώσεως σοῦ τοῦ ὑψίστου ὁ

    προφήτης Ἀββακοὺμ κατανοῶν ἐκραύγαζε·

    Δόξα τῇ δυνάμει σου , Κύριε. 

    ᾨδὴ ε´. 

    Ἐξέστη τὰ σύμπαντα ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ

     γάρ ,  ἀπειρόγαμε Παρθένε ,  ἔσχες ἐν μήτρᾳ

    τὸν ἐπὶ πάντων Θεὸν καὶ τέτοκας ἄχρονον

    Υἱόν , πᾶσι τοῖς ὑμνοῦσί σε σωτηρίαν βραβεύ‐

    οντα. 

    ᾨδὴ ς´. Τ ὴν θείαν ταύτην καὶ πάντιμον τελοῦντες ἑ‐

    ορτὴν οἱ θεόφρονες τῆς Θεομήτορος δεῦτε

    τὰς χεῖρας κροτήσωμεν , τὸν ἐξ αὐτῆς τεχθέν‐

    τα Θεὸν δοξάζοντες. 

    ᾨδὴ ζ´. 

    Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες παρὰ

    τὸν Κτίσαντα· ἀλλὰ πυρὸς ἀπειλὴν ἀνδρείως

    πατήσαντες χαίροντες ἔψαλλον· Ὑπερύμνη‐

    τε ,  ὁ τῶν πατέρων Κύριος καὶ Θεός ,  εὐλογη‐τὸς εἶ . 

    ᾨδὴ η´. Αἰνοῦμεν , εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. 

    Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ ὁ τόκος τῆς Θε‐

    οτόκου διεσώσατο ,  τότε μὲν τυπούμενος· νῦν

    δὲ ἐνεργούμενος τὴν οἰκουμένην ἅπασαν ἀ‐

     γείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔρ‐

     γα καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. 

    ὁ διάκονος· Τ Τ Τ ὴὴὴννν ΘΘΘεεεοοοτ τ τ όόόκκκοοοννν κκκαααὶὶὶ  μ μ μηηητ τ τ έέέ ρ ρ ρααα τ τ τ οοοῦῦῦ φφφωωωτ τ τ όόόςςς  , , ,  ἐἐἐννν ὕὕὕ μ μ μνννοοοιιιςςς τ τ τ ιιι μ μ μῶῶῶννντ τ τ εεεςςς μ μ μεεεγγγαααλλλύύύνννοοο μ μ μεεεννν ... 

    Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ

    Ἦχος δ´. 

    Στίχ .  α .́  Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον , 

    καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ

    σωτῆρί μου. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέ‐

    ραν ἀσυγκρίτως τῶν Σεραφίμ , τὴν ἀδιαφθό‐

    ρως Θεὸν Λόγον τεκοῦσαν , τὴν ὄντως Θεοτό‐

    κον , σὲ μεγαλύνομεν. 

    Στίχ .  β .́  Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν

    τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μα‐

    καριοῦσί με πᾶσαι αἱ γενεαί . 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... 

    Στίχ .  γ .́ Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός , καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ

    εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐ‐

    τόν. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... 

    Στίχ .  δ .́  Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ , 

    διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας

    αὐτῶν. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... 

    Στίχ . ε.´ Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕ‐

    ψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγα‐

    θῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... 

    Στίχ .  Ϛ .́  Ἀ ντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ

    μνησθῆναι ἐλέους , καθὼς ἐλάλησε πρὸς τοὺς

    πατέρας ἡμῶν ,  τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι

    αὐτοῦ ἕως αἰῶνος. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... Καταβασία. ᾨδὴ θ .́ 

    Ἅπας  γηγενὴς σκιρτάτω τῷ πνεύματι λαμπα‐

    δουχούμενος· πανηγυριζέτω δὲ ἀΰλων νόων

    φύσις ,  γεραίρουσα τὴν ἱερὰν πανήγυριν τῆς

    Θεομήτορος , καὶ βοάτω· Χαίροις , παμμακάρι‐

    στε Θεοτόκε ἁγνή , ἀειπάρθενε. 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  σ σ σ ὲὲὲ αααἰ ἰ ἰ νννοοοῦῦῦσ σ σ ιιι  πππᾶᾶᾶσ σ σ αααιιι  αααἱ ἱ ἱ  δδδυυυνννάάά μ μ μεεειιιςςς ... ... ...  

    * * * 

  • 8/20/2019 2015 09 23 Syll Tim Prodromou A

    6/9

      6

    ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑἘξαποστειλάριον τοῦ Προδρόμου

    Ἦχος β´. Τοῖς Μαθηταῖς συνέλθωμεν. 

    Ἡ  τοῦ Προδρόμου ἔνδοξος ,  σύλληψις προμη‐

     νύει  ,  τὸν ἐκ Παρθένου μέλλοντα ,  τίκτεσθαι

    Βασιλέα , ὡς οὗτος ἐξ Ἐλισάβετ , τῆς ἀκάρπου

    καὶ στείρας ,  πρεσβύτου ἱερέως τε ,  Ζαχαρίου

    τοῦ πάνυ· ὧν ταῖς εὐχαῖς ,  καὶ τῆς Θεοτόκουκαὶ Ἰωάννου ,  τοῦ Βαπτιστοῦ σου Κύριε ,  σῶ‐

    σον οἴκτειρον πάντας. 

    Θεοτοκίον. Ὅμοιον. 

    Χαρμονικῶς τὸ Χαῖρέ σοι  , τοῦ σεπτοῦ Ἀρχαγ‐

     γέλου , οἱ λυτρωθέντες πάναγνε , τῆς ἀρχαίας

    κατάρας ,  διὰ τοῦ θείου σου τόκου ,  εὐχαρί‐

    στως βοῶμεν· Χαῖρε Ἀδὰμ ἡ λύτρωσις , Θεοτό‐

    κε Παρθένε· χαῖρε σεμνή ,  δι᾿ ἧς ἀπηλλάγη‐

    μεν τοῦ θανάτου· χαῖρε ,  δι᾿ ἧς ἐτύχομεν ,  οὐ‐ρανῶν Βασιλείας. 

    * * * 

    ΑΙΝΟΙ

    Ἦχος α´. 

    Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν

    Κύριον ἐκ τῶν οὐρανῶν , αἰνεῖτε αὐτὸν ἐν τοῖς

    ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. 

    Αἰνεῖτε αὐτόν ,  πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰ‐

     νεῖτε αὐτόν ,  πᾶσαι αἱ δυνάμεις αὐτοῦ.  Σοὶ

    πρέπει ὕμνος τῷ Θεῷ. 

    τοῦ Προδρόμου , Στιχηρὰ Προσόμοια γ´ εἰς δ´ 

    Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων. 

    Στίχ . α .́ Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ·

    αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. 

    Ἀ γαλλιᾶται ἡ κτίσις ἐν τῇ συλλήψει σου , 

    Πρόδρομε καὶ Προφῆτα ,  Βαπτιστὰ Ἰωάννη· ὁθεῖος γάρ σου τόκος ,  σημαίνει ἡμῖν ,  τοῦ Δε‐

    σπότου τὴν γέννησιν· καὶ διὰ τοῦτο συμφώ‐

     νως οἱ ἐπὶ γῆς , ἐπαξίως εὐφημοῦμέν σε. 

    Στίχ .  β .́ Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις·

    αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ.  Πᾶ‐

    σα πνοὴ αἰνεσάτω τὸν Κύριον. 

    Ἀ γαλλιᾶται ἡ κτίσις … 

    Στίχ .  γ .́  Καὶ σύ ,  παιδίον ,  προφήτης ὑψίστουκληθήσῃ ,  προπορεύσῃ γὰρ πρὸ προσώπου

    Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ. 

    Ὡς θαυμαστὴν μαρτυρίαν , εὑρὼν ὁ Ἄγγελος , 

    τὴν σύλληψιν τῆς στείρας ,  τῇ Μαρίᾳ προσά‐

     γει  , πρὸς πίστωσιν προσφέρων· διὸ καὶ ἡμεῖς , 

    Ἐλισάβετ πρὶν ἄγονον ,  καὶ Ζαχαρίαν ὁμόζυ‐

     γον τὸν αὐτῆς , καὶ Ἰωάννην εὐφημήσωμεν. 

    Στίχ .  δ .́  Λατρεύειν αὐτῷ ἐν ὁσιότητι καὶ δι‐

    καιοσύνῃ ἐνώπιον αὐτοῦ ,  πάσας τὰς ἡμέρας

    τῆς ζωῆς ἡμῶν. 

    Ὁ θεοσκεύαστος λύχνος , τοῦ ἀιδίου φωτός ,  ὁ

    τοῦ Νυμφίου φίλος ,  τοῦ Ἡλίου τῆς δόξης ,  ὁ

    μέγας Ἑωσφόρος , ἡ ζῶσα φωνή , Θεοῦ Λόγου

    ὁ Πρόδρομος ,  τῆς παρουσίας Κυρίου ἀγγελι‐

    κῇ , προσφωνήσει νῦν συνείληπται . 

    Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ´. 

    Ἡ  Ἐλισάβετ συνέλαβε τὸν Πρόδρομον τῆς

    χάριτος , ἡ δὲ Παρθένος τὸν Κύριον τῆς δόξης· ἠσπάσαντο ἀλλήλας αἱ μητέρες ,  καὶ τὸ βρέ‐

    φος ἐσκίρτησεν· ἔνδοθεν γὰρ ὁ δοῦλος ᾔνει

    τὸν Δεσπότην. Θαυμάσασα ἡ μήτηρ τοῦ Προ‐

    δρόμου , ἤρξατο βοᾶν· Πόθεν μοι τοῦτο ,  ἵνα ἡ

    Μήτηρ τοῦ Κυρίου μου ἔλθῃ πρός με;  ἵνα

    σώσῃ λαὸν ἀπεγνωσμένον ,  ὁ ἔχων τὸ μέγα

    ἔλεος. 

    * * * 

    Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑΔόξα σοι τῷ δείξαντι τὸ φῶς.  Δόξα ἐν ὑψί‐

    στοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ,  ἐν ἀνθρώποις

    εὐδοκία. 

    Ὑμνοῦμέν σε , εὐλογοῦμέν σε , προσκυνοῦμέν

    σε ,  δοξολογοῦμέν σε ,  εὐχαριστοῦμέν σοι διὰ

    τὴν μεγάλην σου δόξαν. 

    Κύριε βασιλεῦ , ἐπουράνιε Θεέ ,  Πάτερ παντο‐

    κράτορ· Κύριε Υἱὲ μονογενές ,  Ἰησοῦ Χριστέ , καὶ ἅγιον Πνεῦμα. 

    Κύριε ὁ Θεός ,  ὁ ἀμνὸς τοῦ Θεοῦ ,  ὁ Υἱὸς τοῦ

    Πατρός , ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου , ἐ‐

    λέησον ἡμᾶς ,  ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κό‐

    σμου. 

    Πρόσδεξαι τὴν δέησιν ἡμῶν ,  ὁ καθήμενος ἐν

    δεξιᾷ τοῦ Πατρός , καὶ ἐλέησον ἡμᾶς. 

    Ὅτι σὺ εἶ μόνος ἅγιος ,

     σὺ εἶ μόνος Κύριος ,

     Ἰη‐σοῦς Χριστός , εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. 

  • 8/20/2019 2015 09 23 Syll Tim Prodromou A

    7/9

      7

    Καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέ‐

    σω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰ‐

    ῶνα τοῦ αἰῶνος. 

    Καταξίωσον ,  Κύριε ,  ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀνα‐

    μαρτήτους φυλαχθῆναι ἡμᾶς. 

    Εὐλογητὸς εἶ  ,  Κύριε ,  ὁ Θεὸς τῶν πατέρων ἡ‐

    μῶν , καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομάσου εἰς τοὺς αἰῶνας. Ἀμήν. 

    Γένοιτο ,  Κύριε ,  τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς ,  καθά‐

    περ ἠλπίσαμεν ἐπὶ σέ. 

    Εὐλογητὸς εἶ  , Κύριε· δίδαξόν με τὰ δικαιώμα‐

    τά σου. ( γ´) 

    Κύριε , καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ

     γενεᾷ.  Ἐγὼ εἶπα· Κύριε ,  ἐλέησόν με· ἴασαι

    τὴν ψυχήν μου , ὅτι ἥμαρτόν σοι . Κύριε ,  πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ

    ποιεῖν τὸ θέλημά σου , ὅτι σὺ εἶ ὁ Θεός μου. 

    Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀ‐

    ψόμεθα φῶς. 

    Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. 

    Ἅ γιος ὁ Θεός , ἅγιος ἰσχυρός , ἅγιος ἀθάνατος·

    ἐλέησον ἡμᾶς. (ἐκ γ´) 

    Δόξα. Καὶ νῦν. 

    Ἅ γιος ἀθάνατος· ἐλέησον ἡμᾶς. 

    καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ·

    Ἅ γιος ὁ Θεός , ἅ γιος ἰσχυρός , ἅ γιος ἀθάνατος·

    ἐλέησον ἡμᾶς. 

    Ἀπολυτίκιον τοῦ Τιμίου Προδρόμου

    Ἦχος δ´. Ταχὺ προκατάλαβε. 

    Ἡ  πρῴην οὐ τίκτουσα ,  στεῖρα εὐφράνθητι· ἰ‐

    δοὺ γὰρ συνέλαβες ,  Ἡλίου λύχνον σαφῶς , φωτίζειν τὸν μέλλοντα ,  πᾶσαν τὴν οἰκουμέ‐

     νην ,  ἀβλεψίαν νοσοῦσαν· χόρευε Ζαχαρία , 

    ἐκβοῶν παῤῥησίᾳ· Προφήτης τοῦ Ὑψίστου ἐ‐

    στίν , ὁ μέλλον τίκτεσθαι . 

    * * * * * 

    ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝἈντίφωνα τῶν Ἑορτῶν

    Ἀντίφωνον Α .́ Ἦχος β .́ (Ψαλμὸς ρβ´

    )

     Στίχ .  α .́ Εὐλόγει ἡ ψυχή μου ,  τὸν Κύριον ,  καὶπάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 

    Ταῖς πρεσβείαις τῆς Θεοτόκου , Σῶτερ , σῶσον

     ἡμᾶς. 

    Στίχ .  β .́ Εὐλόγει  ,  ἡ ψυχή μου , τὸν Κύριον ,  καὶμὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσειςαὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 

    Στίχ .  γ .́  Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸνθρόνον αὐτοῦ ,  καὶ ἡ βασιλεία αὐτοῦ πάντωνδεσπόζει . Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 

    Στίχ . δ .́ Εὐλογεῖτε τὸν Κύριον , πάντα τὰ ἔργααὐτοῦ , ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 

    Δόξα. Καὶ νῦν. 

    Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 

    Ἀντίφωνον Β .́ Ἦχος β .́ (Ψαλμὸς ρμε´) Στίχ . α´. Αἴνει  , ἡ ψυχή μου , τὸν Κύριον· αἰνέσωΚύριον ἐν τῇ ζωῇ μου· ψαλῷ τῷ Θεῷ μου ἕωςὑπάρχω. 

    Σῶσον ἡμᾶς ,  Υἱὲ Θεοῦ ,  ὁ ἐν Ἁγίοις θαυμα‐

    στός , ψάλλοντάς σοι  , Ἀλληλούϊα. 

    Στίχ .  β .́  Μακάριος ,  οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸςαὐτοῦ , ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐ‐τοῦ. Σῶσον ἡμᾶς , Υἱὲ Θεοῦ , ὁ ἐν Ἁγίοις ... 

    Στίχ .  γ .́  Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν , τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς. Σῶσον ἡμᾶς , Υἱὲ Θεοῦ , ὁ ἐν Ἁγίοις ... Στίχ .  δ .́  Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα ,  ὁΘεός σου , Σιών , εἰς γενεὰν καὶ γενεάν. Σῶσον ἡμᾶς , Υἱὲ Θεοῦ , ὁ ἐν Ἁγίοις ... 

    Δόξα. Καὶ νῦν. 

    Ὁ  μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ ,  ἀθά‐

     νατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν

     ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας

    Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας ,  ἀτρέ‐πτως ἐνανθρωπήσας ,  σταυρωθείς τε ,  Χριστὲ

    ὁ Θεός , θανάτῳ θάνατον πατήσας , εἷς ὢν τῆς

    ἁγίας Τριάδος , συνδοξαζόμενος τῷ Πατρὶ καὶ

    τῷ ἁγίῳ Πνεύματι  , σῶσον ἡμᾶς. 

    Ἀντίφωνον Γ .́ Ἦχος δ´. Ψαλμὸς ριζ´ (117) 

    Στίχ .  α .́  Ἐξομολογεῖσθε τῷ Κυρίῳ ,  ὅτι ἀγα‐

    θός , ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 

  • 8/20/2019 2015 09 23 Syll Tim Prodromou A

    8/9

      8

    Ἀπολυτίκιον τοῦ Τιμίου Προδρόμου. 

    Ἦχος δ´. Ταχὺ προκατάλαβε. 

    Ἡ  πρῴην οὐ τίκτουσα ,  στεῖρα εὐφράνθητι· ἰ‐

    δοὺ γὰρ συνέλαβες ,  Ἡλίου λύχνον σαφῶς , 

    φωτίζειν τὸν μέλλοντα ,  πᾶσαν τὴν οἰκουμέ‐

     νην ,  ἀβλεψίαν νοσοῦσαν· χόρευε Ζαχαρία , 

    ἐκβοῶν παῤῥησίᾳ· Προφήτης τοῦ Ὑψίστου ἐ‐

    στίν , ὁ μέλλον τίκτεσθαι . 

    Στίχ . β .́ Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι

    τὸν Κύριον ,  ὅτι ἀγαθός ,  ὅτι εἰς τὸν αἰῶνα τὸ

    ἔλεος αὐτοῦ. 

    Τὸ ἀπολυτίκιον. 

    * * * 

    ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ

    Εἰσοδικόν. Ἦχος β´. (ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς , ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν) 

    Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν

    Χριστῷ.  Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ,  ὁ ἐν Ἁγίοις

    θαυμαστός ,  ψάλλοντάς σοι  , Ἀλληλούϊα. 

    * * * 

    Ἀπολυτίκιον τοῦ Τιμίου Προδρόμου

    Ἦχος δ´. Ταχὺ προκατάλαβε. 

    Ἡ  πρῴην οὐ τίκτουσα ,  στεῖρα εὐφράνθητι· ἰ‐

    δοὺ γὰρ συνέλαβες ,  Ἡλίου λύχνον σαφῶς , 

    φωτίζειν τὸν μέλλοντα ,  πᾶσαν τὴν οἰκουμέ‐

     νην ,  ἀβλεψίαν νοσοῦσαν· χόρευε Ζαχαρία , 

    ἐκβοῶν παῤῥησίᾳ· Προφήτης τοῦ Ὑψίστου ἐ‐

    στίν , ὁ μέλλον τίκτεσθαι . 

    Εἶτα τὸ τοῦ Ἁγίου τοῦ Ναοῦ. 

    Κοντάκιον τῆς Θεοτόκου. Ἦχος β .́ (ψάλλεται ὑπὸ τῶν ἱερέων , ἐὰν τελῆται συλλείτουργον) 

    Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε , 

    μεσιτεία πρὸς τὸν ποιητὴν ἀμετάθετε , μὴ πα‐ρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς , ἀλλὰ πρό‐

    φθασον ὡς ἀγαθὴ εἰς τὴν βοήθειαν ἡμῶν , 

    τῶν πιστῶς κραυγαζόντων σοι· Τάχυνον εἰς

    πρεσβείαν καὶ σπεῦσον εἰς ἱκεσίαν ,  ἡ προ‐

    στατεύουσα ἀεί  , Θεοτόκε , τῶν τιμώντων σε. 

    * * * 

    ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ

    * * * 

    ΑΠΟΣΤΟΛΟΣτοῦ Προδρόμου

    Προκείμενον τοῦ Προδρόμου

    Προκείμενον. Ἦχος βαρύς. (Ψαλμὸς ξγ´) 

    Εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυρίῳ καὶ ἐλπι‐

    εῖ ἐπ᾿ αὐτόν , καὶ ἐπαινεθήσονται πάντες οἱ

    εὐθεῖς τῇ καρδίᾳ. 

    Στίχ . Εἰσάκουσον , ὁ Θεός , τῆς φωνῆς μου ἐν

    τῷ δέεσθαί με πρὸς σέ , ἀπὸ φόβου ἐχθροῦ ἐ‐

    ξελοῦ τὴν ψυχήν μου. 

    Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνά‐

     γνωσμα. (Γαλ. δ´ 22‐27) 

    Ἀδελφοί  , Ἀβραὰμ δύο υἱοὺς ἔσχεν , ἕνα ἐκ τῆς

    παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας.  Ἀλλ᾿ ὁ

    μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννη‐

    ται  ,  ὁ δὲ ἐκ τῆς ἐλευθέρας διὰ τῆς ἐπαγγελί‐ας.  Ἅτινά ἐστιν ἀλληγορούμενα.  Αὗται γάρ

    εἰσι δύο διαθῆκαι  ,  μία μὲν ἀπὸ ὄρους Σινᾶ , 

    εἰς δουλείαν γεννῶσα ,  ἥτις ἐστὶν Ἄγαρ.  Τὸ

     γὰρ Ἄγαρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ ,  συ‐

    στοιχεῖ δὲ τῇ νῦν Ἱερουσαλήμ ,  δουλεύει δὲ

    μετὰ τῶν τέκνων αὐτῆς· ἡ δὲ ἄνω Ἱερουσα‐

    λὴμ ἐλευθέρα ἐστίν ,  ἥτις ἐστὶ μήτηρ πάντων

     ἡμῶν.  Γέγραπται γάρ· «Εὐφράνθητι στεῖρα ἡ

    οὐ τίκτουσα , ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνου‐σα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ

    τῆς ἐχούσης τὸν ἄνδρα». 

    Ἀλληλούϊα. ( γ´) 

    Ἦχος Ἦχος δ´. (Ψαλμὸς Ϡα´ 13‐14) 

    Στίχ . Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ

    πληθυνθήσεται . 

    Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου , ἐν ταῖς αὐλαῖς οἴκου Θεοῦ ἡμῶν. 

    * * * 

    ΕΥΑΓΓΕΛΙΟΝτὸ Εὐαγγέλιον τῆς Ἑορτῆς 

    Ἐκ τοῦ κατὰ Λουκᾶν(α´ 5‐25) 

    Τῷ καιρῷ ἐκείνῳ , ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρῴδου τοῦ βασι‐

    λέως τῆς Ἰουδαίας ἱερεύς τις ὀνόματι Ζαχαρίας ἐξ ἐφημερίας

    Ἀβιά , καὶ γυνὴ αὐτῷ ἐκ τῶν θυγατέρων Ἀαρών ,  καὶ τὸ ὄνο‐

    μα αὐτῆς Ἐλισάβετ.  Ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐναντίον

    τοῦ Θεοῦ ,  πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώ‐

    μασι τοῦ Κυρίου ἄμεμπτοι . Καὶ οὐκ ἦν αὐτοῖς τέκνον , καθότι

     ἡ Ἐλισάβετ ἦν στεῖρα ,  καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς

     ἡμέραις αὐτῶν ἦσαν.  Ἐγένετο δὲ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν

    τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἔναντι τοῦ Θεοῦ , κατὰ τὸ ἔθος

    τῆς ἱερατείας ἔλαχε τοῦ θυμιᾶσαι εἰσελθὼν εἰς τὸν ναὸν τοῦ

    Κυρίου· καὶ πᾶν τὸ πλῆθος ἦν τοῦ λαοῦ προσευχόμενον ἔξω

    τῇ ὥρᾳ τοῦ θυμιάματος.  Ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου ,  ἑ‐

  • 8/20/2019 2015 09 23 Syll Tim Prodromou A

    9/9

      9

    στὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος.  Καὶ ἐτα‐

    ράχθη Ζαχαρίας ἰδών ,  καὶ φόβος ἐπέπεσεν ἐπ᾿ αὐτόν.  Εἶπε

    δὲ πρὸς αὐτὸν ὁ ἄγγελος· Μὴ φοβοῦ , Ζαχαρία· διότι εἰσηκού‐

    σθη ἡ δέησίς σου ,  καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν

    σοι  ,  καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην· καὶ ἔσται χαρά

    σοι καὶ ἀγαλλίασις ,  καὶ πολλοὶ ἐπὶ τῇ γενέσει αὐτοῦ χαρή‐

    σονται . Ἔσται γὰρ μέγας ἐνώπιον τοῦ Κυρίου , καὶ οἶνον καὶ

    σίκερα οὐ μὴ πίῃ , καὶ Πνεύματος ἁγίου πλησθήσεται ἔτι ἐκ

    κοιλίας μητρὸς αὐτοῦ ,  καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπι‐

    στρέψει ἐπὶ Κύριον τὸν Θεὸν αὐτῶν. Καὶ αὐτὸς προελεύσεταιἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου , ἐπιστρέψαι

    καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει δικαί‐

    ων , ἑτοιμάσαι Κυρίῳ λαὸν κατεσκευασμένον. Καὶ εἶπε Ζαχα‐

    ρίας πρὸς τὸν ἄγγελον· Κατὰ τί γνώσομαι τοῦτο ; ἐγὼ γάρ εἰ‐

    μι πρεσβύτης καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις

    αὐτῆς.  Καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῷ· Ἐγώ εἰμι Γα‐

    βριὴλ ὁ παρεστηκὼς ἐνώπιον τοῦ Θεοῦ ,  καὶ ἀπεστάλην λα‐

    λῆσαι πρός σε καὶ εὐαγγελίσασθαί σοι ταῦτα.  Καὶ ἰδοὺ ἔσῃ

    σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἧς ἡμέρας γένηται

    ταῦτα , ἀνθ᾿ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου , οἵτινες πλη‐

    ρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν. Καὶ ἦν ὁ λαὸς προσδοκῶν

    τὸν Ζαχαρίαν ,  καὶ ἐθαύμαζον ἐν τῷ χρονίζειν αὐτόν ἐν τῷ

     ναῷ. Ἐξελθὼν δὲ οὐκ ἠδύνατο λαλῆσαι αὐτοῖς ,  καὶ ἐπέγνω‐

    σαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ· καὶ αὐτὸς ἦν διανεύων

    αὐτοῖς , καὶ διέμενε κωφός. Καὶ ἐγένετο ὡς ἐπλήσθησαν αἱ ἡ‐

    μέραι τῆς λειτουργίας αὐτοῦ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. 

    Μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν Ἐλισάβετ ἡ γυνὴ αὐ‐

    τοῦ· καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε , λέγουσα ὅτι οὕτω

    μοι πεποίηκεν ὁ Κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν τό ὄ‐

     νειδός μου ἐν ἀνθρώποις. 

    Δόξα σοι  , Κύριε , δόξα σοι . 

    * * * 

    Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱ. Χρυσοστόμου* * * 

    Εἰς τό· Ἐξαιρέτως… 

    Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν

    Θεοτόκον ,  τὴν ἀειμακάριστον καὶ παναμώ‐

    μητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιω‐

    τέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγ‐

    κρίτως τῶν Σεραφίμ ,  τὴν ἀδιαφθόρως Θεὸν

    Λόγον τεκοῦσαν , τὴν ὄντως Θεοτόκον , σὲ με‐

     γαλύνομεν. * * * 

    Κοινωνικόν. 

    Εἰς Μνημόσυνον αἰώνιον ἔσται δίκαιος.  Ἀλ‐

    ληλούϊα. 

    Μετὰ τὴν μετάδοσιν. Ἦχος β .́ 

    Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν , ἐλάβομεν Πνεῦ‐

    μα ἐπουράνιον , εὕρομεν πίστιν ἀληθῆ , ἀδιαί‐

    ρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς

    ἔσωσεν. 

    Εἰς τό· Π  Π  Π άάάννντ τ τ οοοτ τ τ εεε  , , ,  νννῦῦῦννν κκκαααὶὶὶ  ἀἀἀεεεί ί ί ……… 

    Ἦχος β´. 

    Ἀμήν ,  Ἀμήν ,  Ἀμήν.  Πληρωθήτω τὸ στόμα ἡ‐

    μῶν αἰνέσεώς σου ,  Κύριε ,  ὅπως ὑμνήσωμεν

    τὴν δόξαν σου ,  ὅτι ἠξίωσας ἡμᾶς μετασχεῖν

    τῶν ἁγίων καὶ φρικτῶν σου μυστηρίων· τήρη‐

    σον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ ,  ὅλην τὴν ἡμέ‐

    ραν μελετᾶν τὴν δικαιοσύνην σου. Ἀλληλούϊ‐α , ἀλληλούϊα , ἀλληλούϊα. 

    Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β .́ 

    Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ

     νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ´) 

    Ἀπόλυσις· ὉὉὉ ἐἐἐννν Ἁ Ἁ Ἁγγγί ί ί οοοιιιςςς θθθαααυυυ μ μ μααασ σ σ τ τ τ όόόςςς  , , ,  Χ  Χ  Χ  ρ ρ ριιισ σ σ τ τ τ όόόςςς ὁὁὁ  Ἀ Ἀ Ἀλλληηηθθθιιινννόόόςςς ΘΘΘεεεὸὸὸςςς ἡἡἡ μ μ μῶῶῶννν ... ... ... 

    Δι᾿ εὐχῶν... Ἀμήν. 

    * * * * * 

    Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε

    καὶ διανέμεται δωρεὰν

    ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο

    http://akolouthies.wordpress.com 

    Προσφέρεται γιὰ ἰδιωτικὴ χρῆσι. 

    Δὲν ἐπιτρέπεται ἡ ἐμπόρευσί της. 

    Τῇ αὐτῇ ἡμέρᾳ ,  Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν

    Ἰννοκεντίου , Μητροπολίτου Μόσχας ,  τὸ ἐπίκλην Βενι‐

    αμίνωφ ,  Φωτιστοῦ τῆς Ἀλάσκας καὶ ζηλωτοῦ

    Ἱεραποστόλου τῶν Βορείων Χωρῶν ἐν ἔτει χιλιοστῷ

    ὀκτακοσιοστῷ ἑβδομηκοστῷ καὶ ἐννάτῳ ( 1879) τελει‐

    ωθέντος. 

    Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ Ἁγίου Ἐνδόξου Νεομάρτυ‐

    ρος Ἀρσενίου τοῦ Ἀρχιμανδρίτου τοῦ Ῥώσου ,  ἐν ἔτειχιλιοστῷ ἐννεακοσιοστῷ τριακοστῷ καὶ ἑβδομῳ (1937) 

    τελειωθέντος.