2

Click here to load reader

Ονείρου

Embed Size (px)

DESCRIPTION

Ορφικοί ύμνοι

Citation preview

Page 1: Ονείρου

Ονείρου

ΟνείρουΟρφικοί ύμνοι

<poem>Ὀνείρου, θυμίαμα ἀρώματαΚικλήσκω σε, μάκαρ, τανυσίπτερε, οὖλε Ὄνειρε, ἄγ-γελε μελλόντων, θνητοῖς χρησμῳδὲ μέγιστε ἡσυχίαιγὰρ ὕπνου γλυκεροῦ σιγηλὸς ἐπελθών, προσφωνῶνψυχαῖς θνητῶν νόον αὐτὸς ἐγείρεις, καὶ γνώμας μα-κάρων αὐτὸς καθ' ὕπνους ὑποπέμπεις, σιγῶν σιγώ-σαις ψυχαῖς μέλλοντα προφαίνων, οἷσιν ἐπ' εὐσεβί-ηισι θεῶν νόος ἐσθλὸς ὁδεύει, ὡς ἂν ἀεὶ τὸ καλὸνμέλλον, γνώμηισι προληφθέν, τερπωλαῖς ὑπάγῃ βίονἀνθρώπων προχαρέντων, τῶν δὲ κακῶν ἀνάπαυλαν,ὅπως θεὸς αὐτὸς ἐνίσπῃ εὐχωλαῖς θυσίαις τε χόλονλύσαντες ἀνάκτων. εὐσεβέσιν γὰρ ἀεὶ τὸ τέλος γλυκε-ρώτερόν ἐστι, τοῖς δὲ κακοῖς οὐδὲν φαίνει μέλλουσανἀνάγκην ὄψις ὀνειρήεσσα, κακῶν ἐξάγγελος ἔργων,ὄφρα μὴ εὕρωνται λύσιν ἄλγεος ἐρχομένοιο. ἀλλά,μάκαρ, λίτομαί σε θεῶν μηνύματα φράζειν, ὡς ἂν ἀεὶγνώμαις ὀρθαῖς κατὰ πάντα πελάζῃς μηδὲν ἐπ' ἀλλο-κότοισι κακῶν σημεῖα προφαίνων.

1

Page 2: Ονείρου

2 1 TEXT AND IMAGE SOURCES, CONTRIBUTORS, AND LICENSES

1 Text and image sources, contributors, and licenses

1.1 Text• Ονείρου Πηγή: https://el.wikisource.org/wiki/%CE%9F%CE%BD%CE%B5%CE%AF%CF%81%CE%BF%CF%85?oldid=31019Συνεισφέροντες: Veron

1.2 Images

1.3 Content license• Creative Commons Attribution-Share Alike 3.0