6

Click here to load reader

Διόδωρος ο Σικελιώτης

Embed Size (px)

Citation preview

Page 1: Διόδωρος ο Σικελιώτης

1

Διόδωρος ο Σικελιώτης «Ιστορική Βιβλιοθήκη» ΙΓ’ 105 – 106

[13,104] Τοῦ δ' ἔτους τούτου διελθόντος ᾿Αθήνησι μὲν ἦρχεν ᾿Αλεξίας, ἐν δὲ τῇ ῾Ρώμῃ ἀντὶ τῶν ὑπάτων τρεῖς χιλίαρχοι κατεστάθησαν, Γάιος ᾿Ιούλιος, Πούπλιος Κορνήλιος, Γάιος

Σερουίλιος. Τούτων δὲ τὴν ἀρχὴν παραλαβόντων ᾿Αθηναῖοι μετὰ τὴν ἀναίρεσιν τῶν στρατηγῶν ἐπὶ τὴν ἡγεμονίαν ἔταξαν Φιλοκλέα, καὶ τὸ ναυτικὸν αὐτῷ παραδόντες ἐξέπεμψαν πρὸς

Κόνωνα, προστάξαντες κοινῶς ἀφηγεῖσθαι τῶν δυνάμεων. (2) Ὃς ἐπεὶ κατέπλευσε πρὸς Κόνωνα εἰς Σάμον, τὰς ναῦς ἁπάσας ἐπλήρωσεν, οὔσας τρεῖς πρὸς ταῖς ἑκατὸν ἑβδομήκοντα. Τούτων

εἴκοσι μὲν ἔδοξεν αὐτοῦ καταλιπεῖν, ταῖς δ' ἄλλαις ἁπάσαις ἀνήχθησαν εἰς ῾Ελλήσποντον, ἡγουμένου Κόνωνος καὶ Φιλοκλέ-ους. (3) Λύσανδρος δ' ὁ τῶν Λακεδαιμονίων ναύαρχος ἐκ

Πελοποννήσου παρὰ τῶν ἐγγὺς συμμάχων τριάκοντα πέντε ναῦς ἀθροίσας κατέπλευσεν εἰς ῎Εφεσον. μεταπεμψάμενος δὲ καὶ τὸν ἐκ Χίου στόλον - - - ἐξήρτυεν· ἀνέβη δὲ καὶ πρὸς Κῦρον

τὸν Δαρείου τοῦ βασιλέως υἱόν, καὶ χρήματα πολλὰ παρέλαβε πρὸς τὰς τῶν στρατιωτῶν διατροφάς. (4) Ὁ δὲ Κῦρος, μεταπε-μπομένου τοῦ πατρὸς αὐτὸν εἰς Πέρσας, τῷ Λυσάνδρῳ τῶν ὑφ'

αὑτὸν πόλεων τὴν ἐπιστασίαν παρέδωκε καὶ τοὺς φόρους τούτῳ τελεῖν συνέταξεν. Ὁ δὲ Λύσανδρος πάντων τῶν εἰς πόλεμον εὐπορήσας εἰς ῎Εφεσον ἀνέστρεψεν. (5) Καθ' ὃν δὴ χρόνον ἐν τῇ

Μιλήτῳ τινὲς ὀλιγαρχίας ὀρεγόμενοι κατέλυσαν τὸν δῆμον, συμπραξάντων αὐτοῖς Λακεδαιμονίων. Καὶ τὸ μὲν πρῶτον Διονυσίων ὄντων ἐν ταῖς οἰκίαις τοὺς μάλιστα ἀντιπράττοντας

συνήρπασαν καὶ περὶ τεσσαράκοντα ὄντας ἀπέσφαξαν, μετὰ δέ,

Page 2: Διόδωρος ο Σικελιώτης

2

τῆς ἀγορᾶς πληθούσης,τριακοσίους ἐπιλέξαντες τοὺς εὐπορωτάτους ἀνεῖλον. (6) Οἱ δὲ χαριέστατοι τῶν τὰ τοῦ δήμου

φρονούντων, ὄντες οὐκ ἐλάττους χιλίων, φοβηθέντες τὴν περίστασιν ἔφυγον πρὸς Φαρνάβαζον τὸν σατράπην· οὗτος δὲ φιλοφρόνως αὐτοὺς δεξάμενος, καὶ στατῆρα χρυσοῦν ἑκάστῳ

δωρησάμενος, κατῴκισεν εἰς Βλαῦδα, φρούριόν τι τῆς Λυδίας. (7) Λύσανδρος δὲ μετὰ τῶν πλείστων νεῶν ἐπὶ ῎Ιασον τῆς Καρίας πλεύσας, κατὰ κράτος αὐτὴν εἷλεν ᾿Αθηναίοις

συμμαχοῦσαν, καὶ τοὺς μὲν ἡβῶντας ὀκτακοσίους ὄντας ἀπέσφαξε, παῖδας δὲ καὶ γυναῖκας λαφυροπωλήσας κατέσκαψε τὴν πόλιν. (8) Μετὰ δὲ ταῦτ' ἐπὶ τὴν ᾿Αττικὴν καὶ πολλοὺς

τόπους πλεύσας μέγα μὲν οὐδὲν οὐδ' ἄξιον μνήμης ἔπραξε· διὸ καὶ ταῦτα μὲν οὐκ ἀναγράφειν ἐσπουδάσαμεν· τὸ δὲ τελευταῖον Λάμψακον ἑλὼν τὴν μὲν ᾿Αθηναίων φρουρὰν ἀφῆκεν

ὑπόσπονδον, τὰς δὲ κτήσεις ἁρπάσας τοῖς Λαμψακηνοῖς ἀπέδωκε τὴν πόλιν. [13,105] Οἱ δὲ τῶν ᾿Αθηναίων στρατηγοὶ πυθόμενοι τοὺς

Λακεδαιμονίους πάσῃ τῇ δυνάμει πολιορκεῖν Λάμψακον, συνήγαγόν τε πανταχόθεν τριήρεις καὶ κατὰ σπουδὴν ἀνήχθησαν ἐπ’ αὐτοὺς ναυσὶν ἑκατὸν ὀγδοήκοντα. (2) Εὑρόντες

δὲ τὴν πόλιν ἡλωκυῖαν, τότε μὲν ἐν Αἰγὸς ποταμοῖς καθώρμισαν τὰς ναῦς, μετὰ δὲ ταῦτ’ ἐπιπλέοντες τοῖς πολεμίοις καθ' ἡμέραν εἰς ναυμαχίαν προεκαλοῦντο. Οὐκ ἀνταναγομένων δὲ τῶν

Πελοποννησίων, οἱ μὲν ᾿Αθηναῖοι διηπόρουν ὅ,τι χρήσωνται τοῖς πράγμασιν, οὐ δυνάμενοι τὸν πλείω χρόνον ἐκεῖ διατρέφειν τὰς δυνάμεις. (3) ᾿Αλκιβιάδου δὲ πρὸς αὐτοὺς ἐλθόντος καὶ λέγο-

ντος, ὅτι Μήδοκος καὶ Σεύθης οἱ τῶν Θρᾳκῶν βασιλεῖς εἰσιν

Page 3: Διόδωρος ο Σικελιώτης

3

αὐτῷ φίλοι, καὶ δύναμιν πολλὴν ὡμολόγησαν δώσειν, ἐὰν βούληται διαπολεμεῖν τοῖς Λακεδαιμονίοις· διόπερ αὐτοὺς ἠξίου

μεταδοῦναι τῆς ἡγεμονίας, ἐπαγγελλόμενος αὐτοῖς δυεῖν θάτερον, ἢ ναυμαχεῖν τοὺς πολεμίους ἀναγκάσειν ἢ πεζῇ μετὰ Θρᾳκῶν πρὸς αὐτοὺς διαγωνιεῖσθαι. (4) Ταῦτα δὲ ὁ

᾿Αλκιβιάδης ἔπραττεν ἐπιθυμῶν δι’ ἑαυτοῦ τῇ πατρίδι μέγα τι κατεργάσασθαι καὶ διὰ τῶν εὐεργεσιῶν τὸν δῆμον ἀποκαταστῆσαι εἰς τὴν ἀρχαίαν εὔνοιαν. Οἱ δὲ τῶν ᾿Αθηναίων

στρατηγοί, νομίσαντες τῶν μὲν ἐλαττωμάτων ἑαυτοῖς τὴν μέμψιν ἀκολουθήσειν, τὰ δ’ ἐπιτεύγματα προσάψειν ἅπαντας ᾿Αλκιβιάδῃ, ταχέως αὐτὸν ἐκέλευσαν ἀπιέναι καὶ μηκέτι

προσεγγίζειν τῷ στρατοπέδῳ. [13,106] Ἐπεὶ δ’ οἱ μὲν πολέμιοι ναυμαχεῖν οὐκ ἤθελον, τὸ δὲ στρατόπεδον σιτοδεία κατεῖχε, Φιλοκλῆς ἐκείνην τὴν ἡμέραν

ἀφηγούμενος τοῖς μὲν ἄλλοις τριηράρχοις προσέταξε πληρώσα-ντας τὰς τριήρεις ἀκολουθεῖν, αὐτὸς δ’ ἑτοίμας ἔχων ναῦς τριάκοντα τάχιον ἐξέπλευσεν. (2) Ὁ δὲ Λύσανδρος παρά τινων

αὐτομόλων ταῦτ’ ἀκούσας, μετὰ πασῶν τῶν νεῶν ἀναχθεὶς καὶ τὸν Φιλοκλέα τρεψάμενος πρὸς τὰς ἄλλας ναῦς κατεδίωξεν. (3) Οὔπω δὲ τῶν τριήρων τοῖς ᾿Αθηναίοις πεπληρωμένων θόρυβος

κατεῖχεν ἅπαντας διὰ τὴν ἀπροσδόκητον ἐπιφάνειαν τῶν πολεμίων. (4) ὁ δὲ Λύσανδρος συνιδὼν τὴν τῶν ἐναντίων ταραχήν, ᾿Ετεόνικον μὲν μετὰ τῶν εἰωθότων πεζῇ μάχεσθαι

ταχέως ἀπεβίβασεν· ὁ δὲ ὀξέως τῇ τοῦ καιροῦ ῥοπῇ χρησάμενος μέρος κατελάβετο τῆς παρεμβολῆς· αὐτὸς δ’ ὁ Λύσανδρος ἁπάσαις ταῖς τριήρεσιν ἐξηρτυμέναις ἐπιπλεύσας, καὶ σιδηρᾶς

ἐπιβαλὼν χεῖρας, ἀπέσπα τὰς ὁρμούσας ἐπὶ τῇ γῇ ναῦς. (5)

Page 4: Διόδωρος ο Σικελιώτης

4

᾿Αθηναῖοι δὲ τὸ παράδοξον ἐκπεπληγμένοι, καὶ μήτ’ ἀναχθῆναι ταῖς ναυσὶν ἀναστροφὴν ἔχοντες μήτε πεζῇ διαγωνίζεσθαι

δυνάμενοι, βραχὺν ἀντισχόντες χρόνον ἐτράπησαν, εὐθὺ δ’ οἱ μὲν τὰς ναῦς, οἱ δὲ τὴν παρεμβολὴν ἐκλιπόντες ἔφυγον, ὅπου που’ ἕκαστος ἤλπιζε σωθήσεσθαι. (6) Τῶν μὲν οὖν τριήρων

δέκα μόνον διεξέπεσον, ὧν μίαν ἔχων Κόνων ὁ στρατηγὸς τὴν μὲν εἰς ᾿Αθήνας ἐπάνοδον ἀπέγνω φοβηθεὶς τὴν ὀργὴν τοῦ δήμου, πρὸς Εὐαγόραν δὲ τὸν ἀφηγούμενον τῆς Κύπρου

κατέφυγεν, ἔχων πρὸς αὐτὸν φιλίαν· τῶν δὲ στρατιωτῶν οἱ πλεῖστοι μὲν κατὰ γῆν φυγόντες εἰς Σηστὸν διεσώθησαν. (7) Λύσανδρος δὲ τὰς λοιπὰς ναῦς παραλαβὼν αἰχμαλώτους, καὶ

ζωγρήσας Φιλοκλέα τὸν στρατηγόν, ἀπαγαγὼν εἰς Λάμψακον ἀπέσφαξεν. Μετὰ δὲ ταῦτ’ εἰς Λακεδαίμονα τοὺς τὴν νίκην ἀπαγγελοῦντας ἀπέστειλεν ἐπὶ τῆς κρατίστης τριήρους, κοσμή-

σας τοῖς πολυτελεστάτοις τὴν ναῦν ὅπλοις καὶ λαφύροις. (8) Ἐπὶ δὲ τοὺς εἰς Σηστὸν καταφυγόντας ᾿Αθηναίους στρατεύσας τὴν μὲν πόλιν εἷλε, τοὺς δ’ ᾿Αθηναίους ὑποσπόνδους ἀφῆκεν.

Εὐθὺς δὲ τῇ δυνάμει πλεύσας ἐπὶ Σάμον αὐτὸς μὲν ταύτην ἐπολιόρκει, Γύλιππον δὲ τὸν εἰς Σικελίαν τοῖς Συρακοσίοις τῷ ναυτικῷ συμπολεμήσαντα ἀπέστειλεν εἰς Σπάρτην τά τε

λάφυρα κομίζοντα καὶ μετὰ τούτων ἀργυρίου τάλαντα χίλια καὶ πεντακόσια. (9) Ὄντος δὲ τοῦ χρήματος ἐν σακίοις, καὶ ταῦτ' ἔχοντος ἑκάστου σκυτάλην ἔχουσαν τὴν ἐπιγραφὴν τὸ

πλῆθος τοῦ χρήματος δηλοῦσαν, ταύτην ἀγνοήσας ὁ Γύλιππος τὰ μὲν σακία παρέλυσεν, ἐξελόμενος δὲ τάλαντα τριακόσια, καὶ διὰ τῆς ἐπιγραφῆς γνωσθεὶς ὑπὸ τῶν ἐφόρων, ἔφυγε καὶ

κατεδικάσθη θανάτῳ. (10) Παραπλησίως δὲ καὶ τὸν πατέρα τοῦ

Page 5: Διόδωρος ο Σικελιώτης

5

Γυλίππου Κλέαρχον συνέβη φυγεῖν ἐν τοῖς ἔμπροσθεν χρόνοις, ὅτι δόξας παρὰ Περικλέους λαβεῖν χρήματα περὶ τοῦ τὴν

εἰσβολὴν εἰς τὴν ᾿Αττικὴν μὴ ποιήσασθαι κατεδικάσθη θανάτῳ, καὶ φυγὼν ἐν Θουρίοις τῆς ᾿Ιταλίας διέτριβεν. Οὗτοι μὲν οὖν, ἄνδρες ἱκανοὶ τἄλλα δόξαντες εἶναι, ταῦτα πράξαντες τὸν ἄλλον

βίον αὐτῶν κατῄσχυναν. [13,107] ᾿Αθηναῖοι δὲ τὴν τῶν δυνάμεων φθορὰν ἀκούσαντες τοῦ μὲν ἀντέχεσθαι τῆς θαλάττης ἀπέστησαν, περὶ δὲ τὴν τῶν

τειχῶν κατασκευὴν ἐγίνοντο καὶ τοὺς λιμένας ἀπεχώννυον, ἐλπίζοντες, ὅπερ ἦν εἰκός, εἰς πολιορκίαν καταστήσεσθαι. (2) Εὐθὺ γὰρ οἱ μὲν τῶν Λακεδαιμονίων βασιλεῖς ῏Αγις καὶ Παυ-

σανίας μετὰ πολλῆς δυνάμεως ἐμβαλόντες εἰς τὴν ᾿Αττικὴν πρὸς τοῖς τείχεσιν ἐστρατοπέδευον, Λύσανδρος δὲ πλέον ἢ διακοσίαις τριήρεσιν εἰς τὸν Πειραιέα κατέπλευσεν. Οἱ δ’

᾿Αθηναῖοι τηλικούτοις περιεχόμενοι κακοῖς ὅμως ἀντεῖχον, καὶ ῥᾳδίως τὴν πόλιν παρεφύλαττον ἐπί τινα χρόνον. (3) Τοῖς δὲ Πελοποννησίοις ἔδοξεν, ἐπείπερ δυσχερὴς ἦν ἡ πολιορκία, τὰς

μὲν δυνάμεις ἀπαγαγεῖν ἐκ τῆς ᾿Αττικῆς, ταῖς δὲ ναυσὶ μακρὰν ἐφεδρεύειν, ὅπως αὐτοῖς μὴ παρακομισθῇ σῖτος. (4) Οὗ συντε-λεσθέντος, οἱ μὲν ᾿Αθηναῖοι εἰς δεινὴν σπάνιν ἐνέπεσον ἁπάντων

μέν, μάλιστα δὲ τροφῆς διὰ τὸ ταύτην ἀεὶ κατὰ θάλατταν αὐτοῖς κομίζεσθαι. Ἐπιτείνοντος δὲ τοῦ δεινοῦ καθ’ ἡμέραν, ἡ μὲν πόλις ἔγεμε νεκρῶν, οἱ δὲ λοιποὶ διαπρεσβευσάμενοι πρὸς

Λακεδαιμονίους συνέθεντο τὴν εἰρήνην, ὥστε τὰ μακρὰ σκέλη καὶ τὰ τείχη τοῦ Πειραιέως περιελεῖν, καὶ μακρὰς ναῦς μὴ πλεῖον ἔχειν δέκα, τῶν δὲ πόλεων πασῶν ἐκχωρῆσαι καὶ

Λακεδαιμονίοις ἡγεμόσι χρῆσθαι. (5) Ὁ μὲν οὖν

Page 6: Διόδωρος ο Σικελιώτης

6

Πελοποννησιακὸς πόλεμος, μακρότατος γενόμενος ὧν ἴσμεν, τοιοῦτον ἔσχε τὸ τέλος, ἔτη διαμείνας ἑπτὰ πρὸς τοῖς εἴκοσι.