2015-08-16_kyr_ia_mat8aiou-a-2

  • Upload
    sakis87

  • View
    213

  • Download
    0

Embed Size (px)

Citation preview

  • 8/20/2019 2015-08-16_kyr_ia_mat8aiou-a-2

    1/16

      1

    16 ΑΥΓΟΥΣΤΟΥ 2015 

    Κυριακὴ ΙΑ´ ΜατθαίουἉγίου Μανδηλίου , Διομήδους , Τιμοθέου Εὐρίπου

    Ἦχος β´. Ἑωθινὸν ΙΑ .́ 

    * * * * * 

    ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝΜετὰ τὸν Ἑξάψαλμον , 

    Συναπτὴ μεγάλη , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  πππ ρ ρ ρέέέπππεεειιι  σ σ σ οοοιιι  πππᾶᾶᾶσ σ σ ααα δδδόόόξ ξ ξ ααα ... ... ...  

    Ἦχος β´. 

    Θεὸς Κύριος ,  καὶ ἐπέφανεν ἡμῖν· εὐλογημέ‐

     νος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. 

    Στίχ . α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ , ὅτι ἀγα‐

    θός , ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 

    Θεὸς Κύριος , καὶ ἐπέφανεν ἡμῖν... 

    Στίχ . β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με , καὶ τῷ

    ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. 

    Θεὸς Κύριος , καὶ ἐπέφανεν ἡμῖν... 

    Στίχ . γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη , καί ἐστι

    θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 

    Θεὸς Κύριος , καὶ ἐπέφανεν ἡμῖν... 

    ΑΠΟΛΥΤΙΚΙΑ

    Τὸ Ἀναστάσιμον. Ἦχος β .́ 

    Ὅτε κατῆλθες πρὸς τὸν θάνατον ,  ἡ ζωὴ ἡ ἀ‐

    θάνατος ,  τότε τὸν ᾅδην ἐνέκρωσας ,  τῇ ἀ‐

    στραπῇ τῆς θεότητος· ὅτε δὲ καὶ τοὺς τεθνεῶ‐

    τας ,  ἐκ τῶν καταχθονίων ἀνέστησας ,  πᾶσαι

    αἱ δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον·

    Ζωοδότα Χριστέ , ὁ Θεὸς ἡμῶν δόξα σοι . 

    Δόξα. 

    τοῦ Ἁγίου Μανδηλίου. Ἦχος β .́ Τ ὴν ἄχραντον Εἰκόνα σου προσκυνοῦμεν Ἀ‐

     γαθέ ,  αἰτούμενοι συγχώρησιν τῶν πταισμά‐

    των ἡμῶν , Χριστὲ ὁ Θεός· βουλήσει γὰρ ηὐδό‐

    κησας σαρκὶ ἀνελθεῖν ἐν τῷ Σταυρῷ ,  ἵνα ῥύ‐

    σῃ οὓς ἔπλασας ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ·

    ὅθεν εὐχαρίστως βοῶμέν σοι  , χαρᾶς ἐπλήρω‐

    σας τὰ πάντα ,  ὁ Σωτὴρ ἡμῶν ,  παραγενόμε‐

     νος εἰς τὸ σῶσαι τὸν κόσμον. 

    Καὶ νῦν. Τῆς Ἑορτῆς. 

    Ἦχος α´. Αὐτόμελον. 

    Ἐ ν τῇ γεννήσει τὴν παρθενίαν ἐφύλαξας ,  ἐν

    τῇ κοιμήσει τὸν κόσμον , οὐ κατέλιπες Θεοτό‐

    κε· μετέστης πρὸς τὴν ζωήν , Μήτηρ ὑπάρχου‐

    σα τῆς ζωῆς· καὶ ταῖς πρεσβείαις ταῖς σαῖς

    λυτρουμένη , ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν. 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  σ σ σ ὸὸὸννν τ τ τ ὸὸὸ κκκ ρ ρ ράάάτ τ τ οοοςςς ... ... ... 

    * * * 

    ΚΑΘΙΣΜΑΤΑΜετὰ τὴν α´ Στιχολογίαν

    Ἀναστάσιμον. Ἦχος β .́ Αὐτόμελον. 

    Ὁ εὐσχήμων Ἰωσήφ , ἀπὸ τοῦ ξύλου καθελών , 

    τὸ ἄχραντόν σου σῶμα , σινδόνι καθαρᾷ εἱλή‐

    σας ,

      καὶ ἀρώμασιν ,

      ἐν μνήματι καινῷ κηδεύ‐σας ἀπέθετο· ἀλλὰ τριήμερος ἀνέστης , Κύριε , 

    παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. 

    Δόξα. Ὅμοιον. 

    Ταῖς Μυροφόροις γυναιξί  ,  παρὰ τὸ μνῆμα ἐ‐

    πιστάς ,  ὁ Ἄγγελος ἐβόα· Τὰ μύρα τοῖς θνη‐

    τοῖς ,  ὑπάρχει ἁρμόδια· Χριστὸς δὲ διαφθορᾶς

    ἐδείχθη ἀλλότριος· ἀλλὰ κραυγάσατε· Ἀνέ‐

    στη ὁ Κύριος ,  παρέχων τῷ κόσμῳ τὸ μέγα ἔ‐

    λεος. 

    Καὶ νῦν. Τῆς Ἑορτῆς. 

    Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ. 

    Καθορῶσαι ἀληθῶς ,  αἱ τῶν Ἀγγέλων στρα‐

    τιαί  ,  τὴν Μετάστασιν τὴν σήν ,  ἄχραντε

    Μῆτερ τοῦ Θεοῦ ,  εὐλογημένη πανύμνητε

    Παναγία ,  ἔχοντες βουλήν ,  τοῦ τεχθέντος ἐκ

    σοῦ ,  στίφος Μαθητῶν συναθροίσασαι  ,  ἐν

    εὐφροσύνῃ ἔφερον τὸ τίμιον ,  εἰς τὸν Παρά‐

    δεισον σῶμά σου ,  Χριστὸν ὑμνοῦσαι  ,  τὸν ζω‐

    οδότην , ὄντα εἰς τοὺς αἰῶνας. 

    Μετὰ τὴν β´ Στιχολογίαν

    Ἦχος β´. 

    Τὸν λίθον τοῦ μνήματος ,  σφραγισθῆναι μὴ

    κωλύσας ,  τὴν πέτραν τῆς πίστεως ,  ἀναστὰς

    παρέσχες πᾶσι . Κύριε δόξα σοι . 

    Δόξα. 

    Τῶν μαθητῶν σου ὁ χορός ,  σὺν Μυροφόροις

     γυναιξίν ,  ἀγάλλεται συμφώνως· κοινὴν γὰρ

    ἑορτήν , σὺν αὐτοῖς ἑορτάζομεν , εἰς δόξαν καὶτιμὴν τῆς σῆς ἀναστάσεως· καὶ δι᾿ αὐτῶν φι‐

  • 8/20/2019 2015-08-16_kyr_ia_mat8aiou-a-2

    2/16

      2

    λάνθρωπε Κύριε ,  τῷ λαῷ σου παράσχου τὸ

    μέγα ἔλεος. 

    Καὶ νῦν. Τῆς Ἑορτῆς. 

    Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ. 

    Ἐ ν χερσὶ τοῦ δι᾿ ἡμᾶς ,  ἐνανθρωπήσαντος ἐκ

    σοῦ ,  παραθεμένην τὴν ψυχήν ,  ὡς πλαστουρ‐

     γός σου καὶ Θεός ,  πρὸς τὴν ἀκήρατον μετέ‐

    στησεν εὐφροσύνην· ὅθεν σε σεπτῶς μακαρί‐ζομεν ,  τὴν μόνην καθαρὰν καὶ ἀμόλυντον , 

    καὶ Θεοτόκον ἅπαντες κυρίως , ὁμολογοῦντες

    κραυγάζομεν· Χριστὸν δυσώπει  , πρὸς Ὃν με‐

    τέστης , σῶσαι τὰς ψυχὰς ἡμῶν. 

    * * * 

    ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ

    Ἦχος πλ. α´. Εὐλογητὸς εἶ  , Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 

    Τῶν ἀγγέλων ὁ δῆμος κατεπλάγη ὁρῶν σε ἐν

     νεκροῖς λογισθέντα ,  τοῦ θανάτου δέ ,  Σωτήρ , 

    τὴν ἰσχὺν καθελόντα καὶ σὺν ἑαυτῷ τὸν Ἀ‐

    δὰμ ἐγείραντα καὶ ἐξ ᾅδου πάντας ἐλευθερώ‐

    σαντα. 

    Εὐλογητὸς εἶ  , Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 

    Τί τὰ μύρα συμπαθῶς τοῖς δάκρυσιν , ὦ μαθή‐

    τριαι  ,  κιρνᾶτε;  ὁ ἀστράπτων ἐν τῷ τάφῳ ἄγ‐

     γελος προσεφθέγγετο ταῖς μυροφόροις· Ἴδετε

    ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐ‐

    ξανέστη τοῦ μνήματος. 

    Εὐλογητὸς εἶ  , Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 

    Λίαν πρωῒ μυροφόροι ἔδραμον πρὸς τὸ μνῆ‐

    μά σου θρηνολογοῦσαι· ἀλλ᾿ ἐπέστη πρὸς αὐ‐

    τὰς ὁ ἄγγελος καὶ εἶπε· Θρήνου ὁ καιρὸς πέ‐

    παυται· μὴ κλαίετε· τὴν ἀνάστασιν δὲ ἀπο‐

    στόλοις εἴπατε. 

    Εὐλογητὸς εἶ  , Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Μυροφόροι γυναῖκες μετὰ μύρων ἐλθοῦσαι

    πρὸς τὸ μνῆμά σου ,  Σῶτερ ,  ἐνηχοῦντο ἀγγέ‐

    λου πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νε‐

    κρῶν τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γὰρ ἐξα‐

     νέστη τοῦ μνήματος. 

    Δόξα. 

    Προσκυνοῦμεν Πατέρα καὶ τὸν τούτου Υἱόν

    τε καὶ τὸ ἅγιον Πνεῦμα , τὴν ἁγίαν Τριάδα ἐν

    μιᾷ τῇ οὐσίᾳ , σὺν τοῖς Σεραφεὶμ κράζοντες τὸἍγιος , Ἅγιος , Ἅγιος εἶ  , Κύριε. 

    Καὶ νῦν. 

    Ζωοδότην τεκοῦσα ,  ἐλυτρώσω ,  Παρθένε ,  τὸν

    Ἀδὰμ ἁμαρτίας· χαρμονὴν δὲ τῇ Εὔᾳ ἀντὶ λύ‐

    πης παρέσχες· ῥεύσαντα ζωῆς ,  ἴθυνε πρὸς

    ταύτην δὲ ὁ ἐκ σοῦ σαρκωθεὶς Θεὸς καὶ ἄν‐

    θρωπος. 

    Ἀλληλούϊα , ἀλληλούϊα , ἀλληλούϊα·

    δόξα σοι ὁ Θεός. ( γ´) Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·

    ὍὍὍτ τ τ ιιι  ηηηὐὐὐλλλόόόγγγηηητ τ τ αααί ί ί  ΣΣΣοοουυυ ... ... ...  

    * * * 

    ΥΠΑΚΟΗ , ΑΝΑΒΑΘΜΟΙ , ΠΡΟΚΕΙΜΕΝΟΝἩ Ὑπακοή. Ἦχος β´. 

    Μετὰ τὸ πάθος ,  πορευθεῖσαι ἐν τῷ μνήματι  , 

    πρὸς τὸ μυρίσαι  ,  τὸ σῶμά σου αἱ γυναῖκες , 

    Χριστὲ ὁ Θεός ,  εἶδον Ἀγγέλους ἐν τῷ τάφῳ

    καὶ ἐξέστησαν· φωνῆς γὰρ ἤκουον ἐξ αὐτῶν , 

    ὅτι ἀνέστη ὁ Κύριος ,  παρέχων τῷ κόσμῳ ,  τὸ

    μέγα ἔλεος. 

    οἱ Ἀναβαθμοί . Ἦχος β .́ Ἀντίφωνον Α´. 

    Ἐ ν τῷ οὐρανῷ τὰ ὄμματα ,  ἐκπέμπω μου τῆς

    καρδίας ,  πρὸς σὲ Σωτήρ· σῶσόν με σῇ ἐπι‐

    λάμψει . 

    Ἐλέησον ἡμᾶς τοὺς πταίοντάς σοι πολλά , καθ᾿ ἑκάστην ὥραν ,  ὦ Χριστέ μου ,  καὶ δὸς

    πρὸ τέλους τρόπους , τοῦ μετανοεῖν σοι . 

    Δόξα. Καὶ νῦν. 

    Ἁ γίῳ Πνεύματι  , τὸ βασιλεύειν πέλει  , τὸ ἁγιά‐

    ζειν ,  τὸ κινεῖν τὴν κτίσιν· Θεὸς γάρ ἐστιν ,  ὁ‐

    μοούσιος Πατρὶ καὶ Λόγῳ. 

    Ἀντίφωνον Β´. 

    Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν ,  τίς ἱκανὸς σῶος

    φυλαχθῆναι ἐκ τοῦ ἐχθροῦ ἅμα καὶ ἀνθρω‐ποκτόνου; 

    Τοῖς ὀδοῦσιν αὐτῶν ,  μὴ παραδῷς Σῶτερ τὸν

    σὸν δοῦλον· λέοντος τρόπον κατ᾿ ἐμοῦ κι‐

     νοῦνται  , καὶ γὰρ οἱ ἐχθροί μου. 

    Δόξα. Καὶ νῦν. 

    Ἁ γίῳ Πνεύματι  ,  ζωαρχία καὶ γέρας· πάντα

     γὰρ τὰ κτιστά , ὡς Θεὸς ὢν δυναμοῖ  , συντηρεῖ

    ἐν Πατρὶ δι᾿ Υἱοῦ δέ. 

    Ἀντίφωνον Γ´. 

  • 8/20/2019 2015-08-16_kyr_ia_mat8aiou-a-2

    3/16

      3

    Οἱ πεποιθότες ἐπὶ Κύριον , ἐοίκασιν ὄρει τῷ ἁ‐

     γίῳ· οἳ οὐδαμῶς σαλεύονται  , προσβολαῖς τοῦ

    βελίαρ. 

    Ἐ ν ἀνομίαις χεῖρας αὐτῶν ,  μὴ ἐκτεινάτωσαν

    οἱ θείως ζῶντες· οὐ γὰρ ἐᾷ Χριστός , τῇ ῥάβδῳ

    τὸν κλῆρον αὐτοῦ. 

    Δόξα. Καὶ νῦν. 

    Ἁ γίῳ Πνεύματι  ,  προσπηγάζει πᾶσα σοφία , 

    ἔνθεν χάρις Ἀποστόλοις ,  καὶ τοῖς ἄθλοις κα‐

    ταστέφονται  ,  Μάρτυρες ,  καὶ Προφῆται ὁρῶ‐

    σιν. 

    Προκείμενον. Ψαλμὸς ζ´ (7) 

    Ἐξεγέρθητι  ,  Κύριε ὁ Θεός μου ,  ἐν προστάγ‐

    ματι ᾧ ἐνετείλω , καὶ συναγωγὴ λαῶν κυκλώ‐

    σει σε. (δίς) 

    Στίχ .  Κύριε ,  ὁ Θεός μου ,  ἐπὶ σοὶ ἤλπισα· σῶ‐σόν με ἐκ πάντων τῶν διωκόντων με καὶ ρῦ‐

    σαί με. 

    Ἐξεγέρθητι  , Κύριε ὁ Θεός μου... * * * 

    ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥὁ διάκονος· Τ Τ Τ οοοῦῦῦ Κ Κ Κ υυυ ρ ρ ρί ί ί οοουυυ δδδεεεηηηθθθῶῶῶ μ μ μεεεννν ... 

    Κύριε , ἐλέησον. ὁ ἱερεύς· ὍὍὍτ τ τ ιιι  ἅἅἅγγγιιιοοοςςς εεεἶ ἶ ἶ  , , ,  ὁὁὁ ΘΘΘεεεὸὸὸςςς ἡἡἡ μ μ μῶῶῶννν  , , ,  ... ... ... 

    Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. 

    Αἰνεσάτω πνοὴ… πᾶσα τὸν Κύριον. ὁ διάκονος· Κ Κ Κ αααὶὶὶ   ὑὑὑπππὲὲὲ ρ ρ ρ  τ τ τ οοοῦῦῦ  κκκααατ τ τ αααξ ξ ξ ιιιωωωθθθῆῆῆννναααιιι   ἡἡἡ μ μ μᾶᾶᾶςςς  τ τ τ ῆῆῆςςς 

    ἀἀἀκκκ ρ ρ ροοοάάάσ σ σ εεεωωωςςς  τ τ τ οοοῦῦῦ  ἁἁἁγγγί ί ί οοουυυ  ΕΕΕὐὐὐαααγγγγγγεεελλλί ί ί οοουυυ  Κ Κ Κ ύύύ ρ ρ ριιιοοοννν  τ τ τ ὸὸὸννν 

    ΘΘΘεεεὸὸὸννν ἡἡἡ μ μ μῶῶῶννν ἱ ἱ ἱ κκκεεετ τ τ εεεύύύσ σ σ ωωω μ μ μεεεννν ... 

    Κύριε , ἐλέησον. ( γ´) ὁ διάκονος·  ΣΣΣοοοφφφί ί ί ααα···   ὀὀὀ ρ ρ ρθθθοοοί ί ί ···   ἀἀἀκκκοοούύύσ σ σ ωωω μ μ μεεεννν  τ τ τ οοοῦῦῦ  ἁἁἁγγγί ί ί οοουυυ ΕΕΕὐὐὐαααγγγγγγεεελλλί ί ί οοουυυ ...  ὁ ἱερεύς· ΕΕΕἰ ἰ ἰ  ρ ρ ρήήήνννηηη πππᾶᾶᾶσ σ σ ιιι ... 

    Καὶ τῷ Πνεύματί σου. ὁ ἱερεύς· Ἐ Ἐ Ἐκκκ τ τ τ οοοῦῦῦ κκκααατ τ τ ὰὰὰ Ἰ  Ἰ  Ἰ ωωωάάάννννννηηηννν ἁἁἁγγγί ί ί οοουυυ ΕΕΕὐὐὐαααγγγγγγεεελλλί ί ί οοουυυ 

    τ τ τ ὸὸὸ ἀἀἀνννάάάγγγνννωωωσ σ σ  μ μ μααα ... ὁ διάκονος· Π  Π  Π  ρ ρ ρόόόσ σ σ  χ  χ  χ ωωω μ μ μεεεννν ...  

    Δόξα σοι  , Κύριε , δόξα σοι . 

    ὁ ἱερεὺς ἀναγινώσκει τὸ ἐνδιάτακτον Ἑῳθινὸν Εὐαγγέλιον

    Ἑωθινὸν ΙΑ´

    Ἐκ τοῦ κατὰ Ἰωάννην(κ´ 15‐25) 

    Τῷ καιρῷ ἐκείνῳ ,  ἐφανέρωσεν ἑαυτὸν ὁ Ἰησοῦς τοῖς μαθη‐

    ταῖς αὐτοῦ ,  ἐγερθεὶς ἐκ νεκρῶν καὶ λέγει τῷ Σίμωνι Πέτρῳ·Σίμων Ἰωνᾶ ,  ἀγαπᾷς με πλεῖον τούτων;  Λέγει αὐτῷ· Ναί  , 

    Κύριε· σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ· Βόσκε τὰ ἀρνία μου. 

    Λέγει αὐτῷ πάλιν δεύτερον· Σίμων Ἰωνᾶ ,  ἀγαπᾷς με;  Λέγει

    αὐτῷ· Ναί  , Κύριε , σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ· Ποίμαινε

    τὰ πρόβατά μου.  Λέγει αὐτῷ τὸ τρίτον· Σίμων Ἰωνᾶ ,  φιλεῖς

    με;  Ἐλυπήθη ὁ Πέτρος ,  ὅτι εἶπεν αὐτῷ τὸ τρίτον ,  φιλεῖς με , 

    καὶ εἶπεν αὐτῷ· Κύριε , σὺ πάντα οἶδας , σὺ γινώσκεις ὅτι φι‐

    λῶ σε. Λέγει αὐτῷ ὁ Ἰησοῦς· Βόσκε τὰ πρόβατά μου. Ἀμὴν ἀ‐

    μὴν λέγω σοι  , ὅτε ᾖς νεώτερος , ἐζώννυες σεαυτὸν καὶ περιε‐

    πάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς ,  ἐκτενεῖς τὰς χεῖράς

    σου ,  καὶ ἄλλος σε ζώσει  ,  καὶ οἴσει ὅπου οὐ θέλεις.  Τοῦτο δὲ

    εἶπε σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. Καὶ τοῦτο εἰ‐πὼν λέγει αὐτῷ· Ἀκολούθει μοι .  Ἐπιστραφεὶς δὲ ὁ Πέτρος

    βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα ,  ὃς

    καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπε· Κύ‐

    ριε ,  τίς ἐστιν ὁ παραδιδούς σε;  Τοῦτον ἰδὼν ὁ Πέτρος λέγει

    τῷ Ἰησοῦ· Κύριε , οὗτος δὲ τί ; λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐὰν αὐτὸν

    θέλω μένειν ἕως ἔρχομαι  ,  τί πρὸς σέ;  Σὺ ἀκολούθει μοι .  Ἐ‐

    ξῆλθεν οὖν ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς

    ἐκεῖνος οὐκ ἀποθνήσκει· καὶ οὐκ εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι

    οὐκ ἀποθνήσκει  ,  ἀλλ᾿ ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι  , 

    τί πρὸς σέ;  Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων

    καὶ γράψας ταῦτα ,  καὶ οἴδαμεν ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία

    αὐτοῦ. Ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ Ἰησοῦς , ἅτι‐

     να ἐὰν γράφηται καθ᾿ ἕν ,  οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χω‐

    ρῆσαι τὰ γραφόμενα βιβλία. Ἀμήν. 

    Δόξα σοι  , Κύριε , δόξα σοι . 

    ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης·

    Ἀ νάστασιν Χριστοῦ θεασάμενοι  ,  προσκυνή‐

    σωμεν ἅγιον Κύριον Ἰησοῦν ,  τὸν μόνον ἀνα‐

    μάρτητον.  Τὸν σταυρόν σου ,  Χριστέ ,  προσκυ‐

     νοῦμεν καὶ τὴν ἁγίαν σου ἀνάστασιν ὑμνοῦ‐

    μεν καὶ δοξάζομεν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν ,  ἐ‐

    κτός σου ἄλλον οὐκ οἴδαμεν , τὸ ὄνομά σου ὀ‐

     νομάζομεν.  Δεῦτε πάντες οἱ πιστοὶ προσκυ‐

     νήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν· ἰ‐

    δοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ χαρὰ ἐν ὅλῳ

    τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύρι‐

    ον , ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ. Σταυρὸν

     γὰρ ὑπομείνας δι᾿ ἡμᾶς ,  θανάτῳ θάνατον ὤ‐

    λεσεν. 

    οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον Ἦχος β´. 

    Ἐλεῆμον ,  Ἐλέησόν με ,  ὁ Θεός ,  κατὰ τὸ μέγα

    ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν

    σου ἐξάλειψον τὸ ἀνόμημά μου. 

    Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου

    καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. 

    Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω ,  καὶ ἡ ἁ‐

    μαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. 

  • 8/20/2019 2015-08-16_kyr_ia_mat8aiou-a-2

    4/16

      4

    Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν

    σου ἐποίησα ,  ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λό‐

     γοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. 

    Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην ,  καὶ ἐν ἁ‐

    μαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. 

    Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας ,  τὰ ἄδηλα καὶ

    τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι .  Ῥαντιεῖς με ὑσσώπῳ ,  καὶ καθαρισθήσομαι·

    πλυνεῖς με , καὶ ὑπὲρ χιόνα λευκανθήσομαι . 

    Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀ‐

     γαλλιάσονται ὀστέα τεταπεινωμένα. 

    Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁ‐

    μαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξά‐

    λειψον. 

    Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί  , ὁ Θεός , καὶπνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις

    μου. 

    Μ ὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου , 

    καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς

    ἀπ᾿ ἐμοῦ. 

    Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου

    σου , καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. 

    Διδάξω ἀνόμους τὰς ὁδούς σου ,  καὶ ἀσεβεῖςἐπὶ σὲ ἐπιστρέψουσι . 

     Ῥῦσαί με ἐξ αἱμάτων , ὁ Θεός , ὁ Θεὸς τῆς σω‐

    τηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν

    δικαιοσύνην σου. 

    Κύριε ,  τὰ χείλη μου ἀνοίξεις ,  καὶ τὸ στόμα

    μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. 

    Ὅτι  ,  εἰ ἠθέλησας θυσίαν ,  ἔδωκα ἄν· ὁλοκαυ‐

    τώματα οὐκ εὐδοκήσεις. 

    Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρ‐

    δίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ

    Θεὸς οὐκ ἐξουδενώσει . 

    Ἀ γάθυνον ,  Κύριε ,  ἐν τῇ εὐδοκίᾳ σου τὴν Σι‐

    ών , καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. 

    Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ,  ἀναφο‐

    ρὰν καὶ ὁλοκαυτώματα. 

    Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μό‐

    σχους. Καὶ ἐλέησόν με , ὁ Θεός. 

    Δόξα. 

    Ταῖς τῶν Ἀποστόλων πρεσβείαις , ἐλεῆμον ,  ἐ‐

    ξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. 

    Καὶ νῦν. 

    Ταῖς τῆς Θεοτόκου πρεσβείαις ,  ἐλεῆμον ,  ἐξά‐

    λειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. 

    Καὶ τὸ πεντηκοστάριον. Ἦχος ὁ αὐτός. 

    Στίχ . Ἐλέησόν με , ὁ Θεός , κατὰ τὸ μέγα ἔλεός

    σου ,  καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου

    ἐξάλειψον τὸ ἀνόμημά μου. 

    Ἀ ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου ,  καθὼς

    προεῖπεν ,  ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ

    μέγα ἔλεος. 

    ΣΣΣῶῶῶσ σ σ οοοννν  , , ,  ὁὁὁ ΘΘΘεεεόόόςςς  , , ,  τ τ τ ὸὸὸννν λλλαααόόόννν ΣΣΣοοουυυ ... ... ...  Κύριε , ἐλέησον. 

    (ιβ´)  Ἐ Ἐ Ἐλλλέέέεεειιι  κκκαααὶὶὶ  οοοἰ ἰ ἰ κκκτ τ τ ιιι ρ ρ ρ μ μ μοοοῖ ῖ ῖ ςςς ... ... ...  Ἀμήν. 

    ΟΙ ΚΑΝΟΝΕΣὁ Ἀναστάσιμος , ὁ α´ τῆς Ἑορτῆς καὶ τοῦ Ἁγίου Μανδηλίου

    ᾨδὴ α´. ὁ Ἀναστάσιμος

    ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ

    Ἦχος β´. Ὁ Εἱρμός. 

    Ἐ ν βυθῷ κατέστρωσέ ποτε , τὴν φαραωνίτιδα , 

    πανστρατιὰν ἡ ὑπέροπλος δύναμις ,  σαρκω‐

    θεὶς ὁ Λόγος δέ ,  τὴν παμμόχθηρον ἁμαρτίαν

    ἐξήλειψεν ,  ὁ δεδοξασμένος ,  Κύριος· ἐνδόξως

     γὰρ δεδόξασται . 

    Στίχ . Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου , Κύριε. 

    Ὁ τοῦ κόσμου ἄρχων Ἀγαθέ , ᾧ ἀπεγραψάμε‐

    θα ,  τῇ ἐντολῇ τῇ σῇ μὴ πειθαρχήσαντες ,  τῷ

    Σταυρῷ σου κέκριται· προσβαλὼν γάρ σοι ὡς

    θνητῷ ,  περιπέπτωκε τῷ τῆς ἐξουσίας κράτει

    σου καὶ ἀσθενὴς διήλεγκται . 

    Στίχ . Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου , Κύριε. 

    Λυτρωτὴς τοῦ γένους τῶν βροτῶν , καὶ τῆς ἀ‐κηράτου ζωῆς ἀρχηγός ,  εἰς τὸν κόσμον ἐλή‐

    λυθας· τῇ γὰρ ἀναστάσει σου ,  διεσπάραξας

    τοῦ θανάτου τὰ σπάργανα , ἣν δοξολογοῦμεν

    ἅπαντες· ἐνδόξως γὰρ δεδόξασται . 

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Ὑπερτέρα πέφηνας Ἁγνή ,  πάσης ἀοράτου τε

    καὶ ὁρατῆς , ἀειπάρθενε κτίσεως· τὸν γὰρ Κτί‐

    στην τέτοκας ,  ὡς εὐδόκησε σαρκωθῆναι ἐν

    μήτρᾳ σου , ᾧ σὺν παῤῥησίᾳ πρέσβευε , σωθῆ‐ ναι τὰς ψυχὰς ἡμῶν. 

  • 8/20/2019 2015-08-16_kyr_ia_mat8aiou-a-2

    5/16

      5

    τῆς Ἑορτῆς ὁ α´ ἄνευ τῶν Εἱρμῶν 

    Ἦχος α´. 

    Στίχ .Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Πεποικιλμένη τῇ θείᾳ δόξῃ ,  ἡ ἱερὰ καὶ εὐ‐

    κλεὴς Παρθένε μνήμη σου ,  πάντας συνηγά‐

     γετο ,  πρὸς εὐφροσύνην τοὺς πιστούς ,  ἐξαρ‐

    χούσης Μαριάμ ,  μετὰ χορῶν καὶ τυμπάνων

    τῷ σῷ ᾄδοντας Μονογενεῖ  ,  ἐνδόξως ὅτι δε‐δόξασται . 

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Ἀμφεπονεῖτο ἀΰλων τάξις ,  οὐρανοβάμων ἐν

    Σιὼν τὸ θεῖον σῶμά σου ,  ἄφνω δὲ συῤῥεύ‐

    σασα ,  τῶν Ἀποστόλων ἡ πληθύς ,  ἐκ περά‐

    των Θεοτόκε , σοὶ παρέστησαν ἄρδην· μεθ᾿ ὧν

    ἄχραντε ,  σοῦ τὴν σεπτήν ,  Παρθένε μνήμην

    δοξάζομεν. 

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. Νικητικὰ μὲν βραβεῖα ᾔρω , κατὰ τῆς φύσεως

    Ἁγνή ,  Θεὸν κυήσασα ,  ὅμως μιμουμένη δέ , 

    τὸν ποιητήν σου καὶ Υἱόν , ὑπὲρ φύσιν ὑποκύ‐

    πτεις ,  τοῖς τῆς φύσεως νόμοις ,  διὸ θνήσκου‐

    σα , σὺν τῷ Υἱῷ ἐγείρῃ διαιωνίζουσα. καὶ τοῦ Ἁγίου Μανδηλίου , 

    οὗ ἡ Ἀκροστιχίς· Σῆς ἐκσφράγισμα Σῶτερ ὄψεως σέβω. 

    Γερμανοῦ Πατριάρχου. 

    Ἦχος πλ. β´. Ὡς ἐν ἠπείρῳ πεζεύσας. 

    Στίχ . Δόξα σοι  , ὁ Θεὸς ἡμῶν , δόξα σοι . Σωματικῶς μορφωθῆναι τὸ καθ᾿ ἡμᾶς ,  ὁ τὸ

    πρὶν ἀσώματος ,  εὐδοκίᾳ πατρικῇ ,  μὴ ἀπανη‐

     νάμενος μορφῆς ,  ἐχαρίσατο ἡμῖν θεῖον ἐκτύ‐

    πωμα. 

    Στίχ . Δόξα σοι  , ὁ Θεὸς ἡμῶν , δόξα σοι . 

    Ἡ  ἀπαράλλακτος φύσις ὁ τοῦ Πατρός ,  ὅρος

    ἀκριβέστατος ,  τὴν βροτείαν ὑπελθών ,  σάρκα

    ἰδιώματα ἐν γῇ ,  καταλέλοιπεν ἡμῖν εἰς οὐρα‐

     νοὺς ἀνελθών. Δόξα. 

    Σαλευομένην ἀπάτῃ τοῦ δυσμενοῦς , τὴν κλη‐

    ρονομίαν σου ,  ἐδικαίωσας Χριστέ ,  τοῖς σε‐

    πτοῖς σου πάθεσιν αὐτήν ,  ἑδραιώσας ,  καὶ

    μορφῆς τῷ ἐκτυπώματι . 

    Καὶ νῦν. Θεοτοκίον

    Ἐκ τῶν ἁγνῶν σου λαγόνων ὑπερφυῶς ,  σάρ‐

    κα δανεισάμενος ,  ὁ τὸ εἶναι παρασχών ,  πᾶσιΠαναμώμητε βροτοῖς , καθωράθη , οὐκ ἐκστὰς

    οὗ ἦν τὸ πρότερον. 

    ᾨδὴ γ´. ὁ Ἀναστάσιμος

    Ἦχος β´. Ὁ Εἱρμός. 

    Ἐξήνθησεν ἡ ἔρημος ,  ὡσεὶ κρίνον Κύριε ,  ἡ

    τῶν ἐθνῶν στειρεύουσα , Ἐκκλησία τῇ παρου‐

    σίᾳ σου , ἐν ᾗ ἐστερεώθη ἡ καρδία μου. 

    Στίχ . Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου , Κύριε. 

    Ἡ κτίσις ἐν τῷ πάθει σου , ἠλλοιοῦτο βλέπου‐

    σα ,  ἐν εὐτελεῖ προσχήματι  ,  ὑπ᾿ ἀνόμων μυ‐

    κτηριζόμενον ,  τὸν ἑδράσαντα πάντα θείῳ

     νεύματι . 

    Στίχ . Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου , Κύριε. 

    Ἐκ χοὸς κατ᾿ εἰκόνα με ,  τῇ χειρί σου ἔπλα‐

    σας ,  καὶ συντριβέντα πάλιν δέ ,  εἰς χοῦν θα‐

     νάτου δι᾿ ἁμαρτίαν Χριστέ ,  συγκαταβὰς εἰς

    ᾅδην συνανέστησας. 

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Τὰ τάγματα ἐξέστησαν , τῶν Ἀγγέλων Πάνα‐

     γνε ,  καὶ τῶν ἀνθρώπων ἔφριξαν ,  αἱ καρδίαι

    ἐπὶ τῷ τόκῳ σου· διό σε Θεοτόκον πίστει σέ‐

    βομεν. ὁ τῆς Ἑορτῆς

    Ἦχος α´. 

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Ἡ  δημιουργικὴ καὶ συνεκτικὴ τῶν ἁπάντων , 

    Θεοῦ σοφία καὶ δύναμις ,  ἀκλινῆ ἀκράδαν‐

    τον ,  τὴν Ἐκκλησίαν στήριξον Χριστέ ,  μόνος

     γὰρ εἶ ἅγιος , ὁ ἐν ἁγίοις ἀναπαυόμενος. 

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Γυναῖκά σε θνητήν ,  ἀλλ᾿ ὑπερφυῶς καὶ Μη‐

    τέρα ,  Θεοῦ εἰδότες Πανάμωμε ,  οἱ κλεινοὶ Ἀ‐

    πόστολοι  ,  πεφρικυΐαις ἥπτοντο χερσί  ,  δόξῃ

    ἀπαστράπτουσαν ,  ὡς θεοδόχον σκῆνος θεώ‐

    μενοι . 

    Στίχ . Ὑπεραγία Θεοτόκε , σῶσον ἡμᾶς. 

    Ὑπέφθασε χερσί  ,  ταῖς ὑβριστικαῖς τοῦ αὐ‐

    θάδους , τομὴν ἡ δίκη ἐπάξασα , τοῦ Θεοῦ φυ‐

    λάξαντος ,  τὸ σέβας τῇ ἐμψύχῳ κιβωτῷ ,  δόξῃ

    τῆς Θεότητος ,  ἐν ᾗ ὁ Λόγος σάρξ ἐχρημάτι‐

    σε. καὶ τοῦ Ἁγίου Μανδηλίου

    Ἦχος πλ. β´. Οὐκ ἐστιν Ἅγιος ὡς σύ. 

    Στίχ . Δόξα σοι  , ὁ Θεὸς ἡμῶν , δόξα σοι . 

    Καταστολὴ τῶν ἀρετῶν ,  περιέδησας Σῶτερ , τὴν σεπτὴν Ἐκκλησίαν ,  κινήσας βασιλικήν , 

  • 8/20/2019 2015-08-16_kyr_ia_mat8aiou-a-2

    6/16

      6

    καρδίαν συνασπισμόν ,  ἐκζητῆσαί σου τὸ ἀ‐

    φομοίωμα. 

    Στίχ . Δόξα σοι  , ὁ Θεὸς ἡμῶν , δόξα σοι . 

    Συλῆσαι θέλων τὰ καλά ,  καὶ χρόνῳ μειῶσαι  , 

    ὁ τοῦ φθόνου γεννήτωρ ,  χερσὶ βεβήλοις αὐ‐

    τά ,  παρέδωκεν ἀναιδῶς· ἀλλ᾿ ἠλέγχθη ,  μά‐

    την λογιζόμενος. 

    Δόξα. 

    Φαιδρῶς ἠγάλλετο ποτέ ,  ὁ Δαυῒδ προχορεύ‐

    ων ,  Κιβωτοῦ τῆς ἁγίας· καὶ νῦν ὁ σκῆπτρα

    λαχών ,  ἰθύνειν βασιλικά ,  πλέον χαίρει  ,  θείῳ

    Ἐκτυπώματι . 

    Καὶ νῦν. Θεοτοκίον

     Ῥιζόθεν πᾶσαν ἐκτεμεῖν , τοῦ προπάτορος θέ‐

    λων ,  ὁ Υἱός σου Παρθένε ,  φυεῖσαν παρακο‐

     ήν , ἐκ τῆς γαστρός σου ἁγνή , προσλαμβάνει  , ὅλον τὸ ἀνθρώπινον. 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  σ σ σ ὺὺὺ εεεἶ ἶ ἶ  ὁὁὁ ΘΘΘεεεὸὸὸςςς ἡἡἡ μ μ μῶῶῶννν ... ... ... 

    * * * 

    ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑΜεσῴδιον Κάθισμα τοῦ Ἁγίου Μανδηλίου

    Ἦχος α´. Τὸν τάφον σου Σωτήρ. 

    Ἐδέσσης βασιλεύς ,

      Βασιλέα τῶν ὅλων ,

      οὐσκῆπτρα καὶ στρατόν ,  ἀλλὰ πλήθη θαυμά‐

    των ,  τῷ λόγῳ προφέροντα ,  ἐπιγνοὺς σὲ ἱκέ‐

    τευε ,  τὸν Θεάνθρωπον ,  τοῦ πρὸς αὐτὸν ἀφι‐

    κέσθαι .  Ἐκμαγεῖον δέ ,  ὥς σου ὁρῶν ἀνεβόα·

    Θεὸς σὺ καὶ Κύριος. 

    Δόξα. Καὶ νῦν. τῆς Ἑορτῆς. Ὅμοιον

    Ὁ  πάντιμος χορός ,  τῶν σοφῶν Ἀποστόλων , 

     ἠθροίσθη θαυμαστῶς ,

     τοῦ κηδεῦσαι ἐνδόξως ,

     τὸ σῶμά σου τὸ ἄχραντον ,  Θεοτόκε Πανύ‐

    μνητε· οἷς συνύμνησαν ,  καὶ τῶν Ἀγγέλων τὰ

    πλήθη ,  τὴν Μετάστασιν ,  τὴν σὴν σεπτῶς εὐ‐

    φημοῦντες· ἣν πίστει ἑορτάζομεν. 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ΣΣΣὺὺὺ γγγὰὰὰ ρ ρ ρ εεεἶ ἶ ἶ  ὁὁὁ ΒΒΒααασ σ σ ιιιλλλεεεύύύςςς ... ... ... 

    * * * 

    ΚΟΝΤΑΚΙΟΝ , ΟΙΚΟΣ , ΣΥΝΑΞΑΡΙΟΝΚοντάκιον καὶ Οἶκος τὰ Ἀναστάσιμα. 

    Κοντάκιον. Ἦχος β .́ Τὰ ἄνω ζητῶν. 

    Ἀ νέστης Σωτήρ ,  ἐκ τάφου παντοδύναμε ,  καὶ

    ᾅδης ἰδών , τὸ θαῦμα ἐξεπλήττετο , καὶ νεκροὶ

    ἀνίσταντο , καὶ ἡ κτίσις ἰδοῦσα συγχαίρει σοι  , 

    καὶ ὁ Ἀδὰμ συναγάλλεται  , καὶ κόσμος Σωτήρ

    μου ἀνυμνεῖ σε ἀεί . ὁ Οἶκος

    Σὺ εἶ τὸ φῶς τῶν ἐσκοτισμένων ,  σὺ εἶ ἡ ἀνά‐

    στασις πάντων ,  καὶ ἡ ζωὴ τῶν βροτῶν ,  καὶ

    πάντας συνανέστησας ,  τοῦ θανάτου τὸ κρά‐

    τος Σωτὴρ σκυλεύσας ,  καὶ τοῦ ᾅδου τὰς πύ‐

    λας συντρίψας Λόγε ,  καὶ οἱ θνητοὶ κατιδόν‐

    τες τὸ θαῦμα ἐθαύμαζον ,  καὶ πᾶσα κτίσις

    συγχαίρει ἐν τῇ σῇ ἀναστάσει  ,  Φιλάνθρωπε. 

    Διὸ καὶ πάντες δοξάζομεν , καὶ ὑμνοῦμεν τὴν

    σὴν συγκατάβασιν , καὶ κόσμος Σωτήρ μου ἀ‐

     νυμνεῖ σε ἀεί . 

    Συναξάριον. 

    Τῇ ΙΣΤ´  τοῦ αὐτοῦ μηνός ,  μνήμη τοῦ Ἁγίου

    Ἐνδόξου Μάρτυρος Διομήδους ,  τοῦ Ἰατροῦ

    Ἀναργύρου καὶ θαυματουργοῦ ,  τοῦ ἐκ Ταρ‐

    σοῦ καταγομένου καὶ ἐν Νικομηδείᾳ μαρτυ‐

    ρήσαντος ,  περὶ τὸ τριακοσιοστὸν ἔτος (300) 

    ἀπὸ Χριστοῦ. Στίχοι

    Ἠθλησε καὶ ζῶν , καὶ θανὼν Διομήδης , 

    Προαιρέσει ζῶν , καὶ νεκρὸς τομῇ κάρας. 

    Ἕκτῃ καὶ δεκάτῃ νέκυς ἐτμήθη Διομήδους. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  μνήμη τοῦ Ὁσίου Πατρὸς ἡ‐

    μῶν Χαιρήμονος ,  τοῦ ἐν τῇ Σκήτῃ τῆς Αἰγύ‐

    πτου κατὰ τὸν τέταρτον (Δ´) αἰῶνα ἀσκήσαν‐

    τος καὶ ἐν εἰρήνῃ ἐν τῷ ἐργοχείρῳ αὐτοῦ τε‐

    λειωθέντος. Στίχοι

    Λήξει βίου σου χαῖρε , Χαιρήμων μάκαρ. 

    Ἀρχὴν γὰρ εἶδες τῆς ἀμοιβῆς τῶν πόνων. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , μνήμη τῶν Ἁγίων τριάκοντα

    καὶ τριῶν μαρτύρων τῶν ἐκ Παλαιστίνης , ξί‐

    φει τελειωθέντων. Στίχοι

    Στεῤῥὸς στρατός τε καὶ συνασπισμὸς μέγας , 

    Ξίφει πεσών , στράτευμα δαιμόνων τρέπει . 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , ἀνάμνησις τῆς εἰσόδου τῆς ἀ‐χειροτεύκτου Μορφῆς τοῦ Κυρίου καὶ Θεοῦ

  • 8/20/2019 2015-08-16_kyr_ia_mat8aiou-a-2

    7/16

      7

    καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ,  ἤτοι τοῦ

    ἁγίου Μανδηλίου , ἐκ τῆς Ἐδεσσηνῶν πόλεως , 

    εἰς ταύτην τὴν θεοφύλακτον καὶ Βασιλίδα

    τῶν πόλεων ἀνακομισθείσης ἐν ἔτει ἐννεακο‐

    σιοστῷ τεσσαρακοστῷ καὶ τετάρτῳ (944).  Ἱ‐

    στέον ὅτι ἐπὶ τῇ μνήμῃ ταύτῃ ἑορτάζει ἡ Μο‐

     νὴ Ἀχειροποιήτου , ἐν Καραβᾷ τῆς Κύπρου εὑ‐

    ρισκομένη ,  καὶ νῦν ,  φεῦ ,  ἐν χερσίν ἀνόμωνκατεχομένη , ὑπὲρ ἧς τὰ σωτήρια εὐξώμεθα. 

    Στίχοι

    Ἐν σινδόνι ζῶν ἐξεμάξω σὴν θέαν , 

    Ὁ νεκρὸς εἰσδὺς ἔσχατον τὴν σινδόνα. 

    Εἰς τὸ Κεράμιον

    Ἀχειρότευκτον χειρότευκτος σὸν τύπον , 

    Φέρει κέραμος , παντοτεῦκτα Χριστέ μου. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  ἀνάμνησιν ποιούμεθα τῆς

    περὶ ἡμᾶς τοῦ Θεοῦ μεγίστης καὶ ἀνυπερβλή‐

    του φιλανθρωπίας ,  ἣν ἐδείξατο ἐν καιροῖς

    κρισίμοις ,  ἀποστρέψας μέτ᾿ αἰσχύνης τοὺς

    ἀθέους Ἀγαρηνούς ,  μεσιτείᾳ τῆς Ὑπεραγίας

    Δεσποίνης ἡμῶν Θεοτόκου ,  καὶ ἀειπαρθένου

    Μαρίας ,  ἐν ἔτει ἑπτακοσιοστῷ δεκάτῳ καὶ ἑ‐

    βδόμῳ (717). Στίχοι

    Ὑπέρμαχος σὺ τῶν πολιτῶν ὡράθης , 

    Θραύουσα ἐχθροὺς Ἀγαρηνοὺς ἀθέους. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  ἡ ἐν τῷ Ναῷ τῆς ΖωοδόχουΠηγῆς ἐξάντλησις τοῦ ἁγιάσματος , καὶ αὖθις

    ἀνάδοσις. Στίχοι

    Πηγὴ κενοῦται θαυματουργῶν ὑδάτων , 

    Πληρουμένη δέ , θαυματουργεῖ καὶ πλέον. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  μνήμη γίνεται τῆς καὶ μετὰ

    οἰκτιρμῶν ἐπενεχθείσης ἡμῖν ἐν τοῖς καιροῖς

    ἐκείνοις φοβερᾶς ἀπειλῆς τοῦ σεισμοῦ ,  οὗ

    παρ᾿ ἐλπίδα ἐλυτρώσατο ἡμᾶς ὁ φιλάνθρω‐πος Θεός , ἐν ἔτει πεντακοσιοστῷ τεσσαρακο‐

    στῷ καὶ δευτέρῳ (542). Στίχοι

    Στῆσον φόβῳ σῷ ἡμῶν τὰς διανοίας , 

    Τῇ σαλεύσει Δέσποτα , γῆς θεμελίων. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡ‐

    μῶν Γερασίμου τοῦ νέου ἀσκητοῦ ,  τοῦ ἐκ

    Τρικάλων τῆς Κορινθίας Νοταρᾶ ,  τοῦ ἐν τῇ

     νήσῳ Κεφαλληνίᾳ ἀφθόρως τηρουμένου καὶ

    ὡς πολιούχου ἀκοιμήτου τὴν νῆσον σκέπον‐

    τος. +1579 

    Στίχοι

    Γέρα πρέπουσι Γερασίμῳ τῷ νέῳ , 

    Τῷ τοῖς γέρασι τῶν παλαιῶν στεφθέντι . 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς

     ἡμῶν Μακαρίου τοῦ Α´ Ἐπισκόπου Ἱεροσολύ‐

    μων , τοῦ μετὰ τῆς Βασιλομήτορος Ἁγίας Ἑλέ‐

     νης ἀνευρόντος καὶ ὑψώσαντος τὸν Τίμιον

    Σταυρὸν καὶ ἐν τῇ πρώτῃ Οἰκουμενικῇ Συνό‐δῳ παρακαθήσαντος ,  ἐν ἔτει τριακοσιοστῷ

    τριακοστῷ καὶ τρίτῳ (333) τελειωθέντος. Στίχοι

    Ὁ Μακάριος , ποιμὴν Ἁγίων Τόπων , 

    Ἐν τῷ μακαρίων συντέτακται τόπῳ. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  μνήμη τοῦ Ἁγίου Ἐνδόξου

    Μάρτυρος Δημητριανοῦ τοῦ Νέου ,  τοῦ ἐν

    Λευκοπετριᾷ τῆς Κύπρου μαρτυρήσαντος. Στίχοι

    Δημητριανός , Χριστοῦ ἀγάπῃ ζήσας , 

    Τῇ μαρτυρικῇ σφαγῇ Χριστῷ ἡνώθη. 

    Τῇ πρὸς Θεὸν Δημητριανὸς ἀγάπῃ , 

    Κατεφρόνησε πασῶν σαρκὸς βασάνων. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  μνήμη τοῦ Ἁγίου Ἐνδόξου

    Μάρτυρος Ἀλκιβιάδου ,  τοῦ ἐν Λουγδούνῳ , 

    καὶ τῶν σὺν αὐτῷ Σάγκτου διακόνου ἐκ Βιέν‐

     νης , Νατούρου ἢ Ματούρου νεοφωτίστου , Ἀτ‐

    τάλου τοῦ Περγαμηνοῦ καὶ Βλανδίνης τῆς

    δούλης ,  Ποθεινοῦ Ἐπισκόπου Λουγδούνου , ἐν ἔτει ἑκατοστῷ ἑβδομηκοστῷ καὶ ἑβδόμῳ

    (177) τελειωθέντων. Στίχοι

    Ἀλκιβιάδου σάρκα πῦρ κατεσθίει  , 

    Μωσῆς ἂν εἶπε θεῖος , ὡσεὶ καλάμην. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς

     ἡμῶν Τιμοθέου Ἐπισκόπου Εὐρίπου ,  τοῦ ἐκ

    Καλάμου Ἀττικῆς καταγομένου ,  κτίτορος δὲ

    τῆς Μονῆς Πεντέλης γενομένου ,  ἐν Κέᾳ δὲκοιμηθέντος ,  ἐν ἔτει χιλιοστῷ πεντακοσιο‐

    στῷ καὶ ἐνενηκοστῷ (1590). Στίχοι

    Τιμήσας Τιμόθεος Θεὸν ὁσίως

    Θεόθεν τετίμηται τοῖς θαυμασίοις. 

    Δεκάτῃ Τιμόθεος ἠδὲ ἕκτῃ θώκῳ Θεοῖο ἕστη. 

    Τιμήσας Τιμόθεος Θεόν , τοῖς ἔργοις , 

    Τιμῆς παρ᾿ αὐτοῦ ἠξίωται τῆς ἄνω. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  μνήμη τοῦ Ὁσίου Πατρὸς ἡ‐

    μῶν Νείλου τοῦ Ἐρικουσίου , τοῦ Λασκάρεως , ἀνακαινιστοῦ τῆς Μονῆς Ἱερομερίου Θεσ‐

    πρωτίας , περὶ τὸ ἔτος χίλια τριακόσια τεσσα‐

  • 8/20/2019 2015-08-16_kyr_ia_mat8aiou-a-2

    8/16

      8

    ράκοντα (1340)  κοιμηθέντος ,  εἰς ἡλικίαν ἑκα‐

    τὸν καὶ ἓξ (106) ἐτῶν. Στίχοι

    Μονὴν ἱδρύσας Ὁδηγητρίας Νεῖλος , 

    Λαμπρῶς πρὸς Μονὰς ὡδηγήθη τὰς ἄνω. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  ὁ Ὅσιος Πατὴρ ἡμῶν Ἀκάκι‐

    ος ,  Ἐπίσκοπος Λητῆς καὶ Ῥεντίνης ,  τῆς ἐν

    Μακεδονίᾳ ,  εἰρηνικῶς τελειοῦται  ,  κατὰ τὸ ἔ‐τος 1490 μετὰ Χριστόν. 

    Στίχοι

    Χορήγει τά κρείττονα , τοῖς εὐλαβῶς εὐφημοῦσί σε , 

    ὡς ἔνθεον φίλον τοῦ Σωτῆρος , ἱερέ Ἀκάκιε. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  μνήμη τοῦ Ὁσίου Πατρὸς ἡ‐

    μῶν Δανιήλ τοῦ Μετεωρίτου , τοῦ ἐκ Τσιοτίου , 

     ἤτοι Φαρκαδῶνος Τρικάλων καταγομένου ,  ἔ‐

    τι δὲ καὶ Νικοδήμου τοῦ Μετεωρίτου Ὁσιο‐

    μάρτυρος ἐν ἔτει χιλιοστῷ πεντακοσιοστῷπεντηκοστῷ καὶ πρώτῳ (1551) τελειωθέντος. Στίχοι

    Ἐκ Τσιοτίου ἀπῆλθες θεοφόρε , 

    Καὶ ἐν τῷ βράχῳ ἀνῆλθες θεηγόρε. 

    Ἔνθα θεοφιλῶς ἠσκήθης ἀπαύστως , 

    Διὸ σὺ ἔλαβες στεφάνους ἐσχάτως. 

    Tί δαί συ Nικόδημε; Εἰπὲ σὸν πάθος. 

    Tεθανάτωμαι δι᾿ ἀγάπην Kυρίου. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  μνήμη τοῦ Ἁγίου Ἐνδόξου

    Μάρτυρος Ἀποστόλου τοῦ Νέου τοῦ ἐξ ἉγίουΛαυρεντίου Πηλίου καταγομένου ,  καὶ ἐν

    Κωνσταντινουπόλει τὴν κεφαλὴν τμηθέντος

    καὶ τελειωθέντος ,  ἐν ἔτει χιλιοστῷ ἑξακοσιο‐

    στῷ ὀγδοηκοστῷ καὶ ἕκτῳ (1686),  ἔτι δὲ καὶ

    Σταματίου Νεομάρτυρος τοῦ ἐκ Νηλείας Πη‐

    λίου. Στίχοι

    Ἀπῆρας ὄντως εἰς μονὰς τῶν Ἀγγέλων

    Πτεροῖς ἀγώνων φαίδιμος λίαν μάκαρ. 

    Εἰς Οὔλυμπον ἄειραν ἴφθιμον νέον φαέθοντα. Ὁ Σταμάτιος εὗρε τῶν κάτω στάσιν , 

    Ἀεικίνητον δ´εὗρε τῶν ἄνω δρόμον. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  ἐπισυνέβη Χάριτι Θείᾳ καὶ ἡ

    εὕρεσις τῶν Ἱερῶν Λειψάνων ἐν ἔτει χιλιοστῷ

    ἑπτακοσιοστῷ ἐννενηκοστῷ καὶ ὀγδόῳ (1798) 

    τῶν Ἁγίων ἓξ Μαρτύρων τῶν ἐν Μεγάροις·

    Σεραφείμ ,  Δωροθέου ,  Ἰακώβου ,  Δημητρίου , 

    Βασιλείου καὶ Σαράντη ἐν ἔτει τριακοσιοστῷ

    ἑξηκοστῷ καὶ δευτέρῳ (362)  τὸ μαρτυρικὸνστέφος λαβόντων. 

    Στίχοι

    Ἐξ ἐγκάτων γῆς Μαρτύρων τὰ ὀστέα , 

    Ἐν Μεγάροις ὤφθησαν πηγαὶ χαρίτων. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  μνήμη τοῦ Ὁσίου Πατρὸς ἡ‐

    μῶν Ἰωακείμ , ἐν τῷ ὄρει Ὀσόγκοβο ἀσκήσαν‐

    τος κατὰ τὸν ἑνδέκατον (ΙΑ´)  αἰῶνα ,  ἐν τοῖς

    ὁρίοις Ῥωμυλίας καὶ Πελαγονίας , τοῦ θαυμα‐

    τουργοῦ. 

    ΣτίχοιὍση δέδοται τῷ Ἰωακεὶμ χάρις! 

    Σαρκὶ γὰρ χοροῖς Ἀγγέλων ἡμιλλήθη. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  μνήμη τοῦ ἐν ἁγίοις πατρὸς

     ἡμῶν Εὐσταθίου Β´ ἀρχιεπισκόπου Σερβίας. Στίχοι

    Εὐσταθῆ τὴν ναῦν Σερβίας Ἐκκλησίας , 

    Ὁ Εὐστάθιος ἐτήρησε σωφρόνως. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  μνήμη τοῦ ὁσίου πατρὸς ἡ‐

    μῶν Ῥαφαὴλ τοῦ ἐν Μπανάτῳ. Στίχοι Ῥαφαὴλ ἔχων ἀγγελικὸν τὸν βίον , 

    Χαίρων κοιμηθεὶς συνοικεῖ τοῖς ἀγγέλοις. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , μνήμη τοῦ ἁγίου ἐνδόξου ὁσι‐

    ομάρτυρος Χριστοφόρου Γκουριέλι  ,  τοῦ ἐν

    Δαμασκῷ μαρτυρήσαντος ,  κατὰ τὸν ΙΕ´ αἰῶ‐

     να. Στίχοι

    Φέρων , Χριστοφόρε , Χριστὸν σῇ καρδίᾳ , 

    Τούτῳ παρέστης Αὐτὸν ὁμολογήσας. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ ,  μνήμη τῶν ἁγίων νεομαρτύ‐

    ρων Κωνσταντίνου Μπρανκοβεάνου‐Καντα‐

    κουζηνοῦ ,  βοεβόδα Ρουμανίας ,  τῶν υἱῶν αὐ‐

    τοῦ Κωνσταντίνου ,  Στεφάνου ,  Ῥάντου καὶ

    Ματθαίου , καὶ τοῦ συμβούλου αὐτοῦ Γιαννά‐

    κη Βακαρέσκου ,  τῶν ἐν Κωνσταντινουπόλει

    ἀποκεφαλισθέντων ἐν ἔτει 1714ῳ. Στίχοι

    Ἡγεμονικὴ ἑξὰς σεπτῶν Μαρτύρων , Δίδωσι κάρας Χριστῷ Πανθηγεμόνι . 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , Πανήγυρις τῆς Παναγίας τῆς

    Πρέκλας ( ἤτοι Ὑπερενδόξου)  ἐντὸς τοῦ Κά‐

    στρου ἐν τῇ Νήσῳ τῆς Σκιάθου. Στίχοι

    Ὑπερύμνητε καὶ Ὑπερευλογημένη , 

    Σκέπε καὶ φύλαττε τοὺς σὲ ὑμνοῦντας. 

    Τ ῇ αὐτῇ ἡμέρᾳ , εἴθισται ἐν Ἁγίῳ Ὄρει σέβειν

    τὴν μνήμην τοῦ γέροντος Ἰωσὴφ τοῦ Ἡσυχα‐στοῦ , τοῦ Σπηλαιώτου , τοῦ ἐκ Πάρου καταγο‐

    μένου , τοῦ κατὰ θείαν εὐδοκίαν ἀναζωπυρώ‐

  • 8/20/2019 2015-08-16_kyr_ia_mat8aiou-a-2

    9/16

      9

    σαντος τὸν μοναχισμόν ,  ἰδίᾳ δὲ καὶ τὸν ἡσυ‐

    χασμόν ,  ἐν Ἄθωνι  ,  ἐν τοῖς ἐσχάτοις καιροῖς. 

    Ἱστέον δὲ ὅτι ἡ ἔξοδος αὐτοῦ ἐν ἔτει χιλιοστῷ

    ἐννεακοσιοστῷ πεντηκοστῷ καὶ ἐννάτῳ

    (1959) ἐπέστη τὴν 15 ην Αὐγούστου ὡς τοῦ Ὁ‐

    σίου Γερασίμου ,  ἀλλ᾿ ἡ μνήμη αὐτοῦ τιμᾶται

    τὴν ἑπομένην. 

    ΣτίχοιΓῆς μεταστὰς πρὸς πόλου τρέχεις πλάτος , 

    Ἔνθα σου καὶ ἢν τὸ πρὶν ἡ θεωρία. 

    Τῇ αὐτῇ ἡμέρᾳ ,  Κυριακῇ μετὰ τὴν 15 ην Αὐ‐

     γούστου ,  Σύναξιν ἐπιτελοῦμεν εἰς τιμὴν Μα‐

     νουὴλ καὶ Ἰωάννου Νεομαρτύρων ἐκ Σφακί‐

    ων. Στίχοι

    Δυὰς ἀθλητῶν Μανουήλ , Ἰωάννης , 

    Τριάδα ἐδόξασεν ὑστέροις χρόνοις. 

    Τῇ αὐτῇ ἡμέρᾳ ,  Κυριακῇ μετὰ τὴν 15 ην Αὐ‐

     γούστου ,  Σύναξιν ἐπιτελοῦμεν πάντων τῶν

    Ἁγίων τῆς Νήσου Λευκάδος. Στίχοι

    Χαίρει Λευκὰς σήμερον οὐκ ἀμοιροῦσα

    Σεπτῆς πληθύος προστατῶν καὶ ἐφόρων. 

    Ἄπαυστα δὲ γέρατα Ἁγίοιςνέμει  , 

    Ὧν γινώσκει ἄπαυστον τὴν προστασίαν. 

    Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις , ὁ Χριστὲ Θεός , 

    ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. * * * 

    ΚΑΤΑΒΑΣΙΑΙτῆς Κοιμήσεως τῆς Θεοτόκου

    ᾨδὴ α´. Ἦχος α .́ 

    Πεποικιλμένη τῇ θείᾳ δόξῃ ἡ ἱερὰ καὶ εὐκλε‐

     ής ,  Παρθένε ,  μνήμη σου πάντας συνηγάγετο

    πρὸς εὐφροσύνην τοὺς πιστούς ,  ἐξαρχούσης

    Μαριὰμ μετὰ χορῶν καὶ τυμπάνων , τῷ σῷ ᾄ‐

    δοντας μονογενεῖ· Ἐνδόξως ὅτι δεδόξασται . ᾨδὴ γ´. 

    Ἡ  δημιουργικὴ καὶ συνεκτικὴ τῶν ἁπάντων

    Θεοῦ σοφία καὶ δύναμις , ἀκλινῆ , ἀκράδαντον

    τὴν Ἐκκλησίαν στήριξον ,  Χριστέ· μόνος γὰρ

    εἶ ἅγιος , 

    ...ὁ ἐν ἁγίοις ἀναπαυόμενος. 

    ᾨδὴ δ´. 

     Ῥ ήσεις προφητῶν καὶ αἰνίγματα τὴν σάρκω‐

    σιν ὑπέφηναν τὴν ἐκ Παρθένου σου ,  Χριστέ , 

    φέγγος ἀστραπῆς σου εἰς φῶς ἐθνῶν ἐξελεύ‐

    σεσθαι· καὶ φωνεῖ σοι ἄβυσσος ἐν ἀγαλλιά‐

    σει· Τῇ δυνάμει σου δόξα , φιλάνθρωπε. 

    ᾨδὴ ε´. 

    Τὸ θεῖον καὶ ἄῤῥητον κάλλος τῶν ἀρετῶν

    σου ,  Χριστέ ,  διηγήσομαι· ἐξ ἀιδίου γὰρ δόξης

    συναΐδιον καὶ ἐνυπόστατον λάμψας ἀπαύγα‐

    σμα , παρθενικῆς ἀπὸ γαστρός , τοῖς ἐν σκότει

    καὶ σκιᾷ σωματωθεὶς ἀνέτειλας ἥλιος. 

    ᾨδὴ Ϛ´. 

    Ἅλιον ,  ποντογενές ,  κητῷον ἐντόσθιον πῦρ

    τῆς τριημέρου ταφῆς σου τὶ προεικόνισμα , οὗ

    Ἰωνᾶς ὑποφήτης ἀναδέδεικται· σεσωσμένος

     γάρ , ὡς καὶ προὐπέπωτο , ἀσινὴς ἐβόα· Θύσω

    σοι μετὰ φωνῆς αἰνέσεως , Κύριε. 

    ᾨδὴ ζ´. 

    Ἰταμῷ θυμῷ τε καὶ πυρὶ θεῖος ἔρως ἀντιτατ‐τόμενος τὸ μὲν πῦρ ἐδρόσιζε , τῷ θυμῷ δὲ ἐγέ‐

    λα ,  θεοπνεύστῳ λογικῇ τῇ τῶν ὁσίων τρι‐

    φθόγγῳ λύρᾳ ἀντιφθεγγόμενος μουσικοῖς

    ὀργάνοις ἐν μέσῳ φλογός· Ὁ δεδοξασμένος

    τῶν πατέρων καὶ ἡμῶν Θεός , εὐλογητὸς εἶ . 

    ᾨδὴ η´. Αἰνοῦμεν , εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. 

    Φλόγα δροσίζουσαν ὁσίους ,  δυσσεβεῖς δὲ κα‐

    ταφλέγουσαν ἄγγελος Θεοῦ ὁ πανσθενὴς ἔ‐δειξε παισί· ζωαρχικὴν δὲ πηγὴν εἰργάσατο

    τὴν Θεοτόκον ,  φθορὰν θανάτου καὶ ζωὴν

    βλυστάνουσαν τοῖς μέλπουσι· Τὸν δημιουρ‐

     γὸν μόνον ὑμνοῦμεν οἱ λελυτρωμένοι καὶ ὑ‐

    περυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας. 

    ὁ διάκονος· Τ Τ Τ ὴὴὴννν ΘΘΘεεεοοοτ τ τ όόόκκκοοοννν κκκαααὶὶὶ  μ μ μηηητ τ τ έέέ ρ ρ ρααα τ τ τ οοοῦῦῦ φφφωωωτ τ τ όόόςςς  , , ,  ἐἐἐννν ὕὕὕ μ μ μνννοοοιιιςςς τ τ τ ιιι μ μ μῶῶῶννντ τ τ εεεςςς μ μ μεεεγγγαααλλλύύύνννοοο μ μ μεεεννν ... 

    Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ

    Ἦχος α´. 

    Στίχ .  α .́  Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον , 

    καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ

    σωτῆρί μου. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέ‐

    ραν ἀσυγκρίτως τῶν Σεραφίμ , τὴν ἀδιαφθό‐

    ρως Θεὸν Λόγον τεκοῦσαν , τὴν ὄντως Θεοτό‐

    κον , σὲ μεγαλύνομεν. 

    Στίχ .  β .́  Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιντῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μα‐

    καριοῦσί με πᾶσαι αἱ γενεαί . 

  • 8/20/2019 2015-08-16_kyr_ia_mat8aiou-a-2

    10/16

      10

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... 

    Στίχ .  γ .́  Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός , 

    καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ

    εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐ‐

    τόν. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... 

    Στίχ .  δ .́  Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ , διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας

    αὐτῶν. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... 

    Στίχ . ε.´ Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕ‐

    ψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγα‐

    θῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... 

    Στίχ .  Ϛ .́  Ἀ ντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ

    μνησθῆναι ἐλέους , καθὼς ἐλάλησε πρὸς τοὺς

    πατέρας ἡμῶν ,  τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι

    αὐτοῦ ἕως αἰῶνος. 

    Τ ὴν τιμιωτέραν τῶν Χερουβίμ... 

    Καταβασία. ᾨδὴ θ´. Στίχ .  Αἱ γενεαὶ πᾶσαι μακαρίζομέν σε

    τὴν μόνην Θεοτόκον. 

    Νενίκηνται τῆς φύσεως οἱ ὅροι ἐν σοί  , Παρθέ‐

     νε ἄχραντε· παρθενεύει γὰρ τόκος καὶ ζωὴν

    προμνηστεύεται θάνατος. Ἡ μετὰ τόκον παρ‐

    θένος καὶ μετὰ θάνατον ζῶσα ,  σῴζοις ἀεί  , 

    Θεοτόκε , τὴν κληρονομίαν σου. 

    Συναπτὴ μικρά , μεθ᾿ ἣν ἐκφώνησις·ὍὍὍτ τ τ ιιι  σ σ σ ὲὲὲ αααἰ ἰ ἰ νννοοοῦῦῦσ σ σ ιιι  πππᾶᾶᾶσ σ σ αααιιι  αααἱ ἱ ἱ  δδδυυυνννάάά μ μ μεεειιιςςς ... ... ... 

    * * * 

    ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

    Ἦχος β´. 

    Ἅ γιος Κύριος ὁ Θεὸς ἡμῶν. Ἅ γιος Κύριος ὁ Θεὸς ἡμῶν. 

    Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυ‐

     νεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ , 

    … ὅτι ἅγιός ἐστιν. 

    Ἀναστάσιμον Ἐξαποστειλάριον ΙΑ´. 

    Μετὰ τὴν θείαν ἔγερσιν ,  τρὶς τῷ Πέτρῳ· Φι‐

    λεῖς με;  πυθόμενος ὁ Κύριος ,  τῶν ἰδίων προ‐

    βάτων ,  προβάλλεται ποιμενάρχην· ὃς ἰδών , 

    ὃν ἠγάπα ,  ὁ Ἰησοῦς ἑπόμενον ,  ἤρετο τὸν Δε‐σπότην· Οὗτος δὲ τί ; Ἐὰν θέλω , ἔφησε , μένειν

    τοῦτον , ἕως καὶ πάλιν ἔρχομαι  , τί πρὸς σὲ φί‐

    λε Πέτρε; καὶ τῆς Ἑορτῆς

    Ἦχος γ´. Ὁ οὐρανὸν τοῖς ἄστροις. 

    Τῶν Ἀποστόλων ὁ δῆμος ,  συναθροισθεὶς ἐν

     νεφέλαις , ἀξιοχρέως κηδεύει  ,  τὴν τοῦ Κυρίου

    Μητέρα ,  παρόντος καὶ τοῦ Σωτῆρος ,  σὺν μυ‐

    ριάσιν Ἀγγέλων. 

    * * * 

    ΑΙΝΟΙ

    Ἦχος β´. 

    Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν

    Κύριον ἐκ τῶν οὐρανῶν , αἰνεῖτε αὐτὸν ἐν τοῖς

    ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. 

    Αἰνεῖτε αὐτόν ,  πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰ‐

     νεῖτε αὐτόν ,  πᾶσαι αἱ δυνάμεις αὐτοῦ.  Σοὶπρέπει ὕμνος τῷ Θεῷ. 

    Στιχηρὰ Ἀναστάσιμα. 

    Στίχ .  α .́  Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγρα‐

    πτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. 

    Πᾶσα πνοὴ καὶ πᾶσα κτίσις , σὲ δοξάζει Κύρι‐

    ε , ὅτι διὰ τοῦ Σταυροῦ τὸν θάνατον κατήργη‐

    σας , ἵνα δείξῃς τοῖς λαοῖς , τὴν ἐκ νεκρῶν σου

    ἀνάστασιν , ὡς μόνος φιλάνθρωπος. 

    Στίχ . β´. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ·

    αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως

    αὐτοῦ. 

    Εἰπάτωσαν Ἰουδαῖοι  , πῶς οἱ στρατιῶται ἀπώ‐

    λεσαν ,  τηροῦντες τὸν Βασιλέα;  Διατί γὰρ ὁ

    λίθος οὐκ ἐφύλαξε τὴν πέτραν τῆς ζωῆς;  ἢ

    τὸν ταφέντα δότωσαν ,  ἢ ἀναστάντα προσκυ‐

     νείτωσαν ,  λέγοντες σὺν ἡμῖν· Δόξα τῷ πλή‐

    θει τῶν οἰκτιρμῶν σου , Σωτὴρ ἡμῶν δόξα σοι . 

    Στίχ .  γ .́  Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις

    αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς με‐

     γαλωσύνης αὐτοῦ. 

    Χαίρετε λαοί  ,  καὶ ἀγαλλιᾶσθε.  Ἄγγελος ἐκά‐

    θισεν εἰς τὸν λίθον τοῦ μνήματος· αὐτὸς ἡ‐

    μᾶς εὐηγγελίσατο εἰπών· Χριστὸς ἀνέστη ἐκ

     νεκρῶν ,  ὁ Σωτὴρ τοῦ κόσμου ,  καὶ ἐπλήρωσε

    τὰ σύμπαντα εὐωδίας.  Χαίρετε λαοί  ,  καὶ ἀ‐

     γαλλιᾶσθε. 

    Στίχ .  δ .́  Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰ‐

     νεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. 

  • 8/20/2019 2015-08-16_kyr_ia_mat8aiou-a-2

    11/16

      11

    Ἄ γγελος μὲν τὸ Χαῖρε , πρὸ τῆς σῆς συλλήψε‐

    ως Κύριε ,  τῇ Κεχαριτωμένῃ ἐκόμισεν· Ἄγγε‐

    λος δὲ τὸν λίθον τοῦ ἐνδόξου σου μνήματος , 

    ἐν τῇ σῇ ἀναστάσει ἐκύλισεν. Ὁ μέν , ἀντὶ τῆς

    λύπης ,  εὐφροσύνης σύμβολα μηνύων ,  ὁ δέ , 

    ἀντὶ θανάτου , Δεσπότην ζωοδότην κηρύττων

     ἡμῖν. Διὸ βοῶμέν σοι· Εὐεργέτα τῶν ἁπάντων

    Κύριε δόξα σοι . 

    καὶ τῆς Ἑορτῆς , γ´ εἰς δ´. 

    Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσι . 

    Στίχ .  ε .́  Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ·

    αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. 

    Τ ῇ ἐνδόξῳ Κοιμήσει σου ,  οὐρανοὶ ἐπαγάλ‐

    λονται  ,  καὶ Ἀγγέλων γέγηθε τὰ στρατεύμα‐

    τα ,  πᾶσα ἡ γῆ δὲ εὐφραίνεται  ,  ᾠδήν σοι ἐξό‐

    διον προσφωνοῦσα τῇ Μητρί  ,  τοῦ τῶν ὅλων

    δεσπόζοντος ,  ἀπειρόγαμε ,  Παναγία Παρθέ‐ νε , ἡ τὸ γένος τῶν ἀνθρώπων ῥυσαμένη , προ‐

     γονικῆς ἀποφάσεως. 

    Στίχ .  Ϛ .́ Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις·

    αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ.  Πᾶ‐

    σα πνοὴ αἰνεσάτω τὸν Κύριον. 

    Τ ῇ ἐνδόξῳ Κοιμήσει σου … 

    Στίχ .  ζ .́  Ἀ νάστηθι Κύριε εἰς τὴν κατάπαυσίν

    Σου , Σὺ καὶ ἡ Κιβωτὸς τοῦ ἁγιάσματός Σου. Ἐκ περάτων συνέδραμον , Ἀποστόλων οἱ πρό‐

    κριτοι  , θεαρχίῳ , νεύματι τοῦ κηδεῦσαί σε , καὶ

    ἀπὸ γῆς αἰρομένην σε ,  πρὸς ὕψος θεώμενοι  , 

    τὴν φωνὴν τοῦ Γαβριήλ ,  ἐν χαρᾷ ἀνεβόων

    σοι· Χαῖρε ὄχημα ,  τῆς Θεότητος ὅλης ,  χαῖρε

    μόνη ,  τὰ ἐπίγεια τοῖς ἄνω ,  τῷ τοκετῷ σου

    συνάψασα. 

    Στίχ . η´. Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν καὶ

    οὐ μὴ ἀθετήσει αὐτήν. Τ ὴν ζωὴν ἡ κυήσασα ,  πρὸς ζωὴν μεταβέβη‐

    κας ,  τῇ σεπτῇ Κοιμήσει σου τὴν ἀθάνατον , 

    δορυφορούντων Ἀγγέλων σοι  , Ἀρχῶν καὶ Δυ‐

     νάμεων ,  Ἀποστόλων Προφητῶν ,  καὶ ἁπάσης

    τῆς κτίσεως ,  δεχομένου τε ,  ἀκηράτοις παλά‐

    μαις τοῦ Υἱοῦ σου , τὴν ἀμώμητον ψυχήν σου , 

    Παρθενομῆτορ Θεόνυμφε. 

    Δόξα. Ἑωθινὸν ΙΑ .́ Ἦχος πλ. δ´. 

    Φανερῶν σεαυτόν , τοῖς Μαθηταῖς σου Σωτήρ , μετὰ τὴν ἀνάστασιν ,  Σίμωνι δέδωκας τὴν

    τῶν προβάτων νομήν , εἰς ἀγάπης ἀντέκτισιν , 

    τὴν τοῦ ποιμαίνειν φροντίδα αἰτῶν· διὸ καὶ ἔ‐

    λεγες· Εἰ φιλεῖς με Πέτρε ,  ποίμαινε τὰ ἀρνία

    μου ,  ποίμαινε τὰ πρόβατά μου.  Ὁ δὲ εὐθέως

    ἐνδεικνύμενος τὸ φιλόστοργον ,  περὶ τοῦ ἄλ‐

    λου μαθητοῦ ἐπυνθάνετο.  Ὧν ταῖς πρεσβεί‐

    αις Χριστέ ,  τὴν ποίμνην σου διαφύλαττε ,  ἐκ

    λύκων λυμαινομένων αὐτήν. 

    Καὶ νῦν. Θεοτοκίον. 

    Ὑπερευλογημένη ὑπάρχεις ,  Θεοτόκε Παρθέ‐

     νε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος ,  ὁ ᾍδης

     ᾐχμαλώτισται  ,  ὁ Ἀδὰμ ἀνακέκληται  ,  ἡ κατά‐

    ρα νενέκρωται  ,  ἡ Εὔα ἠλευθέρωται  ,  ὁ θάνα‐

    τος τεθανάτωται  ,  καὶ ἡμεῖς ἐζωοποιήθημεν·

    διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς

    ὁ Θεὸς ἡμῶν , ὁ οὕτως εὐδοκήσας , δόξα σοι . 

    * * * 

    Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

    Δόξα σοι τῷ δείξαντι τὸ φῶς.  Δόξα ἐν ὑψί‐

    στοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ,  ἐν ἀνθρώποις

    εὐδοκία. 

    Ὑμνοῦμέν σε , εὐλογοῦμέν σε , προσκυνοῦμέν

    σε ,  δοξολογοῦμέν σε ,  εὐχαριστοῦμέν σοι διὰ

    τὴν μεγάλην σου δόξαν. 

    Κύριε βασιλεῦ , ἐπουράνιε Θεέ ,  Πάτερ παντο‐

    κράτορ· Κύριε Υἱὲ μονογενές ,  Ἰησοῦ Χριστέ , 

    καὶ ἅγιον Πνεῦμα. 

    Κύριε ὁ Θεός ,  ὁ ἀμνὸς τοῦ Θεοῦ ,  ὁ Υἱὸς τοῦ

    Πατρός , ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου , ἐ‐

    λέησον ἡμᾶς ,  ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κό‐

    σμου. 

    Πρόσδεξαι τὴν δέησιν ἡμῶν ,  ὁ καθήμενος ἐν

    δεξιᾷ τοῦ Πατρός , καὶ ἐλέησον ἡμᾶς. 

    Ὅτι σὺ εἶ μόνος ἅγιος , σὺ εἶ μόνος Κύριος , Ἰη‐

    σοῦς Χριστός , εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. 

    Καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέ‐

    σω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰ‐

    ῶνα τοῦ αἰῶνος. 

    Καταξίωσον ,  Κύριε ,  ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀνα‐

    μαρτήτους φυλαχθῆναι ἡμᾶς. 

    Εὐλογητὸς εἶ  ,  Κύριε ,  ὁ Θεὸς τῶν πατέρων ἡ‐

    μῶν , καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά

    σου εἰς τοὺς αἰῶνας. Ἀμήν. 

  • 8/20/2019 2015-08-16_kyr_ia_mat8aiou-a-2

    12/16

      12

    Γένοιτο ,  Κύριε ,  τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς ,  καθά‐

    περ ἠλπίσαμεν ἐπὶ σέ. 

    Εὐλογητὸς εἶ  , Κύριε· δίδαξόν με τὰ δικαιώμα‐

    τά σου. ( γ´) 

    Κύριε , καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ

     γενεᾷ.  Ἐγὼ εἶπα· Κύριε ,  ἐλέησόν με· ἴασαι

    τὴν ψυχήν μου , ὅτι ἥμαρτόν σοι . Κύριε ,  πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ

    ποιεῖν τὸ θέλημά σου , ὅτι σὺ εἶ ὁ Θεός μου. 

    Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀ‐

    ψόμεθα φῶς. 

    Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. 

    Ἅ γιος ὁ Θεός , ἅγιος ἰσχυρός , ἅγιος ἀθάνατος·

    ἐλέησον ἡμᾶς. (ἐκ γ´) 

    Δόξα. Καὶ νῦν. 

    Ἅ γιος ἀθάνατος· ἐλέησον ἡμᾶς. 

    καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ·

    Ἅ γιος ὁ Θεός , ἅ γιος ἰσχυρός , ἅ γιος ἀθάνατος·

    ἐλέησον ἡμᾶς. 

    Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος δ .́ 

    Σ ήμερον σωτηρία τῷ κόσμῳ γέγονεν· ᾄσω‐

    μεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς

    ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θά‐ νατον τὸ νῖκος ἔδωκεν ἡμῖν καὶ τὸ μέγα ἔλε‐

    ος. 

    * * * * * 

    ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝτὰ Ἀντίφωνα τῆς Ἑορτῆς

    Ἀντίφωνον Α .́ Ἦχος β .́ 

    Στίχ . α´. Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ , ψά‐

    λατε δὴ τῷ ὀνόματι αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου ,  Σῶτερ σῶσον

     ἡμᾶς. 

    Στίχ . γ´. Εἴπατε τῷ Θεῷ ὡς φοβερὰ τὰ ἔργα

    σου. 

    Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 

    Στίχ . δ´. Ἐ γενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ , καὶ

    τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών. 

    Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 

    Δόξα. Καὶ νῦν. 

    Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 

    Ἀντίφωνον Β .́ Ἦχος β .́ 

    Στίχ . α´. Ἀ γαπᾷ Κύριος τὰς πύλας Σιών , ὑπὲρ

    πάντα τὰ σκηνώματα Ἰακώβ. 

    Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ , ὁ Ἀναστὰς ἐκ νεκρῶν , 

    ψάλλοντάς σοι . Ἀλληλούϊα. 

    Στίχ . β´. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ , ἡ

    πόλις τοῦ Θεοῦ. 

    Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ... 

    Στίχ . δ´. Ἡ γίασε τὸ σκήνωμα αὐτοῦ ὁ

    Ὕψιστος. 

    Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ... 

    Δόξα. Καὶ νῦν. 

    Ὁ  μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ ,  ἀθά‐

     νατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν

     ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας

    Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας ,  ἀτρέ‐πτως ἐνανθρωπήσας ,  σταυρωθείς τε ,  Χριστὲ

    ὁ Θεός , θανάτῳ θάνατον πατήσας , εἷς ὢν τῆς

    ἁγίας Τριάδος , συνδοξαζόμενος τῷ Πατρὶ καὶ

    τῷ ἁγίῳ Πνεύματι  , σῶσον ἡμᾶς. 

    Ἀντίφωνον Γ .́ Ἦχος α .́ 

    Στίχ . α´. Ἑτοίμη ἡ καρδία μου , ὁ Θεός , ἑτοίμη

     ἡ καρδία μου. 

    Ἀπολυτίκιον τῆς Ἑορτῆς. 

    Ἐ ν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας.  Ἐντῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτό‐

    κε , Μετέστης πρὸς τὴν ζωήν , μήτηρ ὑπάρχου‐

    σα τῆς ζωῆς ,  καὶ ταῖς πρεσβείαις ταῖς σαῖς

    λυτρουμένη , ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν. 

    Στίχ . β´. Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ

    πάντων ὧν ἀνταπέδωκέ μοι ; 

    Ἐ ν τῇ Γεννήσει τὴν παρθενίαν... 

    Στίχ . γ´. Ποτήριον σωτηρίου λήψομαι  , καὶ τὸ

    ὄνομα Κυρίου ἐπικαλέσομαι . 

    Ἐ ν τῇ Γεννήσει τὴν παρθενίαν... 

    * * * 

    ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ

    Εἰσοδικόν. Ἦχος β .́ (ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς , ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν) 

    Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν

    Χριστῷ.  Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ,  ὁ ἀναστὰς ἐκ

     νεκρῶν… … ψάλλοντάς σοι  , Ἀλληλούϊα. 

  • 8/20/2019 2015-08-16_kyr_ia_mat8aiou-a-2

    13/16

      13

    * * * 

    Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος β´. (ψάλλεται ὑπὸ τῶν ἱερέων , ἐὰν τελῆται συλλείτουργον) 

    Ὅτε κατῆλθες πρὸς τὸν θάνατον ,  ἡ ζωὴ ἡ ἀ‐

    θάνατος ,  τότε τὸν ᾅδην ἐνέκρωσας ,  τῇ ἀ‐

    στραπῇ τῆς θεότητος· ὅτε δὲ καὶ τοὺς τεθνεῶ‐

    τας ,  ἐκ τῶν καταχθονίων ἀνέστησας ,  πᾶσαι

    αἱ δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον·Ζωοδότα Χριστέ , ὁ Θεὸς ἡμῶν δόξα σοι . 

    Ἀπολυτίκιον τῆς Ἁγίας Εἰκόνος. Ἦχος β .́ 

    Τ ὴν ἄχραντον Εἰκόνα σου ,  προσκυνοῦμεν

    ἀγαθέ ,  αἰτούμενοι συγχώρησιν τῶν πται‐

    σμάτων ἡμῶν ,  Χριστὲ ὁ Θεός· βουλήσει γὰρ

     ηὐδόκησας σαρκί  ,  ἀνελθεῖν ἐν τῷ Σταυρῷ , 

    ἵνα ῥύσῃ οὓς ἔπλασας ,  ἐκ τῆς δουλείας τοῦ

    ἐχθροῦ· ὅθεν εὐχαρίστως βοῶμέν σοι· Χαρᾶς

    ἐπλήρωσας τὰ πάντα ,  ὁ Σωτὴρ ἡμῶν ,  παρα‐ γενόμενος εἰς τὸ σῶσαι τὸν κόσμον. 

    Τὸ Ἀπολυτίκιον τῆς Ἑορτῆς. 

    Ἦχος α´. Αὐτόμελον. 

    Ἐ ν τῇ γεννήσει τὴν παρθενίαν ἐφύλαξας ,  ἐν

    τῇ κοιμήσει τὸν κόσμον , οὐ κατέλιπες Θεοτό‐

    κε· μετέστης πρὸς τὴν ζωήν , Μήτηρ ὑπάρχου‐

    σα τῆς ζωῆς· καὶ ταῖς πρεσβείαις ταῖς σαῖς

    λυτρουμένη , ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν. 

    Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. 

    Κοντάκιον τῆς Ἑορτῆς. Ἦχος πλ. β´. (ψάλλεται ὑπὸ τῶν ἱερέων , ἐὰν τελῆται συλλείτουργον) 

    Τ ὴν ἐν πρεσβείαις ἀκοίμητον Θεοτόκον ,  καὶ

    προστασίαις ἀμετάθετον ἐλπίδα ,  τάφος καὶ

     νέκρωσις οὐκ ἐκράτησεν , ὡς γὰρ ζωῆς Μητέ‐

    ρα ,  πρὸς τὴν ζωὴν μετέστησεν ,  ὁ μήτραν οἰ‐

    κήσας ἀειπάρθενον. 

    * * * ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ

    * * * 

    ΑΠΟΣΤΟΛΟΣ(Κυριακῆς τῆς ΙΑ´ Ἑβδομάδος) 

    Προκείμενον καὶ Ἀλληλούϊα τοῦ ἤχου τῆς Κυριακῆς

    Προκείμενον. Ἦχος β´. (Ψαλμὸς ριζ´ 14, 18) 

    Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος. 

    Στίχ . Παιδεύων ἐπαίδευσέ με ὁ Κύριος. 

    Πρὸς Κορινθίους Α´ Ἐπιστολῆς

    Παύλου τὸ Ἀνάγνωσμα. 

    (θ´ 2‐12)