25

Κλεις

Embed Size (px)

DESCRIPTION

Ἑρμῆς ὁ Τρισμέγιστος

Citation preview

Page 1: Κλεις

7/17/2019 Κλεις

http://slidepdf.com/reader/full/563db965550346aa9a9cefaa 1/25

Page 2: Κλεις

7/17/2019 Κλεις

http://slidepdf.com/reader/full/563db965550346aa9a9cefaa 2/25

Περιεχόμενα

1 Κλεις   1

2 Ποιμάνδρης   6

3 Λόγος Καθολικός   11

4 Ιερός Λόγος   14

5 Ο κρατήρ, η μονάς   15

6 Προς Τατ υιόν   17

7 Προς Ασκληπιόν   20

8 Κηρύγματα   22

8.1 Text and image sources, contributors, and licenses   . . . . . . . . . . . . . . . . . . . . . . . . . . 23

8.1.1 Text  . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . 23

8.1.2 Images   . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . 23

8.1.3 Content license   . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . 23

i

Page 3: Κλεις

7/17/2019 Κλεις

http://slidepdf.com/reader/full/563db965550346aa9a9cefaa 3/25

Κεφάλαιο 1

Κλεις

Κλείς(Κλεῖδα, Κλειδί)

 Ἑρμῆς ὁ Τρισμέγιστος

Τὸν χθὲς λόγον, ὦ ᾿Ασκληπιέ, σοι ἀνέθηκα, τὸν δὲσήμερον δίκαιόν ἐστι τῷ Τὰτ ἀναθεῖναι, ἐπεὶ καὶ τῶνΓενικῶν λόγων τῶν πρὸς αὐτὸν λελαλημένων ἐστὶνἐπιτομή.ὁ μὲν οὖν θεὸς καὶ πατὴρ καὶ τὸ ἀγαθόν, ὦ Τάτ, τὴναὐτὴνἔχει φύσιν, μᾶλλον δὲ καὶ ἐνέργειαν· ἡ μὲν γὰρφύσεωςκαὶ αὐξήσεώς ἐστι προσηγορία, ἅπερ ἐστὶ περὶ τὰμετα-βλητὰ καὶ κινητὰ ... καὶ ἀκίνητα, τουτέστι τὰ θεῖά τεκαὶ ἀν-θρώπεια ὧν αὐτὸς βούλεται εἶναι· ἀλλαχοῦ δὲἐνέργειανκαθὼς καὶ ἐπὶ τῶν ἄλλων ἐδιδάξαμεν θείων τε καὶἀνθρω-πίνων· ἃ δεῖ νοεῖν ἐπὶ τούτου.ἡ γὰρ τούτου ἐνέργειαἡ θέλησίς ἐστι καὶ ἡ οὐσία αὐτοῦ τὸ θέλειν πάνταεἶναι. τίγάρ ἐστι θεὸς καὶ πατὴρ καὶ τὸ ἀγαθόν, ἢ τὸ τῶνπάντωνεἶναι οὐκέτι ὄντων ἀλλὰ ὕπαρξιν αὐτὴν τῶν ὄντων ;τοῦτο

ὁ θεός, τοῦτο ὁ πατήρ, τοῦτο τὸ ἀγαθόν, ᾧ μηδὲνπρόσεστιτῶν ἄλλων. ὁ μὲν γὰρ κόσμος καὶ ὁ ἥλιος, τῶν κατὰμετου-σίαν καὶ αὐτὸς πατήρ, οὐκέτι δὲ τοῦ ἀγαθοῦ τοῖςζῴοις

 ἴσως αἴτιός ἐστιν, οὐδὲ τοῦ ζῆν. εἰ δὲ τοῦτο οὕτωςἔχει,πάντως μέντοι ἀναγκαζόμενος ὑπὸ τοῦ ἀγαθοῦθελήματος,οὗ χωρὶς οὔτε εἶναι οὔτε γενέσθαι δυνατόν.αἴτιος δὲ

ὁ πατὴρ τῶν τέκνων καὶ τῆς σπορᾶς καὶ τῆς τροφῆς,τὴνὄρεξιν λαβὼν τοῦ ἀγαθοῦ διὰ τοῦ ἡλίου· τὸ γὰρ

ἀγαθόνἐστι τὸ ποιητικόν· τοῦτο δὲ οὐ δυνατὸν ἐγγενέσθαιἄλλῳτινὶ ἢ μόνῳ ἐκείνῳ, τῷ μηδὲν μὲν λαμβάνοντι, πάνταδὲ

θέλοντι εἶναι· οὐ γὰρ ἐρῶ, ὦ Τάτ, ποιοῦντι· ὁ γὰρποιῶνἐλλιπής ἐστι πολλῷ χρόνῳ, ἐν ᾧ ὁτὲ μὲν ποιεῖ, ὁτὲ δὲοὐποιεῖ, καὶ ποιότητος καὶ ποσότητος· ποτὲ μὲν γὰρποσὰκαὶ ποιά. ὁτὲ δὲ τὰ ἐναντία· ὁ δὲ θεὸς καὶ πατὴρ καὶτὸἀγαθὸν τῷ εἶναι τὰ πάντα.οὕτως ἄρα ταῦτα τῷδυναμένῳ ἰδεῖν· καὶ γὰρ τοῦτο θέλει εἶναι, καὶ ἔστικαὶ

αὐτῷ, μάλιστα δὲ αὐτό. καὶ γὰρ τὰ ἄλλα πάντα διὰτοῦ-τον ἔστιν ... ἴδιον γὰρ τοῦ ἀγαθοῦ τὸ γνωρίζεσθαίἐστι τὸἀγαθόν, ὦ Τάτ.– ᾿Επλήρωσας ἡμᾶς, ὦ πάτερ, τῆς ἀγαθῆς καὶκαλλίστηςθέας καὶ ὀλίγου δεῖν ἐσεβάσθη μου ὁ τοῦ νοῦ ὀφθαλ-μὸς ὑπὸτῆς τοιαύτης θέας. – Οὐ γάρ, ὥσπερ ἡ τοῦ ἡλίουἀκτίς,πυρώδης οὖσα, καταυγάζει καὶ μύειν ποιεῖ τοὺςὀφθαλμούς,

οὕτω καὶ ἡ τοῦ ἀγαθοῦ θέα· τοὐναντίον ἐκλάμπει καὶἐπὶτοσοῦτον, ἐφ' ὅσον δύναται ὁ δυνάμενος δέξασθαιτὴνἐπεισροὴν τῆς νοητῆς λαμπηδόνος· ὀξυτέρα μὲν γάρἐστινεἰς τὸ καθικνεῖσθαι, ἀβλαβὴς δὲ καὶ πάσης ἀθανα-σίαςἀνάπλεως,ἧς οἱ δυνάμενοι πλέον τι ἀρύσασθαι τῆςθέας κατακοιμίζονται πολλάκις [δὲ] ἀπὸ τοῦ σώμα-τος εἰς

τὴν καλλίστην ὄψιν ᾧπερ Οὐρανὸς καὶ Κρόνος, οἱἡμέτεροιπρόγονοι, ἐντετυχήκασιν. – Εἴθε καὶ ἡμεῖς, ὦ πάτερ.

1

Page 4: Κλεις

7/17/2019 Κλεις

http://slidepdf.com/reader/full/563db965550346aa9a9cefaa 4/25

2   ΚΕΦΑΛΑΙΟ 1. ΚΛΕΙΣ 

– Εἴθε γάρ, ὧ τέκνον· νῦν δὲ ἔτι ἀτονοῦμεν πρὸς τὴνὄψιν καὶ οὔπω ἰσχύομεν ἀναπετάσαι ἡμῶν τοὺς τοῦνοῦὀφβαλμούς, καὶ θεάσασθαι τὸ κάλλος τοῦ ἀγαθοῦἐκείνουτὸ ἄφθαρτον, τὸ ἄληπτον. τότε γὰρ αὐτὸ ὄψει, ὅταν

μηδὲνπερὶ αὐτοῦ ἔχῃς εἰπεῖν. ἡ γὰρ γνῶσις αὐτοῦ καὶ θείασιωπή ἐστι καὶ καταργία πασῶν τῶν αἰσθήσεων.οὔτεγὰρ ἄλλο τι δύναται νοῆσαι ὁ τοῦτο νοήσας οὔτεἄλλο τιθεάσασθαι ὁ τοῦτο θεασάμενος οὔτε περὶ ἄλλουτινὸςἀκοῦσαι οὔτε τὸ σύνολον τὸ σῶμα κινῆσαι· πασῶνγὰρ τῶνσωματικῶν αἰσθήσεών τε καὶ κινήσεων ἐπιλαθόμε-νος ἀτρε-

μεῖ· περιλάμψαν δὲ πάντα τὸν νοῦν καὶ τὴν ὅληνψυχὴνἀναλάμπει καὶ ἀνέλκει διὰ τοῦ σώματος καὶ ὅλον.αὐτὸν εἰςοὐσίαν μεταβάλλει. ἀδύνατον γάρ, ὦ τέκνον, ψυχὴνἀπο-θεωθῆναι ἐν σώματι ἀνθρώπου θεασαμένην <τὸ>τοῦἀγαθοῦ κάλλος.– Τὸ ἀποθεωθῆναι πῶς λέγεις, ὦ πάτερ, – Πάσηςψυχῆς, ὦ τέκνον, διαιρετῆς μεταβολαί. – Πῶς πάλινδιαι-ρετῆς; – Οὐκ ἤκουσας ἐν τοῖς Γενικοῖς ὅτι ἀπὸ μιᾶς

ψυχῆς τῆς τοῦ παντὸς πᾶσαι αἱ ψυχαί εἰσιν αὗται ἐντῷπαντὶ κόσμῳ κυλινδούμεναι, ὥσπερ ἀπονενεμημέ-ναι; τούτωντοίνυν τῶν ψυχῶν πολλαὶ αἱ μεταβολαί, τῶν μὲν ἐπὶτὸεὐτυχέστερον, τῶν δὲ ἐπὶ τὸ ἐναντίον. αἱ μὲν γὰρἑρπε-τώδεις οὖσαι εἰς ἔνυδρα μεταβάλλουσιν, αἱ δὲἔνυδροι εἰςχερσαῖα, αἱ δὲ χερσαῖαι εἰς πετεινά, αἱ δὲ ἀέριαι εἰςἀνθρώ-

πους, αἱ δὲ ἀνθρώπιναι ἀρχὴν ἀθανασίας ἴσχουσινεἰςδαίμονας μεταβάλλουσαι, εἶθ' οὕτως εἰς τὸν τῶνθεῶνχορόν· χοροὶ δὲ δύο θεῶν, ὁ μὲν τῶν πλανωμένων, ὁδὲτῶν ἀπλανῶν.καὶ αὕτη ψυχῆς ἡ τελειοτάτη δόξα·ψυχὴ δὲ εἰς ἀνθρώπους ἐλθοῦσα ἐὰν κακὴ μείνῃ,οὔτεγεύεται ἀθανασίας οὔτε τοῦ ἀγαθοῦ μεταλαμβάνει,παλίσ-συτος δὲ τὴν ὁδὸν ὑποστρέφει τὴν εἰς τὰ ἑρπετά, καὶαὕτη καταδίκη ψυχῆς κακῆς.κακία δὲ ψυχῆς ἀγνωσία. ψυχὴ γάρ, μηδὲν ἐπι-

γνοῦσα τῶνὄντων μηδὲ τὴν τούτων φύσιν, μηδὲ τὸ ἀγαθόν,τυφλώτ-τουσα δέ, ἐντινάσσει τοῖς πάθεσι τοῖς σωματικοῖς,καὶἡ κακοδαίμων, ἀγνοήσασα ἑαυτήν, δουλεύει σώμα-

σιν ἀλλο-κότοις καὶ μοχθηροῖς, ὥσπερ φορτίον βαστάζουσατὸ σῶμα,καὶ οὐκ ἄρχουσα ἀλλ' ἀρχομένη. αὕτη κακία ψυχῆς.τοὐναντίον δὲ ἀρετὴ ψυχῆς γνῶσις· ὁ γὰρ γνοὺς καὶἀγαθὸς καὶ εὐσεβὴς καὶ ἤδη θεῖος. – Τίς δέ ἐστινοὗτος,ὦ πάτερ; – ῾Ο μὴ πολλὰ λαλῶν, μηδὲ πολλὰ ἀκούων·ὃγὰρ δύο λόγοις σχολάζων καὶ ἀκοαῖς, ὦ τέκνον,σκιαμαχεῖ.ὁ γὰρ θεὸς καὶ πατὴρ καὶ τὸ ἀγαθὸν οὔτε λέγεται

οὔτεἀκούεται· τούτου δὲ οὕτως ἔχοντος, ἐν πᾶσι τοῖςοὖσιν αἱαἰσθήσεις εἰσί, διὰ τὸ μὴ δύνασθαι εἶναι χωρὶςαὐτοῦ·γνῶσις δὲ αἰσθήσεως πολὺ διαφέρει· αἴσθησις μὲνγὰργίνεται τοῦ ἐπικρατοῦντος, γνῶσις δέ ἐστιν ἐπιστή-μης τὸτέλος, ἐπιστήμη δὲ δῶρον τοῦ θεοῦ.πᾶσα γὰρ ἐπι-στήμη ἀσώματος, ὀργάνῳ χρωμένη αὐτῷ τῷ νοΐ, ὁ δὲνοῦς

τῷ σώματι. ἀμφότερα οὖν χωρεῖ εἰς σῶμα, τά τενοητὰκαὶ τὰ ὑλικά. ἐξ ἀντιθέσεως γὰρ καὶ ἐναντιότητοςδεῖ τὰπάντα συνεστάναι· καὶ τοῦτο ἄλλως εἶναι ἀδύνατον.– Τίς οὖν ὁ ὑλικὸς θεὸς ὅδε; – ῾Ο καλὸς κόσμος, οὐκἔστι δὲ ἀγαθός· ὑλικὸς γάρ, καὶ εὐπάθητος, καὶπρῶτοςμὲν πάντων παθητῶν, δεύτερος δὲ τῶν ὄντων καὶαὐτοδεής,καὶ αὐτὸς ποτὲ μὲν γενόμενος, ἀεὶ δὲ ὤν, ὢν δὲ ἐνγενέσει,

καὶ γινόμενος ἀεί, γένεσις τῶν ποιῶν καὶ τῶν ποσῶν·κινητὸς γάρ· πᾶσα γὰρ ὑλικὴ κίνησις γένεσίς ἐστιν.ἡ δὲ νοητὴ στάσις κινεῖ τὴν ὑλικὴν κίνησιν τὸντρόπον τοῦτον. ἐπεὶ ὁ κόσμος σφαῖρά ἐστι, τουτέστικεφαλή, κεφαλῆς δὲ οὐδὲν ὑπεράνω ὑλικόν, ὥσπεροὐδὲποδῶν οὐδὲν νοητὸν ὑποκάτω, πᾶν δὲ ὑλικόν, νοῦςδὲκεφαλή, αὕτη σφαιρικῶς κινουμένη. τοῦτό ἐστικεφαλικῶς,–ὅσα οὗν προσήνωται τῷ ὑμένι τῆς κεφαλῆς ταύτης,<ἐν ᾗ> ἐστιν ἡ ψυχή, ἀθάνατα πέφυκεν, ὥσπερ ἐνψυχῇ δὲ σώματος πεποιημένου καὶ πλείονα τοῦσώματοςτὴν ψυχὴν ἔχοντα· τὰ δὲ πόρρω τοῦ ὑμένος θνητά,

Page 5: Κλεις

7/17/2019 Κλεις

http://slidepdf.com/reader/full/563db965550346aa9a9cefaa 5/25

3

πλέονἔχοντα τῆς ψυχῆς τὸ σῶμα· πᾶν δὲ ζῷον, ὥσπερ οὖντὸπᾶν, ἔκ τε ὑλικοῦ καὶ νοητοῦ συνέστηκε.καὶ ὁ μὲν κόσμος πρῶτος, ὁ δὲ ἄνθρωπος δεύτερονζῷον μετὰ τὸν κόσμον, πρῶτον δὲ τῶν θνητῶν, τῶν

μὲνἄλλων ζῴων τὸ ἔμψυχον ἔχει· οὐκέτι δὲ μόνον οὐκἀγαθός,ἀλλὰ καὶ κακὸς ὡς θνητός. ὁ μὲν γὰρ κόσμος οὐκἀγαθὸςὡς κινητός, οὐ κακὸς δὲ ὡς ἀθάνατος· ὁ δὲ ἄνθρω-πος, καὶὡς κινητὸς, καὶ ὡς θνητός, κακός.ψυχὴ δὲ ἀνθρώ-που ὀχεῖται τὸν τρόπον τοῦτον· ὁ νοῦς ἐν τῷ λόγῳ, ὁλόγος ἐν τῇ ψυχῇ, ἡ ψυχὴ ἐν τῷ πνεύματι· τὸ πνεῦμαδιῆκον διὰ φλεβῶν καὶ ἀρτηριῶν καὶ αἵματος κινεῖ 

τὸζῷον καὶ ὥσπερ τρόπον τινὰ βαστάζει.διὸ καί τινες τὴν ψυχὴν αἷμα νομίζουσιν εἶναι, σφαλ-λόμενοι τὴν φύσιν, οὐκ εἰδότες ὅτι πρῶτον δεῖ τὸπνεῦμαἀναχωρῆσαι εἰς τὴν ψυχὴν καὶ τότε τὸ αἷμα παγῆναικαὶτὰς φλέβας καὶ τὰς ἀρτηρίας κενωθῆναι καὶ τότε τὸζῷονκαθελεῖν· καὶ τοῦτό ἐστιν ὁ θάνατος τοῦ σώματος.ἐκ μιᾶς δὲ ἀρχῆς τὰ πάντα ἤρτηται, ἡ δὲ ἀρχὴ ἐκτοῦ ἑνὸς καὶ μόνου, καὶ ἡ μὲν ἀρχὴ κινεῖται, ἵναπάλιν

ἀρχὴ γένηται, τὸ δὲ ἓν μόνον ἕστηκεν, οὐ κινεῖται.καὶτρία τοίνυν ταῦτα, ὁ θεὸς καὶ πατὴρ καὶ τὸ ἀγαθόν,καὶ ὁκόσμος, καὶ ὁ ἄνθρωπος· καὶ τὸν μὲν κόσμον ὁ θεὸςἔχει,τὸν δὲ ἄνθρωπον ὁ κόσμος· καὶ γίνεται ὁ μὲν κόσμοςτοῦθεοῦ υἱός, ὁ δὲ ἄνθρωπος τοῦ κόσμου, ὥσπερ ἔγγο-νος.οὐ γὰρ ἀγνοεῖ τὸν ἄνθρωπον ὁ θεός, ἀλλὰ καὶ πάνυγνωρίζει καὶ θέλει γνωρίζεσθαι. τοῦτο μόνον σωτή-

ριονἀνθρώπῳ ἐστίν, ἡ γνῶσις τοῦ θεοῦ. αὕτη εἰς τὸν῎Ολυμπονἀνάβασις· οὕτω μόνως ἀγαθὴ ψυχή, καὶ οὐδέποτεἀγαθὴ<ἀεί>, κακὴ δὲ γίνεται· kat' ἀνάγκην γίνεται. – Πῶςτοῦτο λέγεις, ὦ Τρισμέγιστε;– Ψυχὴν παιδὸς θέασαι, ὦ τέκνον, αὐτὴν διάλυσιναὐτῆςμηδέπω ἐπιδεχομένην, τοῦ σώματος αὐτῆς ἔτι ὀλίγονὄγκωτο καὶ μηδέπω τὸ πᾶν ὠγκωμένου, πῶς καλὴνμὲνβλέπειν πανταχοῦ, μηδέποτε δὲ τεθολωμένην ὑπὸτῶν τοῦσώματος παθῶν, ἔτι σχεδὸν ἠρτημένην τῆς τοῦ

κόσμουψυχῆς· ὅταν δὲ ὀγκωθῇ τὸ σῶμα καὶ κατασπάσῃαὐτὴν εἰςτοὺς τοῦ σώματος ὄγκους, διαλύσασα δὲ ἑαυτὴνἐγγεννᾷλήθην, καὶ τοῦ καλοῦ καὶ ἀγαθοῦ οὐ μεταλαμβάνει·

ἡ δὲλήθη κακία γίνεται.τὸ δὲ αὐτὸ συμβαίνει καὶ τοῖς τοῦ σώματος ἐξιοῦσιν.ἀναδραμοῦσα γὰρ ἡ ψυχὴ εἰς ἑαυτήν, συστέλλεταιτὸπνεῦμα εἰς τὸ αἷμα, ἡ δὲ ψυχὴ εἰς τὸ πνεῦμα, ὁ δὲνοῦςκαθαρὸς γενόμενος τῶν ἐνδυμάτων, θεῖος ὢν φύσει,σώματοςπυρίνου λαβόμενος περιπολεῖ πάντα τόπον, καταλι-πὼντὴν ψυχὴν κρίσει καὶ τῇ κατ' ἀξίαν δίκῃ. – Πῶς

τοῦτολέγεις, ὦ πάτερ; ὁ νοῦς τῆς ψυχῆς χωρίζεται καὶ ἡψυχὴτοῦ πνεύματος, σοῦ εἰπόντος ἔνδυμα εἶναι τοῦ μὲννοῦτὴν ψυχήν, τῆς δὲ ψυχῆς τὸ πνεῦμα;– Συννοεῖν δεῖ, ὦ τέκνον, τὸν ἀκούοντα τῷ λέγοντι,καὶ συμπνέειν καὶ ὀξυτέραν ἔχειν τὴν ἀκοὴν τῆς τοῦλέγον-τος φωνῆς· ἡ σύνθεσις τῶν ἐνδυμάτων τούτων, ὦτέκνον,ἐν σώματι γηίνῳ γίνεται· ἀδύνατον γὰρ τὸν νοῦν ἐνγηίνῳ

σώματι γυμνὸν αὐτὸν καθ' ἑαυτὸν ἑδράσαι· οὔτε γὰρτὸγήινον σῶμα δυνατόν ἐστι τὴν τηλικαύτην ἀθανα-σίαν ἐνεγ-κεῖν, οὔτε τὴν τοσαύτην ἀρετὴν ἀνασχέσθαισυγχρωτιζό-μενον αὐτῇ παθητὸν σῶμα· ἔλαβεν οὖν ὥσπερ περι-βόλαιοντὴν ψυχήν, ἡ δὲ ψυχὴ καὶ αὐτὴ θεία τις οὖσα καθά-περὑπηρέτῃ τῷ πνεύματι χρῆται· τὸ δὲ πνεῦμα τὸ ζῷονδιοικεῖ.

ὅταν οὖν ὁ νοῦς ἀπαλλαγῇ τοῦ γηίνου σώματος, τὸν ἴδιον εὐθὺς ἐνεδύσατο χιτῶνα, τὸν πύρινον, ὃν οὐκἐδύνατοἔχων εἰς τὸ γήινον σῶμα κατοικῆσαι· γῆ γὰρ πῦρ οὐβασ-τάζει· πᾶσα γὰρ φλέγεται καὶ ὑπὸ ὀλίγου σπινθῆροςκαὶδιὰ τοῦτο τὸ ὕδωρ περικέχυται τῇ γῇ, ὥσπερ ἔρυμακαὶτεῖχος ἀντέχον πρὸς τὴν τοῦ πυρὸς φλόγα. νοῦς δὲὀξύ-τατος ὢν πάντων τῶν θείων νοημάτων καὶ τὸ ὀξύτα-τον πάν-των τῶν στοιχείων ἔχει σῶμα, τὸ πῦρ· δημιουργὸςγὰρ ὢν

Page 6: Κλεις

7/17/2019 Κλεις

http://slidepdf.com/reader/full/563db965550346aa9a9cefaa 6/25

4   ΚΕΦΑΛΑΙΟ 1. ΚΛΕΙΣ 

ὁ νοῦς τῶν πάντων, ὀργάνῳ τῷ πυρὶ πρὸς τὴνδημιουρ-γίαν χρῆται· καὶ ὁ μὲν τοῦ παντός, τῶν πάντων, ὁ δὲτοῦἀνθρώπου, τῶν ἐπὶ γῆς μόνον· γυμνὸς γὰρ ὢν τοῦπυρὸς

ὁ ἐν ἀνθρώποις νοῦς ἀδυνατεῖ τὰ θεῖα δημιουργεῖν,ἀνθρώ-πινος ὢν τῇ οἰκήσει.ψυχὴ δὲ ἀνθρωπίνη, οὐ πᾶσα μέν, ἡ δὲ εὐσεβής,δαιμονία τίς ἐστι καὶ θεία· καὶ ἡ τοιαύτη καὶ μετὰ τὸἀπαλλαγῆναι τοῦ σώματος τὸν τῆς εὐσεβείας ἀγῶναἠγωνισ-μένη (ἀγὼν δὲ εὐσεβείας, τὸ γνῶναι τὸ θεῖον καὶμηδέναἀνθρώπων ἀδικῆσαι), ὅλη νοῦς γίνεται. ἡ δὲ ἀσεβὴςψυχὴμένει ἐπὶ τῆς ἰδίας οὐσίας, ὑφ' ἑαυτῆς κολαζομένη,

καὶγήινον σῶμα ζητοῦσα εἰς ὃ εἰσέλθῃ, εἰς ἀνθρώπινονδέ·ἄλλο γὰρ σῶμα οὐ χωρεῖ ἀνθρωπίνην ψυχήν, οὐδὲθέμιςἐστὶν εἰς ἀλόγου ζῴου σῶμα ψυχὴν ἀνθρωπίνηνκαταπεσεῖν.θεοῦ γὰρ νόμος οὗτος, φυλάσσειν ψυχὴν ἀνθρωπίνηνἀπὸτῆς τοσαύτης ὕβρεως.– Πῶς οὖν κολάζεται, ὦ πάτερ, ἀνθρωπίνη ψυχή;– Καὶ τίς ἐστι μείζων κόλασις ἀνθρωπίνης ψυχῆς, ὦτέκνον, ἢ ἀσέβεια; ποῖον πῦρ τοσαύτην φλόγα ἔχει

ὅσηνἡ ἀσέβεια; ποῖον δὲ δακετὸν θηρίον, ὥστε λυμᾶναισῶμα,ὅσον αὐτὴν τὴν ψυχὴν ἡ ἀσέβεια; ἢ οὐχ ὁρᾷς ὅσακακὰπάσχει ψυχὴ ἀσεβής, βοώσης αὐτῆς καὶ κεκραγυίας,«καίομαι, φλέγομαι· τί εἴπω, τί ποιήσω, οὐκ οἶδα·διεσ-θίομαι ἡ κακοδαίμων ὑπὸ τῶν κατεχόντων με κακῶν·οὔτεβλέπω οὔτε ἀκούω»; αὗται αἱ φωναὶ οὐ κολαζομένηςεἰσὶ

ψυχῆς; ἢ ὡς οἱ πολλοὶ δοκοῦσι, καὶ σὺ δοξάζεις, ὦτέκ-non, ὅτι ψυχὴ ἐξελθοῦσα τοῦ σώματος θηριάζεται,ὅπερἐστὶ πλάνη μεγίστη;ψυχὴ γὰρ κολάζεται τοῦτοντὸν τρόπον. ὁ γὰρ νοῦς, ὅταν δαίμων γένηται, πυρί-νουτυχεῖν σώματος τέτακται πρὸς τὰς τοῦ θεοῦ ὑπηρε-σίαςκαὶ εἰσδύνας εἰς τὴν ἀσεβεστάτην ψυχὴν αἰκίζεταιαὐτὴνταῖς τῶν ἁμαρτανόντων μάστιξιν, ὑφ' ὧν μαστιζο-μένηἀσεβὴς ψυχὴ τρέπεται ἐπὶ φόνους καὶ ὕβρεις καὶ

βλα-σφημίας καὶ βίας ποικίλας, di' ὧν ἄνθρωποι ἀδι-κοῦνται.εἰς δὲ τὴν εὐσεβῆ ψυχὴν ὁ νοῦς ἐμβὰς ὁδηγεῖ αὐτὴνἐπὶτὸ τῆς γνώσεως φῶς· ἡ δὲ τοιαύτη ψυχὴ κόρον

οὐδέποτεἔχει ὑμνοῦσα, εὐφημοῦσα δὲ πάντας ἀνθρώπους καὶἔργοιςκαὶ λόγοις πάντα εὖ ποιοῦσα, μιμουμένη αὐτῆς τὸνπατέρα.διό, ὦ τέκνον, εὐχαριστοῦντα τῷ θεῷ δεῖ εὔχεσθαικαλοῦ τοῦ νοῦ τυχεῖν. εἰς μὲν οὖν τὸ κρεῖττον ψυχὴμετα-βαίνει, εἰς δὲ τὸ ἔλαττον ἀδύνατον· κοινωνία δέ ἐστιψυχῶν, καὶ κοινωνοῦσι μὲν αἱ τῶν θεῶν ταῖς τῶνἀνθρώπων,αἱ δὲ τῶν ἀνθρώπων ταῖς τῶν ἀλόγων. ἐπιμελοῦνται

δὲ οἱκρείττονες τῶν ἐλαττόνων, θεοὶ μὲν ἀνθρώπων,ἄνθρωποιδὲ τῶν ἀλόγων ζῴων, ὁ δὲ θεὸς πάντων· πάντων γὰροὗτοςκρείττων, καὶ πάντα αὐτοῦ ἐλάττονα. ὁ μὲν οὖνκόσμοςὑπόκειται τῷ θεῷ, ὁ δὲ ἄνθρωπος τῷ κόσμῳ, τὰ δὲἄλογατῷ ἀνθρώπῳ· ὁ δὲ θεὸς ὑπὲρ πάντα καὶ περὶ πάντα·καὶτοῦ μὲν θεοῦ καθάπερ ἀκτῖνες αἱ ἐνέργειαι, τοῦ δὲκόσμου

ἀκτῖνες αἱ φύσεις, τοῦ δὲ ἀνθρώπου, αἱ τέχναι καὶἐπι-στῆμαι· καὶ αἱ μὲν ἐνέργειαι διὰ τοῦ κόσμου ἐνερ-γοῦσικαὶ ἐπὶ τὸν ἄνθρωπον διὰ τῶν τοῦ κόσμου φυσικῶνἀκτίνων, αἱ δὲ φύσεις διὰ τῶν στοιχείων, οἱ δὲἄνθρωποιδιὰ τῶν τεχνῶν καὶ ἐπιστημῶν.καὶ αὕτη ἡ τοῦ παν-τὸς διοίκησις, ἠρτημένη ἐκ τῆς τοῦ ἑνὸς φύσεως καὶδιή-κουσα δι' ἑνὸς τοῦ νοῦ· <οὗ> οὐδέν ἐστι θειότερον

καὶἐνεργέστερον καὶ ἑνωτικώτερον ἀνθρώπων μὲν πρὸςτοὺςθεούς, θεῶν δὲ πρὸς τοὺς ἀνθρώπους· οὗτός ἐστιν ὁἀγα-θὸς δαίμων. μακαρία ψυχή, ἡ τούτου πληρεστάτη,κακοδαί-μων δὲ ψυχὴ ἡ τούτου κενωτάτη.Πῶς τοῦτο πάλιν λέγεις, ὦ πάτερ; – Οἴει οὖν, ὦτέκνον, ὅτι πᾶσα ψυχὴ νοῦν ἔχει τὸν ἀγαθόν; περὶγὰρ τούτου ὁ νῦν λόγος, οὐ περὶ τοῦ ὑπηρετικοῦ, οὗἔμπ-ροσθεν εἰρήκαμεν, τοῦ καταπεμπομένου ὑπὸ τῆςΔίκης.ψυχὴ γὰρ χωρὶς νοῦ

Page 7: Κλεις

7/17/2019 Κλεις

http://slidepdf.com/reader/full/563db965550346aa9a9cefaa 7/25

5

οὔτε τι εἰπεῖνοὔτ' ἔρξαι δύναται.πολλάκις γὰρ ἐξίπταται ὁ νοῦς τῆς ψυχῆς, καὶ ἐνἐκείνῃ τῇ ὥρᾳ οὔτε βλέπει ἡ ψυχὴ οὔτε ἀκούει, ἀλλ'ἀλόγῳζῴῳ ἔοικε· τηλικαύτη δύναμίς ἐστι τοῦ νοῦ. ἀλλ'

οὐδὲνωθρᾶς ψυχῆς ἀνέχεται, ἀλλὰ καταλείπει τὴν τοιαύ-τηνψυχὴν τῷ σώματι προσηρτημένην καὶ ὑπ' αὐτοῦἀγχομένηνκάτω. ἡ δὲ τοιαύτη ψυχή, ὦ τέκνον, νοῦν οὐκ ἔχει·ὅθενοὐδὲ ἄνθρωπον δεῖ λέγεσθαι τὸν τοιοῦτον· ὁ γὰρἄνθρω-πος ζῷόν ἐστι θεῖον καὶ οὐδὲ τοῖς ἄλλοις ζῴοιςσυγκρινό-μενον τῶν ἐπιγείων ἀλλὰ τοῖς ἐν οὐρανῷ ἄνω λεγομέ-

νοις θεοῖς· μᾶλλον δ' εἰ χρὴ τολμήσαντα εἰπεῖν τὸἀληθές,καὶ ὑπὲρ ἐκείνους ἐστὶν ὁ ὄντως ἄνθρωπος, ἢ πάντωςγεἰσοδυναμοῦσιν ἀλλήλοις.οὐδεὶς μὲν γὰρ τῶν οὐρανίων θεῶν ἐπὶ γῆς κατελεύ-σεται, οὐρανοῦ τὸν ὅρον καταλιπών, ὁ δὲ ἄνθρωποςκαὶ εἰςτὸν οὐρανὸν ἀναβαίνει καὶ μετρεῖ αὐτὸν καὶ οἶδεποῖα μὲναὐτοῦ ἐστιν ὑψηλά, ποῖα δὲ ταπεινά, καὶ τὰ ἄλλαπάνταἀκριβῶς μανθάνει, καὶ τὸ πάντων μεῖζον, οὐδὲ τὴν

γῆνκαταλιπὼν ἄνω γίνεται· τοσοῦτον τὸ μέγεθός ἐστιναὐτοῦτῆς ἐκτάσεως· διὸ τολμητέον εἰπεῖν τὸν μὲν ἄνθρω-πονἐπίγειον εἶναι θεὸν θνητόν, τὸν δὲ οὐράνιον θεὸνἀθάνατονἄνθρωπον· διόπερ διὰ τούτων τὰ πάντα τῶν δύο,κόσμουκαὶ ἀνθρώπου· ὑπὸ δὲ τοῦ ἑνὸς τὰ πάντα.

Page 8: Κλεις

7/17/2019 Κλεις

http://slidepdf.com/reader/full/563db965550346aa9a9cefaa 8/25

Κεφάλαιο 2

Ποιμάνδρης

Ποιμάνδρης

Ἑρμῆς ὁ Τρισμέγιστος

᾿Εννοίας μοί ποτε γενομένης περὶ τῶν ὄντων καὶμετεωρισθείσης μοι τῆς διανοίας σφόδρα, κατασχε-θεισῶνμου τῶν σωματικῶν αἰσθήσεων, καθάπερ οἱ ὕπνῳβεβαρη-μένοι ἐκ κόρου τροφῆς ἢ ἐκ κόπου σώματος, ἔδοξάτιναὑπερμεγέθη μέτρῳ ἀπεριορίστῳ τυγχάνοντα καλεῖνμουτὸ ὄνομα καὶ λέγοντά μοι, Τί βούλει ἀκοῦσαι καὶθεάσασ-θαι, καὶ νοήσας μαθεῖν καὶ γνῶναι; –φημὶ ἐγώ, Σὺ

γὰρ τίς εἶ; – ᾿Εγὼ μέν, φησίν, εἰμὶ ὁ Ποιμάνδρης, ὁτῆςαὐθεντίας νοῦς· οἶδα ὃ βούλει, καὶ σύνειμί σοιπανταχοῦ.– φημὶ ἐγώ, Μαθεῖν θέλω τὰ ὄντα καὶ νοῆσαι τὴντού-των φύσιν καὶ γνῶναι τὸν θεόν· πῶς, ἔφην, ἀκοῦσαιβού-λομαι. – φησὶν ἐμοὶ πάλιν, ῎Εχε νῷ σῷ ὅσα θέλειςμαθεῖν, κἀγώ σε διδάξω.τοῦτο εἰπὼν ἠλλάγη τῇ ἰδέᾳ, καὶ εὐθέως πάντα μοιἤνοικτο ῥοπῇ, καὶ ὁρῶ θέαν ἀόριστον, φῶς δὲ πάντα

γεγε-νημένα, εὔδιόν τε καὶ ἱλαρόν, καὶ ἠράσθην ἰδών. καὶμετ'ὀλίγον σκότος κατωφερὲς ἦν, ἐν μέρει γεγενημένον,φοβε-ρόν τε καὶ στυγνόν, σκολιῶς ἐσπειραμένον, ὡς<ὄφει>εἰκάσαι με· εἶτα μεταβαλλόμενον τὸ σκότος εἰςὑγρᾶντινα φύσιν, ἀφάτως τεταραγμένην καὶ καπνὸνἀποδι-δοῦσαν, ὡς ἀπὸ πυρός, καί τινα ἦχον ἀποτελοῦσανἀνεκ-λάλητον γοώδη· εἶτα βοὴ ἐξ αὐτῆς ἀσυνάρθρωςἐξεπέμ-

πετο, ὡς εἰκάσαι φωνῇ πυρός,ἐκ δὲ φωτὸς ..... λόγοςἅγιος ἐπέβη τῇ φύσει, καὶ πῦρ ἄκρατον ἐξεπήδησενἐκτῆς ὑγρᾶς φύσεως ἄνω εἰς ὕψος· κοῦφον δὲ ἦν καὶ

ὀξύ,δραστικὸν δὲ ἅμα, καὶ ὁ ἀὴρ ἐλαφρὸς ὢν ἠκολού-θησε τῷπνεύματι, ἀναβαίνοντος αὐτοῦ μέχρι τοῦ πυρὸς ἀπὸγῆςκαὶ ὕδατος, ὡς δοκεῖν κρέμασθαι αὐτὸν ἀπ' αὐτοῦ·γῆ δὲκαὶ ὕδωρ ἔμενε καθ' ἑαυτὰ συμμεμιγμένα, ὡς μὴθεωρεῖσθαι<τὴν γῆν> ἀπὸ τοῦ ὕδατος· κινούμενα δὲ ἦν διὰ τὸνἐπιφερόμενον πνευματικὸν λόγον εἰς ἀκοήν.ὁ δὲ Ποιμάνδρης ἐμοί, ᾿Ενόησας, φησί. τὴν θέαν

ταύτην ὅ τι καὶ βούλεται; καὶ, Γνώσομαι, ἔφην ἐγώ.– Τὸφῶς ἐκεῖνο, ἔφη, ἐγὼ Νοῦς ὁ σὸς θεός, ὁ πρὸ φύσεωςὑγρᾶςτῆς ἐκ σκότους φανείσης· ὁ δὲ ἐκ Νοὸς φωτεινὸςΛόγοςυἱὸς θεοῦ. – Τί οὖν; φημί. – Οὕτω γνῶθι· τὸ ἐν σοὶβλέπον καὶ ἀκοῦον, λόγος κυρίου, ὁ δὲ νοῦς πατὴρθεός.οὐ γὰρ διίστανται ἀπ' ἀλλήλων· ἕνωσις γὰρ τούτωνἐστὶνἡ ζωή. – Εὐχαριστῶ σοι, ἔφην ἔγω. – ᾿Αλλὰ δὴ νόειτὸφῶς καὶ γνώριζε τοῦτο.εἰπόντος ταῦτα ἐπὶ πλείονα χρόνον ἀντώπησέ μοι,ὥστε με τρέμειν αὐτοῦ τὴν ἰδέαν· ἀνανεύσαντος δέ,θεωρῶἐν τῷ νοΐ μου τὸ φῶς ἐν δυνάμεσιν ἀναριθμήτοις ὄν,καὶκόσμον ἀπεριόριστον γεγενημένον, καὶ περιίσχεσθαιτὸ πῦρδυνάμει μεγίστῃ, καὶ στάσιν ἐσχηκέναι κρατούμενον·ταῦταδὲ ἐγὼ διενοήθην ὁρῶν διὰ τὸν τοῦ Ποιμάνδρουλόγον.

ὡς δὲ ἐν ἐκπλήξει μου ὄντος, φησὶ πάλιν ἐμοί,Εἶδες ἐν τῷ νῷ τὸ ἀρχέτυπον εἶδος, τὸ προάρχον τῆςἀρχῆς τῆς ἀπεράντου· ταῦτα ὁ Ποιμάνδρης ἐμοί. –

6

Page 9: Κλεις

7/17/2019 Κλεις

http://slidepdf.com/reader/full/563db965550346aa9a9cefaa 9/25

7

Τὰοὖν, ἐγώ φημι, στοιχεῖα τῆς φύσεως πόθεν ὑπέστη; –πάλινἐκεῖνος πρὸς ταῦτα, ᾿Εκ βουλῆς θεοῦ, ἥτις λαβοῦσατὸνΛόγον καὶ ἰδοῦσα τὸν καλὸν κόσμον ἐμιμήσατο,

κοσμοποιη-θεῖσα διὰ τῶν ἑαυτῆς στοιχείων καὶ γεννημάτωνψυχῶν.ὁ δὲ Νοῦς ὁ θεός, ἀρρενόθηλυς ὤν, ζωὴ καὶ φῶςὑπάρχων, ἀπεκύησε λόγῳ ἕτερον Νοῦν δημιουργόν,ὃς θεὸςτοῦ πυρὸς καὶ πνεύματος ὤν, ἐδημιούργησε διοικη-τάς τιναςἑπτά, ἐν κύκλοις περιέχοντας τὸν αἰσθητὸν κόσμον,καὶ ἡδιοίκησις αὐτῶν εἱμαρμένη καλεῖται.ἐπήδησεν εὐθὺς ἐκ τῶν κατωφερῶν στοιχείων [τοῦ

θεοῦ] ὁ τοῦ θεοῦ Λόγος εἰς τὸ καθαρὸν τῆς φύσεωςδημιούρ-γημα, καὶ ἡνώθη τῷ δημιουργῷ Νῷ (ὁμοούσιος γὰρἦν), καὶκατελείφθη [τὰ] ἄλογα τὰ κατωφερῆ τῆς φύσεωςστοιχεῖα,ὡς εἶναι ὕλην μόνην.ὁ δὲ δημιουργὸς Νοῦς σὺν τῷΛόγῳ, ὁ περιίσχων τοὺς κύκλους καὶ δινῶν ῥοίζῳ,ἔστρεψετὰ ἑαυτοῦ δημιουργήματα καὶ εἴασε στρέφεσθαι ἀπ'ἀρχῆςἀορίστου εἰς ἀπέραντον τέλος· ἄρχεται γάρ, οὗ λήγει·

ἡ δὲτούτων περιφορά, καθὼς ἠθέλησεν ὁ Νοῦς, ἐκ τῶνκατω-φερῶν στοιχείων ζῷα ἤνεγκεν ἄλογα (οὐ γὰρ ἐπεῖχετὸνΛόγον), ἀὴρ δὲ πετεινὰ ἤνεγκε, καὶ τὸ ὕδωρ νηκτά·διακε-χώρισται δὲ ἀπ' ἀλλήλων ἥ τε γῆ καὶ τὸ ὕδωρ, καθὼςἠθέ-λησεν ὁ Νοῦς, καὶ <ἡ γῆ> ἐξήνεγκεν ἀπ' αὐτῆς ἃ εἶχεζῷα τετράποδα <καὶ> ἑρπετά, θηρία ἄγρια καὶἥμερα.

ὁ δὲ πάντων πατὴρ ὁ Νοῦς, ὢν ζωὴ καὶ φῶς, ἀπε-κύησεν ῎Ανθρωπον αὐτῷ ἴσον, οὗ ἠράσθη ὡς ἰδίουτόκου·περικαλλὴς γάρ, τὴν τοῦ πατρὸς εἰκόνα ἔχων· ὄντωςγὰρκαὶ ὁ θεὸς ἠράσθη τῆς ἰδίας μορφῆς, παρέδωκε τὰἑαυτοῦπάντα δημιουργήματα,καὶ κατανοήσας δὲ τὴν τοῦΔημιουργοῦ κτίσιν ἐν τῷ πυρί, ἠβουλήθη καὶ αὐτὸςδημιουρ-γεῖν, καὶ συνεχωρήθη ἀπὸ τοῦ πατρός· γενόμενος ἐντῇδημιουργικῇ σφαίρᾳ, ἕξων τὴν πᾶσαν ἐξουσίαν,κατενόησε

τοῦ ἀδελφοῦ τὰ δημιουργήματα, οἱ δὲ ἠράσθησαναὐτοῦ,ἕκαστος δὲ μετεδίδου τῆς ἰδίας τάξεως· καὶ καταμα-θὼντὴν τούτων οὐσίαν καὶ μεταλαβὼν τῆς αὐτῶν φύ-σεως ἠβου-

λήθη ἀναρρῆξαι τὴν περιφέρειαν τῶν κύκλων, καὶτὸ κράτοςτοῦ ἐπικειμένου ἐπὶ τοῦ πυρὸς κατανοῆσαι.καὶ ὁ τοῦ τῶν θνητῶν κόσμου καὶ τῶν ἀλόγων ζῴωνἔχων πᾶσαν ἐξουσίαν διὰ τῆς ἁρμονίας παρέκυψεν,ἀναρ-ρήξας τὸ κύτος, καὶ ἔδειξε τῇ κατωφερεῖ φύσει τὴνκαλὴντοῦ θεοῦ μορφὴν, ὃν ἰδοῦσα ἀκόρεστον κάλλος<καὶ>πᾶσαν ἐνέργειαν ἐν ἑαυτῷ ἔχοντα τῶν διοικητόρωντήν τε

μορφὴν τοῦ θεοῦ ἐμειδίασεν ἔρωτι, ὡς ἅτε τῆςκαλλίστηςμορφῆς τοῦ ᾿Ανθρώπου τὸ εἶδος ἐν τῷ ὕδατι ἰδοῦσακαὶ τὸσκίασμα ἐπὶ τῆς γῆς. ὁ δὲ ἰδὼν τὴν ὁμοίαν αὐτῷμορφὴν ἐναὐτῇ οὖσαν ἐν τῷ ὕδατι, ἐφίλησε καὶ ἠβουλήθηαὐτοῦοἰκεῖν· ἅμα δὲ τῇ βουλῇ ἐγένετο ἐνέργεια, καὶ ᾤκησετὴνἄλογον μορφήν· ἡ δὲ φύσις λαβοῦσα τὸν ἐρώμενονπερι-επλάκη ὅλη καὶ ἐμίγησαν· ἐρώμενοι γὰρ ἦσαν.

καὶ διὰ τοῦτο παρὰ πάντα τὰ ἐπὶ γῆς ζῷα διπλοῦςἐστιν ὁ ἄνθρωπος, θνητὸς μὲν διὰ τὸ σῶμα, ἀθάνατοςδὲδιὰ τὸν οὐσιώδη ἄνθρωπον· ἀθάνατος γὰρ ὢν καὶπάντωντὴν ἐξουσίαν ἔχων, τὰ θνητὰ πάσχει ὑποκείμενος τῇεἱμαρ-μένῃ. ὑπεράνω οὖν ὢν τῆς ἁρμονίας ἐναρμόνιοςγέγονεδοῦλος ἀρρενόθηλυς δὲ ὤν, ἐξ ἀρρενοθήλεος ὢνπατρὸςκαὶ ἄϋπνος ἀπὸ ἀΰπνου ..... κρατεῖται.

καὶ μετὰ ταῦτα, Νοῦς ὁ ἐμός· καὶ αὐτὸς γὰρἐρῶ τοῦ λόγου. ὁ δὲ Ποιμάνδρης εἶπε, Τοῦτό ἐστι τὸκεκρυμμένον μυστήριον μέχρι τῆσδε τῆς ἡμέρας. ἡγὰρφύσις ἐπιμιγεῖσα τῷ ᾿Ανθρώπῳ ἤνεγκέ τι θαῦμαθαυμα-σιώτατον· ἔχοντος γὰρ αὐτοῦ τῆς ἁρμονίας τῶν ἑπτὰτὴνφύσιν, οὓς ἔφην σοι ἐκ πυρὸς καὶ πνεύματος, οὐκἀνέμε-νεν ἡ φύσις, ἀλλ' εὐθὺς ἀπεκύησεν ἑπτὰ ἀνθρώπους,πρὸςτὰς φύσεις τῶν ἑπτὰ διοκητόρων, ἀρρενοθήλεας καὶμεταρ-σίους.

Page 10: Κλεις

7/17/2019 Κλεις

http://slidepdf.com/reader/full/563db965550346aa9a9cefaa 10/25

8   ΚΕΦΑΛΑΙΟ 2. ΠΟΙΜΑΝΔΡΗΣ 

καὶ μετὰ ταῦτα, ῏Ω Ποιμάνδρη, εἰς μεγάλην γὰρ νῦνἐπιθυμίαν ἦλθον καὶ ποθῶ ἀκοῦσαι· μὴ ἔκτρεχε. καὶὁΠοιμάνδρης εἶπεν, ᾿Αλλὰ σιώπα. οὔπω γάρ σοιἀνήπλωσατὸν πρῶτον λόγον. – ᾿Ιδοὺ σιωπῶ, ἔφην ἐγώ.

᾿Εγένετο οὖν, ὡς ἔφην, τῶν ἑπτὰ τούτων ἡ γένεσιςτοιῷδε τρόπῳ· θηλυκὴ γὰρ <γῆ> ἦν καὶ ὕδωρ ὀχευ-τικόν,τὸ δὲ ἐκ πυρὸς πέπειρον. ἐκ δὲ αἰθέρος τὸ πνεῦμαἔλαβεκαὶ ἐξήνεγκεν ἡ φύσις τὰ σώματα πρὸς τὸ εἶδος τοῦ᾿Αν-θρώπου. ὁ δὲ ῎Ανθρωπος ἐκ ζωῆς καὶ φωτὸς ἐγένετοεἰςψυχὴν καὶ νοῦν, ἐκ μὲν ζωῆς ψυχήν, ἐκ δὲ φωτὸςνοῦν,καὶ ἔμεινεν οὕτω τὰ πάντα τοῦ αἰσθητοῦ κόσμου

μέχριπεριόδου τέλους <καὶ> ἀρχῶν γενῶν.ἄκουε λοιπόν, ὃν ποθεῖς λόγον ἀκοῦσαι. τῆς περιό-δου πεπληρωμένης ἐλύθη ὁ πάντων σύνδεσμος ἐκβουλῆςθεοῦ· πάντα γὰρ ζῷα ἀρρενοθήλεα ὄντα διελύετοἅμα τῷἀνθρώπῳ καὶ ἐγένετο τὰ μὲν ἀρρενικὰ ἐν μέρει, τὰδὲθηλυκὰ ὁμοίως. ὁ δὲ θεὸς εὐθὺς εἶπεν ἁγίῳ λόγῳ,Αὐξά-νεσθε ἐν αὐξήσει καὶ πληθύνεσθε ἐν πλήθει πάντατὰ

κτίσματα καὶ δημιουργήματα, καὶ ἀναγνωρισάτω<ὁ>ἔννους ἑαυτὸν ὄντα ἀθάνατον, καὶ τὸν αἴτιον τοῦθανάτουἔρωτα, καὶ πάντα τὰ ὄντα.τοῦτο εἰπόντος, ἡ πρόνοια διὰ τῆς εἱμαρμένης καὶἁρμονίας τὰς μίξεις ἐποιήσατο, καὶ τὰς γενέσειςκατέ-στησε, καὶ ἐπληθύνθη κατὰ γένος τὰ πάντα καὶ ὁἀναγ-νωρίσας ἑαυτὸν ἐλήλυθεν εἰς τὸ περιούσιον ἀγαθόν,ὁ δὲ

ἀγαπήσας τὸ ἐκ πλάνης ἔρωτος σῶμα, οὗτος μένειἐν τῷσκότει πλανώμενος, αἰσθητῶς πάσχων τὰ τοῦ θανά-του.– Τί τοσοῦτον ἁμαρτάνουσιν, ἔφην ἐγώ, οἱ ἀγνοοῦν-τες,

 ἵνα στερηθῶσι τῆς ἀθανασίας; – ῎Εοικας, ὦ οὗτος,τού-των μὴ πεφροντικέναι ὧν ἤκουσας. οὐκ ἔφην σοινοεῖν; –Νοῶ καὶ μιμνήσκομαι, εὐχαριστῶ δὲ ἅμα. – Εἰἐνόησας,εἰπέ μοι, διὰ τί ἄξιοί εἰσι τοῦ θανάτου οἱ ἐν τῷθανάτῳὄντες; – ῞Οτι προκατάρχεται τοῦ οἰκείου σώματος τὸ

στυγνὸν σκότος, ἐξ οὗ ἡ ὑγρὰ φύσις, ἐξ ἧς τὸ σῶμασυνέ-στηκεν ἐν τῷ αἰσθητῷ κόσμῳ, ἐξ οὗ θάνατος ἀρδεύ-εται.– ᾿Ενόησας ὀρθῶς, ὦ οὗτος. κατὰ τί δὲ «ὁ νοήσαςἑαυτὸν εἰς αὐτὸν χωρεῖ», ὅπερ ἔχει ὁ τοῦ θεοῦ λόγος;

–φημὶ ἐγώ, ῞Οτι ἐκ φωτὸς καὶ ζωῆς συνέστηκεν ὁπατὴρτῶν ὅλων, ἐξ οὗ γέγονεν ὁ ῎Ανθρωπος. – Εὖ φῂςλαλῶν·φῶς καὶ ζωή ἐστιν ὁ θεὸς καὶ πατήρ, ἐξ οὗ ἐγένετο ὁ῎Ανθρωπος. ἐὰν οὖν μάθῃς αὐτὸν ἐκ ζωῆς καὶ φωτὸςὄντακαὶ ὅτι ἐκ τούτων τυγχάνεις, εἰς ζωὴν πάλιν χωρή-σεις.ταῦτα ὁ Ποιμάνδρης εἶπεν. – 'All' ἔτι μοι εἰπέ, πῶςεἰς

ζωὴν χωρήσω ἐγώ, ἔφην, ὦ Νοῦς ἐμός; φησὶ γὰρ ὁθεός·«ὁ ἔννους ἄνθρωπος ἀναγνωρισάτω ἑαυτόν».οὐπάντες γὰρ ἄνθρωποι νοῦν ἔχουσιν; – Εὐφήμει, ὦοὗτος,λαλῶν· παραγίνομαι αὐτὸς ἐγὼ ὁ Νοῦς τοῖς ὁσίοιςκαὶ ἀγα-θοῖς καὶ καθαροῖς καὶ ἐλεήμοσι, τοῖς εὐσεβοῦσι, καὶἡ παρου-σία μου γίνεται βοήθεια, καὶ εὐθὺς τὰ πάντα γνωρί-ζουσικαὶ τὸν πατέρα ἱλάσκονται ἀγαπητικῶς καὶ εὐχαρι-

στοῦσινεὐλογοῦντες καὶ ὑμνοῦντες τεταγμένως πρὸς αὐτὸντῇστοργῇ, καὶ πρὸ τοῦ παραδοῦναι τὸ σῶμα ἰδίῳθανάτῳμυσάττονται τὰς αἰσθήσεις, εἰδότες αὐτῶν τὰ ἐνερ-γήματα·μᾶλλον δὲ οὐκ ἐάσω αὐτὸς ὁ Νοῦς τὰ προσπίπτονταἐνερ-γήματα τοῦ σώματος ἐκτελεσθῆναι. πυλωρὸς ὢνἀποκλείσωτὰς εἰσόδους τῶν κακῶν καὶ αἰσχρῶν ἐνεργημάτων,

τὰςἐνθυμήσεις ἐκκόπτων.τοῖς δὲ ἀνοήτοις καὶ κακοῖςκαὶ πονηροῖς καὶ φθονεροῖς καὶ πλεονέκταις καὶφονεῦσικαὶ ἀσεβέσι πόρρωθέν εἰμι, τῷ τιμωρῷ ἐκχωρήσαςδαίμονι,ὅστις τὴν ὀξύτητα τοῦ πυρὸς προσβάλλων θρώσκειαὐτὸναἰσθητικῶς καὶ μᾶλλον ἐπὶ τὰς ἀνομίας αὐτὸνὁπλίζει, ἵνατύχῃ πλείονος τιμωρίας, καὶ οὐ παύεται ἐπ' ὀρέξειςἀπλέ-τους τὴν ἐπιθυμίαν ἔχων, ἀκορέστως σκοτομαχῶν,καὶ τοῦ-

Page 11: Κλεις

7/17/2019 Κλεις

http://slidepdf.com/reader/full/563db965550346aa9a9cefaa 11/25

9

τον βασανίζει, καὶ ἐπ' αὐτὸν πῦρ ἐπὶ τὸ πλεῖοναὐξάνει.– Εὖ μοι πάντα, ὡς ἐβουλόμην, ἐδίδαξας, ὦ Νοῦς,ἔτι δέ μοι εἰπὲ <περὶ> τῆς ἀνόδου τῆς γινομένης. –πρὸςταῦτα ὁ Ποιμάνδρης εἷπε, Πρῶτον μὲν ἐν τῇ ἀναλύ-

σει τοῦσώματος τοῦ ὑλικοῦ παραδίδως αὐτὸ τὸ σῶμα εἰςἀλλοίωσιν,καὶ τὸ εἶδος ὃ εἶχες ἀφανὲς γίνεται, καὶ τὸ ἦθος τῷδαί-μονι ἀνενέργητον παραδίδως, καὶ αἱ αἰσθήσεις τοῦσώματοςεἰς τὰς ἑαυτῶν πηγὰς ἐπανέρχονται, μέρη γινόμεναικαὶπάλιν συνανιστάμεναι εἰς τὰς ἐνεργείας. καὶ ὁ θυμὸςκαὶ ἡἐπιθυμία εἰς τὴν ἄλογον φύσιν χωρεῖ.

καὶ οὕτωςὁρμᾷ λοιπὸν ἄνω διὰ τῆς ἁρμονίας, καὶ τῇ πρώτῃζώνῃδίδωσι τὴν αὐξητικὴν ἐνέργειαν καὶ τὴν μειωτικήν,καὶ τῇδευτέρᾳ τὴν μηχανὴν τῶν κακῶν, δόλον ἀνενέργη-τον, καὶ τῇτρίτῃ τὴν ἐπιθυμητικὴν ἀπάτην ἀνενέργητον, καὶ τῇτετάρτῃ τὴν ἀρχοντικὴν προφανίαν ἀπλεονέκτητον,καὶ τῇπέμπτῃ τὸ θράσος τὸ ἀνόσιον καὶ τῆς τόλμης τὴνπρο-πέτειαν, καὶ τῇ ἕκτῃ τὰς ἀφορμὰς τὰς κακὰς τοῦ

πλού-του ἀνενεργήτους, καὶ τῇ ἑβδόμῃ ζώνῃ τὸ ἐνεδρεῦονψεῦ-δος.καὶ τότε γυμνωθεὶς ἀπὸ τῶν τῆς ἁρμονίας ἐνερ-γημάτων γίνεται ἐπὶ τὴν ὀγδοατικὴν φύσιν, τὴν ἰδίανδύνα-μιν ἔχων, καὶ ὑμνεῖ σὺν τοῖς οὖσι τὸν πατέρα· συγ-χαίρουσιδὲ οἱ παρόντες τῇ τούτου παρουσίᾳ, καὶ ὁμοιωθεὶςτοῖςσυνοῦσιν ἀκούει καί τινων δυνάμεων ὑπὲρ τὴν

ὀγδοατικὴνφύσιν φωνῇ τινι ἡδείᾳ ὑμνουσῶν τὸν θεόν· καὶ τότετάξειἀνέρχονται πρὸς τὸν πατέρα, καὶ αὐτοὶ εἰς δυνάμειςἑαυ-τοὺς παραδιδόασι, καὶ δυνάμεις γενόμενοι ἐν θεῷγίνονται.τοῦτό ἐστι τὸ ἀγαθὸν τέλος τοῖς γνῶσιν ἐσχηκόσι,θεω-θῆναι. λοιπόν, τί μέλλεις; οὐχ ὡς πάντα παραλαβὼνκαθο-δηγὸς γίνῃ τοῖς ἀξίοις, ὅπως τὸ γένος τῆς ἀνθρωπό-τητοςδιὰ σοῦ ὑπὸ θεοῦ σωθῇ;ταῦτα εἰπὼν ὁ Ποιμάνδρης ἐμοὶ ἐμίγη ταῖς δυνά-

μεσιν. ἐγὼ δὲ εὐχαριστήσας καὶ εὐλογήσας τὸνπατέρα τῶνὅλων ἀνείθην ὑπ' αὐτοῦ δυναμωθεὶς καὶ διδαχθεὶςτοῦπαντὸς τὴν φύσιν καὶ τὴν μεγίστην θέαν, καὶ ἦργμαικηρύσ-

σειν τοῖς ἀνθρώποις τὸ τῆς εὐσεβείας καὶ γνώσεωςκάλλος,῏Ω λαοί, ἄνδρες γηγενεῖς, οἱ μέθῃ καὶ ὕπνῳ ἑαυτοὺςἐκδε-δωκότες καὶ τῇ ἀγνωσίᾳ τοῦ θεοῦ, νήψατε, παύσα-σθε δὲκραιπαλῶντες, θελγόμενοι ὕπνῳ ἀλόγῳ.Οἱ δὲ ἀκούσαντες παρεγένοντο ὁμοθυμαδόν. ἐγὼ δέφημι, Τί ἑαυτούς, ὦ ἄνδρες γηγενεῖς, εἰς θάνατονἐκδεδώ-κατε, ἔχοντες ἐξουσίαν τῆς ἀθανασίας μεταλαβεῖν;μετα-

νοήσατε, οἱ συνοδεύσαντες τῇ πλάνῃ καὶ συγκοινω-νήσαντεςτῇ ἀγνοίᾳ· ἀπαλλάγητε τοῦ σκοτεινοῦ φωτός, μετα-λάβετετῆς ἀθανασίας, καταλείψαντες τὴν φθοράν.καὶ οἱ μὲν αὐτῶν καταφλυαρήσαντες ἀπέστησαν, τῇτοῦ θανάτου ὁδῷ ἑαυτοὺς ἐκδεδωκότες, οἱ δὲ παρε-κάλουνδιδαχθῆναι, ἑαυτοὺς πρὸ ποδῶν μου ῥίψαντες. ἐγὼδὲ ἀνα-στήσας αὐτοὺς καθοδηγὸς ἐγενόμην τοῦ γένους,τοὺς λόγουςδιδάσκων, πῶς καὶ τίνι τρόπῳ σωθήσονται, καὶ

ἔσπειρααὐτοῖς τοὺς τῆς σοφίας λόγους καὶ ἐτράφησαν ἐκτοῦἀμβροσίου ὕδατος. ὀψίας δὲ γενομένης καὶ τῆς τοῦἡλίουαὐγῆς ἀρχομένης δύεσθαι ὅλης, ἐκέλευσα αὐτοῖςεὐχαρι-στεῖν τῷ θεῷ καὶ ἀναπληρώσαντες τὴν εὐχαριστίανἕκαστοςἐτράπη εἰς τὴν ἰδίαν κοίτην.ἐγὼ δὲ τὴν εὐεργεσίαν τοῦ Ποιμάνδρου ἀνεγρα-ψάμην εἰς ἐμαυτόν, καὶ πληρωθεὶς ὧν ἤθελον ἐξηυ-

φράνθην.ἐγένετο γὰρ ὁ τοῦ σώματος ὕπνος τῆς ψυχῆς νῆψις,καὶἡ κάμμυσις τῶν ὀφθαλμῶν ἀληθινὴ ὅρασις, καὶ ἡσιωπήμου ἐγκύμων τοῦ ἀγαθοῦ, καὶ ἡ τοῦ λόγου ἐκφορὰγεννήματαἀγαθῶν. τοῦτο δὲ συνέβη μοι λαβόντι ἀπὸ τοῦ νοόςμου,τουτέστι τοῦ Ποιμάνδρου, τοῦ τῆς αὐθεντίας λόγου.θεό-πνους γενόμενος τῆς ἀληθείας ἦλθον. διὸ δίδωμι ἐκψυχῆςκαὶ ἰσχύος ὅλης εὐλογίαν τῷ πατρὶ θεῷ.ἅγιος ὁ θεὸς καὶ πατὴρ τῶν ὅλων.

Page 12: Κλεις

7/17/2019 Κλεις

http://slidepdf.com/reader/full/563db965550346aa9a9cefaa 12/25

10   ΚΕΦΑΛΑΙΟ 2. ΠΟΙΜΑΝΔΡΗΣ 

ἅγιος ὁ θεὸς, οὗ ἡ βουλὴ τελεῖται ἀπὸ τῶν ἰδίωνδυνά-μεων.ἅγιος ὁ θεός, ὃς γνωσθῆναι βούλεται καὶ γινώσκεταιτοῖςἰδίοις.

ἅγιος εἶ, ὁ λόγῳ συστησάμενος τὰ ὄντα.ἅγιος εἶ, οὗ πᾶσα φύσις εἰκὼν ἔφυ.ἅγιος εἶ, ὃν ἡ φύσις οὐκ ἐμόρφωσεν.ἅγιος εἶ, ὁ πάσης δυνάμεως ἰσχυρότερος.ἅγιος εἶ, ὁ πάσης ὑπεροχῆς μείζων.ἅγιος εἶ, ὁ κρείττων τῶν ἐπαίνων.δέξαι λογικὰς θυσίας ἁγνὰς ἀπὸ ψυχῆς καὶ καρδίαςπρὸς σὲ ἀνατεταμένης, ἀνεκλάλητε, ἄρρητε, σιωπῇφωνού-μενε.αἰτουμένῳ τὸ μὴ σφαλῆναι τῆς γνώσεως τῆςκατ' οὐσίαν ἡμῶν ἐπίνευσόν μοι καὶ ἐνδυνάμωσόν

με,καὶ τῆς χάριτος ταύτης φωτίσω τοὺς ἐν ἀγνοίᾳ τοῦγένους,μοῦ ἀδελφούς, υἱοὺς δὲ σοῦ. διὸ πιστεύω καὶ μαρ-τυρῶ· εἰςζωὴν καὶ φῶς χωρῶ. εὐλογητὸς εἶ, πάτερ. ὁ σὸςἄνθρωποςσυναγιάζειν σοι βούλεται, καθὼς παρέδωκας αὐτῷτὴνπᾶσαν ἐξουσίαν.

Page 13: Κλεις

7/17/2019 Κλεις

http://slidepdf.com/reader/full/563db965550346aa9a9cefaa 13/25

Κεφάλαιο 3

Λόγος Καθολικός

Λόγος Καθολικός

Ἑρμῆς ὁ Τρισμέγιστος

Πᾶν τὸ κινούμενον, ὦ ᾿Ασκληπιέ, οὐκ ἔν τινι κινεῖταικαὶ ὑπό τινος; – Μάλιστα. – Οὐκ ἀνάγκη δὲ μεῖζονεἶναι ἐν ᾧ κινεῖται τὸ κινούμενον; – ᾿Ανάγκη. – Ἰσχυ-ρότερον ἄρα τὸ κινοῦν τοῦ κινουμένου; – ᾿Ισχυρότε-ρον γάρ.– ᾿Εναντίαν δὲ ἔχειν φύσιν ἀνάγκη τὸ ἐν ᾧ κινεῖταιτῇτοῦ κινουμένου; – Καὶ πάνυ.Μέγας οὖν οὗτος <ὁ> κόσμος, οὗ μεῖζον οὐκ ἔστισῶμα; – ῾Ωμολόγηται. – Καὶ στιβαρός; πεπλήρωταιγὰρἄλλων σωμάτων μεγάλων πολλῶν, μᾶλλον δὲ πάντωνὅσα

ἐστὶ σώματα. – Οὕτως ἔχει. – Σῶμα δὲ ὁ κόσμος; –Σῶμα. – Καὶ κινούμενον;– Μάλιστα. – Πηλίκονοὖν δεῖ τὸν τόπον εἶναι ἐν ᾧ κινεῖται καὶ ποταπὸντὴνφύσιν; οὐ πολὺ μείζονα, ἵνα δυνηθῇ δέξασθαι τῆςφορᾶςτὴν συνέχειαν καὶ μὴ θλιβόμενον τὸ κινούμενον ὑπὸτῆςστενότητος ἐπίσχῃ τὴν κίνησιν; – Παμμέγεθές τιχρῆμα,ὦ Τρισμέγιστε. –

Ποταπῆς δὲ φύσεως; τῆς ἐναντίαςἄρα, ὦ ᾿Ασκληπιέ; σώματι δὲ ἐναντία φύσις τὸἀσώματον.– ῾Ωμολόγηται. – ᾿Ασώματος οὖν ὁ τόπος, τὸ δὲἀσώματονἢ θεῖόν ἐστιν ἢ ὁ θεός. τὸ δὲ θεῖον λέγω νῦν, οὐ τὸγεννητόν,ἀλλὰ τὸ ἀγέννητον.ἐὰν μὲν οὖν ᾖ θεῖον, οὐσιῶδέςἐστιν· ἐὰν δὲ ᾖ θεός, καὶ ἀνουσίαστον γίνεται. ἄλλωςδὲνοητόν, οὕτως· νοητὸς γὰρ πρῶτος ὁ θεός ἐστιν ἡμῖν,οὐχἑαυτῷ· τὸ γὰρ νοητὸν τῷ νοοῦντι αἰσθήσει ὑποπίπτει·ὁ

θεὸς οὐκοῦν οὐχ ἑαυτῷ νοητός· οὐ γὰρ ἄλλο τι ὢντοῦ νοου-μένου ὑφ' ἑαυτοῦ νοεῖται·ἡμῖν δὲ ἄλλο τί ἐστι· διὰτοῦτο ἡμῖν νοεῖται. εἰ δὲ νοητὸς ὁ τόπος, οὐχ ὡς θεός,

ἀλλ' ὡς τόπος. εἰ δὲ καὶ ὡς θεός, οὐχ ὡς τόπος, ἀλλ'ὡςἐνέργεια χωρητική. πᾶν δὲ τὸ κινούμενον οὐκ ἐνκινουμένῳκινεῖται ἀλλ' ἐν ἑστῶτι· καὶ τὸ κινοῦν δὲ ἕστηκεν,ἀδύνα-τον συγκινεῖσθαι.Πῶς οὖν, ὦ Τρισμέγιστε, τὰ ἐνθάδε συγκινεῖται τοῖςκινοῦσιν; τὰς γὰρ σφαίρας ἔφης τὰς πλανωμέναςκινεῖσθαιὑπὸ τῆς ἀπλανοῦς σφαίρας. – Οὐκ ἔστιν αὕτη, ὦ᾿Ασκλη-

πιέ, συγκίνησις ἀλλ' ἀντικίνησις· οὐ γὰρ ὁμοίωςκινοῦνται,ἀλλ' ἐναντίαι ἀλλήλαις· ἡ δὲ ἐναντίωσις τὴν ἀντέρει-σιντῆς κινήσεως ἑστῶσαν ἔχει·ἡ γὰρ ἀντιτυπία στάσιςφορᾶς. αἱ οὖν πλανώμεναι σφαῖραι ἐναντίωςκινούμε-ναι τῇ ἀπλανεῖ ὑπ' ἀλλήλων τῇ ἐναντίᾳ ὑπαντήσειπερὶτὴν ἐναντιότητα αὐτὴν ὑπὸ τῆς ἑστώσης κινοῦνται .καὶἄλλως ἔχειν ἀδύνατον. τὰς γὰρ ἄρκτους ταύτας ἃςὁρᾷςμήτε δυνούσας μήτε ἀνατελλούσας, περὶ δὲ τὸ αὐτὸστρεφο-μένας, ἢ οἴει κινεῖσθαι ἢ ἑστάναι; – Κινεῖσθαι, ὦΤρισ-μέγιστε. – Κίνησιν ποίαν, ὦ ᾿Ασκληπιέ; – Τὴν περὶτὰαὐτὰ ἀναστρεφομένην. – ῾Η δὲ περιφορὰ τὸ αὐτὸκαὶ ἡπερὶ τὸ αὐτὸ κίνησις ὑπὸ στάσεως κατεχομένη. τὸγὰρ περὶαὐτὸ κωλύει τὸ ὑπὲρ αὐτὸ κωλυόμενον δὲ τοὺς τὸ

ὑπὲραὐτό, εἰ ἔστη εἰς τὸ περὶ αὐτό , οὕτω καὶ ἡ ἐναντίαφορὰ

11

Page 14: Κλεις

7/17/2019 Κλεις

http://slidepdf.com/reader/full/563db965550346aa9a9cefaa 14/25

12   ΚΕΦΑΛΑΙΟ 3. ΛΟΓΟΣ ΚΑΘΟΛΙΚΟΣ 

ἕστηκεν ἑδραία, ὑπὸ τῆς ἐναντιότητος στηριζομένη.παράδειγμα δέ σοι ἐπίγειον τοῖς ὀφθαλμοῖς ὑποπῖ-πτονφράσω· τὰ ἐπίκηρα ζῷα, οἷον τὸν ἄνθρωπον λέγω,θεώρεινηχόμενον· φερομένου γὰρ τοῦ ὕδατος, ἡ ἀντιτυπία

τῶνποδῶν καὶ τῶν χειρῶν στάσις γίνεται τῷ ἀνθρώπῳ,τοῦ μὴσυγκατενεχθῆναι τῷ ὕδατι. – Σαφὲς τὸ παράδειγμα,ὦΤρισμέγιστε.– Πᾶσα οὖν κίνησις ἐν στάσει καὶ ὑπὸ στάσεως κινεῖ-ται. ἡ οὖν κίνησις τοῦ κόσμου καὶ παντὸς δὲ ζῴουὑλικοῦοὐχ ὑπὸ τῶν κατ' ἐκτὸς τοῦ σώματος συμβαίνειγίνεσθαι,ἀλλ' ὑπὸ τῶν ἐντὸς εἰς τὸ κατ' ἐκτός, τῶν νοητῶν,

ἤτοιψυχῆς ἢ πνεύματος, ἢ ἄλλου τινὸς ἀσωμάτου. σῶμαγὰρσῶμα ἔμψυχον οὐ κινεῖ, ἀλλ' οὐδὲ τὸ σύνολον σῶμα,κἂνᾖ ἄψυχον. –Πῶς τοῦτο λέγεις, ὦ Τρισμέγιστε; τὰοὖν ξύλα καὶ τοὺς λίθους καὶ τὰ ἄλλα πάντα ἄψυχα,οὐσώματά ἐστι τὰ κινοῦντα; – Οὐδαμῶς, ὦ ᾿Ασκληπιέ·τὸγὰρ ἔνδον τοῦ σώματος τοῦ κινοῦντος τὸ ἄψυχον, οὐσῶμα

ἐκεῖνό ἐστι τὸ ἀμφότερα κινοῦν, καὶ τὸ τοῦ βαστά-ζοντοςκαὶ τὸ τοῦ βασταζομένου· διόπερ ἄψυχον οὐκ ἄψυ-χονκινήσει. ὁρᾷς οὖν καταβαρουμένην τὴν ψυχήν, ὅτανμόνη δύοσώματα φέρῃ. καὶ ὅτι μὲν ἔν τινι κινεῖται τὰ κινού-μενακαὶ ὑπό τινος, δῆλον.– ᾿Εν κενῷ δὲ δεῖ κινεῖσθαι τὰκινούμενα, ὦ Τρισμέγιστε; – Εὐφήμει, ὦ ᾿Ασκληπιέ.οὐδὲ ἓν τῶν ὄντων ἐστὶ κενὸν τῷ τῆς ὑπάρξεως

λόγῳ· τὸδὲ ὂν οὐκ ἂν ἠδύνατο εἶναι ὄν, εἰ μὴ μεστὸν τῆςὑπάρξεωςἦν· τὸ γὰρ ὑπάρχον κενὸν οὐδέποτε γενέσθαι δύνα-ται.– Οὐκ ἔστιν οὖν κενά τινα, ὦ Τρισμέγιστε, οἷον κάδοςκαὶ κέραμος καὶ ληνὸς καὶ τὰ ἄλλα τὰ παραπλήσια;–Φεῦ τῆς πολλῆς πλάνης, <ὦ> ᾿Ασκληπιέ. τὰ μᾶλλονπληρέστατα καὶ μεστότατα ὄντα, ταῦτα ἡγῇ κενὰεἶναι;– Πῶς λέγεις, ὦ Τρισμέγιστε; – Οὐ σῶμά ἐστινὁ ἀήρ; – Σῶμα. – Τοῦτο δὲ τὸ σῶμα οὐ διὰ πάντωνδιήκει τῶν ὄντων, καὶ πάντα διῆκον πληροῖ; σῶμαδὲ

οὐκ ἐκ τῶν τεσσάρων κεκραμένον συνέστηκε; μεστὰοὖνἐστι πάντα, ἃ σὺ φῂς κενά, τοῦ ἀέρος· εἰ δὲ τοῦἀέρος,καὶ τῶν τεσσάρων σωμάτων, καὶ συμβαίνει ὁ ἐναν-τίος

λόγος ἐκφαίνεσθαι, ὅτι ἃ σὺ φῂς μεστά, ταῦτα πάντακενάἐστι τοῦ ἀέρος, ἐκείνων ὑπ' ἄλλων σωμάτωνστενοχωρου-μένων καὶ μὴ ἐχόντων τόπον δέξασθαι τὸν ἀέρα.ταῦταοὖν ἃ σὺ φῂς εἶναι κενά, κοῖλα δεῖ ὀνομάζειν, οὐκενά·ὑπάρξει γὰρ μεστά ἐστιν ἀέρος καὶ πνεύματος. –᾿Αναντίρρητος ὁ λόγος, ὦ Τρισμέγιστε. τὸν οὖντόποντὸν ἐν ᾧ κινεῖται τὸ πᾶν, τί εἴπομεν; – ᾿Ασώματον, ὦ

᾿Ασ-κληπιέ. – Τὸ οὖν ἀσώματον τί ἐστι; – Νοῦς ὅλος ἐξὅλουἑαυτὸν ἐμπεριέχων, ἐλεύθερος σώματος παντός,ἀπλανής,ἀπαθής, ἀναφής, αὐτὸς ἐν ἑαυτῷ ἑστώς, χωρητικὸςτῶνπάντων καὶ σωτήριος τῶν ὄντων, οὗ ὥσπερ ἀκτῖνέςεἰσιτὸ ἀγαθόν, ἡ ἀλήθεια, τὸ ἀρχέτυπον πνεύματος, τὸἀρχέτυπον ψυχῆς. – ῾Ο οὖν θεὸς τί ἐστιν; – ῾Ο μηδὲἓν τούτων ὑπάρχων, ὢν δὲ καὶ τοῦ εἶναι τούτοιςαἴτιος

καὶ πᾶσι καὶ ἑνὶ ἑκάστῳ τῶν ὄντων πάντων.οὐδὲγὰρ οὐδὲν ὑπέλειπε πλέον τὸ μὴ ὄν, πάντα δέ ἐστι τὰἐκτῶν ὄντων γινόμενα οὐκ ἐκ τῶν μὴ ὄντων· τὰ γὰρ μὴὄνταοὐ φύσιν ἔχει τοῦ δύνασθαι γενέσθαι ἀλλὰ τοῦ μὴδύνασθαίτι [τὸ] γενέσθαι καὶ πάλιν τὰ ὄντα οὐ φύσιν ἔχει τοῦμηδέποτε εἶναι.τί οὖν φῂς τοῦ μὴ εἶναί ποτε;ὁ οὖν θεὸς οὐ νοῦς ἐστιν, αἴτιος δὲ τοῦ <νοῦν> εἶναι,

οὐδὲ πνεῦμα, αἴτιος δὲ τοῦ εἶναι πνεῦμα, οὐδὲ φῶς,αἴτιοςδὲ τοῦ φῶς εἶναι. ὅθεν τὸν θεὸν δυσὶ ταύταις ταῖςπροση-γορίαις σέβεσθαι δεῖ, ταῖς μόνῳ αὐτῷ προσῳκειωμέ-ναιςκαὶ ἄλλῳ οὐδενί. οὔτε γὰρ τῶν ἄλλων λεγομένωνθεῶν οὔτεἀνθρώπων οὔτε δαιμόνων τις δύναται κἂν κατὰποσονοῦνἀγαθὸς εἶναι ἢ μόνος ὁ θεός. καὶ τοῦτό ἐστι μόνονκαὶοὐδὲν ἄλλο. τὰ δὲ ἄλλα πάντα ἀχώρητά ἐστι τῆς τοῦἀγαθοῦφύσεως· σῶμα γάρ εἰσι καὶ ψυχή, τόπον οὐκ ἔχοντα

Page 15: Κλεις

7/17/2019 Κλεις

http://slidepdf.com/reader/full/563db965550346aa9a9cefaa 15/25

13

χωρῆσαι δυνάμενον τὸ ἀγαθόν.τοσοῦτον γάρ ἐστιτοῦ ἀγαθοῦ τὸ μέγεθος ὅσον ἐστὶν ὕπαρξις πάντωντῶνὄντων, καὶ σωμάτων καὶ ἀσωμάτων, καὶ αἰσθητῶνκαὶ

νοητῶν. τοῦτό ἐστι τὸ ἀγαθόν, τοῦτό ἐστιν ὁ θεός. μὴοὖν εἴπῃς ἄλλο τι ἀγαθόν, ἐπεὶ ἀσεβεῖς, ἢ ἄλλο τίποτετὸν θεὸν ἢ μόνον τὸ ἀγαθόν, ἐπεὶ πάλιν ἀσεβεῖς.λόγῳ μὲν οὖν ὑπὸ πάντων λέγεται τὸ ἀγαθόν, οὐνοεῖταιδὲ τί ποτέ ἐστιν ὑπὸ πάντων. διὰ τοῦτο οὐδὲ ὁ θεὸςνοεῖταιὑπὸ πάντων, ἀλλ' ἀγνοίᾳ καὶ τοὺς θεοὺς καί τιναςτῶνἀνθρώπων ἀγαθοὺς ὀνομάζουσι, μηδέποτε δυναμέ-νους

μήτε εἶναι μήτε γενέσθαι· ἀναλλοτριώτατον γάρ ἐστιτοῦθεοῦ καὶ ἀχώριστον, ὡς αὐτὸς ὁ θεὸς ὄν. θεοὶ μὲνοὖν οἱἄλλοι πάντες ἀθάνατοι τετιμημένοι τῇ τοῦ θεοῦπροσηγο-ρίᾳ· ὁ δὲ θεὸς τὸ ἀγαθόν, οὐ κατὰ τιμήν, ἀλλὰ κατὰφύσιν·μία γὰρ ἡ φύσις τοῦ θεοῦ, τὸ ἀγαθόν, καὶ ἓν γένοςἀμφοτέ-ρων, ἐξ οὗ τὰ γένη πάντα. ὁ γὰρ ἀγαθὸς ἅπαντά ἐστιδιδοὺς καὶ μηδὲν λαμβάνων. ὁ οὖν θεὸς πάνταδίδωσι καὶ

οὐδὲν λαμβάνει· ὁ οὖν θεὸς <τὸ> ἀγαθόν, καὶ τὸἀγαθὸνὁ θεός.ἡ δὲ ἑτέρα προσηγορία ἐστὶν ἡ τοῦ πατρός, πάλινδιὰ τὸ ποιητικὸν πάντων· πατρὸς γὰρ τὸ ποιεῖν. διὸκαὶμεγίστη ἐν τῷ βίῳ σπουδὴ καὶ εὐσεβεστάτη τοῖς εὖφρο-νοῦσίν ἐστιν ἡ παιδοποιΐα, καὶ μέγιστον ἀτύχημα καὶἀσέβημά ἐστιν ἄτεκνόν τινα ἐξ ἀνθρώπων ἀπαλλα-γῆναι,καὶ δίκην οὗτος δίδωσι μετὰ θάνατον τοῖς δαίμοσιν.

ἡ δὲτιμωρία ἐστὶν ἥδε, τὴν τοῦ ἀτέκνου ψυχὴν εἰς σῶμακαταδικασθῆναι μήτε ἀνδρὸς μήτε γυναικὸς φύσινἔχοντος,ὅπερ ἐστὶ κατηραμένον ὑπὸ τοῦ ῾Ηλίου. τοιγαροῦν,ὦ᾿Ασκληπιέ, μηδενὶ ὄντι ἀτέκνῳ συνησθῇς· τοὐναν-τίονδὲ ἐλέησον τὴν συμφοράν, ἐπιστάμενος οἵα αὐτὸνμένειτιμωρία. τοσαῦτα καὶ τοιαῦτα λελέχθω, ὦ ᾿Ασκλη-πιέ,προγνωσία τις τῆς πάντων φύσεως.

Page 16: Κλεις

7/17/2019 Κλεις

http://slidepdf.com/reader/full/563db965550346aa9a9cefaa 16/25

Κεφάλαιο 4

Ιερός Λόγος

Δόξα πάντων ὁ θεὸς καὶ θεῖον καὶ φύσις θεία. ἀρχὴτῶν ὄντων ὁ θεός, καὶ νοῦς καὶ φύσις καὶ ὕλη, σοφίαεἰςδεῖξιν ἁπάντων ὤν· ἀρχὴ τὸ θεῖον καὶ φύσις καὶ ἐν-έργεια

καὶ ἀνάγκη καὶ τέλος καὶ ἀνανέωσις.ἧν γὰρ σκότος ἄπειρον ἐν ἀβύσσῳ καὶ ὕδωρ καὶπνεῦμαλεπτὸν νοερόν, δυνάμει θείᾳ ὄντα ἐν χάει. ἀνείθη δὴφῶςἅγιον καὶ ἐπάγη ὑφ' ἅμμῳ ἐξ ὑγρᾶς οὐσίας στοιχεῖακαὶθεοὶ πάντες καταδιερῶσι φύσεως ἐνσπόρου.ἀδιορίστων δὲ ὄντων ἁπάντων καὶ ἀκατασκευάστων,ἀποδιω-ρίσθη τὰ ἐλαφρὰ εἰς ὕψος καὶ τὰ βαρέα ἐθεμελιώθηἐφ'

ὑγρᾷ ἄμμῳ, πυρὶ τῶν ὅλων διορισθέντων καὶἀνακρεμα-σθέντων πνεύματι ὀχεῖσθαι· καὶ ὤφθη ὁ οὐρανὸς ἐνκύκλοιςἑπτά, καὶ θεοὶ [ταῖς] ἐν ἄστρων ἰδέαις ὀπτανόμενοι,σὺντοῖς αὐτῶν σημείοις ἅπασι, καὶ διηρθρώθη ... σὺντοῖςἐναὐτῇ θεοῖς, καὶ περιειλίγη τὸ περικύκλιον ἀέρι, κυ-κλίῳδρομήματι πνεύματι θείῳ ὀχούμενον.ἀνῆκε δὲ ἕκαστος θεὸς διὰ τῆς ἰδίας δυνάμεως τὸπροσταχθὲν αὐτῷ, καὶ ἐγένετο θηρία τετράποδα καὶἑρπετὰκαὶ ἔνυδρα καὶ πτηνὰ καὶ πᾶσα σπορὰ ἔνσπορος καὶχόρτοςκαὶ ἄνθους παντὸς χλόη· τὸ σπέρμα τῆς παλιγγενε-σίαςἐν ἑαυτοῖς ἐσπερμολόγουν τάς τε γενέσεις τῶνἀνθρώ-πων εἰς ἔργων θείων γνῶσιν καὶ φύσεως ἐνεργοῦσανμαρ-τυρίαν καὶ πλῆθος ἀνθρώπων καὶ πάντων τῶν ὑπὸοὐρανὸνδεσποτείαν καὶ ἀγαθῶν ἐπίγνωσιν, εἰς τὸ αὐξάνε-

σθαι ἐναὐξήσει καὶ πληθύνεσθαι ἐν πλήθει, καὶ πᾶσαν ἐνσαρκὶ

ψυχὴν διὰ δρομήματος θεῶν ἐγκυκλίων τερασπο-ρίας,εἰς κατοπτείαν οὐρανοῦ καὶ δρομήματος οὐρανίωνθεῶν καὶἔργων θείων καὶ φύσεως ἐνεργείας εἴς τε σημεῖα ἀγα-

θῶν,εἰς γνῶσιν θείας δυνάμεως μοίρης ὀχλουμένης γνῶ-ναιἀγαθῶν καὶ φαύλων, καὶ πᾶσαν ἀγαθῶν δαιδαλουρ-γίανεὑρεῖν.ἄρχεται αὐτῶν βιῶσαί τε καὶ σοφισθῆναι πρὸςμοῖραν δρομήματος κυκλίων θεῶν, καὶ ἀναλυθῆναιεἰς ὃἔσται μεγάλα ἀπομνημονεύματα τεχνουργημάτωνἐπὶ τῆςγῆς καταλιπόντες ἐν ὀνόματι χρόνων ἀμαύρωσιν καὶ

πᾶσαν γένεσιν ἐμψύχου σαρκὸς καὶ καρποῦ σπορᾶςκαὶπάσης τεχνουργίας τὰ ἐλαττούμενα ἀνανεωθήσεταιἀνάγκῃκαὶ ἀνανεώσει θεῶν καὶ φύσεως κύκλου ἐναριθμίουδρο-μήματι.τὸ γὰρ θεῖον ἡ πᾶσα κοσμικὴ σύγκρασις φύσειἀνανεου-μένη· ἐν γὰρ τῷ θείῳ καὶ ἡ φύσις καθέστηκεν.

14

Page 17: Κλεις

7/17/2019 Κλεις

http://slidepdf.com/reader/full/563db965550346aa9a9cefaa 17/25

Κεφάλαιο 5

Ο κρατήρ, η μονάς

Πρὸς Τάτ Ὁ κρατῆρ, ἡ μονάς

Ἑρμῆς ὁ Τρισμέγιστος

᾿Επειδὴ τὸν πάντα κόσμον ἐποίησεν ὁ δημιουργός,οὐχερσὶν ἀλλὰ λόγῳ, ὥστε οὕτως ὑπολάμβανε ὡς τοῦπαρόν-τος καὶ ἀεὶ ὄντος καὶ πάντα ποιήσαντος καὶ ἑνὸςμόνου,τῇ δὲ αὐτοῦ θελήσει δημιουργήσαντος τὰ ὄντα· τοῦτογάρἐστι τὸ σῶμα ἐκείνου, οὐχ ἁπτόν, οὐδὲ ὁρατόν, οὐδὲμετρη-τόν, οὐδὲ διαστατόν, οὐδὲ ἄλλῳ τινὶ σώματι ὅμοιον·οὔτε

γὰρ πῦρ ἐστιν οὔτε ὕδωρ οὔτε ἀὴρ οὔτε πνεῦμα,ἀλλὰ πάνταἀπ' αὐτοῦ. ἀγαθὸς γὰρ ὢν, <οὐ> μόνῳ ἑαυτῷ τοῦτοἀναθεῖ-ναι ἠθέλησε καὶ τὴν γῆν κοσμῆσαι,κόσμον δὲ θείουσώματος κατέπεμψε τὸν ἄνθρωπον, ζῴου ἀθανάτουζῷονθνητόν, καὶ ὁ μὲν κόσμος τῶν ζῴων ἐπλεονέκτει τὸἀείζωον,<ὁ δὲ ἄνθρωπος> καὶ τοῦ κόσμου τὸν λόγον καὶ τὸννοῦν.

θεατὴς γὰρ ἐγένετο τοῦ ἔργου τοῦ θεοῦ ὁ ἄνθρωπος,καὶἐθαύμασε καὶ ἐγνώρισε τὸν ποιήσαντα.τὸν μὲν οὖν λό-γον, ὦ Τάτ, ἐν πᾶσι τοῖς ἀνθρώποις ἐμέρισε, τὸν δὲνοῦν οὐ-κέτι, οὐ φθονῶν τισιν· ὁ γὰρ φθόνος οὐκ ἔνθενἔρχεται, κάτωδὲ συνίσταται ταῖς τὸν νοῦν μὴ ἐχόντων ἀνθρώπωνψυχαῖς.– Διὰ τί οὖν, ὦ πάτερ, οὐ πᾶσιν ἐμέρισε τὸν νοῦν ὁθεός;– ᾿Ηθέλησεν, ὦ τέκνον, τοῦτον ἐν μέσῳ ταῖς ψυχαῖςὥσπερἆθλον ἱδρῦσθαι.

– Καὶ ποῦ αὐτὸν ἱδρύσατο; – Κρα-τῆρα μέγαν πληρώσας τούτου κατέπεμψε, δοὺςκήρυκα, καὶἐκέλευσεν αὐτῷ κηρύξαι ταῖς τῶν ἀνθρώπων καρδί-αις τάδε·

βάπτισον σεαυτὴν ἡ δυναμένη εἰς τοῦτον τὸν κρα-τῆρα, ἡπιστεύουσα ὅτι ἀνελεύσῃ πρὸς τὸν καταπέμψαντατὸνκρατῆρα, ἡ γνωρίζουσα ἐπὶ τί γέγονας.ὅσοι μὲν οὖν συνῆκαν τοῦ κηρύγματος καὶ ἐβαπτί-σαντοτοῦ νοός, οὗτοι μετέσχον τῆς γνώσεως καὶ τέλειοιἐγένοντοἄνθρωποι, τὸν νοῦν δεξάμενοι· ὅσοι δὲ ἥμαρτον τοῦκηρύγ-ματοςj, οὗτοι μὲν οἱ λογικοί, τὸν νοῦν μὴ προσειλη-

φότες,ἀγνοοῦντες ἐπὶ τί γεγόνασιν καὶ ὑπὸ τίνων,αἱ δὲ αἰσ-θήσεις τούτων ταῖς τῶν ἀλόγων ζῴων παραπλήσιαι,καὶ ἐνθυμῷ καὶ ὀργῇ τὴν κρᾶσιν ἔχοντες, οὐ θαυμάζοντες[οὐ] τὰθέας ἄξια, ταῖς δὲ τῶν σωμάτων ἡδοναῖς καὶ ὀρέξεσιπροσ-έχοντες, καὶ διὰ ταῦτα τὸν ἄνθρωπον γεγονέναιπιστεύον-τες. ὅσοι δὲ τῆς ἀπὸ τοῦ θεοῦ δωρεᾶς μετέσχον,οὗτοι, ὦΤάτ, κατὰ σύγκρισιν τῶν ἔργων ἀθάνατοι ἀντὶθνητῶν εἰσι,πάντα ἐμπεριλαβόντες τῷ ἑαυτῶν νοΐ, τὰ ἐπὶ γῆς, τὰἐνοὐρανῷ, καὶ εἴ τί ἐστιν ὑπὲρ οὐρανόν· τοσοῦτονἑαυτοὺςὑψώσαντες, εἶδον τὸ ἀγαθὸν καὶ ἰδόντες συμφορὰνἡγήσαντοτὴν ἐνθάδε διατριβήν· καταφρονήσαντες πάντωντῶν σωμα-τικῶν καὶ ἀσωμάτων ἐπὶ τὸ ἓν καὶ μόνον σπεύδουσιν.αὕτη, ὦ Τάτ, ἡ τοῦ νοῦ ἐστὶν ἐπιστήμη, τῶν θείων

ἐντο-ρία , καὶ ἡ τοῦ θεοῦ κατανόησις, θείου ὄντος τοῦκρατῆρος.

15

Page 18: Κλεις

7/17/2019 Κλεις

http://slidepdf.com/reader/full/563db965550346aa9a9cefaa 18/25

16   ΚΕΦΑΛΑΙΟ 5. Ο ΚΡΑΤΗΡ, Η ΜΟΝΑΣ 

Κἀγὼ βαπτισθῆναι βούλομαι, ὦ πάτερ. – ᾿Εὰν μὴπρῶτοντὸ σῶμά σου μισήσῃς, ὦ τέκνον, σεαυτὸν φιλῆσαι οὐδύνα-σαι· φιλήσας δὲ σεαυτόν, νοῦν ἕξεις, καὶ τὸν νοῦνἔχων καὶ

τῆς ἐπιστήμης μεταλήψῃ. – Πῶς ταῦτα λέγεις, ὦπάτερ;– ᾿Αδύνατον γάρ ἐστιν, ὦ τέκνον, περὶ ἀμφότεραγίνεσθαι,περὶ τὰ θνητὰ καὶ τὰ θεῖα. δύο γὰρ ὄντων τῶν ὄντων,σώμα-τος καὶ ἀσωμάτου, ἐν οἷς τὸ θνητὸν καὶ τὸ θεῖον, ἡαἵρεσιςθατέρου καταλείπεται τῷ ἑλέσθαι βουλομένῳ. οὐγὰρ ἔστινἀμφότερα, ἐν οἷς τε ἡ ἐξαίρεσις καταλείπεται , τὸ δὲἕτερον ἐλαττωθὲν τὴν τοῦ ἑτέρου ἐφανέρωσεν ἐνέρ-

γειαν.ἡ μὲν οὖν [ἐνέργεια] τοῦ κρείττονος αἵρεσις οὐμόνον τῷ ἑλομένῳ καλλίστη τυγχάνει <τῷ> τὸνἄνθρω-πον ἀποθεῶσαι, ἀλλὰ καὶ τὴν πρὸς θεὸν εὐσέβειανἐπιδεί-κνυσιν· ἡ δὲ τοῦ ἐλάττονος τὸν μὲν ἄνθρωπον ἀπώ-λεσεν,οὐδὲν δὲ εἰς τὸν θεὸν ἐπλημμέλησεν, ἢ τοῦτο μόνονὅτι,καθάπερ αἱ πομπαὶ μέσον παρέρχονται, μήτε αὐταὶἐνεργῆ-σαί τι δυνάμεναι, τοὺς δὲ ἐμποδίζουσαι, τὸν αὐτὸν

τρόπονκαὶ οὗτοι μόνον πομπεύουσιν ἐν τῷ κόσμῳ, παραγό-μενοιὑπὸ τῶν σωματικῶν ἡδονῶν.τούτων δὲ οὕτως ἐχόντων, ὦ Τάτ, τὰ μὲν παρὰ τοῦθεοῦ ἡμῖν τε ὑπῆρξε καὶ ὑπάρξει· τὰ δὲ ἀφ' ἡμῶνἀκολου-θησάτω καὶ μὴ ὑστερήσατω· ἐπεὶ ὁ μὲν θεὸς ἀναίτιος,ἡμεῖςδὲ αἴτιοι τῶν κακῶν, ταῦτα προκρίνοντες τῶν ἀγα-θῶν. ὁρᾷς,ὦ τέκνον, πόσα ἡμᾶς δεῖ σώματα διεξελθεῖν, καὶ

πόσουςχοροὺς δαιμόνων καὶ συνέχειαν καὶ δρόμους ἀστέ-ρων ἵναπρὸς τὸν ἕνα καὶ μόνον σπεύσωμεν; ἀδιάβατον γὰρτὸἀγαθὸν καὶ ἀπέραντον καὶ ἀτελές, αὐτῷ δὲ καὶἄναρχον,ἡμῖν δὲ δοκοῦν ἀρχὴν ἔχειν τὴν γνῶσιν.οὐκ αὐτοῦ οὖνἀρχὴ γίνεται ἡ γνῶσις, ἀλλ' ἡμῖν τὴν ἀρχὴν παρέχε-ται τοῦγνωσθησομένου. λαβώμεθα οὖν τῆς ἀρχῆς, καὶὁδεύσωμεντάχει ἅπαντα· πάνυ γάρ ἐστι σκολιόν, τὸ τὰ συνήθηκαὶ

παρόντα καταλιπόντα ἐπὶ τὰ παλαιὰ καὶ ἀρχαῖαἀνακάμ-πτειν. τὰ μὲν γὰρ φαινόμενα τέρπει, τὰ δὲ ἀφανῆδυσπι-στεῖν ποιεῖ. φανερώτερα δέ ἐστι τὰ κακά, τὸ δὲἀγαθὸν

ἀφανὲς τοῖς φανεροῖς. οὐ γὰρ μορφὴ οὔτε τύποςἐστὶν αὐτοῦ.διὰ τοῦτο αὐτῷ μέν ἐστιν ὅμοιον, τοῖς δὲ ἄλλοιςπᾶσινἀνόμοιον· ἀδύνατον γὰρ ἀσώματον σώματι φανῆναι·αὕτη διαφορὰ τοῦ ὁμοίου πρὸς τὸ ἀνόμοιον, καὶ τῷἀνομοίῳὑστέρημα πρὸς τὸ ὅμοιον.ἡ γὰρ μονάς, οὖσα πάντων ἀρχὴ καὶ ῥίζα, ἐν πᾶσίνἐστινὡς ἂν ῥίζα καὶ ἀρχή. ἄνευ δὲ ἀρχῆς οὐδὲν, ἀρχὴ δὲἐξ

οὐδενὸς ἀλλ' ἐξ αὐτῆς, εἴ γε ἀρχή ἐστι τῶν ἑτέρων.μονὰςοὖσα οὖν ἀρχὴ πάντα ἀριθμὸν ἐμπεριέχει, ὑπὸμηδενὸςἐμπεριεχομένη, καὶ πάντα ἀριθμὸν γεννᾷ ὑπὸ μηδε-νὸς γεν-νωμένη ἑτέρου ἀριθμοῦ.πᾶν δὲ τὸ γεννώμενον ἀτελὲςκαὶ διαιρετόν, καὶ αὐξητὸν καὶ μειωτόν, τῷ δὲ τελείῳοὐδὲν τούτων γίνεται. καὶ τὸ μὲν αὐξητὸν αὐξάνεταιἀπὸτῆς μονάδος, ἁλίσκεται δὲ ὑπὸ τῆς αὐτοῦ ἀσθενείας,μηκέτι

δυνάμενον τὴν μονάδα χωρῆσαι.αὕτη οὖν, ὦ Τάτ. κατὰ τὸ δυνατόν σοι ὑπογέγραπταιτοῦθεοῦ εἰκών· ἣν ἀκριβῶς εἰ θεάσῃ καὶ νοήσεις τοῖςτῆς καρ-δίας ὀφθαλμοῖς, πίστευσόν μοι, τέκνον, εὑρήσεις τὴνπρὸςτὰ ἄνω ὁδόν. μᾶλλον δὲ αὐτή σε ἡ εἰκὼν ὁδηγήσει.ἔχειγάρ τι ἴδιον ἡ θέα· τοὺς φθάσαντας θεάσασθαικατέχει καὶἀνέλκει, καθάπερ φασὶν ἡ μαγνῆτις λίθος τὸν σίδη-

ρον.

Page 19: Κλεις

7/17/2019 Κλεις

http://slidepdf.com/reader/full/563db965550346aa9a9cefaa 19/25

Κεφάλαιο 6

Προς Τατ υιόν

Πρὸς Τὰτ υἱόν

Ἑρμῆς ὁ Τρισμέγιστος

ὅτι ἀφανὴς θεὸς φανερώτατός ἐστινΚαὶ τόνδε σοι τὸν λόγον, ὦ Τάτ, διεξελεύσομαι,ὅπως μὴ ἀμύητος ᾖς τοῦ κρείττονος θεοῦ ὀνόματος.σὺ δὲνόει πῶς τὸ δοκοῦν τοῖς πολλοῖς ἀφανὲς φανερώτα-τόν σοιγενήσεται. οὐ γὰρ ἂν ἦν <ἀεὶ> εἰ <μὴ> ἀφανὲς ἦν·πᾶν γὰρ τὸ φαινόμενον γεννητόν· ἐφάνη γάρ· τὸ δὲἀφανὲς ἀεί ἐστι· τοῦ γὰρ φανῆναι οὐ χρῄζει· ἀεὶ γάρἐστι.καὶ τὰ ἄλλα πάντα φανερὰ ποιεῖ, αὐτὸς ἀφανὴς ὤν,ὡς ἀεὶὢν φανερῶν αὐτὸς οὐ φανεροῦται, <γεννᾷ> οὐκ

αὐτὸςγεννώμενος, ἐν φαντασίᾳ δὲ <οὐκ ἔστι> πάνταφαντα-σιῶν. ἡ γὰρ φαντασία μόνων τῶν γεννητῶν ἐστίν.οὐδὲνγάρ ἐστιν ἢ φαντασία ἡ γένεσις.ὁ δὲ εἷς ἀγέννητοςδηλονότι καὶ ἀφαντασίαστος καὶ ἀφανής, τὰ δὲπάνταφαντασιῶν διὰ πάντων φαίνεται, καὶ ἐν πᾶσι, καὶμάλισταοἷς ἂν αὐτὸς βουληθῇ φανῆναι. σὺ οὖν, ὦ τέκνον

Τάτ,εὖξαι πρῶτον τῷ κυρίῳ καὶ πατρὶ καὶ μόνῳ καὶ οὐχἑνί,ἀλλ' ἀφ' οὗ ὁ εἷς, ἵλεω τυχεῖν, ἵνα δυνηθῇς τὸντηλικοῦτονθεὸν νοῆσαι, καὶ ἀκτῖνά σοι κἂν μίαν αὐτοῦ τῇ σῇδιανοίᾳἐκλάμψαι. νόησις γὰρ μόνη ὁρᾷ τὸ ἀφανές, ὡς καὶαὐτὴἀφανὴς οὖσα. εἰ δύνασαι, τοῖς τοῦ νοῦ ὀφθαλμοῖςφανήσε-tai, ὦ Τάτ· ἄφθονος γὰρ ὁ κύριος φαίνεται διὰπαντὸς

τοῦ κόσμου. νόησιν ἰδεῖν καὶ λαβέσθαι αὐταῖς ταῖςχερσὶ

δύνασαι καὶ τὴν εἰκόνα τοῦ θεοῦ θεάσασθαι; εἰ δὲκαὶ τὸἐν σοὶ ἀφανές ἐστί σοι, πῶς ἑαυτὸν ἐν σαυτῷ διὰ τῶνὀφθαλμῶν σοι φανήσεται;εἰ δὲ θέλεις αὐτὸν ἰδεῖν,

νόησον τὸν ἥλιον, νόησον τὸν σελήνης δρόμον,νόησον τῶνἀστέρων τὴν τάξιν. τίς ὁ τὴν τάξιν τηρῶν; (τάξις γὰρπᾶσα περιώρισται ἀριθμῷ καὶ τόπῳ). ὁ ἥλιος, θεὸςμέγισ-τος τῶν κατ' οὐρανὸν θεῶν, ᾧ πάντες εἴκουσιν οἱοὐράνιοιθεοὶ ὡσανεὶ βασιλεῖ καὶ δυνάστῃ, καὶ οὗτος ὁ τηλι-κοῦτος,ὁ μείζων γῆς καὶ θαλάσσης, ἀνέχεται ὑπὲρ ἑαυτὸνἔχωνἑαυτοῦ μικροτέρους πολεύοντας ἀστέρας, τίν' αἰδού-

μενοςἢ τίνα φοβούμενος, ὦ τέκνον; ἕκαστος τούτων τῶνἀστέ-ρων οὐ τὸν ὅμοιον ἢ ἴσον δρόμον ποιοῦνται ἐνοὐρανῷὄντες; τίς ὁ ἑκάστῳ τὸν τρόπον καὶ τὸ μέγεθος τοῦδρόμου ὁρίσας;ἄρκτος αὕτη, ἡ περὶ αὐτὴν στρεφο-μένη καὶ τὸν πάντα κόσμον συμπεριφέρουσα. τίς ὁτοῦτοκεκτημένος τὸ ὄργανον; τίς ὁ τῇ θαλάσσῃ τοὺς ὅρουςπεριβαλών; τίς ὁ τὴν γῆν ἑδράσας; ἔστι γάρ τις, ὦΤάτ,

ὁ τούτων πάντων ποιητὴς καὶ δεσπότης. ἀδύνατονγὰρ ἢτόπον ἢ ἀριθμὸν ἢ μέτρον φυλαχθῆναι χωρὶς τοῦποιήσαν-τος. πᾶσα γὰρ τάξις <ποιητή, μόνη δὲ ἡ> ἀτοπία καὶἀμετρία ἀποίητος. ἀλλ' οὐκ ἀδέσποτος οὐδὲ αὕτη, ὦτέκνον.καὶ γὰρ εἰ τὸ ἄτακτόν ἐστιν ἐνδεές, ὅτε κατέχει,τοῦτόἐστι, τὸν τρόπον τῆς τάξεως, καὶ ὑπὸ δεσπότην ἐστὶτὸν μηδέπω αὐτῇ τὴν τάξιν τάξαντα.εἴθε δυνατόν σοι ἦν πτηνῷ γενομένῳ ἀναπτῆναι εἰς

τὸν ἀέρα, καὶ μέσον ἀρθέντα τῆς γῆς καὶ οὐρανοῦἰδεῖν γῆςμὲν τὸ στερεόν, θαλάσσης δὲ τὸ κεχυμένον, ποταμῶν

17

Page 20: Κλεις

7/17/2019 Κλεις

http://slidepdf.com/reader/full/563db965550346aa9a9cefaa 20/25

18   ΚΕΦΑΛΑΙΟ 6. ΠΡΟΣ ΤΑΤ ΥΙΟΝ 

δὲτὰ ῥεύματα, ἀέρος τὸ ἀνειμένον, πυρὸς τὴν ὀξύτητα,ἄστρων τὸν δρόμον, οὐρανοῦ τὴν ταχύτητα, τὴν περὶταὐτὰπερίβασιν. ὦ θέας ἐκείνης, τέκνον, εὐτυχεστάτης,ὑπὸ

μίαν ῥοπὴν πάντα ταῦτα θεάσασθαι, τὸν ἀκίνητονδιακι-νούμενον, καὶ τὸν ἀφανῆ φαινόμενον δι' ὧν ποιεῖ·αὕτηἡ τάξις τοῦ κόσμου καὶ οὗτος ὁ κόσμος τῆς τάξεως.εἰ θέλεις καὶ διὰ τῶν θνητῶν θεάσασθαι τῶν ἐπὶ τῆςγῆς καὶ τῶν ἐν βυθῷ, νόησον, ὦ τέκνον, δημιουργού-μενονἐν τῇ γαστρὶ τὸν ἄνθρωπον καὶ τοῦ δημιουργήματοςἀκριβῶςτὴν τέχνην ἐξέτασον, καὶ μάθε τίς ὁ δημιουργῶνταύτην

τὴν καλὴν καὶ θείαν τοῦ ἀνθρώπου εἰκόνα. τίς ὁ τοὺςὀφθαλ-μοὺς περιγράψας; τίς ὁ τὰς ῥῖνας καὶ τὰ ὦτα τρυπή-σας; τίςὁ τὸ στόμα διανοίξας; τίς ὁ τὰ νεῦρα ἐκτείνας καὶδεσμεύσας;τίς ὁ ὀχετεύσας τὰς φλέβας; τίς ὁ τὰ ὀστέαστερροποιή-σας; τίς ὁ δέρμα τῇ σαρκὶ περιβαλών; τίς ὁ τοὺςδακτύ-λους διελών; τίς ὁ τοῖς ποσὶ βάσιν πλατύνας; τίς ὁδιο-ρύξας τοὺς πόρους; τίς ὁ τὸν σπλῆνα ἐκτείνας; τίς ὁ

τὴνκαρδίαν πυραμοειδῆ ποιήσας; τίς ὁ τὰ νεῦρα συν-θείς;τίς ὁ τὸ ἦπαρ πλατύνας; τίς ὁ τὸν πνεύμονα σηραγ-γώσας;τίς ὁ τὴν κοιλίαν εὐρύχωρον ποιήσας; τίς ὁ τὰτιμιώταταεἰς τὸ φανερὸν ἐκτυπώσας καὶ τὰ αἰσχρὰ κρύψας;

 ἴδεπόσαι τέχναι μιᾶς ὕλης καὶ πόσα ἔργα μιᾷ περι-γραφῇ, καὶπάντα περικαλλῆ καὶ πάντα μεμετρημένα, πάντα δὲ

ἐνδιάφορα. τίς πάντα ταῦτα ἐποίησε; ποία μήτηρ,ποῖοςπατήρ, εἰ μὴ ὁ ἀφανὴς θεός, τῷ ἑαυτοῦ θελήματιπάνταδημιουργήσας;καὶ ἀνδρίαντα μὲν ἢ εἰκόνα χωρὶςἀνδριαντοποιοῦ ἢ ζωγράφου οὐδείς φησι γεγονέναι,τοῦτοδὲ τὸ δημιούργημα χωρὶς δημιουργοῦ γέγονεν; ὦ τῆςπολ-λῆς τυφλότητος, ὦ τῆς πολλῆς ἀσεβείας, ὦ τῆς πολ-λῆς ἀγνωμοσύνης. μηδέποτε, ὦ τέκνον Τάτ, ἀποστε-ρήσῃςτοῦ δημιουργοῦ τὰ δημιουργήματα ...................μᾶλλον

δὲ καὶ κρείττων ἐστὶν ὅση κατὰ θεὸν ὀνόματος .τοσοῦ-τός ἐστιν ὁ πάντων πατήρ· ἦ γὰρ μόνος οὗτος, καὶτοῦτοαὐτῷ τὸ ἔργον ἐστί, πατέρα εἶναι.εἰ δέ τί με καὶ τολμηρότερον ἀναγκάζεις εἰπεῖν,

τούτου ἐστὶν οὐσία τὸ κύειν πάντα καὶ ποιεῖν καί,ὥσπερχωρὶς τοῦ ποιοῦντος ἀδύνατόν ἐστι γενέσθαι τι, οὕτωκαὶτοῦτον ἀεὶ [μὴ] εἶναι, εἰ μὴ πάντα ἀεὶ ποιοῦντα, ἐνοὐρανῷ,ἐν ἀέρι, ἐν γῇ, ἐν βυθῷ, ἐν παντὶ τοῦ κόσμου, ἐνπαντὶ τοῦπαντός, τῷ ὄντι καὶ τῷ μὴ ὄντι. οὐδὲν γάρ ἐστιν ἐνπαντὶἐκείνῳ ὃ οὐκ ἔστιν αὐτός. ἔστιν οὗτος καὶ τὰ ὄντααὐτὸς

καὶ τὰ μὴ ὄντα. τὰ μὲν γὰρ ὄντα ἐφανέρωσε, τὰ δὲμὴὄντα ἔχει ἐν ἑαυτῷ.οὗτος ὁ θεὸς ὀνόματος κρείτ-των, οὗτος ὁ ἀφανής, οὗτος ὁ φανερώτατος· ὁ τῷ νοῒθεωρητός, οὗτος ὁ τοῖς ὀφθαλμοῖς ὁρατός· οὗτος ὁἀσώ-ματος, ὁ πολυσώματος, μᾶλλον δὲ παντοσώματος.οὐδένἐστιν οὗτος ὃ οὐκ ἔστι· πάντα γὰρ <ἃ> ἔστι καὶ οὗτόςἐστι, καὶ διὰ τοῦτο ὀνόματα ἔχει ἅπαντα, ὅτι ἑνόςἐστιπατρός, καὶ διὰ τοῦτο αὐτὸς ὄνομα οὐκ ἔχει, ὅτι

πάντωνἐστὶ πατήρ.Τίς οὖν σε εὐλογήσαι ὑπὲρ σοῦ ἢ πρὸς σέ; ποῦ δὲ καὶβλέπων εὐλογήσω σε, ἄνω, κάτω, ἔσω, ἔξω; οὐ γὰρτρόπος,οὐ τόπος ἐστὶ περὶ σέ, οὐδὲ ἄλλο οὐδὲν τῶν ὄντων·πάνταδὲ ἐν σοί, πάντα ἀπὸ σοῦ. πάντα δίδως καὶ οὐδὲνλαμβάνεις.πάντα γὰρ ἔχεις, καὶ οὐδὲν ὃ οὐκ ἔχεις.πότε δὲ σὲ ὑμνήσω; οὔτε γὰρ ὥραν σοῦ οὔτε χρόνονκαταλαβεῖν δυνατόν. ὑπὲρ τίνος δὲ καὶ ὑμνήσω;

ὑπὲρ ὧνἐποίησας, ἢ ὑπὲρ ὧν οὐκ ἐποίησας; ὑπὲρ ὧν ἐφανέ-ρωσας,ἢ ὑπὲρ ὧν ἔκρυψας; διὰ τί δὲ καὶ ὑμνήσω σέ; ὡςἐμαυτοῦὤν, ὡς ἔχων τι ἴδιον, ὡς ἄλλος ὤν; σὺ γὰρ εἶ ὃ [ε]ἂνὦ, σὺεἶ ὃ ἂν ποιῶ, σὺ εἶ ὃ ἂν λέγω. σὺ γὰρ πάντα εἶ καὶἄλλοοὐδὲν ἔστιν· ὃ μὴ ἔστι, σὺ εἶ. σὺ πᾶν τὸ γενόμενον, σὺτὸμὴ γενόμενον, νοῦς μέν, νοούμενος, πατὴρ δέ, δημι-ουργῶν,θεὸς δέ, ἐνεργῶν, ἀγαθὸς δέ, καὶ πάντα ποιῶν. [ὕληςμὲν

Page 21: Κλεις

7/17/2019 Κλεις

http://slidepdf.com/reader/full/563db965550346aa9a9cefaa 21/25

19

γὰρ τὸ λεπτομερέστερον ἀήρ, ἀέρος δὲ ψυχή, ψυχῆςδὲνοῦς, νοῦ δὲ ὁ θεός].

Page 22: Κλεις

7/17/2019 Κλεις

http://slidepdf.com/reader/full/563db965550346aa9a9cefaa 22/25

Κεφάλαιο 7

Προς Ασκληπιόν

Πρὸς Ἀσκληπιόν

Ἑρμῆς ὁ Τρισμέγιστος

῞Οτι ἐν μόνῳ θεῷ τὸ ἀγαθόν ἐστιν,ἀλλαχόθι δὲ οὐδαμοῦΤὸ ἀγαθόν, ὦ ᾿Ασκληπιέ, ἐν οὐδενί ἐστιν, εἰ μὴ ἐνμόνῳ τῷ θεῷ, μᾶλλον δὲ τὸ ἀγαθὸν αὐτός ἐστιν ὁθεὸςἀεί· εἰ δὲ οὕτως, οὐσίαν εἶναι δεῖ πάσης κινήσεωςκαὶ γενέ-σεως (ἔρημον δὲ οὐδέν ἐστιν αὐτῆς), περὶ δὲ αὐτὴνστατικὴνἐνέργειαν ἔχουσαν, ἀνενδεῆ καὶ ἀπέριττον, πληρε-στάτην,χορηγόν, ἐν δὲ ἀρχῇ πάντων· πᾶν γὰρ τὸ χορηγοῦνἀγαθὸν

ὅταν λέγω, καὶ πάντα καὶ ἀεὶ ἀγαθόν ἐστι.τοῦτο δὲ [ἐν] οὐδενὶ ἄλλῳ πρόσεστιν, εἰ μὴ μόνῳ τῷθεῷ· οὔτε γὰρ ἐνδεής ἐστί τινος, ἵνα ἐπιθυμήσαςαὐτὸκτήσασθαι κακὸς γένηται, οὔτε τῶν ὄντων οὐδὲνἀπόβλητόνἐστιν αὐτῷ, ὃ ἀποβαλὼν λυπηθήσεται (λύπη γὰρκακίαςμέρος) οὔτε κρεῖττον αὐτοῦ ἐστιν οὐδέν, ὑφ' οὗπολεμηθή-σεται (οὐδὲ σύζυγόν ἐστιν αὐτῷ τὸ ἀδικηθῆναι),<οὔτε

κάλλιον>, καὶ διὰ τοῦτο αὐτοῦ ἐρασθήσεται, οὔτεἀνήκοον,ᾧ ὀργισθήσεται, οὔτε σοφώτερον, ὃ ζηλώσει.τούτων δὲ μὴ ὄντος τῇ οὐσίᾳ μηδενός, τί ὑπολείπεταιἢ μόνον τὸ ἀγαθόν; ὥσπερ γὰρ οὐδὲν τῶν <ἄλλων>ἐν τῇτοιαύτῃ οὐσίᾳ, οὕτως ἐν οὐδενὶ τῶν ἄλλων τὸ ἀγαθὸνεὑρε-θήσεται· ἐν πᾶσι γὰρ τὰ ἄλλα πάντα ἐστί, καὶ ἐν τοῖςμικροῖς καὶ ἐν τοῖς μεγάλοις καὶ ἐν τοῖς καθ' ἓν καὶἐναὐτῷ τῷ ζῴῳ τῷ πάντων μείζονι καὶ δυνατωτάτῳ·παθῶνγὰρ πλήρη τὰ γεννητά, αὐτῆς τῆς γενέσεως παθητῆςοὔσης·

ὅπου δὲ πάθος, οὐδαμοῦ τὸ ἀγαθόν· ὅπου δὲ τὸἀγαθόν,οὐδαμοῦ οὐδὲ ἓν πάθος, ὅπου γὰρ ἡμέρα, οὐδαμοῦνύξ,ὅπου δὲ νύξ, οὐδαμοῦ ἡμέρα· ὅθεν ἀδύνατον ἐν

γενέσειεἶναι τὸ ἀγαθόν, ἐν μόνῳ δὲ τῷ ἀγεννήτῳ. ὥσπερ δὲμετου-σία πάντων ἐστὶν ἐν τῇ ὕλῃ δεδομένη, οὕτω καὶ τοῦἀγαθοῦ.τοῦτον τὸν τρόπον ἀγαθὸς ὁ κόσμος, καθὰ καὶ αὐτὸςπάνταποιεῖ, <ὡς> ἐν τῷ μέρει τοῦ ποιεῖν ἀγαθὸς εἶναι. ἐνδὲτοῖς ἄλλοις πᾶσιν οὐκ ἀγαθός· καὶ γὰρ παθητός ἐστι,καὶκινητός, καὶ παθητῶν ποιητής.

ἐν δὲ τῷ ἀνθρώπῳ κατὰ σύγκρισιν τὸ ἀγαθὸν τοῦκακοῦ τέτακται· τὸ γὰρ μὴ λίαν κακόν, ἐνθάδε τὸἀγαθόνἐστι, τὸ δὲ ἐνθάδε ἀγαθόν, μόριον τοῦ κακοῦ τὸἐλάχιστον.ἀδύνατον οὖν τὸ ἀγαθὸν ἐνθάδε καθαρεύειν τῆςκακίας·κακοῦται γὰρ ἐνθάδε τὸ ἀγαθόν· κακούμενον γὰροὐκέτιἀγαθὸν μένει· μὴ μεῖναν δέ, κακὸν γίνεται. ἐν μόνῳἄρατῷ θεῷ τὸ ἀγαθόν ἐστιν, ἢ αὐτός ἐστιν ὁ θεὸς τὸἀγαθόν.μόνον οὖν, ὦ ᾿Ασκληπιέ, τὸ ὄνομα τοῦ ἀγαθοῦ ἐνἀνθρώ-ποις, τὸ δὲ ἔργον οὐδαμοῦ· ἀδύνατον γάρ· οὐ γὰρχωρεῖ σῶμα ὑλικόν, τὸ παντόθεν ἐσφιγμένον κακίᾳ καὶπόνοιςκαὶ ἀλγηδόσι καὶ ἐπιθυμίαις καὶ ὀργαῖς καὶ ἀπάταιςκαὶδόξαις ἀνοήτοις. καὶ τὸ πάντων κάκιστόν ἐστιν, ὦ᾿Ασκλη-πιέ, ὅτι ἕκαστον τούτων τῶν προειρημένων ἐμπεπί-στευται

ἐνθάδε τὸ μέγιστον εἶναι ἀγαθόν, τὸ μᾶλλον ἀνυπέρ-βλητονκακόν. ἡ γαστριμαργία, ἡ τῶν κακῶν πάντων χορη-

20

Page 23: Κλεις

7/17/2019 Κλεις

http://slidepdf.com/reader/full/563db965550346aa9a9cefaa 23/25

21

γὸς ... ἡπλάνη ἡ ἀπουσία ἐνθάδε τοῦ ἀγαθοῦ ἐστι.κἀγὼ δὲ χάριν ἔχω τῷ θεῷ, τῷ εἰς νοῦν μοι βαλόντικἂν περὶ τῆς γνώσεως τοῦ ἀγαθοῦ, ὅτι ἀδύνατόνἐστιναὐτὸ ἐν τῷ κόσμῳ εἶναι. ὁ γὰρ κόσμος πλήρωμά ἐστι

τῆςκακίας, ὁ δὲ θεὸς τοῦ ἀγαθοῦ, ἢ τὸ ἀγαθὸν τοῦ θεοῦ.... αἱγὰρ ἐξοχαὶ τῶν καλῶν περὶ αὐτοῦ εἰσι τὴν οὐσίαν·φαίνον-ται καὶ καθαρώτεραι καὶ εἰλικρινέστεραι τάχα πουκαὶαὐταὶ αἱ οὖσαι ἐκείνου. τολμητέον γὰρ εἰπεῖν, ὦ᾿Ασκληπιέ,ὅτι ἡ οὐσία τοῦ θεοῦ, εἴγε οὐσίαν ἔχει, τὸ καλόν ἐστι,τὸδὲ καλὸν καὶ ἀγαθὸν ἐν οὐδενὶ ἔστι καταλαβέσθαι

τῶν ἐντῷ κόσμῳ· πάντα γὰρ τὰ ὀφθαλμῷ ὑποπίπτονταεἴδωλάἐστι καὶ ὥσπερ σκιαγραφίαι· τὰ δὲ μὴ ὑποπίπτοντα,μάλισταδὲ ἡ τοῦ καλοῦ καὶ τοῦ ἀγαθοῦ ..... καὶ ὥσπερὀφθαλμὸς οὐδύναται τὸν θεὸν ἰδεῖν, οὕτως οὐδὲ τὸ καλὸν καὶ τὸἀγαθόν.ταῦτα γὰρ μέρη τοῦ θεοῦ ἐστιν ὁλόκληρα, ἴδια αὐτοῦμόνου,οἰκεῖα, ἀχώριστα, ἐρασμιώτατα, ὧν ἢ αὐτὸς ὁ θεὸςἐρᾷ ἢ

αὐτὰ τοῦ θεοῦ ἐρᾷ.εἰ δύνασαι νοῆσαι τὸν θεόν, νοήσεις τὸ καλὸν καὶἀγαθόν, τὸ ὑπέρλαμπρον, τὸ ὑπερλαμπόμενον ὑπὸτοῦ θεοῦ·ἐκεῖνο γὰρ τὸ κάλλος ἀσύγκριτον, καὶ ἐκεῖνο τὸἀγαθὸνἀμίμητον, ὥσπερ καὶ αὐτὸς ὁ θεός. ὡς οὖν τὸν θεὸννοεῖς,οὕτω καὶ τὸ καλὸν καὶ ἀγαθὸν νόει· ἀκοινώνητα γὰρταῦτατοῖς ἄλλοις τῶν [ἄλλων] ζῴων ἐστί, διὰ τὸ ἀχώρισταεἶναι

τοῦ θεοῦ. ἐὰν περὶ τοῦ θεοῦ ζητῇς, καὶ περὶ τοῦκαλοῦζητεῖς. μία γάρ ἐστιν εἰς αὐτὸ ἀποφέρουσα ὁδός, ἡμετὰγνώσεως εὐσέβεια·ὅθεν οἱ ἀγνοοῦντες καὶ μὴ ὁδεύ-σαντες τὴν περὶ τῆς εὐσεβείας ὁδόν, καλὸν καὶἀγαθὸν τολ-μῶσι λέγειν ἄνθρωπον, μηδὲ ὄναρ θεασάμενον εἴ τίἐστινἀγαθόν, ἀλλὰ παντὶ κακῷ προειλημμένον, καὶ τὸκακὸνπιστεύσαντα ἀγαθὸν εἶναι καὶ οὕτως αὐτῷ χρώμενονἀκορέστερον καὶ φοβούμενον αὐτοῦ στερηθῆναι,πάντα δὲ

ἀγωνιζόμενον, ἵνα μὴ μόνον ἔχῃ ἀλλὰ καὶ ἐπαύξῃ.τοιαῦτατὰ ἀνθρώπεια ἀγαθὰ καὶ τὰ καλά, ὦ ᾿Ασκληπιέ, ἃοὔτεφυγεῖν δυνάμεθα οὔτε μισῆσαι· τὸ γὰρ πάντωνχαλεπώτατον,

ὅτι χρείαν αὐτῶν ἔχομεν καὶ ζῆν τούτων χωρὶς οὐδυνά-μεθα.

Page 24: Κλεις

7/17/2019 Κλεις

http://slidepdf.com/reader/full/563db965550346aa9a9cefaa 24/25

Κεφάλαιο 8

Κηρύγματα

Κηρύγματα

Ἑρμῆς ὁ Τρισμέγιστος

῞Οτι μέγιστον κακὸν ἐν ἀνθρώποιςἡ περὶ τοῦ θεοῦ ἀγνωσίαΠοῖ φέρεσθε, ὦ ἄνθρωποι, μεθύοντες, τὸν τῆς ἀγνω-σίας ἄκρατον λόγον ἐκπιόντες, ὃν οὐδὲ φέρεινδύνασθε,ἀλλ' ἤδη αὐτὸν καὶ ἐμεῖτε; στῆτε νήψαντες· ἀναβλέ-ψατετοῖς ὀφθαλμοῖς τῆς καρδίας· καὶ εἰ μὴ πάντες δύνα-σθε,οἵ γε καὶ δυνάμενοι· ἡ γὰρ τῆς ἀγνωσίας κακίαἐπικλύζειπᾶσαν τὴν γῆν καὶ συμφθείρει τὴν ἐν τῷ σώματικατακε-

κλεισμένην ψυχήν, μὴ ἐῶσα ἐνορμίζεσθαι τοῖς τῆςσωτηρίαςλιμέσι.μὴ συγκατενεχθῆτε τοιγαροῦν τῷ πολλῷ ῥεύ-ματι, ἀναρροίᾳ δὲ χρησάμενοι, οἱ δυνάμενοι λαβέ-σθαι τοῦτῆς σωτηρίας λιμένος, ἐνορμισάμενοι τούτῳ, ζητή-σατεχειραγωγὸν τὸν ὁδηγήσοντα ὑμᾶς ἐπὶ τὰς τῆς γνώ-σεωςθύρας, ὅπου ἐστὶ τὸ λαμπρὸν φῶς, τὸ καθαρὸνσκότους,

ὅπου οὐδὲ εἷς μεθύει, ἀλλὰ πάντες νήφουσιν, ἀφο-ρῶντες τῇκαρδίᾳ εἰς τὸν ὁραθῆναι θέλοντα· οὐ γάρ ἐστινἀκουστός,οὐδὲ λεκτός, οὐδὲ ὁρατὸς ὀφθαλμοῖς, ἀλλὰ νῷ καὶκαρδίᾳ.πρῶτον δὲ δεῖ σε περιρρήξασθαι ὃν φορεῖς χιτῶνα,τὸ τῆςἀγνωσίας ὕφασμα, τὸ τῆς κακίας στήριγμα, τὸν τῆςφθορᾶςδεσμόν, τὸν σκοτεινὸν περίβολον, τὸν ζῶντα θάνα-τον, τὸναἰσθητὸν νεκρόν, τὸν περιφόρητον τάφον, τὸν ἔνοι-κον λῃσ-τήν, τὸν δι' ὧν φιλεῖ μισοῦντα καὶ δι' ὧν μισεῖ 

φθονοῦντα.τοιοῦτός ἐστιν ὃν ἐνεδύσω ἐχθρὸν χιτῶνα, ἄγχων σεκάτω πρὸς αὐτὸν, ἵνα μὴ ἀναβλέψας καὶ θεασάμενοςτὸκάλλος τῆς ἀληθείας καὶ τὸ ἐγκείμενον ἀγαθόν,

μισήσῃςτὴν τούτου κακίαν, νοήσας αὐτοῦ τὴν ἐπιβουλήν, ἣνἐπε-βούλευσέ σοι, τὰ δοκοῦντα [καὶ μὴ νομιζόμενα]αἰσθητήριαἀναίσθητα ποιῶν, τῇ πολλῇ ὕλῃ αὐτὰ ἀποφράξαςκαὶ μυ-σαρᾶς ἡδονῆς ἐμπλήσας, ἵνα μήτε ἀκούῃς περὶ ὧνἀκούεινσε δεῖ, μήτε βλέπῃς περὶ ὧν βλέπειν σε δεῖ.

22

Page 25: Κλεις

7/17/2019 Κλεις

http://slidepdf.com/reader/full/563db965550346aa9a9cefaa 25/25

8.1. TEXT AND IMAGE SOURCES, CONTRIBUTORS, AND LICENSES    23

8.1 Text and image sources, contributors, and licenses

8.1.1 Text

•   Κλεις   Πηγή:    http://el.wikisource.org/wiki/%CE%9A%CE%BB%CE%B5%CE%B9%CF%82?oldid=29549   Συνεισφέροντες: 

AndreasJS, AndreasBot και NikosSkouteris

  Ποιμάνδρης Πηγή: http://el.wikisource.org/wiki/%CE%A0%CE%BF%CE%B9%CE%BC%CE%AC%CE%BD%CE%B4%CF%81%CE%B7%CF%82?oldid=29552  Συνεισφέροντες:  AndreasBot και NikosSkouteris

•   Λόγος Καθολικός  Πηγή:  http://el.wikisource.org/wiki/%CE%9B%CF%8C%CE%B3%CE%BF%CF%82%20%CE%9A%CE%B1%CE%B8%CE%BF%CE%BB%CE%B9%CE%BA%CF%8C%CF%82?oldid=29550  Συνεισφέροντες:  AndreasBot και NikosSkouteris

•   Ιερός Λόγος   Πηγή:  http://el.wikisource.org/wiki/%CE%99%CE%B5%CF%81%CF%8C%CF%82%20%CE%9B%CF%8C%CE%B3%CE%BF%CF%82?oldid=56236  Συνεισφέροντες:  AndreasJS, AndreasBot, NikosSkouteris και Orphiwn

•   Ο κρατήρ, η μονάς   Πηγή:  http://el.wikisource.org/wiki/%CE%9F%20%CE%BA%CF%81%CE%B1%CF%84%CE%AE%CF%81%2C%20%CE%B7%20%CE%BC%CE%BF%CE%BD%CE%AC%CF%82?oldid=24802   Συνεισφέροντες:    AndreasBot καιNikosSkouteris

•  Προς Τατ υιόν  Πηγή:  http://el.wikisource.org/wiki/%CE%A0%CF%81%CE%BF%CF%82%20%CE%A4%CE%B1%CF%84%20%CF%85%CE%B9%CF%8C%CE%BD?oldid=29553  Συνεισφέροντες:  AndreasBot και NikosSkouteris

•   Προς Ασκληπιόν   Πηγή:  http://el.wikisource.org/wiki/%CE%A0%CF%81%CE%BF%CF%82%20%CE%91%CF%83%CE%BA%CE%BB%CE%B7%CF%80%CE%B9%CF%8C%CE%BD?oldid=24929  Συνεισφέροντες:  AndreasBot και NikosSkouteris

  Κηρύγματα   Πηγή:  http://el.wikisource.org/wiki/%CE%9A%CE%B7%CF%81%CF%8D%CE%B3%CE%BC%CE%B1%CF%84%CE%B1?oldid=61098  Συνεισφέροντες:  AndreasBot, NikosSkouteris και Omnipaedista

8.1.2 Images

8.1.3 Content license

•   Creative Commons Attribution-Share Alike 3.0