Download docx - Ἄδικος

Transcript
Page 1: Ἄδικος

Ἄδικος Λόγος

αὐχμεῖς αἰσχρῶς.Δίκαιος Λόγοςσὺ δέ γ᾽ εὖ πράττεις. καίτοι πρότερόν γ᾽ ἐπτώχευες, Τήλεφος εἶναι Μυσὸς φάσκων, ἐκ πηριδίου γνώμας τρώγων Πανδελετείους.Ἄδικος Λόγος

925ὤμοι σοφίας —Δίκαιος Λόγοςὤμοι μανίας —Ἄδικος Λόγος

ἧς ἐμνήσθης —Δίκαιος Λόγος

τῆς σῆς, πόλεώς θ᾽ ἥτις σε τρέφει λυμαινόμενον τοῖς μειρακίοις.Ἄδικος Λόγος

οὐχὶ διδάξεις τοῦτον Κρόνος ὤν.Δίκαιος Λόγος

930εἴπερ γ᾽ αὐτὸν σωθῆναι χρὴ καὶ μὴ λαλιὰν μόνον ἀσκῆσαι.Ἄδικος Λόγος

δεῦρ᾽ ἴθι, τοῦτον δ᾽ ἔα μαίνεσθαι.Δίκαιος Λόγος

κλαύσει, τὴν χεῖρ᾽ ἢν ἐπιβάλλῃς.Χορός

παύσασθε μάχης καὶ λοιδορίας. 935ἀλλ᾽ ἐπίδειξαι σύ τε τοὺς προτέρους ἅττ᾽ ἐδίδασκες, σύ τε τὴν καινὴν παίδευσιν, ὅπως ἂν ἀκούσας σφῷν ἀντιλεγόντοιν κρίνας φοιτᾷ.Δίκαιος Λόγος

δρᾶν ταῦτ᾽ ἐθέλω.Ἄδικος Λόγοςκἄγωγ᾽ ἐθέλω.Χορός

940φέρε δὴ πότερος λέξει πρότερος;Ἄδικος Λόγος

τούτῳ δώσω: κᾆτ᾽ ἐκ τούτων ὧν ἂν λέξῃ ῥηματίοισιν καινοῖς αὐτὸν καὶ διανοίαις κατατοξεύσω. 945τὸ τελευταῖον δ᾽, ἢν ἀναγρύζῃ, τὸ πρόσωπον ἅπαν καὶ τὠφθαλμὼ κεντούμενος ὥσπερ ὑπ᾽ ἀνθρηνῶν ὑπὸ τῶν γνωμῶν ἀπολεῖται.