2
Ἄδικος Λόγος αὐχμεῖς αἰσχρῶς . Δίκαιος Λόγος σὺ δέ γ᾽ εὖ πράττεις . καίτοι πρότερόν γ᾽ ἐπτώχευες , Τήλεφος εἶναι Μυσὸς φάσκων , ἐκ πηριδίου γνώμας τρώγων Πανδελετείους . Ἄδικος Λόγος 925ὤμοι σοφίας Δίκαιος Λόγος ὤμοι μανίας Ἄδικος Λόγος ἧς ἐμνήσθης Δίκαιος Λόγος τῆς σῆς , πόλεώς θ᾽ ἥτις σε τρέφει λυμαινόμενον τοῖς μειρακίοις . Ἄδικος Λόγος οὐχὶ διδάξεις τοῦτον Κρόνος ὤν . Δίκαιος Λόγος 930εἴπερ γ᾽ αὐτὸν σωθῆναι χρὴ καὶ μὴ λαλιὰν μόνον ἀσκῆσαι . Ἄδικος Λόγος δεῦρ᾽ ἴθι , τοῦτον δ᾽ ἔα μαίνεσθαι . Δίκαιος Λόγος κλαύσει , τὴν χεῖρ᾽ ἢν ἐπιβάλλῃς . Χορός παύσασθε μάχης καὶ λοιδορίας . 935ἀλλ᾽ ἐπίδειξαι σύ τε τοὺς προτέρους ἅττ᾽ ἐδίδασκες , σύ τε τὴν καινὴν παίδευσιν , ὅπως ἂν ἀκούσας σφῷν ἀντιλεγόντοιν κρίνας φοιτᾷ . Δίκαιος Λόγος δρᾶν ταῦτ᾽ ἐθέλω . Ἄδικος Λόγος κἄγωγ᾽ ἐθέλω . Χορός 940φέρε δὴ πότερος λέξει πρότερος ; Ἄδικος Λόγος τούτῳ δώσω : κᾆτ᾽ ἐκ τούτων ὧν ἂν λέξῃ ῥηματίοισιν καινοῖς αὐτὸν καὶ διανοίαις κατατοξεύσω . 945τὸ τελευταῖον δ᾽ , ἢν ἀναγρύζῃ , τὸ πρόσωπον ἅπαν καὶ τὠφθαλμὼ

Ἄδικος

Embed Size (px)

DESCRIPTION

Traducción

Citation preview

Page 1: Ἄδικος

Ἄδικος Λόγος

αὐχμεῖς αἰσχρῶς.Δίκαιος Λόγοςσὺ δέ γ᾽ εὖ πράττεις. καίτοι πρότερόν γ᾽ ἐπτώχευες, Τήλεφος εἶναι Μυσὸς φάσκων, ἐκ πηριδίου γνώμας τρώγων Πανδελετείους.Ἄδικος Λόγος

925ὤμοι σοφίας —Δίκαιος Λόγοςὤμοι μανίας —Ἄδικος Λόγος

ἧς ἐμνήσθης —Δίκαιος Λόγος

τῆς σῆς, πόλεώς θ᾽ ἥτις σε τρέφει λυμαινόμενον τοῖς μειρακίοις.Ἄδικος Λόγος

οὐχὶ διδάξεις τοῦτον Κρόνος ὤν.Δίκαιος Λόγος

930εἴπερ γ᾽ αὐτὸν σωθῆναι χρὴ καὶ μὴ λαλιὰν μόνον ἀσκῆσαι.Ἄδικος Λόγος

δεῦρ᾽ ἴθι, τοῦτον δ᾽ ἔα μαίνεσθαι.Δίκαιος Λόγος

κλαύσει, τὴν χεῖρ᾽ ἢν ἐπιβάλλῃς.Χορός

παύσασθε μάχης καὶ λοιδορίας. 935ἀλλ᾽ ἐπίδειξαι σύ τε τοὺς προτέρους ἅττ᾽ ἐδίδασκες, σύ τε τὴν καινὴν παίδευσιν, ὅπως ἂν ἀκούσας σφῷν ἀντιλεγόντοιν κρίνας φοιτᾷ.Δίκαιος Λόγος

δρᾶν ταῦτ᾽ ἐθέλω.Ἄδικος Λόγοςκἄγωγ᾽ ἐθέλω.Χορός

940φέρε δὴ πότερος λέξει πρότερος;Ἄδικος Λόγος

τούτῳ δώσω: κᾆτ᾽ ἐκ τούτων ὧν ἂν λέξῃ ῥηματίοισιν καινοῖς αὐτὸν καὶ διανοίαις κατατοξεύσω. 945τὸ τελευταῖον δ᾽, ἢν ἀναγρύζῃ, τὸ πρόσωπον ἅπαν καὶ τὠφθαλμὼ κεντούμενος ὥσπερ ὑπ᾽ ἀνθρηνῶν ὑπὸ τῶν γνωμῶν ἀπολεῖται.